ἀπήλασε τὸ αἰσθητὸν, καὶ τὰ πάντα κατηύγασε. Καὶ εἶπε, φησὶν, ὁ Θεὸς, Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς. Εἶπε, καὶ ἐγένετο ἐκέλευσε, καὶ τὸ μὲν σκότος ἐφυγαδεύθη, τὸ δὲ φῶς παρήχθη. Εἶδες δύναμιν ἄφατον; Ἀλλ' οἱ τῇ πλάνῃ προκατειλημμένοι οὐ προσέχοντες τῇ ἀκολουθίᾳ τῶν εἰρημένων, οὐδὲ ἀκούοντες τοῦ μακαρίου Μωϋσέως λέγοντος· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ τότε ἐπάγοντος· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, διὰ τὸ σκότῳ καὶ τοῖς ὕδασι κεκαλύφθαι· οὕτω γὰρ ἔδοξε τῷ Δεσπότῃ ἐξ ἀρχῆς αὐτὴν παραγαγεῖν· φασὶν ὅτι προϋπέκειτο ἡ ὕλη, καὶ τὸ σκότος προϋπῆρχε. Τί ταύτης τῆς ἀνοίας χεῖρον γένοιτ' ἄν; Ἀκούεις ὅτι Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο τὰ ὄντα, καὶ λέγεις ὅτι προϋπῆρχεν ἡ ὕλη; Καὶ τίς ἀνάσχοιτο τοσαύτης παροινίας τῶν νοῦν ἐχόντων; Μὴ γὰρ ἄνθρωπός ἐστιν ὁ δημιουργῶν, ἵνα δεηθῇ τινος ὑποκειμένου, καὶ οὕτω τὰ τῆς τέχνης ἐπιδείξηται; Θεός ἐστιν, ᾧ πάντα εἴκει, λόγῳ καὶ προστάγματι δημιουργῶν. Ὅρα γὰρ, εἶπε μόνον, καὶ παρήχθη τὸ φῶς, καὶ παρεχώρησε τὸ σκότος. Καὶ διεχώρισεν ὁ Θεὸς ἀναμέσον τοῦ φωτὸς, καὶ ἀναμέσον τοῦ σκότους. Τί ἐστι, Διεχώρισεν; Ἑκάστῳ ἰδίαν χώραν ἀπένειμε, κατάλληλον καιρὸν ἀφώρισε. Καὶ ἐπειδὴ τοῦτο γέγονε, τότε λοιπὸν ἑκάστῳ τὴν ἁρμόζουσαν προσηγορίαν ἐπιτίθησιν. Ἐκάλεσε γὰρ, φησὶν, ὁ Θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα. Εἶδες διαίρεσιν ἀρίστην, καὶ δημιουργίαν θαυμαστὴν, καὶ πάντα λόγον ὑπερβαίνουσαν, λόγῳ μόνῳ καὶ ἐπιτάγματι γινομένην; Εἶδες πόσῃ τῇ συγκαταβάσει ὁ μακάριος οὗτος προφήτης ἐχρήσατο, μᾶλλον δὲ ὁ φιλάνθρωπος Θεὸς διὰ τῆς τοῦ προφήτου γλώττης παιδεύων τὸ τῶν ἀνθρώπων γένος, εἰδέναι τῶν γινομένων τὴν τάξιν, καὶ τίς ὁ τοῦ παντὸς δημιουργὸς, καὶ ὅπως ἕκαστον παρήχθη; Ἐπειδὴ γὰρ ἔτι ἀτελέστερον διέκειτο τὸ τῶν ἀνθρώπων γένος, καὶ οὐκ ἠδύνατο τῶν τελειοτέρων συνιέναι τὴν κατανόησιν, διὰ τοῦτο πρὸς τὴν τῶν ἀκουόντων ἀσθένειαν τὸ Πνεῦμα τὸ ἅγιον τὴν τοῦ προφήτου γλῶτταν κινῆσαν οὕτως ἅπαντα ἡμῖν διαλέγεται. Καὶ ἵνα μάθῃς ὅτι διὰ τὸ ἀτελὲς τῆς ἡμετέρας διανοίας ταύτῃ ἐχρήσατο τῇ συγκαταβάσει τῆς διηγήσεως, ὅρα τὸν τῆς βροντῆς υἱὸν, ὅτε πρὸς ἀρετὴν ἐπέδωκε τὸ τῶν ἀνθρώπων γένος, οὐκέτι ταύτην ἐρχόμενον τὴν ὁδὸν, ἀλλ' ἐπὶ τὴν ὑψηλοτέραν διδασκαλίαν ἄγοντα τοὺς ἀκροωμένους. Εἰπὼν γὰρ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος, ἐπήγαγεν· Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Καθάπερ γὰρ ἐνταῦθα τὸ φῶς τοῦτο τὸ αἰσθητὸν, τῷ προστάγματι τοῦ Δεσπότου παραχθὲν, τὸ σκότος τοῦτο τὸ ὁρώμενον ἀπέκρυψεν· οὕτω καὶ τὸ νοητὸν φῶς τῆς πλάνης τὸ σκότος ἀπήλασε, καὶ πρὸς τὴν ἀλήθειαν τοὺς πλανωμένους ἐχειραγώγησε.
away the sensible darkness, and illumined all things. And God said, he says, Let there be light, and there was light. He spoke, and it came to pass; He commanded, and the darkness was put to flight, while the light was brought forth. Have you seen ineffable power? Yet those preoccupied by error, not attending to the sequence of what has been spoken, nor hearing blessed Moses saying, In the beginning God made the heaven and the earth, and then subjoining, And the earth was unseen and unformed, because it was covered with darkness and the waters—for so it seemed good to the Master to bring it forth from the beginning—affirm that matter lay beneath beforehand, and that darkness pre-existed. What could be worse than this folly? You hear that In the beginning God made the heaven and the earth, and that out of non-existence the things that exist came to be, and do you say that matter pre-existed? Who of those possessing sense could endure such drunkenness? Is He Who creates a man, that He should stand in need of some underlying material, and thus display the works of His art? He is God, to Whom all things yield, creating by word and command. For see: He only spoke, and the light was brought forth, and the darkness withdrew. And God divided between the light and between the darkness. What does He divided mean? To each He assigned its own place, and appointed a suitable season. And once this came to pass, then accordingly He imposes upon each its fitting appellation. For God called, he says, the light day, and the darkness He called night. Have you seen an excellent division, and a marvellous creation surpassing all speech, accomplished by word alone and injunction? Have you seen how great a condescension this blessed prophet employed—or rather God Who loves mankind, instructing the race of men through the prophet's tongue to know the order of the things that came to be, and Who is the Creator of the universe, and how each thing was brought forth? For since the race of men was still in a more imperfect state, and was unable to grasp the comprehension of more perfect truths, on this account the Holy Spirit, moving the prophet's tongue in proportion to the weakness of the hearers, thus discourses on all things with us. And that you may learn that it was on account of the imperfection of our understanding that He employed this condescension in narration, see the son of thunder, when the race of men had advanced towards virtue, no longer proceeding by this way, but leading his hearers up to the loftier teaching. For having said, In the beginning was the Word, and the Word was with God, and the Word was God, he subjoined: That was the true Light, which enlightens every man coming into the world. For just as here this sensible light, brought forth at the Master's command, hid away this visible darkness, so also the intelligible Light drove away the darkness of error, and guided by the hand to the truth those who were going astray.
γʹ. Δεξώμεθα οὖν μετὰ πολλῆς τῆς εὐγνωμοσύνης τὰ παρὰ τῆς θείας Γραφῆς διδάγματα, καὶ μὴ ἀντιβλέπωμεν τῇ ἀληθείᾳ, μηδὲ τῷ σκότει παραμένωμεν, ἀλλὰ πρὸς τὸ φῶς ἐπειγώμεθα, καὶ ἄξια τοῦ φωτὸς καὶ τῆς ἡμέρας διαπραττώμεθα ἔργα, καθάπερ καὶ Παῦλος παραινεῖ λέγων· Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, καὶ μὴ ἐργαζώμεθα τὰ ἔργα τοῦ σκότους. Καὶ ἐκάλεσε, φησὶν, ὁ Θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα. Ἀλλ' ὃ μικροῦ ἡμᾶς παρέδραμεν, ἀναγκαῖον τοῦτο ἐπαναλαβεῖν πάλιν. Ἐπειδὴ γὰρ εἶπε, Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς, ἐπήγαγε· Καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλόν. Θέα μοι, ἀγα
3. Let us receive, therefore, with great gratitude the teachings from divine Scripture, and let us not set our face against the truth, nor abide in the darkness, but let us hasten towards the light, and accomplish works worthy of the light and of the day, even as Paul exhorts, saying: Let us walk becomingly as in the day, and let us not work the works of darkness. And God called, he says, the light day, and the darkness He called night. Yet what well-nigh escaped us, it is necessary to take up once again. For after he said, Let there be light, and there was light, he subjoined: And God saw the light, that it was good. Behold for me, be