ὅπου πολλὴ πολλάκις ἡ ἀγνωμοσύνη, πολλαὶ τῶν πλεονεκτούντων αἱ ὑπερβολαί. Καὶ γὰρ καὶ τῶν σφόδρα γνησίων πολλοὶ οὐδὲ αὐτὸ τὸ δανεισθὲν τοῖς δεδωκόσι παρέσχον, ἢ δι' ἀγνωμοσύνην τοῦτο ὑπομείναντες, ἢ καὶ πολλάκις ὑπὸ πενίας κωλυθέντες. Ἐπὶ δὲ τοῦ τῶν ἁπάντων Δεσπότου οὐδὲν τούτων ἐστὶ λογίσασθαι, ἀλλὰ καὶ τὸ δάνειον ἀκέραιον μένει, καὶ ὑπὲρ τῶν καταβαλλομένων ἑκατονταπλασίονα παρασχεῖν ὑπισχνεῖται μετὰ τοῦτο, καὶ τὴν ἐν τῷ μέλλοντι ζωὴν ἡμῖν ταμιεύεται. Τίς οὖν ἡμῖν λοιπὸν ἀπολογία λείπεται μὴ σπεύδουσι καὶ ἐπειγομένοις ἀντὶ τῶν ὀλίγων ἑκατονταπλασίονα λαβεῖν, καὶ ἀντὶ τῶν παρόντων τὰ μέλλοντα, καὶ ἀντὶ τῶν προσκαίρων τὰ αἰώνια, ἀλλ' ἡδέως θύραις καὶ μοχλοῖς ἐναποκλείουσι τὰ χρήματα, καὶ οὐ βουλομένοις αὐτὰ νῦν προέσθαι τοῖς δεομένοις τὰ ἁπλῶς καὶ εἰκῆ κείμενα, ἵνα ἐν τῷ μέλλοντι αἰῶνι τῆς παρ' αὐτῶν προστασίας ἀπολαύσωμεν; Ποιήσατε γὰρ ὑμῖν φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα, ὅταν ἐκλείπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους αὐτῶν σκηνάς. Καὶ οἶδα, ὅτι πολλοὶ οὐ μόνον οὐ προσίενται τὰ παρ' ἡμῶν λεγόμενα, ἀλλὰ καὶ ὡς λῆρόν τινα καὶ μῦθον ἀκούοντες, οὐ προσέχουσι τοῖς ἡμετέροις λόγοις. Ἀλλ' ἐγὼ καὶ διὰ τοῦτο δάκνομαι, καὶ ὀδυνῶμαι, ὅτι οὔτε τῶν πραγμάτων ἡ πεῖρα, οὔτε ἡ τοσαύτη τοῦ Θεοῦ ὑπόσχεσις, οὔτε ὁ φόβος τῶν μελλόντων, οὔτε αἱ καθ' ἑκάστην ἡμέραν παρ' ἡμῶν παραινέσεις τῶν τοιούτων καθικέσθαι ἠδυνήθησαν, καὶ οὐ παύσομαι οὐδὲ οὕτω τῆς τοιαύτης συμβουλῆς, μέχρις ἂν τῇ πολλῇ συνεχείᾳ περιγενέσθαι δυνηθῶ, καὶ εἰς νῆψιν αὐτοὺς ἀγαγεῖν, καὶ ἐκ τοῦ κάρου καὶ τῆς μέθης, ἣν ἡ τῶν χρημάτων ἐπιθυμία ἤνεγκε σκοτώσασα τὸν λογισμὸν, ἀνενεγκεῖν. Οἶδα γὰρ, οἶδα ὅτι μετὰ τὴν τοῦ Θεοῦ χάριν καὶ ἡ τῶν ἡμετέρων λόγων συνέχεια, καὶ ἡ παρὰ τῆς νηστείας ἐπιμέλεια δυνήσεται αὐτοὺς ὀψὲ γοῦν ποτε ἀπαλλάξαι τοῦ χαλεποῦ τούτου νοσήματος, καὶ εἰς τελείαν ὑγίειαν ἐπαναγαγεῖν, ἵνα καὶ αὐτοὶ τῆς ἐπηρτημένης τοῖς τοιούτοις τιμωρίας ἐλευθερωθῶσι, καὶ ἡμεῖς τῆς ἀθυμίας ἀπαλλαγῶμεν, καὶ ὑπὲρ ἁπάντων δόξαν ἀναπέμψωμεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
where ingratitude is often great, and many are the excesses of the covetous. For indeed many even of those most genuine have not rendered even the very thing lent to those who gave it, either enduring to do this through ingratitude, or often also hindered by poverty. Yet with the Master of all, none of these things is to be reckoned, but both the loan remains intact, and beyond the things laid down He promises to furnish a hundredfold after this, and treasures up for us the life in the world to come. What defence, then, is left to us for the rest, when we do not hasten and press on to receive a hundredfold instead of a few things, and the things to come instead of the present, and the eternal things instead of the temporal, but gladly lock away our wealth with doors and bars, and do not wish now to part with those things for the needy which lie merely and in vain, so that in the age to come we may enjoy patronage from them? For make for yourselves friends out of the mammon of unrighteousness, so that, when you fail, they may receive you into their eternal tabernacles. And I know that many not only do not accept the things spoken by us, but even, hearing them as some idle talk and myth, pay no heed to our words. Yet I am stung and pained on this account also, that neither the experience of affairs, nor so great a promise of God, nor the fear of things to come, nor the exhortations given by us every day have been able to reach such men; and I shall not cease even thus from such counsel, until by much persistence I am able to prevail, and to lead them to sobriety, and to recover them out of the stupor and drunkenness which the desire of money brought on, darkening their reason. For I know, I know that after the grace of God both the continuity of our discourses and the diligence arising from fasting will be able at last, though late, to rid them of this grievous disease and to bring them back to perfect health, so that both they themselves may be freed from the punishment hanging over such men, and we may be rid of despondency, and on behalf of all may send up glory to the Father and to the Son and to the Holy Spirit, now and ever, and unto the ages of ages. Amen.
αʹ. Ὁρῶν ὑμῶν, ἀγαπητοὶ, τὴν μετὰ προθυμίας καθ' ἑκάστην ἡμέραν ἐνταῦθα συνέλευσιν, μεγάλην καρποῦμαι τὴν ἡδονὴν, καὶ οὐ παύομαι δοξάζων τὸν φιλάνθρωπον Θεὸν ἐπὶ τῇ προκοπῇ τῇ ὑμετέρᾳ. Ὥσπερ γὰρ τὸ πεινῆν σωματικῆς εὐεξίας ἐστὶ σημεῖον, οὕτω καὶ τὸ περὶ τὴν ἀκρόασιν τῶν θείων λογίων ἐσπουδακέναι τῆς κατὰ ψυχὴν ὑγιείας τεκμήριον ἄν τις μέγιστον ποιήσαιτο. Διὸ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τοῖς μακαρισμοῖς ἐκείνοις, τοῖς ἐπὶ τοῦ ὄρους γεγενημένοις, ἔλεγε· Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Τίς ἂν οὖν ὑμᾶς κατ' ἀξίαν ἐπαινέσαι δυνηθείη, τοὺς ἅπαξ παρὰ τοῦ τῶν ἁπάντων Δεσπότου τὸν μακαρισμὸν δεξαμένους, καὶ τὰ μυρία προσδοκῶντας παρ' αὐτοῦ ἀγαθά; Τοιοῦτος γὰρ ὁ ἡμέτερος Δεσπότης· ὅταν ἴδῃ ψυχὴν πολλῷ τῷ πόθῳ καὶ ἐπιτεταμένῃ τῇ προθυμίᾳ τοῖς πνευματικοῖς προσιοῦσαν, ἐπιδαψιλεύεται τὴν χάριν, καὶ πλουσίας παρ' ἑαυτοῦ χαρίζεται τὰς δωρεάς. Ὅθεν προσδοκῶ καὶ ἡμῖν διὰ τὴν ὑμετέραν ὠφέλειαν πλείονα παρασχεθήσεσθαι τὸν τῆς διδασκαλίας λόγον εἰς οἰκοδομὴν τῆς
1. Seeing, beloved, your eager gathering here each day, I reap great pleasure, and I do not cease glorifying the man-loving God over your progress. For just as hungering is a sign of bodily vigour, so also to have been zealous concerning the hearing of the divine oracles one might count the greatest proof of health in soul. Wherefore our Lord Jesus Christ also, in those beatitudes that took place upon the mountain, said: Blessed are those who hunger and thirst after righteousness, for they shall be filled. Who, then, could praise you worthily, who have once received the blessing from the Master of all, and look for countless good things from Him? For such is our Master: whenever He sees a soul approaching spiritual things with much longing and intense eagerness, He lavishes grace and bestows rich gifts from Himself. Whence I expect that to us also, for the sake of your profit, the word of teaching will be furnished more abundantly unto the upbuilding of