ίωμεν τῷ Δεσπότῃ, καὶ πανταχόθεν συνάγοντες ἑαυτῶν τὴν διάνοιαν, οὕτω τὴν πρόσοδον ποιώμεθα, μηδεμίαν παρείσδυσιν διδόντες τῷ ἐχθρῷ τῆς σωτηρίας τῆς ἡμετέρας. Ἐπειδὴ γὰρ οἶδεν ὅτι κατὰ τὸν καιρὸν ἐκεῖνον δυνάμεθα περὶ τῶν συνεχόντων ἡμᾶς διαλεχθέντες, καὶ τὰ ἡμαρτημένα ἐξαγορεύσαντες, καὶ τὰ τραύματα τῷ ἰατρῷ δείξαντες, πολλῆς ἐπιτυχεῖν τῆς θεραπείας, τότε μάλιστα ἐφίσταται καὶ πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε ἐκκροῦσαι ἡμᾶς καὶ εἰς ῥᾳθυμίαν ἐμβαλεῖν. Διὸ νήφωμεν, παρακαλῶ, καὶ εἰδότες αὐτοῦ τὰς ἐπιβουλὰς, μάλιστα κατὰ τὸν καιρὸν ἐκεῖνον σπουδάζωμεν, ὡσανεὶ παρόντα καὶ πρὸ τῶν ὀφθαλμῶν ἡμῶν ἑστῶτα ὁρῶντες, οὕτως αὐτὸν διακρούεσθαι, καὶ πάντα λογισμὸν διαταράττοντα ἡμῶν τὴν διάνοιαν ἀπωθεῖσθαι, καὶ ὅλους ἑαυτοὺς συντείνειν, καὶ ἀκριβῆ ποιεῖσθαι τὴν ἔντευξιν, ἵνα μὴ μόνον ἡ γλῶττα φθέγγηται, ἀλλὰ καὶ ἡ διάνοια συμβαίνῃ τοῖς λεγομένοις. Ἐὰν γὰρ ἡ γλῶττα μὲν προφέρῃ τὰ ῥήματα, ἡ δὲ διάνοια ἔξω ῥέμβηται, τὰ κατὰ τὴν οἰκίαν περισκοποῦσα, τὰ κατὰ τὴν ἀγορὰν φανταζομένη, οὐδὲν ἡμῖν ὄφελος ἔσται, τάχα δὲ καὶ πλείων ἡ κατάκρισις. Εἰ γὰρ ἀνθρώπῳ προσιόντες τοσαύτην ἐπιδεικνύμεθα τὴν σπουδὴν, ὡς μηδὲ τοὺς πλησίον παρεστῶτας πολλάκις ὁρᾷν, ἀλλὰ συντείνειν ἑαυτῶν τὴν διάνοιαν, κἀκεῖνον μόνον φαντάζεσθαι, ᾧ προσίωμεν· πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ τοῦτο ποιεῖν ἡμᾶς χρὴ, καὶ συνεχῶς καὶ ἀδιαλείπτως ταῖς προσευχαῖς προσκαρτερεῖν. Διὰ γὰρ τοῦτο καὶ Παῦλος γράφων ἔλεγε, Προσευχόμενοι ἐν παντὶ καιρῷ, προσεύχεσθε καὶ ἐν πνεύματι· μὴ γλώσσῃ μόνον, καὶ μετὰ ἀγρυπνίας διηνεκοῦς, φησὶν, ἀλλὰ καὶ ἐν αὐτῇ τῇ ψυχῇ, Ἐν πνεύματι. Πνευματικὰ γὰρ, φησὶν, ἔστω ὑμῶν τὰ αἰτήματα, νηφέτω ὁ λογισμὸς, συντεινέσθω ἡ διάνοια τοῖς λεγομένοις. Τοιαῦτα αἰτεῖσθε, οἷα εἰκὸς παρὰ τοῦ Θεοῦ αἰτεῖν, ἵνα καὶ τῶν αἰτουμένων ἐπιτύχητε· καὶ εἰς αὐτὸ ἀγρυπνῆτε διεγηγερμένοι, νήφοντες, ἐγρηγορότες τὴν διάνοιαν, μὴ χασμώμενοι, καὶ κνώμενοι, καὶ ὧδε κἀκεῖσε τὸν λογισμὸν περιαγόμενοι, ἀλλὰ μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε. Μακάριος γὰρ, φησὶν, ὃς καταπτήσσει πάντα δι' εὐλάβειαν. Μέγα ἀγαθὸν ἡ εὐχή. Εἰ γὰρ ἀνθρώπῳ τις διαλεγόμενος ἐναρέτῳ, οὐ μικρὰν ἐξ αὐτοῦ καρποῦται τὴν ὠφέλειαν, ὁ Θεῷ διαλέγεσθαι καταξιωθεὶς πόσων οὐκ ἀπολαύσεται τῶν ἀγαθῶν; Ἡ γὰρ εὐχὴ διάλεξίς ἐστι πρὸς τὸν Θεόν. Καὶ ἵνα μάθῃς, ἄκουε τοῦ προφήτου λέγοντος, Ἡδυνθείη τῷ Θεῷ ἡ διαλογή μου· τοῦτ' ἔστιν, ἡ διάλεξίς μου ἡδεῖα φανείη τῷ Θεῷ. Μὴ γὰρ καὶ πρὶν ἢ αἰτήσωμεν, οὐκ ἠδύνατο παρασχεῖν; Ἀλλὰ διὰ τοῦτο ἀναμένει, ἵνα ἀφορμὴν λάβῃ παρ' ἡμῶν τοῦ δικαίως ἡμᾶς ἀξιοῦν τῆς παρ' αὐτοῦ προνοίας. Κἂν ἐπιτύχωμεν τοίνυν τῶν αἰτηθέντων, κἂν μὴ ἐπιτύχωμεν, παραμένωμεν τῇ αἰτήσει, καὶ μὴ μόνον ἐπιτυγχάνοντες εὐχαριστῶμεν, ἀλλὰ καὶ ἀποτυγχάνοντες. Τὸ γὰρ ἀποτυχεῖν, ὅταν ὁ Θεὸς βούληται, οὐκ ἔλασσόν ἐστι τοῦ ἐπιτυχεῖν. Οὐδὲ γὰρ ἴσμεν τὰ ἡμεῖς συμφέροντα ἡμῖν οὕτως, ὡς αὐτὸς ἐπίσταται. Ὥστε οὖν, κἂν ἐπιτύχωμεν, κἂν ἀποτύχωμεν, εὐχαριστεῖν ὀφείλομεν. Καὶ τί θαυμάζεις εἰ ἡμεῖς οὐκ ἴσμεν τὰ συμφέροντα; Παῦλος ὁ τοσοῦτος καὶ τηλικοῦτος, ὁ τῶν ἀποῤῥήτων ἐκείνων ἀξιωθεὶς, ἠγνόει τὰ μὴ συμφέροντα αἰτῶν. Ἐπειδὴ γὰρ ἑώρα ἑαυτὸν κυκλούμενον ὑπὸ τῶν δεινῶν καὶ τῶν ἐπαλλήλων πειρασμῶν, ηὔξατο τούτων ἀπαλλαγῆναι, καὶ οὐχ ἅπαξ οὐδὲ δεύτερον, ἀλλὰ καὶ πολλάκις. Τρίτον γὰρ, φησὶ, τὸν Κύριον παρεκάλεσα. Τὸ δὲ Τρίτον, πολλάκις παρεκά-
proach the Master, and gathering our mind together from every side, thus make our approach, giving no stealthy entry at all to the enemy of our salvation. For since he knows that during that season we are able, by conversing concerning what holds us fast, and confessing our sins, and showing our wounds to the Physician, to attain abundant healing, it is above all then that he stands near and does and contrives all things so as to beat us off and cast us into indolence. Therefore let us be sober, I beseech you, and knowing his plots, let us be eager above all during that season, just as though seeing him present and standing before our eyes, thus to beat him off, and to thrust away every thought that troubles our mind, and to brace our whole selves up, and to make our petition exact, so that not only may the tongue utter words, but the mind also may keep pace with what is said. For if the tongue puts forth the words while the mind roams outside, surveying household affairs and imagining the things of the market-place, there will be no benefit to us, and perhaps even greater condemnation. For if when approaching a human being we display such zeal that often we do not even see those standing nearby, but brace up our mind and picture him alone whom we approach, much more must we do this in the case of God, and persevere continually and unceasingly in prayers. For on this account Paul also in writing said: Praying at every season, pray also in spirit—not with the tongue alone, and with perpetual vigilance, he says, but also in the very soul itself: In spirit. For let your petitions, he says, be spiritual, let your reasoning be sober, let your mind be braced up to what is said. Ask for such things as it is fitting to ask from God, so that you may also attain what is asked; and unto this very thing keep vigil, roused up, sober, wakeful in mind, not yawning and scratching yourselves and having your reasoning led round hither and thither, but with fear and trembling work out your own salvation. For blessed, it says, is he who stands in awe of all things out of reverence. Prayer is a great good. For if someone who converses with a virtuous man reaps no small benefit from him, how many good things will he who is deemed worthy to converse with God not enjoy? For prayer is conversation with God. And so that you may learn, hear the prophet saying: May my converse be sweet to God—that is, may my conversation appear sweet to God. Was He unable to supply even before we ask? Rather, He waits on this account, so that He may take occasion from us to deem us justly worthy of the providence that comes from Him. Whether we attain what was asked, therefore, or do not attain it, let us abide in our petition, and let us give thanks not only when we attain, but also when we fail to attain. For to fail to attain, whenever God wills it, is no less than to attain. For neither do we know what is expedient for us in such a way as He Himself knows. Consequently, whether we attain or fail to attain, we ought to give thanks. And why do you marvel if we do not know what is expedient? Paul, a man so great and of such stature, who was deemed worthy of those ineffable things, did not know that he was asking for things not expedient. For since he saw himself encircled by terrible and successive trials, he prayed to be rid of them, and not once or twice, but even many times. For thrice, he says, I entreated the Lord. And 'thrice' means 'many times I entrea-