Migne Reading Room

PG 53 · cols. 235–239 · Read from the page

In Genesin Homilia XXVI (ΟΜΙΛΙΑ ΚϚʹ; Gen. 8:1–3)

In Genesin Homilia XXVI (ΟΜΙΛΙΑ ΚϚʹ; Gen. 8:1–3)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:235Read from the page
τῶν γὰρ καθαρῶν τυγχάνει. Καὶ ἀπέστειλε τὴν περιστερὰν, φησὶ, παρ' αὐτοῦ, ἰδεῖν, εἰ κεκόπακε τὸ ὕδωρ ἀπὸ προσώπου τῆς γῆς. Καὶ μὴ εὑροῦσα ἡ περιστερὰ ἀνάπαυσιν τοῖς ποσὶν αὐτῆς, ὑπέστρεψε πρὸς αὐτὸν εἰς τὴν κιβωτὸν, ὅτι ὕδωρ ἦν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς. Ἄξιον ἐνταῦθα διερευνήσασθαι πῶς ἀνωτέρω εἰποῦσα ἡ ἁγία Γραφὴ, ὅτι αἱ κεφαλαὶ τῶν ὀρέων ὤφθησαν, νῦν φησιν, ὅτι οὐχ εὑροῦσα ἡ περιστερὰ ἀνάπαυσιν ὑπέστρεψε πρὸς αὐτὸν εἰς τὴν κιβωτὸν, ὅτι τὸ ὕδωρ ἦν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς. Μετὰ ἀκριβείας ἀναγνῶμεν τὸ εἰρημένον, καὶ εἰσόμεθα τὴν αἰτίαν. Οὐ γὰρ εἶπεν ἁπλῶς, Οὐχ εὑροῦσα ἀνάπαυσιν, ἀλλὰ, Τοῖς ποσὶν αὐτῆς, προσέθηκεν, ἵνα διδάξῃ ἡμᾶς, ὅτι εἰ καὶ ἔληξεν ἐκ μέρους τὰ ὕδατα καὶ αἱ κεφαλαὶ τῶν ὀρέων ὤφθησαν, ἀλλ' ἔτι ἀπὸ τῆς πλησμονῆς τῶν ὑδάτων καὶ αὐταὶ τῶν ὀρέων αἱ κεφαλαὶ βορβορώδεις, ἢ τελματώδους ἰλύος ἦσαν πεπληρωμέναι. Διὸ οὐδὲ στῆναί που ἰσχύσασα ἡ περιστερὰ, οὐδὲ τροφὴν κατάλληλον εὑρεῖν δυναμένη, ὑπέστρεψε, διὰ τῆς ἐπανόδου διδάσκουσα τὸν δίκαιον, ὡς ἔτι πολλὴ τῶν ὑδάτων ἐστὶν ἡ φορά. Καὶ ἐκτείνας, φησὶ, τὴν χεῖρα ἔλαβεν αὐτὴν, καὶ εἰσήγαγεν αὐτὴν πρὸς ἑαυτὸν εἰς τὴν κιβωτόν. Εἶδες πόση τοῦ ὀρνέου ἡ εὐγνωμοσύνη, πῶς ἐπανελθοῦσα διὰ τῆς παρουσίας ἐδίδασκε τὸν δίκαιον ἔτι τινὰ μικρὰν μακροθυμίαν ἐνδείξασθαι; Διὸ, Καὶ ἐπισχὼν, φησὶν, ἔτι ἑπτὰ ἡμέρας ἐξαπέστειλε τὴν περιστερὰν ἐκ τῆς κιβωτοῦ. Καὶ ἀνέστρεψε πρὸς αὐτὸν ἡ περιστερὰ πρὸς ἑσπέραν, καὶ εἶχε φύλλον ἐλαίας κάρφος ἐν τῷ στόματι αὐτῆς. Οὐχ ἁπλῶς ἐνταῦθα οὐδὲ εἰκῆ κεῖται τὸ, Πρὸς ἑσπέραν, ἀλλ' ἵνα μάθωμεν ὅτι διὰ πάσης τῆς ἡμέρας διατραφεῖσα, καὶ εὑροῦσά τινα κατάλληλον δίαιταν, κατὰ τὴν ἑσπέραν ἐπανῆλθεν ἐπὶ τοῦ στόματος φέρουσα κάρφος ἐλαίας. Τοιοῦτον γὰρ τὸ ζῶον, ἥμερον, καὶ ἀεὶ τὴν συνήθειαν ἐπιζητοῦν· διά τοι τοῦτο καὶ ὑπέστρεψε, καὶ διὰ τοῦ κάρφους τῆς ἐλαίας πολλὴν παραμυθίαν ἐκόμισε τῷ δικαίῳ. Ἀλλ' ἴσως ἄν τις εἴποι· καὶ πόθεν εὗρε τὸ φύλλον τῆς ἐλαίας; Τὸ μὲν πᾶν ἐγίνετο τῆς τοῦ Θεοῦ οἰκονομίας, καὶ τὸ εὑρεθῆναι, καὶ τὸ τὴν περιστερὰν λαβοῦσαν ἐπὶ τοῦ στόματος ἐπανελθεῖν πάλιν πρὸς τὸν δίκαιον· ἄλλως δὲ καὶ τὸ δένδρον ἀειθαλές ἐστι, καὶ εἰκὸς, τῶν ὑδάτων ὑπονοστησάντων, ἔτι τὸ δένδρον τὴν τῶν φύλλων ἔχειν κόμην. Καὶ ἐπισχὼν, φησὶν, ἔτι ἑπτὰ ἡμέρας ἑτέρας ἐξαπέστειλε τὴν περιστερὰν, καὶ οὐ προέθετο τοῦ ἐπιστρέψαι πρὸς αὐτὸν ἔτι. Ὅρα διὰ πάντων τὸν δίκαιον ἱκανὴν παραμυθίαν λαμβάνοντα. Ὥσπερ γὰρ ἐπανελθούσης αὐτῆς, καὶ ἐπὶ τοῦ στόματος φερούσης τὸ φύλλον τῆς ἐλαίας, χρηστὰς εἶχε τὰς ἐλπίδας, οὕτω καὶ νῦν τὸ ἐξελθοῦσαν μὴ ὑποστρέψαι πάλιν, δεῖγμα μέγιστον αὐτῷ παρεῖχε τοῦ πολλὴν αὐτὴν εὑρηκέναι τὴν ἄνεσιν, καὶ λῆξιν γεγενῆσθαι τῶν ὑδάτων παντελῆ. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τῶν ἑξῆς. Καὶ ἐγένετο, φησὶ, τῷ ἑνὶ καὶ ἑξακοσιοστῷ ἔτει ἐν τῇ ζωῇ τοῦ Νῶε, τοῦ πρώτου μηνὸς, ἐξέλιπε τὸ ὕδωρ ἀπὸ προσώπου τῆς γῆς. Καὶ ἀπεκάλυψε Νῶε τὴν στέγην τῆς κιβωτοῦ, ἣν ἐποίησε, καὶ εἶδεν ὅτι ἐξέλιπε τὸ ὕδωρ ἀπὸ προσώπου τῆς γῆς.
for it is one of the clean birds. And he sent forth the dove, it says, from him, to see whether the water had abated from the face of the earth. And not finding rest for her feet, the dove returned to him into the ark, because water was over all the face of the earth. It is worthy here to search out how holy Scripture, having said earlier that the tops of the mountains appeared, now says that the dove, not finding rest, returned to him into the ark, because the water was over all the face of the earth. Let us read with exactness what has been spoken, and we shall know the reason. For it did not simply say, Not finding rest, but added, For her feet, in order to teach us that even if the waters had ceased in part and the tops of the mountains had appeared, yet from the surfeit of the waters even the tops of the mountains themselves were still miry, or filled with marshy slime. Wherefore the dove, neither having strength to stand anywhere nor being able to find suitable nourishment, returned, teaching the righteous man through her return that the rush of the waters was still great. And stretching forth his hand, it says, he took her, and brought her in to himself into the ark. Have you seen how great was the grateful disposition of the bird—how, having returned, through her presence she taught the righteous man to display yet some slight long-suffering? Wherefore, And having waited, it says, yet seven days, he sent forth the dove out of the ark. And the dove returned to him towards evening, and she had an olive leaf, a twig, in her mouth. Not simply nor at random does 'Towards evening' stand here, but that we may learn that, having fed throughout the whole day and found some suitable haunts, towards evening she returned carrying an olive twig in her mouth. For such is the creature—tame, and ever seeking familiarity; on this very account she both returned and through the olive twig brought great consolation to the righteous man. Yet perhaps someone might say: and whence did she find the olive leaf? The whole matter came to pass by God's dispensation—both its being found and the dove's taking it in her mouth and returning again to the righteous man; and besides, the tree too is evergreen, and it is likely that, once the waters had subsided, the tree still held its crown of leaves. And having waited, it says, yet seven other days, he sent forth the dove, and she did not proceed to return to him anymore. See the righteous man receiving sufficient consolation through all things! For just as when she returned and bore the olive leaf in her mouth he held good hopes, so now too her going forth and not returning again afforded him the greatest proof that she had found abundant relief, and that a complete cessation of the waters had come to pass. And that this is true, hear what follows. And it came to pass, it says, in the six hundred and first year in the life of Noah, in the first month, the water failed from the face of the earth. And Noah uncovered the roof of the ark which he had made, and saw that the water had failed from the face of the earth.
εʹ. Πάλιν ἐνταῦθα ἔπεισί μοι θαυμάζειν καὶ ἐκπλήττεσθαι καὶ τοῦ δικαίου τὴν ἀρετὴν, καὶ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν. Πῶς γὰρ, εἰπέ μοι, μετὰ τοσοῦτον χρόνον προσβαλὼν τῷ ἀέρι, καὶ τὰς ὄψεις ἀνατείνας εἰς τὴν τοῦ οὐρανοῦ θέαν οὐκ ἀπετυφλώθη καὶ ἐπηρώθη τὰς ὄψεις; Ἴστε γὰρ, ἴστε, ὅτι μάλιστα τοῦτο
5. Again here it comes over me to marvel and be struck with amazement both at the virtue of the righteous man and at the humanity of God. For how, tell me, when after so long a time he encountered the open air and lifted up his eyes to the sight of heaven, was he not blinded and maimed in his sight? For you know, you know, that men are above all
PG 53:236Read from the page
πάσχειν ἔθος τοῖς ἀνθρώποις, κἂν πρὸς βραχὺ μέρος τῆς ἡμέρας ἐν σκοτεινοῖς τόποις καὶ ζοφωδεστέροις διάγοντες πρὸς τὴν τοῦ φωτὸς ἀθρόον αὐγὴν ἀτενίσαι βουληθῶσιν. Ἀλλ' ὁ δίκαιος οὗτος ἐν ἐνιαυτῷ ὁλοκλήρῳ καὶ ἐν τοσούτοις μησὶ, καθάπερ ἐν σκότῳ, διάγων ἐν τῇ κιβωτῷ, καὶ νῦν ἀθρόον πρὸς τὴν τοῦ φωτὸς αὐγὴν ἐπιδὼν, οὐδὲν τοιοῦτον ἔπασχεν. Ἡ γὰρ τοῦ Θεοῦ χάρις ἦν μετὰ τῆς παρασχεθείσης αὐτῷ ὑπομονῆς, ἡ καὶ τοῦ σώματος τὰς αἰσθήσεις ἰσχυρὰς ἀπεργαζομένη, καὶ ἀνωτέρας τῶν σωματικῶν ἀναγκῶν ταύτας ποιοῦσα. Ἐν δὲ τῷ δευτέρῳ μηνὶ ἐξηράνθη ἡ γῆ, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός. Οὐχ ἁπλῶς τὴν τοσαύτην ἀκρίβειαν ποιεῖται ἡ θεία Γραφὴ, ἀλλ' ἵνα μάθωμεν, ὅτι μέχρι μιᾶς ἡμέρας τοῦ ἐνιαυτοῦ ἐκείνου ἡ συμπλήρωσις γεγένηται, καθ' ὃν τοῦ δικαίου ἐδείχθη ἡ ὑπομονὴ, καὶ τῆς οἰκουμένης ἁπάσης τὸ καθάρσιον γέγονεν. Εἶτα ἐπειδὴ καθάπερ τινὰ ῥύπον ἀπεπλύνατο ἡ κτίσις ἅπασα, ἀποθεμένη τὴν ἅπασαν κηλῖδα, ἣν ἡ τῶν ἀνθρώπων κακία ἐν αὐτῇ κατεσκεύασε, καὶ φαιδρὸν αὐτῆς γέγονε τὸ πρόσωπον, τότε λοιπὸν προστάττει τὸν δίκαιον ἐξελθεῖν ἐκ τῆς κιβωτοῦ, καὶ ἐλευθεροῖ αὐτὸν τοῦ χαλεποῦ ἐκείνου δεσμωτηρίου, καί φησιν· Εἶπε Κύριος ὁ Θεὸς τῷ Νῶε· Ἔξελθε σὺ, καὶ οἱ υἱοί σου, καὶ ἡ γυνή σου, καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ· καὶ πάντα τὰ θηρία ὅσα ἐστὶ μετὰ σοῦ, καὶ πᾶσα σὰρξ ἀπὸ πετεινῶν ἕως κτηνῶν, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς ἐξάγαγε μετὰ σεαυτοῦ, καὶ αὐξάνεσθε καὶ πληθύνεσθε ἐπὶ τῆς γῆς. Σκόπει Θεοῦ ἀγαθότητα, πῶς διὰ πάντων παραμυθεῖται τὸν δίκαιον. Ἐπειδὴ γὰρ προσέταξεν αὐτὸν ἐξελθεῖν ἐκ τῆς κιβωτοῦ, καὶ τοὺς υἱοὺς, καὶ τὴν γυναῖκα, καὶ τὰς γυναῖκας τῶν υἱῶν αὐτοῦ, καὶ τὰ θηρία πάντα, ἵνα μὴ καὶ αὐτὸ τοῦτο πάλιν πολλὴν αὐτῷ κατασκεδάσῃ τὴν ἀθυμίαν, καὶ ἐναγώνιον αὐτὸν καταστήσῃ λογιζόμενον, ὡς ἐν ἐρημίᾳ ἔσται, ἐν τοσηύτῳ πλάτει τῆς γῆς μόνος οἰκῶν, οὐδενὸς ὄντος ἑτέρου· εἰπὼν, ἔξελθε ἐκ τῆς κιβωτοῦ, καὶ ἐξάγαγε ἅπαντα μετὰ σεαυτοῦ, προσέθηκε, Καὶ αὐξάνεσθε καὶ πληθύνεσθε ἐπὶ τῆς γῆς.
wont to suffer this, even if after passing a brief part of the day in dark and gloomier places they wish to gaze all at once upon the radiance of the light. Yet this righteous man, after passing a whole year and so many months in the ark as though in darkness, and now looking all at once upon the radiance of the light, suffered nothing of the sort. For the grace of God was with the endurance furnished to him, both rendering the senses of his body strong and making them superior to bodily necessities. And in the second month the earth was dried up, on the twenty-seventh day of the month. Not simply does divine Scripture employ such great exactness, but that we may learn that down to a single day the fulfilment of that year has come to pass, during which the endurance of the righteous man was shown and the cleansing of the whole inhabited world took place. Then, once the whole creation had washed off as it were a certain filth, putting away every stain which the wickedness of men had wrought in it, and its face had become bright, then henceforth He commands the righteous man to come forth out of the ark, and sets him free from that grievous prison, and says: The Lord God said to Noah: Come forth, you, and your sons, and your wife, and your sons' wives with you; and all the wild beasts that are with you, and all flesh from birds unto cattle, and every creeping thing moving upon the earth bring forth with yourself, and increase and multiply upon the earth. Consider the goodness of God, how through all things He consoles the righteous man! For since He commanded him to come forth out of the ark, and his sons, and his wife, and his sons' wives, and all the wild beasts, lest this very thing again should pour great despondency over him and throw him into distress as he reckoned that he would be in a wilderness, dwelling alone in so great an expanse of the earth with no one else existing—having said, come forth out of the ark, and bring forth all things with yourself, He added, And increase and multiply upon the earth.
Ὅρα πῶς πάλιν ἄνωθεν ὁ δίκαιος οὗτος ἐκείνην δέχεται τὴν εὐλογίαν, ἣν πρὸ τῆς παραβάσεως ὁ Ἀδὰμ ἐδέξατο. Ὥσπερ γὰρ ἡνίκα ἐκεῖνος ἐδημιουργήθη, ἤκουσε· Καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεὸς λέγων, Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ κατακυριεύσατε τῆς γῆς· οὕτω καὶ οὗτος νῦν, Αὐξάνεσθε καὶ πληθύνεσθε ἐπὶ τῆς γῆς. Ὥσπερ γὰρ ἐκεῖνος ἀρχὴ καὶ ῥίζα γέγονε πάντων τῶν γεγονότων πρὸ τοῦ κατακλυσμοῦ, οὕτω καὶ ὁ δίκαιος οὗτος ζύμη τις καὶ ἀρχὴ καὶ ῥίζα γίνεται πάντων τῶν μετὰ τὸν κατακλυσμόν. Καὶ ἐντεῦθεν λοιπὸν τὰ τῆς τῶν ἀνθρώπων συστάσεως ἀρχὴν λαμβάνει, καὶ ἡ κτίσις ἅπασα τὸν οἰκεῖον ἀπολαμβάνει κόσμον, ἥ τε γῆ πρὸς καρποφορίαν διεγειρομένη, καὶ τὰ ἄλλα πάντα ὅσα διὰ τὴν τοῦ ἀνθρώπου ὑπηρεσίαν ἐδημιουργήθη. Καὶ ἐξῆλθε Νῶε, φησὶ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ μετ' αὐτοῦ· καὶ πάντα τὰ θηρία, καὶ πάντα τὰ κτήνη, καὶ πᾶν πετεινὸν, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς κατὰ γένος αὐτῶν ἐξῆλθον ἐκ τῆς κιβωτοῦ. Κατὰ τὸ τοῦ Δεσπότου, φησὶ, πρόσταγμα δεξάμενος τὴν εὐλογίαν τὴν λέγουσαν, Αὐξάνεσθε καὶ πληθύνεσθε, ἐξῆλθεν ἐκ τῆς κιβωτοῦ μετὰ τῶν ἄλλων ἁπάντων. Καὶ ἦν λοιπὸν ἐν πάσῃ τῇ γῇ ὁ δίκαιος μόνος διάγων μετὰ τῆς γυναικὸς, καὶ τῶν παιδίων, καὶ τῶν τούτων γυναικῶν. Καὶ εὐθέως ἐξελθὼν τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείκνυται, καὶ ὑπέρ τε τῶν παρεληλυθότων, ὑπέρ τε τῶν μελλόντων τὰς εὐχαριστίας ἀναφέρει τῷ ἑαυτοῦ Δεσπότῃ. Ἀλλ' εἰ δοκεῖ, ἵνα μὴ μακρὸν ποιῶμεν τὸν λόγον, εἰς τὴν ἑξῆς ταμιευσώ
See how all over again from the start this righteous man receives that blessing which Adam received before the transgression! For just as when that man was fashioned he heard: And God blessed them, saying, Increase and multiply, and hold dominion over the earth; so this man too now hears, Increase and multiply upon the earth. For just as that man became the beginning and root of all who came into being before the flood, so too this righteous man becomes a leaven, as it were, and beginning and root of all who come after the flood. And from here henceforth the constitution of mankind takes its beginning, and the whole creation recovers its own adornment—both the earth roused up to fruit-bearing, and all other things that were fashioned for the service of man. And Noah came forth, it says, and his wife, and his sons, and his sons' wives with him; and all the wild beasts, and all the cattle, and every bird, and every creeping thing moving upon the earth according to their kind came forth out of the ark. According to the Master's command, it says, having received the blessing that says, Increase and multiply, he came forth out of the ark with all the rest. And henceforth in all the earth the righteous man was passing his life alone with his wife, and his children, and their wives. And straightway upon coming forth he displays his own grateful disposition, and both for things past and for things to come he offers up thanksgivings to his own Master. Yet if it seems good, lest we make our discourse long, let us reserve for the next day
Notes, col. 236

On the reading

Printed τοσηύτῳ, for τοσούτῳ.

PG 53:237Read from the page
μεθα τὰ κατὰ τὴν εὐγνωμοσύνην τοῦ δικαίου, μέχρι τούτου στήσαντες τὸν λόγον, καὶ παρακαλέσαντες ὑμῶν τὴν ἀγάπην διηνεκῶς τοῦτον τὸν μακάριον ἐν διανοίᾳ περιστρέφειν, καὶ τῆς ἀρετῆς αὐτοῦ μετὰ ἀκριβείας τὴν εὐμορφίαν καταμανθάνειν, καὶ ζηλωτλς αὐτοῦ γὶνεσθαι. Σκόπει γάρ μοι πόσος αὐτοῦ τῆς ἀρετῆς ὁ πλοῦτος, ὅτι σήμερον ἐν τοσαύταις ἡμέραις τὰ κατ' αὐτὸν διηγούμενοι, οὐδέπω καὶ νῦν τέλος ἐπιθεῖναι ἰσχύσαμεν τῇ κατ' αὐτὸν ὑποθέσει. Καὶ τί λέγω τέλος ἐπιθεῖναι; Ὅσα ἂν εἴπωμεν, οὐ δυνάμεθα ἐφικέσθαι· ἀλλὰ κἂν ἡμεῖς πολλὰ δυνηθῶμεν εἰπεῖν, κἂν οἱ μεθ' ἡμᾶς, οὐδὲ οὕτω πρὸς τὸ τέλος φθάσαι δυνησόμεθα· τοσοῦτόν ἐστιν ἀρετή. Ἐὰν γὰρ βουληθῶμεν, ἅπασαν ἡμῶν τὴν φύσιν οὗτος παιδεῦσαι δυνήσεται, καὶ πρὸς τὸν τῆς ἀρετῆς ζῆλον ἐναγαγεῖν. Ὅταν γὰρ καὶ μεταξὺ τοσούτων πονηρῶν ἀναστρεφόμενος οὗτος ὁ δίκαιος, καὶ μηδένα ἔχων εὑρεῖν ὁμότροπον, πρὸς τοσοῦτον μέτρον εὑρέθη φθάνων τῆς ἀρετῆς, τίς ἡμῖν ἔσται ἀπολογία τοῖς μηδὲ τοσαῦτα κωλύματα ἔχουσι, καὶ ῥᾳθυμοῦσι πρὸς τὴν ταύτης κατόρθωσιν; Μὴ γάρ μοι τὴν ἐν τοῖς πεντακοσίοις ἔτεσι διαγωγὴν λέγε μόνον, ὅτι κωμῳδούμενος καὶ χλευαζόμενος διετέλει ὑπὸ τῶν τὴν κακίαν μετιόντων, ἀλλὰ καὶ τὴν ἐν τῇ κιβωτῷ διατριβήν. Ὁ γὰρ ἐνιαυτὸς ἐκεῖνος ἀντίρροπος εἶναί μοι δοκεῖ τοῦ παντὸς χρόνου· τοσαύτην ἐκεῖ τὴν θλῖψιν ὑπομένειν ὁ δίκαιος ἠναγκάζετο, ἐν στενοχωρίᾳ τοιαύτῃ τυγχάνων, καὶ μηδὲ ἀναπνεῖν δυνάμενος, καὶ τῆς μετὰ τῶν θηρίων καὶ τῶν ἀλόγων διαγωγῆς ἀνεχόμενος, καὶ διὰ πάντων δεικνὺς αὐτοῦ τῆς γνώμης τὸ στερρὸν, καὶ τὸ ἀκλινὲς τῆς προαιρέσεως, καὶ τὴν πίστιν ἣν περὶ τὸν Θεὸν ἐπεδείκνυτο, δι' ἣν πάντα πράως καὶ κούφως ἔφερε. Δία τοι τοῦτο, ἐπειδὴ τὰ παρ' αὐτοῦ πάντα εἰσήνεγκε, καὶ τῶν παρὰ τοῦ Θεοῦ μετὰ δαψιλείας ἀπήλαυσεν. Εἰ γὰρ καὶ στενοχωρίαν πολλὴν ὑπέμενεν ἐν τῇ διαγωγῇ τῆς κιβωτοῦ, ἀλλ' ὅμως τὸ κλυδώνιον τὸ φοβερὸν καὶ τὴν πανωλεθρίαν ἐκείνην διέφυγε. Καὶ διὰ τοῦτο μετὰ τὴν στενοχωρίαν ἐκείνην καὶ τὴν ἀφόρητον εἱρκτὴν, καὶ ἀδείας καὶ ἀνέσεως ἀπήλαυε, καὶ τῆς παρὰ τοῦ Θεοῦ εὐλογίας ἠξιοῦτο, καὶ πάλιν τὴν οἰκείαν εὐγνωμοσύνην διὰ τῶν ἔργων ἐπλήρου· καὶ πανταχοῦ εὑρήσεις τὰς ἀρχὰς παρ' αὐτοῦ εἰσφερομένας. Ὥσπερ δὲ τὴν πρώτην ἅπασαν ἡλικίαν τὴν ἀρετὴν μεταδιώξας, καὶ τῆς κακίας ἐκείνων ἐκτὸς γεγονὼς, οὐ συναπήλαυσεν αὐτοῖς τῆς τιμωρίας, ἀλλὰ πάντων ὑποβρυχίων γινομένων αὐτὸς μόνος διεσώζετο· οὕτω πάλιν ἐπειδὴ πολλὴν τὴν πίστιν εἰσήνεγκε, καὶ μετ' εὐχαριστίας τῆς ἐν τῇ κιβωτῷ οἰκήσεως ἠνέσχετο, πάλιν τὰ παρὰ τοῦ Θεοῦ ἠκολούθησε μετὰ πολλῆς τῆς φιλοτιμίας, καὶ ἐξενεχθεὶς τῆς κιβωτοῦ, καὶ εἰς τὴν προτέραν διαγωγὴν ἀποκατασταθεὶς, εὐθέως εὐλογίας ἀξιοῦται, καὶ πάλιν τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδειξάμενος, καὶ τὴν κατὰ δύναμιν εὐχαριστίαν ποιησάμενος, καὶ οὕτω μειζόνων ἀξιοῦται παρὰ τοῦ φιλανθρώπου Θεοῦ. Καὶ γὰρ ἔθος τοῦτο τῷ Θεῷ, ἐπειδὰν μικρὰ καὶ εὐτελῆ παρ' ἡμῶν εἰσενεχθῇ, ὅμως δ' οὖν εἰσενεχθῇ, πολλὴν ἡμῖν τὴν παρ' αὐτοῦ δωρεῖσθαι φιλοτιμίαν. Καὶ ἵνα μάθῃς καὶ τῆς ἀνθρωπίνης εὐτελείας τὴν ὑπερβολὴν, καὶ τοῦ Δεσπότου σου τὴν φιλοτιμίαν, σκόπει μοι ἐνταῦθα. Κἂν γὰρ βουληθῶμέν τι εἰσενεγκεῖν, τί τοσοῦτον δυνησόμεθα, ἢ ὅσον τὴν διὰ τῶν λόγων εὐχαριστίαν ἐπιδείξασθαι; Τὰ μέν τοι παρ' αὐτοῦ διὰ τῶν ἔργων εἰς ἡμᾶς ἐκπληροῦται. Ποῦ οὖν ἂν ἴσον
the matters concerning the grateful disposition of the righteous man, halting our discourse at this point, and exhorting your charity continually to turn this blessed man over in your mind, and to learn thoroughly with exactness the comeliness of his virtue, and to become emulators of him. For consider with me how great is the wealth of his virtue, in that today, after recounting his story over so many days, not even now have we had strength to put an end to the theme concerning him! And why do I say put an end? However much we may say, we cannot reach its height; nay, even if we ourselves are able to say much, and those after us as well, not even so shall we be able to reach the end—so great a thing is virtue! For if we are willing, this man will be able to train our whole nature and lead it on to zeal for virtue. For when this righteous man, even while conversing in the midst of so many wicked men and having no one of like character to find, was found attaining to so great a measure of virtue, what defence shall we have, who do not even face so many hindrances and yet are slothful towards its accomplishment? For tell me not only of his manner of life during the five hundred years, when he continued to be lampooned and jeered at by those who pursued wickedness, but also of his stay in the ark. For that year seems to me to counterbalance all time: so great was the affliction that the righteous man was compelled to endure there, finding himself in such narrow confines, and unable even to breathe, and putting up with living alongside the wild beasts and brute creatures, and through all things showing the firmness of his purpose, and the unswervingness of his choice, and the faith which he displayed towards God, through which he bore all things meekly and lightly. On this very account, since he brought in everything on his own part, he also enjoyed with abundance the things that come from God. For even if he endured great narrowness in his life in the ark, yet he escaped that fearful billow and that utter destruction. And on this account, after that narrowness and unbearable prison, he both enjoyed security and relief, and was deemed worthy of the blessing from God, and again fulfilled his own grateful disposition through his deeds; and everywhere you will find the beginnings contributed on his part. And just as, having pursued virtue throughout all his earlier life and stood clear of their wickedness, he did not share with them in their punishment, but when all sank beneath the waters he alone was preserved safe; so again, since he brought in great faith and with thanksgiving endured his dwelling in the ark, again the gifts from God followed with great munificence, and once brought forth from the ark and restored to his former way of life, straightway he is deemed worthy of blessing; and again, having displayed his own grateful disposition and offered thanksgiving according to his strength, even so he is deemed worthy of still greater gifts from the humane God. For such is God's custom: when small and paltry things are brought in on our part—yet brought in all the same—to bestow upon us great munificence on His part. And that you may learn both the excess of human paltriness and your Master's munificence, consider with me here. For even if we wish to bring in something, what so great thing shall we be able to do save so much as to display thanksgiving through words? Yet the things from Him are fulfilled towards us through deeds. How then could
Notes, col. 237

On the reading

Printed ζηλωτλς, for ζηλωτὰς.

Printed γὶνεσθαι, for γίνεσθαι.

Printed Δία, for Διά.

PG 53:238Read from the page
γένοιτο ἔργα καὶ λόγοι; Ἀνενδεὴς γὰρ ὢν ἡμῶν ὁ Δεσπότης, οὐδενὸς δεῖται τῶν παρ' ἡμῶν, εἰ μὴ τῶν ῥημάτων μόνον· καὶ αὐτὴν δὲ τὴν διὰ τῶν λόγων εὐχαριστίαν ἀπαιτεῖ, οὐχ ὡς ταύτης χρῄζων αὐτὸς, ἀλλ' ἵνα ἡμᾶς παιδεύσῃ εὐγνώμονας εἶναι, καὶ ἐπιγινώσκειν τὸν τῶν ἀγαθῶν χορηγόν. Διὰ τοῦτο καὶ Παῦλος γράφων ἔλεγεν, Εὐχάριστοι γίνεσθε Οὐδὲν γὰρ οὕτως ἐπιζητεῖ παρ' ἡμῶν ὁ Δεσπότης, ὡς τοῦτο τὸ κατόρθωμα. Μὴ τοίνυν ἀγνώμονες γινώμεθα, μηδὲ δι' ἔργων εὐεργετούμενοι αὐτοὶ, ὀκνῶμεν τὴν διὰ τῶν λόγων εὐχαριστίαν ἀναφέρειν τῷ Δεσπότῃ· πάλιν γὰρ εἰς ἡμᾶς τὸ κέρδος περιΐσταται. Ἐὰν γὰρ ἐπὶ τοῖς φθάσασιν εὐχάριστοι γινώμεθα, καὶ πρὸς τὸ τῶν μειζόνων τυχεῖν ἑαυτοῖς πολλὴν προευτρεπίζομεν τὴν παρρησίαν. Μόνον, παρακαλῶ, καθ' ἑκάστην ἡμέραν καὶ ὥραν, εἰ οἷόν τε, ἀναλογιζώμεθα καθ' ἑαυτοὺς μὴ τὰς κοινὰς μόνον εὐεργεσίας, ἃς πάσῃ τῇ φύσει ὁ τῶν ὅλων δημιουργὸς κεχάρισται, ἀλλὰ καὶ τὰς ἰδίᾳ καὶ καθ' ἕκαστον ἡμῖν παρεχομένας.
deeds and words be equal? For our Master, being in need of nothing, needs none of the things that come from us, save words alone; and even this thanksgiving through words He demands, not as needing it Himself, but that He may train us to be grateful and to recognize the Supplier of good things. On this account Paul too in writing said, Be grateful. For the Master seeks nothing from us so much as this right deed. Let us not, therefore, show ourselves ungrateful, nor, while we ourselves are benefited through deeds, shrink from offering up thanksgiving through words to the Master; for the gain comes round again to us. For if we show ourselves grateful for past gifts, we also prepare in advance great boldness for ourselves towards obtaining greater ones. Only, I exhort you, each day and hour, if possible, let us reckon up within ourselves not only the common benefactions which the Creator of all has freely granted to all nature, but also those furnished privately and to each one of us.
Καὶ τί λέγω τὰς ἰδίᾳ καὶ καθ' ἕκαστον παρεχομένας; Καὶ ὑπὲρ ὧν ἀγνοοῦντες εὐεργετούμεθα, καὶ ὑπὲρ τούτων εὐχαριστῶμεν. Ἐπειδὴ γὰρ κήδεται τῆς ἡμετέρας σωτηρίας, πολλὰ καὶ μὴ εἰδότας ἡμᾶς εὐεργετεῖ, καὶ πολλάκις καὶ κινδύνων ἐξαρπάζει, καὶ ἑτέρας εὐεργεσίας εἰς ἡμᾶς κατατίθεται. Πηγὴ γάρ ἐστι φιλανθρωπίας, καὶ οὐδέποτε παύεται τὰ ἐκεῖθεν νάματα τῇ τῶν ἀνθρώπων φύσει προχέουσα. Ἂν τοίνυν ταῦτα λογιζώμεθα, καὶ σπουδάζωμεν καὶ ὑπὲρ τῶν φθασάντων τὰς εὐχαριστίας ἀναφέρειν τῷ Δεσπότῃ, καὶ ὑπὲρ τῶν ἑξῆς τοιούτους ἑαυτοὺς κατασκευάζειν, ὥστε μὴ ἀναξίους φανῆναι τῶν παρ' αὐτοῦ εὐεργεσιῶν, δυνησόμεθα καὶ πολιτείαν ἀρίστην ἐπιδείξασθαι, καὶ τῆς κακίας τὴν πεῖραν διαφυγεῖν. Ἡ γὰρ μνήμη τῶν εὐεργεσιῶν ἱκανὴ διδάσκαλος ἡμῖν ἔσται τῆς κατ' ἀρετὴν πολιτείας, οὐκ ἀφιεῖσά ποτε εἰς ῥᾳθυμίαν ἐμπεσόντας καὶ λήθην, πρὸς τὴν κακίαν αὐτομολῆσαι. Ἡ γὰρ νήφουσα καὶ ἐγρηγορυῖα ψυχὴ οὐ τότε μόνον ἐπειδὰν κατὰ ῥοῦν φέρηται τὰ πράγματα, εὐγνωμοσύνην ἐπιδείκνυται, ἀλλὰ κἂν ἐναντία τις πραγμάτων περίστασις παρακολουθήσῃ, καὶ τότε τὴν ἴσην εὐχαριστίαν ἀναφέρει, οὐδὲν ἀπὸ τῆς τῶν πραγμάτων μεταβολῆς χαυνουμένη, ἀλλὰ ταύτῃ μᾶλλον νευρουμένη, καὶ τὴν ἄφατον τοῦ Θεοῦ κηδεμονίαν λογιζομένη, καὶ ὡς εὔπορος ὢν καὶ εὐμήχανος δύναται καὶ δι' ἐναντίων πραγμάτων, εἰ καὶ ἡμεῖς τὴν ἀκριβῆ κατάληψιν μὴ ἰσχύωμεν συνιδεῖν, τὴν ἑαυτοῦ κηδεμονίαν ἐπιδείξασθαι.
And why do I say those furnished privately and to each one? Even for the things wherein we are benefited without knowing it, for these too let us give thanks! For since He cares for our salvation, He does us many benefits even when we do not know it, and often snatches us out of dangers as well, and lays up other benefactions towards us. For He is a fountain of humanity, and never ceases pouring forth the streams from thence upon human nature. If, therefore, we reckon these things in mind, and are earnest both to offer up thanksgivings to the Master for past gifts and for the time to come so to prepare ourselves as not to appear unworthy of the benefactions that come from Him, we shall be able both to display the best way of life and to escape the trial of wickedness. For the remembrance of benefactions will be for us a sufficient teacher of the way of life according to virtue, never suffering us, through falling into sloth and forgetfulness, to desert to wickedness. For the sober and watchful soul displays grateful disposition not only when affairs flow with the stream, but even if some adverse turn of affairs should follow, then too it offers up equal thanksgiving, in no way slackened by the change of affairs, but rather braced by this very thing, and reckoning in mind the ineffable care of God, and how, being resourceful and full of counsel, He is able even through adverse affairs—even if we have not strength to perceive their exact comprehension—to display His own care.
ϛʹ. Οὕτω τοίνυν ἅπαντα τὰ καθ' ἡμᾶς παραχωροῦντες, ὅπως ἂν φέρηται τὰ πράγματα, ἡμεῖς ἓν μόνον ἔργον ἔχωμεν, τὸ διηνεκῶς αὐτῷ εὐχαριστεῖν ὑπὲρ ἁπάντων. Διὰ γὰρ τοῦτο λογικοί τινες γεγόναμεν, καὶ ταύτῃ τῶν ἀλόγων διεστήκαμεν, ἵνα τὰς εὐφημίας καὶ τοὺς ὕμνους καὶ διηνεκεῖς δοξολογίας ἀναφέρωμεν τῷ τῶν ὅλων δημιουργῷ. Διὰ τοῦτο καὶ ψυχὴν ἡμῖν ἐνέπνευσε, καὶ γλῶσσαν ἐχαρίσατο, ἵνα τῶν παρ' αὐτοῦ εἰς ἡμᾶς εὐεργεσιῶν εἰς αἴσθησιν ἐρχόμενοι, καὶ τὴν δεσποτείαν ἐπιγινώσκωμεν, καὶ τὴν εὐγνωμοσύνην ἐπιδειξώμεθα, καὶ τὴν κατὰ δύναμιν εὐχαριστίαν ἀναφέρωμεν τῷ Δεσπότῃ. Εἰ γὰρ ἄνθρωποι οἱ τῆς αὐτῆς ἡμῖν φύσεως κοινωνοῦντες, μικράν τινα πολλάκις καὶ εὐτελῆ εἰς ἡμᾶς εὐεργεσίαν καταθέμενοι, ἀπαιτοῦσι τὴν ὑπὲρ ὧν πεπόνθαμεν εὐχαριστίαν, οὐ διὰ τὴν ἡμετέραν εὐγνωμοσύνην, ἀλλ' ἵνα καὶ αὐτοὶ ἐντεῦθεν λαμπρότεροι φαίνωνται· πολλῷ μᾶλλον ἐπὶ τοῦ φιλανθρώπου Θεοῦ τοῦτο πλείω ποιεῖν ἡμᾶς χρὴ, τοῦ διὰ τὴν ἡμετέραν ὠφέλειαν μόνον τοῦτο γίνε
6. Thus, therefore, yielding all our affairs however matters may be borne along, let us have one work alone: continually to give thanks to Him for all things. For on this account we have become rational beings, and in this respect we stand apart from brute beasts, that we may offer up praises and hymns and continual doxologies to the Creator of all. On this account He both breathed a soul into us and freely granted us a tongue, that, coming to a sense of the benefactions that come from Him to us, we may both recognize His sovereignty, and display grateful disposition, and offer up thanksgiving according to our strength to the Master. For if men who share the same nature with us, after ofttimes laying down some small and paltry benefaction towards us, demand thanksgiving for the benefits we have received, not for the sake of our grateful disposition, but that they themselves too may appear more illustrious thence, much more in the case of the humane God ought we to do this all the more—Who for our benefit alone
PG 53:239Read from the page
σθαι βουλομένου. Ὥσπερ γὰρ ἐπὶ τῶν ἀνθρώπων ἡ γινομένη εὐχαριστία εἰς τοὺς εὐεργετηκότας, ἐκείνους λαμπροτέρους ἐργάζεται, οὕτως ἐπὶ τοῦ φιλανθρώπου Θεοῦ ὅταν τοῦτο ποιῶμεν, ἑαυτοὺς λαμπροτέρους ἀπεργαζόμεθα: ἐπειδὴ οὐχὶ τῆς παρ' ἡμῶν δεόμενος εὐφημίας τοῦτο βούλεται γίνεσθαι, ἀλλ' ἵνα πάλιν εἰς ἡμᾶς περιστῇ τὸ κέρδος, καὶ μείζονος συμμαχίας ἑαυτοὺς ἀξίους καταστήσωμεν. Εἰ γὰρ καὶ μὴ δυνάμεθα κατ' ἀξίαν ποτὲ τοῦτο ποιῆσαι· πῶς γὰρ, τοσαύτῃ ἀσθενείᾳ φύσεως συνδεδεμένοι; καὶ τί λέγω τὴν ἀνθρωπίνην φύσιν; ἀλλ' οὐδὲ αὐταὶ αἱ ἀσώματοι καὶ ἀόρατοι δυνάμεις, καὶ αἱ ἀρχαὶ καὶ αἱ ἐξουσίαι, καὶ τὰ Χερουβὶμ, καὶ τὰ Σεραφεὶμ τὴν κατ' ἀξίαν δοξολογίαν ἀναφέρειν εὐχαριστοῦντες δυνήσονται· ἀλλ' ὅμως τὴν κατὰ δύναμιν ἀνενεγκεῖν εὐχαριστίαν δίκαιον ἂν εἴη, καὶ διηνεκῶς δοξάζειν τὸν ἡμέτερον Δεσπότην καὶ διὰ τῆς τῶν λόγων εὐφημίας, καὶ διὰ τῆς ἀρίστης πολιτείας. Αὕτη γὰρ μάλιστα καὶ λαμπροτέρα γένοιτο ἡ εὐφημία, ὅταν διὰ μυρίων γλωσσῶν τὴν δοξολογίαν ἀναφέρωμεν. Ὁ γὰρ ἐνάρετος ἕκαστον τῶν εἰς αὐτὸν ὁρώντων παρασκευάζει τὸν αὐτοῦ Δεσπότην ἀνυμνεῖν· καὶ ἡ παρ' ἐκείνων δοξολογία πολλὴν καὶ ἄφατον τῷ τὴν αἰτίαν παρέχοντι χαρίζεται τὴν παρὰ τοῦ Δεσπότου εὔνοιαν. Τί οὖν ἂν ἡμῶν μακαριστότερον γένοιτο, εἰ μέλλοιμεν μὴ μόνον αὐτοὶ διὰ τῆς οἰκείας γλώττης δοξάζειν τὸν ἀγαθὸν Θεὸν, ἀλλὰ καὶ πάντας τοὺς ὁμογενεῖς διεγείρειν εἰς τὴν ὑπὲρ ἡμῶν δοξολογίαν; Τοσαύτη γὰρ τῆς ἀρετῆς ἡ ἰσχὺς, ὡς μυρίοις στόμασι δύνασθαι τὸν δημιουργὸν ἀνυμνεῖν. Οὐδὲν γὰρ ἀρίστης πολιτείας ἴσον γένοιτο, ἀγαπητέ. Διὰ τοῦτο καὶ ὁ Κύριος ἔλεγε· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Εἶδες πῶς καθάπερ τὸ φῶς φανὲν ἀπελαύνει τὸ σκότος, οὕτω καὶ ἡ ἀρετὴ ὀφθεῖσα καὶ τὴν κακίαν φυγαδεύει, καὶ τῆς πλάνης τὸ σκότος ἀπελάσασα πρὸς δοξολογίαν κινεῖ τῶν ὁρώντων τὴν διάνοιαν; Οὕτω τοίνυν σπουδάζωμεν ἡμῶν λάμπειν τὰ ἔργα, ὡς τὸν ἡμέτερον δοξάζεσθαι Δεσπότην. Ταῦτα δὲ ἔλεγεν ὁ Χριστὸς, οὐχ ἵνα πρὸς ἐπίδειξίν τι πράττωμεν· μὴ γένοιτο· ἀλλ' ἵνα μετὰ ἀκριβείας καὶ κατὰ τὸ αὐτῷ δοκοῦν πολιτευόμενοι μήτε βλασφημίᾳ τινὶ χώραν παρέχωμεν, καὶ διὰ τῆς τῶν ἀγαθῶν ἔργων πράξεως παρασκευάζωμεν τοὺς ὁρῶντας δοξάζειν τὸν τῶν ὅλων Θεόν. Τότε γὰρ, τότε καὶ τὴν παρ' αὐτοῦ εὔνοιαν μειζόνως ἐπισπασόμεθα, καὶ τὴν κόλασιν διαφυγεῖν δυνησόμεθα, καὶ τῶν ἀπορρήτων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
wills this to come to pass. For just as among men the thanksgiving rendered towards benefactors makes those men more illustrious, so in the case of the humane God, when we do this, we render ourselves more illustrious; since not as needing praise from us does He will this to come to pass, but that the gain may come round again to us, and that we may establish ourselves worthy of greater alliance. For even if we cannot ever do this worthily—for how could we, bound fast to such great weakness of nature? And why do I say human nature? Nay, not even those bodiless and invisible powers themselves, and the principalities and the authorities, and the Cherubim, and the Seraphim, will be able in giving thanks to offer up worthy doxology—yet to bring up thanksgiving according to our strength would be just, and continually to glorify our Master both through the praise of words and through the best way of life. For this praise above all would become even more splendid when through ten thousand tongues we offer up doxology. For the virtuous man moves each one of those who look upon him to hymn his Master; and the doxology from them freely grants to him who afforded the occasion great and ineffable goodwill from the Master. What then could become more blessed than we, if we were about not only ourselves through our own tongue to glorify the good God, but also to rouse up all those of like race to doxology on our behalf? For so great is the strength of virtue as to be able with ten thousand mouths to hymn the Creator. For nothing could equal the best way of life, beloved. On this account the Lord too said: Let your light shine before men, so that they may see your good works and glorify your Father Who is in the heavens. Have you seen how, just as light upon appearing drives away darkness, so virtue too upon being seen both puts wickedness to flight and, having driven away the darkness of error, moves the mind of beholders to doxology? Let us, therefore, be earnest that our works may so shine that our Master may be glorified. Now Christ said these things not that we should do anything for display—far be it!—but that, conducting our lives with exactness and according to what seems good to Him, we may neither afford room to any blasphemy, and through the practice of good works may move beholders to glorify the God of all. For then, then we shall both draw down goodwill from Him in greater measure, and be able to escape punishment, and attain the ineffable blessings, by the grace and humanity of our Lord Jesus Christ, with Whom to the Father, together also with the Holy Spirit, be glory, might, honour, now and ever, and unto the ages of ages. Amen.
ΟΜΙΛΙΑ ΚΖ·
HOMILY XXVII.
Καὶ ᾠκοδόμησε Νῶε θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν καθαρῶν, καὶ ἀνήνεγκεν ὁλοκάρπωσιν εἰς τὸ θυσιαστήριον.
And Noah built an altar to the Lord, and took from all the clean cattle, and from all the clean birds, and offered up a whole burnt-offering upon the altar.
αʹ. Εἴδετε χθὲς τοῦ φιλανθρώπου Δεσπότου τὴν ἀγαθότητα, ὅπως τὸν δίκαιον ἐξήγαγεν ἐκ τῆς κιβωτοῦ, ἐλευθερώσας καὶ τῆς ἐκεῖ διαγωγῆς, καὶ ἀπαλλάξας τοῦ χαλεποῦ ἐκείνου καὶ ξένου δεσμωτηρίου, καὶ τῆς ὑπομονῆς αὐτῷ τὰς ἀμοιβὰς ἀποδέδωκεν εἰπών· Αὐξάνεσθε καὶ πληθύνεσθε. Μάθωμεν σήμερον τοῦ Νῶε τὴν εὐγνωμοσύνην, καὶ τὴν εὐχάριστον ψυχὴν, δι' ἧς πάλιν πλείονα καὶ πολλῷ μείζονα ἐξεκαλέσατο τοῦ Θεοῦ τὴν περὶ αὐτὸν εὔνοιαν. Καὶ γὰρ τοιοῦτος ὁ Θεός· ἐπειδὰν ἴδῃ ἐπὶ τοῖς
1. You saw yesterday the goodness of the humane Master, how He led the righteous man forth out of the ark, both setting him free from his life there and delivering him from that grievous and strange prison, and rendered to him the recompenses of his endurance, saying: Increase and multiply. Let us learn today Noah's grateful disposition and thankful soul, through which he again called forth more abundant and far greater goodwill of God towards him. For such is God: when He sees men on account of