Migne Reading Room

PG 53 · cols. 229–234 · Read from the page

In Genesin Homilia XXVI (ΟΜΙΛΙΑ ΚϚʹ; Gen. 8:1–3)

In Genesin Homilia XXVI (ΟΜΙΛΙΑ ΚϚʹ; Gen. 8:1–3)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:229Read from the page
τοὺς καθημερινούς· Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Κἂν καθ' ἑκάστην ἡμέραν, φησὶ, θανάτοις ἑαυτοὺς ἐκδῶμεν, ὅπερ ἡ φύσις οὐ δέχεται, εἰ καὶ ἡ γνώμη νικῶσα τὴν φύσιν διὰ τὴν τοῦ Δεσπότου φιλανθρωπίαν στεφανοῦται, οὐδὲν ἄξιον ὑπομένομεν τῶν μελλόντων ἡμᾶς, φησὶ, διαδέχεσθαι τῶν ἀγαθῶν, καὶ τῆς δόξης τῆς μελλούσης ἀποκαλύπτεσθαι εἰς ἡμᾶς. Ὅρα πόσον τῆς δόξης τὸ μέγεθος ἧς ἀπολαύουσιν οἱ τὴν ἀρετὴν μεταδιώκοντες, ὡς νικᾷν αὐτὴν πάντα, ὅσαπερ ἄν τις ἐπιδείξασθαι δυνηθῇ· κἂν γὰρ εἰς αὐτὴν τὴν κορυφὴν φθάσῃ, καὶ οὕτω λείπεται. Τί γὰρ τοσοῦτον ἄνθρωπος ἐπιδείξασθαι δύναται, ὡς ἐπαξίως ἀθλῆσαι τῆς τοῦ Δεσπότου φιλοτιμίας; Εἰ δὲ Παῦλος ὁ τοσοῦτος καὶ τηλικοῦτος ἔλεγεν, Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς, ὁ λέγων, Καθ' ἡμέραν ἀποθνήσκω, καὶ πάλιν, Περισσότερον πάντων ἐκοπίασα· τί ἂν εἴποιμεν ἡμεῖς, οἱ μηδὲ τὸν τυχόντα κάματον ὑπὲρ τῆς ἀρετῆς ἀναδέξασθαι βουλόμενοι, ἀλλ' ἀεὶ τὴν ἄνεσιν μεταδιώκοντες, καὶ τοῦτο περισκοποῦντες, ὅπως μηδεμίαν πεῖραν λάβωμεν τῶν λυπηρῶν, καὶ ταῦτα εἰδότες, ὅτι οὐχ οἷόν τε ἑτέρως τῆς ἐκεῖ τυχεῖν ἀνέσεως, μὴ πρότερον ἐνταῦθα τὸν διὰ τῆς ἀθλήσεως ποθήσαντας βίον; Αἱ γὰρ θλίψεις αὗται πρόξενοι γίνονται τῆς πρὸς τὸν Θεὸν εὐαρεστήσεως, καὶ τὸ μικρὸν ἐνταῦθα κάμνειν πολλὴν ἡμῖν ἐκεῖ τὴν παῤῥησίαν χαρίζεται, μόνον ἐὰν βουλώμεθα κατὰ τὴν συμβολὴν τούτου τοῦ τῆς οἰκουμένης διδασκάλου πορεύεσθαι. Ἐννόει, ἀγαπητὲ, ὅτι κἂν λυπηρὰ ᾖ τὰ συμπίπτοντα, ἀλλὰ πρόσκαιρα· τὰ μέντοι ἐκεῖ διαδεξόμενα ἡμᾶς ἀγαθὰ, ἀθάνατα καὶ αἰώνια. Τὰ γὰρ βλεπόμενα, φησὶ, πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα, αἰώνια. Ἐνέγκωμεν τοίνυν γενναίως τὰ πρόσκαιρα, καὶ μὴ ἀποκάμωμεν πρὸς τοὺς τῆς ἀρετῆς πόνους, ἵνα τῶν αἰωνίων ἀπολαύσωμεν, καὶ ἀεὶ μενόντων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
day by day: The sufferings of this present time are not worthy to be compared with the glory that shall be revealed in us. Even if every day, he says, we should give ourselves up to deaths—which nature does not admit, though resolve vanquishing nature is crowned through the Master's loving-kindness towards mankind—we endure nothing worthy, he says, of the good things that shall receive us in turn, and of the glory that is to be revealed in us. See how great is the magnitude of the glory which those who pursue virtue enjoy, so that it surpasses all things whatsoever anyone may be able to display; for even if one should reach the very summit, even so he falls short. For what so great thing can a man display as to contend worthily of the Master's munificence? And if Paul, so great and so mighty a man, said, The sufferings of this present time are not worthy to be compared with the glory to be revealed in us—he who said, Daily I die, and again, I laboured more abundantly than they all—what could we say, who are unwilling to take upon ourselves even ordinary fatigue on behalf of virtue, but always pursue ease, and look round for this one thing, how we may take no experience of painful things, and that though we know that it is not possible otherwise to obtain ease there unless we have first longed here for the life lived through contest? For these tribulations become procurers of well-pleasing unto God, and to labour a little here bestows upon us great boldness there, if only we are willing to walk according to the counsel of this teacher of the world. Consider, beloved, that even if the things that befall us be painful, yet they are temporal; whereas the good things that will receive us there are immortal and eternal. For the things that are seen, he says, are temporal, but the things that are not seen are eternal. Let us bear nobly therefore the things that are temporal, and let us not grow weary towards the toils of virtue, that we may enjoy the eternal and ever-abiding good things; which may we all attain, by the grace and loving-kindness of our Lord Jesus Christ, with Whom to the Father, together with the Holy Spirit, be glory, might, honour, now and ever, and unto the ages of ages. Amen.
ΟΜΙΛΙΑ ΚϚʹ.
Homily XXVI.
Καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ Νῶε, καὶ πάντων τῶν θηρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ πάντων τῶν πετεινῶν, καὶ πάντων τῶν ἑρπετῶν, ὅσα ἦν μετ' αὐτοῦ ἐν τῇ κιβωτῷ. Καὶ ἐπήγαγεν ὁ Θεὸς πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ.
And God remembered Noah, and all the wild beasts, and all the cattle, and all the birds, and all the creeping things, whatsoever were with him in the ark. And God brought a wind upon the earth, and the water abated.
αʹ. Μεγάλη καὶ ἄφατος ἐν τοῖς πρόσφατον ἀναγνωσθεῖσι δείκνυται ἡ τοῦ Θεοῦ φιλανθρωπία, καὶ τῆς ἀγαθότητος αὐτοῦ ἡ ὑπερβολὴ, ἣν οὐ μόνον περὶ τὸ λογικὸν τοῦτο ζῶον ἐπιδείκνυται, τὸν ἄνθρωπον λέγω, ἀλλὰ καὶ περὶ τὴν τῶν ἀλόγων ζώων φύσιν. Δημιουργὸς γὰρ τῶν ἁπάντων τυγχάνων, εἰς πάντα τὰ ὑπ' αὐτοῦ δημιουργηθέντα τὴν οἰκείαν ἐκτείνει ἀγαθότητα, διὰ πάντων ἡμῖν ἐνδεικνύμενος, ὅσην ποιεῖται πρόνοιαν τοῦ τῶν ἀνθρώπων γένους, καὶ ὅτι πάντα ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐπραγματεύσατο διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν. Κἂν κολάζῃ τοίνυν, κἂν τιμωρῆται, ἀπὸ τῆς αὐτῆς ἀγαθότητος καὶ ταῦτα κἀκεῖνα ποιεῖ. Οὐδὲ γὰρ πάθει καὶ ὀργῇ τὰς τιμωρίας ἐπάγει, ἀλλὰ τὴν κακίαν ἐγκόψαι βουλόμενος, καὶ ὥστε μὴ πάνυ αὐτὴν προβῆναι. Ἐπεὶ καὶ νῦν, ὡς ἀκούετε, κατακλυσμὸν δι' οὐδὲν ἕτερον ἐπήγαγεν, ἀλλὰ κηδόμενος τῶν πρὸς τοσαύτην κακίαν ἑαυτοὺς ἐκδεδωκότων. Καὶ ποία, φησὶ, κηδεμονία, τὸ πάντας ὑπὸ τῶν ὑδάτων ἀναιρεθῆναι; Μὴ ἀπερισκέπτως φθέγγου, ἄν-
1. Great and ineffable in the passage just read is God's loving-kindness towards mankind shown to be, and the exceeding measure of His goodness, which He displays not only towards this rational living creature, man I mean, but also towards the nature of the irrational living creatures. For being Creator of all things, He extends His own goodness unto all things created by Him, showing us through all things how great providence He exercises for the race of men, and that from of old and from the beginning He contrived all things on account of our salvation. Even if He chastises, therefore, even if He punishes, out of the same goodness He does both these things and those. For neither does He inflict punishments in passion and wrath, but wishing to cut short wickedness, and so that it may not advance too far. Since now too, as you hear, He brought on a flood on no other account than out of care for those who had given themselves up to such great wickedness. And what sort of care, says one, is it for all to be destroyed by the waters? Do not speak heedlessly, O man-
Notes, col. 229

On the reading

Printed συμβολὴν, for συμβουλὴν.

PG 53:230Read from the page
θρωπε, ἀλλ' εὐγνώμονι διανοίᾳ τὰ παρὰ τοῦ Δεσπότου γινόμενα δέχου, καὶ τότε γνώσῃ, ὅσης καὶ τοῦτο μάλιστα κηδεμονίας. Τὸ γὰρ τοὺς τὰ ἀνήκεστα ἁμαρτάνοντας, καὶ καθ' ἑκάστην ἡμέραν τὰ τραύματα ἐπιτείνοντας, καὶ τὰ ἕλκη ἀνίατα ἐργαζομένους, ἐκ τῆς κακίας ἀπαλλάττειν, οὐχὶ κηδεμονίας ἦν τῆς μεγίστης; Καὶ αὐτὸς δὲ ὁ τῆς τιμωρίας τρόπος οὐ πάσης γέμει φιλανθρωπίας; Τὸ γὰρ τοὺς καὶ ἄνευ τούτου μέλλοντας τὸ τῆς φύσεως χρέος ἐκτίνειν, οὕτως ἀλύπως ἐν μέρει τιμωρίας τὴν ζωὴν ἀποθέσθαι, καὶ μήτε αἴσθησιν τοῦ γεγενημένου λαβεῖν, ἀλλ' ἀνωδύνως καὶ ἀναλγητὶ τὴν τιμωρίαν δέξασθαι, πόσης οὐκ ἂν εἴη σοφίας καὶ ἀγαθότητος; Καὶ αὐτὸ γὰρ πάλιν εἴ τις εὐσεβεῖ λογισμῷ καταμάθοι τὸ γεγενημένον, ὅτι οὐκ εἰς τοὺς τιμωρηθέντας μόνον τὰ τῆς εὐεργεσίας γέγονεν, ἀλλὰ καὶ οἱ εἰς τὸ ἑξῆς μέλλοντες ἔσεσθαι δύο τὰ μέγιστα ἐντεῦθεν ἐκαρπώσαντο ἀγαθὰ, [τό τε μὴ ἁλῶναι ἐν τοῖς αὐτοῖς, καὶ τὸ ἐκ τούτων τῶν γεγενημένων σωφρονεστέρους γεγενῆσθαι,] πόσην οὐκ ὤφειλον τῷ Θεῷ χάριν ὑπὲρ τούτων ὁμολογεῖν, ὅτι καὶ τῇ τιμωρίᾳ ἐκείνων καὶ τῷ δέει τοῦ μὴ τὰ αὐτὰ παθεῖν σωφρονέστεροι γεγόνασιν οἱ μετὰ ταῦτα, καὶ τῷ ἁπάσης τῆς κακίας καὶ πονηρίας τὴν ζύμην ἀναιρεθῆναι, καὶ μηδένα καταλειφθῆναι διδάσκαλον αὐτοῖς τῆς κακίας καὶ τῆς πονηρίας; Εἶδες πῶς καὶ αἱ κολάσεις αὐτοῦ καὶ αἱ τιμωρίαι εὐεργεσίαι μᾶλλόν εἰσι, καὶ τὴν πρόνοιαν αὐτοῦ μάλιστα τὴν περὶ τὴν τῶν ἀνθρώπων φύσιν δεικνύουσι; Καὶ εἴ τις βουληθείη ἄνωθεν καὶ ἐξ ἀρχῆς ταῦτα ἀπαριθμήσασθαι, εὑρήσει ἀπὸ τοῦ αὐτοῦ σκοποῦ ἁπάσας τὰς τιμωρίας ἐπάγοντα τοῖς ἡμαρτηκόσιν. Ἐπεὶ καὶ τὸν Ἀδὰμ, ἡνίκα παρέβη, οὐ κολάζων μόνον, ἀλλὰ καὶ εὐεργετῶν ἐξέβαλε τοῦ παραδείσου. Καὶ ποία, φησὶν, εὐεργεσία τὸ ἐκπεσεῖν τῆς ἐν τῷ παραδείσῳ διαγωγῆς; Μὴ ἁπλῶς τοῖς γινομένοις πρόσεχε, ἀγαπητὲ, μηδὲ παρέργως τὰ παρὰ τοῦ Θεοῦ γινόμενα καταμάνθανε, ἀλλὰ πρὸς τὸ βάθος κατόπτευε τῆς πολλῆς αὐτοῦ ἀγαθότητος, καὶ εὑρήσεις ἅπαντα διὰ τοῦτο παρ' αὐτοῦ γινόμενα. Εἰπὲ γάρ μοι, εἰ καὶ μετὰ τὴν παράβασιν τῶν αὐτῶν ἀπήλαυσεν ὁ Ἀδὰμ, ποῦ οὐκ ἂν ἐξεκυλίσθη; Εἰ γὰρ μετὰ τοσαύτας παραγγελίας ἀνασχέσθαι κατεδέξατο τῆς ἀπάτης τοῦ ὄφεως, καὶ τὴν ἐπιβουλὴν δέξασθαι τοῦ διαβόλου, ἣν δι' αὐτοῦ προσήγαγε τῇ τῆς ἰσοθεΐας ἐλπίδι φυσήσας αὐτοὺς, καὶ εἰς τὴν τῆς παραβάσεως ἁμαρτίαν ἐμβαλὼν, εἰ καὶ μετὰ ταῦτα ἐπὶ τῆς αὐτῆς ἔμενεν ἀξίας καὶ διαγωγῆς, πῶς οὐκ ἂν πολλῷ μᾶλλον ἀξιοπιστότερον ἡγήσατο τὸν πονηρὸν ἐκεῖνον δαίμονα τοῦ τῶν ὅλων δημιουργοῦ, καὶ μείζονα τῆς οἰκείας ἀξίας πάλιν ἐφαντάσθη; Καὶ γὰρ τοιαύτη τῶν ἀνθρώπων ἡ φύσις· ὅταν ἁμαρτάνουσα μὴ ἀναχαιτίζηται, ἀλλ' ἀδείας ἀπολαύει, περαιτέρω προϊοῦσα κατὰ κρημνῶν ἄπεισιν. Ἄλλως δὲ καὶ ἑτέρωθεν ἔχω δεῖξαι, ὅτι φιλανθρωπίαν τὴν ἑαυτοῦ ἐπιδεικνύμενος καὶ ἐξελθεῖν αὐτὸν τοῦ παραδείσου προσέταξε, καὶ τῷ τοῦ θανάτου ἐπιτιμίῳ ὑπεύθυνον κατέστησε, τῇ μὲν ἐκβολῇ, καὶ τῷ πλησίον κατοικίσαι σωφρονέστερον ἐργαζόμενος καὶ εἰφ τὸ ἑξῆς ἀσφαλέστερον, καὶ διὰ τῶν ἔργων αὐτὸν διδάσκων τοῦ ἀπατεῶνος τὴν ἐπιβουλήν. Τὸ δὲ τοῦ θανάτου ἐπιτίμιον πάλιν διὰ τοῦτο ἐπήγαγεν, ἵνα μὴ λοιπὸν διὰ τῆς παρακοῆς τῇ ἁμαρτίᾳ ὑπεύθυνος γεγονὼς ἀθάνατα ἁμαρτάνῃ. Οὐ δοκεῖ οὖν σοι ταῦτα πάντα τῆς μεγίστης εἶναι φιλανθρωπίας, καὶ τὸ ἐκβαλεῖν τοῦ παραδείσου, καὶ τὸ τιμωρήσασθαι τῷ τοῦ θανάτου ἐπιτιμίῳ; Ἔχω δὲ καὶ ἕτερόν τι προσθεῖναι. Ποῖον δὴ τοῦτο; Ὅτι καὶ ταύτην αὐτῷ τὴν ἀγανάκτησιν ἐπήγαγεν, οὐκ εἰς αὐτὸν μόνον περιιστῶν τὰ τῆς εὐεργεσίας, ἀλλὰ καὶ τοὺς ἑξῆς βουλόμενος διὰ τῶν εἰς ἐκεῖνον γεγενημένων σωφρονίσασθαι. Εἰ γὰρ, καὶ
man, but receive with a grateful mind the things done by the Master, and then you will know of how great care this very thing above all is a proof. For to rid of wickedness those who sin incurably, and who every day intensify their wounds, and make their ulcers incurable—was it not a mark of the greatest care? And is not the very manner of the punishment full of all loving-kindness towards mankind? For that those who even apart from this were about to pay the debt of nature should thus painlessly lay down their life by way of punishment, and neither take sense of what had come to pass, but painlessly and without suffering receive the punishment—of how great wisdom and goodness would that not be? For if again one should examine with pious thought the very thing that came to pass—that the benefit accrued not unto those who were punished alone, but those also who were to come hereafter reaped two of the greatest good things therefrom (both their not being caught in the same evils, and their having become more sober-minded from these things that had come to pass)—how great thanks ought they not to have confessed to God on account of these things, because both by the punishment of those men and by the fear of suffering the same things those who came afterwards became more sober-minded, and by the leaven of all wickedness and depravity being destroyed, and no teacher of wickedness and depravity being left behind for them? Did you see how both His chastisements and His punishments are benefits rather, and especially show His providence towards the nature of men? And if anyone should wish from of old and from the beginning to enumerate these things, he will find Him from the same aim inflicting all punishments upon those who have sinned. Since Adam too, when he transgressed, He cast out of paradise not chastising him only, but also conferring a benefit. And what sort of benefit, says one, is it to fall from the way of life in paradise? Do not attend simply to the things that take place, beloved, nor examine superficially the things done by God, but gaze into the depth of His great goodness, and you will find all things done by Him on this account. For tell me, if even after the transgression Adam had enjoyed the same things, whither would he not have rolled headlong? For if after so many commands he brooked to put up with the deceit of the serpent, and to receive the plot of the devil, which he brought to bear through it, puffing them up with the hope of equality with God and casting them into the sin of transgression—if even after these things he had remained in the same dignity and way of life, how would he not much more have deemed that wicked demon more trustworthy than the Creator of all things, and again have imagined things greater than his own dignity? For such is the nature of men: when sinning it is not curbed, but enjoys impunity, advancing further it goes off down precipices. Besides, from another side too I am able to show that displaying His own loving-kindness towards mankind He both ordered him to go forth out of paradise, and set him liable to the penalty of death—by the expulsion, and by settling him near by, making him more sober-minded and safer for the future, and through deeds teaching him the plot of the deceiver. And the penalty of death again He brought on for this reason, lest having become liable to sin through disobedience he should thenceforth sin immortally. Do not all these things then seem to you to be marks of the greatest loving-kindness towards mankind, both casting him out of paradise and punishing him with the penalty of death? And I have also something else to add. What pray is this? That He brought this indignation too upon him, not confining the benefit to him alone, but wishing those also who came hereafter to be chastened through the things that befell him. For if, even
Notes, col. 230

On the reading

Printed εἰφ, for εἰς.

PG 53:231Read from the page
τούτων γινομένων, ὁ ἐξ αὐτοῦ τεχθεὶς, ὁ Κάϊν λέγω, ὁρῶν ἐν ὀφθαλμοῖς τοῦ πατρὸς τὴν ἐκ τοῦ παραδείσου ἐκβολὴν, τῆς δόξης ἐκείνης τῆς ἀφάτου τὴν ἔκπτωσιν, τῆς κατάρας ἐκείνης τὸ μέγεθος τῆς λεγούσης, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, οὐδὲ οὕτως ἐσωφρονίσθη, ἀλλὰ μείζοσι κακοῖς ἑαυτὸν περιέπειρεν· εἰ μὴ εἶδε τὰ εἰς τὸν πατέρα γεγενημένα, ποῦ οὐκ ἂν μανίας ἤλασε; Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι καὶ αὐτὸν τὸν τὰ τοιαῦτα ἡμαρτηκότα καὶ τῷ ἐναγεῖ φόνῳ τὴν δεξιὰν μολύναντα τιμωρούμενος, φιλανθρωπίᾳ τὴν τιμωρίαν ἐκέρασε.
when these things had come to pass, he who was born of him, Cain I mean, seeing before his eyes his father's expulsion from paradise, the fall from that ineffable glory, the magnitude of that curse which said, Earth you are, and to earth you shall depart, was not even thus chastened, but pierced himself through with greater evils; if he had not seen the things that befell his father, to what pitch of madness would he not have driven? And the marvellous thing indeed is that in punishing even him who had sinned such sins and stained his right hand with accursed murder, He tempered the punishment with loving-kindness towards mankind.
βʹ Καὶ ἵνα μάθῃς ἐκ τῶν εἰς τοῦτον γεγενημένων τῆς ἀγαθότητος τοῦ Θεοῦ τὸ μέγεθος, ἡνίκα μὲν εἰς αὐτὸν ὕβρισε, καὶ τὴν θυσίαν μέλλων προσάγειν πολλὴν τὴν καταφρόνησιν ἐπεδείξατο, οὐκ ὀρθῶς διελὼν, ἀλλ' ἁπλῶς καὶ ὡς ἔτυχε τὴν προσαγωγὴν ποιησάμενος, οὐδὲν πρὸς αὐτὸν εἶπε βαρὺ οὐδὲ ἐπαχθές· καίτοι γε τὸ ἁμαρτηθὲν οὐ τὸ τυχὸν ἦν, ἀλλὰ καὶ σφόδρα μέγα. Εἰ γὰρ ἀνθρώπους τοὺς ὁμογενεῖς οἱ τιμᾷν βουλόμενοι, τῶν πρωτείων καὶ τῶν ἐξαιρέτων αὐτοῖς παραχωροῦσι, κἀκεῖνα προσάγειν σπουδάζουσιν, ἃ μάλιστα πάντων αὐτοῖς τιμιώτερα εἶναι δοκεῖ· ἄνθρωπον δὲ ὄντα καὶ Θεῷ προσάγοντα πῶς οὐκ ἐχρῆν τὰ τιμιώτερα καὶ ἐξαίρετα προσάγειν; Τοσοῦτον τοίνυν αὐτοῦ ἁμαρτόντος, καὶ τοσαύτην ἐπιδειξαμένου τὴν καταφρόνησιν, οὐκ ἀπήτησε δίκην, οὐδὲ τιμωρίαν ὑπὲρ τῶν γεγενημένων εἰσεπράξατο, ἀλλ' ὡσανεὶ φίλος φίλῳ μετὰ πάσης ἡμερότητος διαλεγόμενος οὕτω διελέχθη λέγων· Ἥμαρτες, ἡσύχασον. Μόνον τὸ ἁμαρτηθὲν αὐτῷ ἔδειξε, καὶ συνεβούλευσε μὴ περαιτέρω προβῆναι. Εἶδες ὑπερβολὴν ἀγαθότητος; Ἀλλ' ἐπειδὴ ἐκεῖνος οὐ μόνον οὐκ ἐκέρδανέ τι ἐκ τῆς τοσαύτης ἀνεξικακίας, ἀλλὰ καὶ τοῖς προλαβοῦσι μείζονα προσέθηκε, καὶ ἐπὶ τὴν σφαγὴν ἠπείχθη τοῦ ἀδελφοῦ, καὶ οὕτω μὲν πολλὴν εἰς αὐτὸν ἐπιδείκνυται τὴν μακροθυμίαν, πυνθανόμενος πρότερον καὶ διδοὺς αὐτῷ τόπον ἀπολογίας· ἐπειδὴ δὲ ἐνέμεινεν ἀναισχυντῶν, τότε τὴν τιμωρίαν ἐπάγει σωφρονισμοῦ ἕνεκεν, πολλὴν καὶ λύτην ἔχουσαν μεμιγμένην τὴν παρ' αὐτοῦ φιλανθρωπίαν.
2. And that you may learn from the things done towards this man the magnitude of God's goodness: when he insulted Him, and on the point of offering sacrifice displayed great contempt, not dividing rightly, but making his offering simply and at random, He said nothing harsh or grievous to him—and yet the sin committed was no ordinary one, but exceedingly great. For if those who wish to honour men of like race yield to them the firstfruits and the choicest things, and are zealous to offer those things which above all seem to them more precious, how ought not one who is a man and offering to God to offer the more precious and choicest things? Yet though he sinned so greatly and displayed such great contempt, He did not demand justice, nor exact punishment for what had come to pass, but as though a friend conversing with a friend in all gentleness, He thus conversed with him, saying: You have sinned; be still. He only showed him the sin committed, and counselled him not to advance further. Did you see the exceeding measure of goodness? Yet since that man not only gained nothing from such great forbearance, but even added greater evils to the preceding ones, and hastened to the slaughter of his brother, even so He displays great long-suffering towards him, inquiring first and giving him room for defence; but when he persisted in shamelessness, then He inflicts the punishment for the sake of chastening, which itself too had much of the loving-kindness from Him mingled with it.
Ὁρᾷς πῶς, ἡνίκα μὲν εἰς αὐτὸν ἥμαρτε, καὶ ἁμαρτίαν οὐ τὴν τυχοῦσαν, ἀπεπέμψατο· ὅτε δὲ κατὰ τοῦ ἀδελφοῦ τὴν δεξιὰν ὥπλισε, τότε καὶ τὴν ἐπιτίμησιν καὶ τὴν κατάραν ἐδέξατο. Οὕτω νῦν καὶ ἡμεῖς ποιῶμεν, καὶ μιμώμεθα τὸν Δεσπότην τὸν ἡμέτερον· καὶ τὰ μὲν εἰς ἡμᾶς ἁμαρτήματα παραπέμπωμεν, καὶ συγχωρῶμεν τοῖς εἰς ἡμᾶς πλημμελοῦσιν· ὅταν δὲ εἰς τὸν Θεὸν συντείνῃ, τότε δίκας ἀπαιτῶμεν. Ἀλλ' οὐκ οἶδ' ὅπως ἀπεναντίας, ἅπαντα διαπραττόμεθα, καὶ τὰ μὲν εἰς τὸν Θεὸν διαβαίνοντα ἁμαρτήματα οὐδὲ ὅλως ἐκδικεῖν σπουδάζομεν, ἂν δέ τι τῶν τυχόντων εἰς ἡμᾶς ἁμαρτηθείη, τούτου σφοδροὶ γινόμεθα ἐξετασταὶ καὶ κατήγοροι, οὐκ εἰδότες ὅτι ταύτῃ καὶ μειζόνως καθ' ἡμῶν μᾶλλον παροξύνομεν τὸν φιλάνθρωπον Δεσπότην. Ὅτι γὰρ ἔθος τῷ Θεῷ τὰ μὲν εἰς αὐτὸν πολλάκις ἀποπέμπεσθαι, τὰ δὲ εἰς τοὺς πλησίον γινόμενα ἁμαρτήματα, ταῦτα μετὰ πολλῆς ἐκδικεῖν τῆς σφοδρότητος, ἄκουε τοῦ μὲν μακαρίου Παύλου λέγοντος· Εἴ τις γυναῖκα ἔχει ἄπιστον, καὶ αὕτη συνευδοκεῖ οἰκεῖν μετ' αὐτοῦ, μὴ ἀφιέτω αὐτήν. Καὶ γυνὴ εἴ τις ἔχει ἄνδρα ἄπιστον, καὶ αὐτὸς συνευδοκεῖ οἰκεῖν μετ' αὐτῆς, μὴ ἀφιέτω αὐτόν. Εἶδες πόση ἡ συγκατάβασις; Κἂν Ἕλλην ᾖ, φησὶ, κἂν ἄπιστος, καταδέχεται δὲ τὸ συνοικέσιον, μὴ παραιτήσῃ. Καὶ πάλιν· Κἂν ἐθνικὴ τυγχάνῃ ἡ γυνὴ, κἂν ἄπιστος, βούλεται δὲ συνοικεῖν, μὴ ἀπώσῃ. Τί
You see how, when he sinned against Him, and no ordinary sin at that, He dismissed it; whereas when he armed his right hand against his brother, then he received both the rebuke and the curse. Let us too now do thus, and imitate our Master: let us pass over sins against ourselves, and forgive those who offend against us; but whenever a matter relates to God, then let us exact justice. Yet I know not how we do all things on the contrary: sins that pass over to God we are not at all zealous to avenge, whereas if any trivial offence should be committed against us, we become vehement inquirers and accusers of it, not knowing that in this way we all the more grievously provoke against ourselves the loving Master. For that it is God's custom often to dismiss sins against Himself, but as for sins committed against one's neighbours, to avenge these with great vehemence, hear first the blessed Paul saying: If any brother has an unbelieving wife, and she consents to dwell with him, let him not send her away. And if any woman has an unbelieving husband, and he consents to dwell with her, let her not send him away. Did you see how great is the condescension? Even if he be a Greek, he says, even if an unbeliever, yet accepts the marriage, do not refuse him. And again: Even if the wife be a Gentile, even if an unbeliever, yet wishes to dwell together, do not thrust her away. For
Notes, col. 231

On the reading

Printed λύτην, for αὐτὴν.

PG 53:232Read from the page
γὰρ, φησὶν, οἶδας, ὦ γύναι, εἰ τὸν ἄνδρα σώσεις, ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις; Ὅρα πῶς οὐ κωλύει τὸν ἀπιστοῦντα αὐτῷ ἢ τὴν ἀπιστοῦσαν καταδέχεσθαι εἰς τὸν τοῦ συνοικεσίου νόμον. Ἄκουε δὲ πάλιν αὐτοῦ τοῦ Χριστοῦ λέγοντος τοῖς μαθηταῖς; Λέγω γὰρ ὑμῖν, ὅτι πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι. Πολλὴ τῆς φιλανθρωπίας ἡ ὑπερβολή. Κἂν ἄπιστος ᾖ, φησὶν, ἢ ἐθνικὴ, καταδέχεται δὲ, κάτεχε· ἂν δὲ εἰς σὲ ἁμάρτῃ, καὶ τῶν συνθηκῶν ἐπιλάθηται, καὶ τὴν ἑτέρων κοινωνίαν προτιμήσῃ, ἔξεστί σοι ἐκβαλεῖν καὶ ἀπώσασθαι. Ταῦτα λογιζόμενοι σπουδάζωμεν καὶ ἡμεῖς ἀμείβεσθαι τὸν Δεσπότην τῆς εἰς ἡμᾶς εὐνοίας, καὶ ὥσπερ αὐτὸς τὰ μὲν εἰς αὐτὸν ἀποπέμπεσθαι καταδέχεται, τὰ δὲ ἡμέτερα ἐκδικεῖ καὶ μετὰ πολλῆς τῆς σφοδρότητος, τὴν αὐτὸν δὴ τρόπον καὶ αὐτοὶ ποιῶμεν· καὶ ὅσα μὲν εἰς ἡμᾶς ἁμαρτάνουσιν οἱ πλησίον συγχωρῶμεν, ὅσα δὲ εἰς τὸν Θεὸν συντείνει, ταῦτα μετὰ πολλῆς τῆς σπουδῆς ἐκδικ⟨ε⟩ῖν σπουδάζωμεν. Τοῦτο γὰρ καὶ ἡμᾶς ὠφελήσει τὰ μέγιστα, καὶ τοὺς τὴν διόρθωσιν δεχομένους οὐ τὰ τυχόντα ὀνίνησι. Τάχα εἰς πολὺ μῆκος ἡμῖν ἐξετάθη σήμερον τὰ προοίμια. Καὶ τί πάθω; Οὐχ ἑκὼν τοῦτο ὑπέμεινα, ἀλλ' ὑπὸ τῆς ἀκολουθίας τοῦ λόγου παρασυρείς.
how, says he, do you know, O wife, whether you will save your husband? Or how do you know, O husband, whether you will save your wife?. See how He does not forbid receiving the man or the woman who disbelieves Him into the bond of marriage. And hear again Christ Himself saying to His disciples: For I say to you, that everyone who divorces his wife, except for the cause of fornication, makes her commit adultery. Great is the exceeding measure of loving-kindness! Even if she be an unbeliever, He says, or a Gentile, yet consents, keep her; but if she sins against you, and forgets her covenants, and prefers consorting with others, it is lawful for you to cast her out and thrust her away. Reckoning up these things, let us too be zealous to requite the Master for His goodwill towards us; and just as He consents to dismiss offences against Himself, while avenging ours even with great vehemence, in the very same manner let us too act: whatever sins our neighbours commit against us let us forgive, while whatever relates to God, these let us be zealous to aveng[e] with great earnestness. For this will benefit us too in the greatest degree, and profits in no ordinary way those who receive correction. Perhaps our preamble today has been drawn out to great length. And what am I to do? Not willingly did I undergo this, but swept along by the sequence of the discourse.
Ἐπειδὴ δὲ περὶ τοῦ κατακλυσμοῦ πᾶς ὁ λόγος ἐκινήθη ἡμῖν, ἀνάγκην ἔσχομεν δεῖξαι τῇ ὑμετέρᾳ ἀγάπῃ, ὅτι καὶ αἱ τιμωρίαι αἱ παρὰ τοῦ Θεοῦ φιλανθρωπίαι μᾶλλόν εἰσιν ἢ τιμωρίαι, ὥσπερ οὖν αὐτὸς ὁ κατακλυσμός. Καθάπερ γὰρ πατὴρ φιλόστοργος, κηδεμονίᾳ τῇ περὶ τὴν ἡμετέραν φύσιν πάντα διαπράττεται. Ἵνα δὲ καὶ ἐκ τῶν νῦν ἡμῖν προκειμένων καὶ ἐκ τῶν σήμερον ἀναγνωσθέντων μάθητε αὐτοῦ τῆς φιλανθρωπίας τὸ μέγεθος, ἀκούσωμεν αὐτῶν τῶν τῆς θείας Γραφῆς ῥημάτων. Ἐπειδὴ γὰρ χθὲς ἐδίδαξεν ἡμᾶς ὁ μακάριος Μωῦσης λέγων, ὅτι Ὑψώθη τὸ ὕδωρ ἐπὶ τῆς γῆς ἡμέρας ἑκατὸν πεντήκοντα (μέχρι γὰρ τούτου ἡμῖν ἐπληρώθη τὰ τῆς διδασκαλίας), σήμερόν φησι, Καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ Νῶε, καὶ πάντων τῶν θηρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ πάντων τῶν πετεινῶν, καὶ πάντων τῶν ἑρπετῶν, ὅσα ἦν μετὰ αὐτοῦ ἐν τῇ κιβωτῷ.
Since our whole discourse was set in motion about the flood, we were under necessity to show your charity that even the punishments that come from God are acts of loving-kindness rather than punishments, just as the flood itself was. For like a tender father, out of care for our nature He accomplishes all things. And that both from what now lies before us and from what was read today you may learn the magnitude of His loving-kindness towards mankind, let us hear the very words of divine Scripture. For since yesterday the blessed Moses taught us, saying, The water was exalted upon the earth a hundred and fifty days (for up to this point our teaching was completed), today he says, And God remembered Noah, and all the wild beasts, and all the cattle, and all the birds, and all the creeping things, whatsoever were with him in the ark.
γʹ. Θέα μοι πάλιν τῆς θείας Γραφῆς τὴν συγκατάβασιν. Καὶ ἐμνήσθη, φησὶν, ὁ Θεός. Θεοπρεπῶς νοῶμεν, ἀγαπητοὶ, τὰ λεγόμενα, καὶ μὴ τῇ ἀσθενείᾳ τῆς ἡμετέρας φύσεως λογιζώμεθα τῶν λέξεων τὴν παχύτητα. Ὅσον γὰρ πρὸς τὴν ἄῤῥητον φύσιν ἐκείνην, ἀνάξιον τὸ ῥῆμα· ὅσον δὲ πρὸς τὴν ἡμετέραν ἀσθένειαν, ἀκολούθως εἴρηται. Ἐμνήσθη, φησὶν, ὁ Θεὸς τοῦ Νῶε. Ἐπειδὴ γὰρ διηγήσατο ἡμῖν ἐν τοῖς ἤδη ῥηθεῖσι, καθάπερ προλαβόντες ἐδιδάξαμεν ὑμῶν τὴν ἀγάπην, ὅτι ἐν ταῖς τεσσαράκοντα ἡμέραις καὶ τοσαύταις νυξὶν ὁ ὑετὸς γέγονε, καὶ ἐν ἑκατὸν πεντήκοντα ἡμέραις ἐπὶ τῆς ταυτότητος διέμεινε δέκα πέντε πήχεις ὑψούμενον ἐπάνω τῶν ὀρέων, καὶ ὅτι τούτων γινομένων ὁ δίκαιος ἐν τῇ κιβωτῷ ἐτύγχανεν, οὐδὲ τὸν ἀέρα ἀναπνεῖν δυνάμενος, συνόντων αὐτῷ καὶ τῶν ἀλόγων ἁπάντων, διὰ τοῦτό φησι, Καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ Νῶε. Τί ἐστιν, Ἐμνήσθη; Ὤκτειρε, φησὶν, ὁ Θεὸς τὸν δίκαιον ἐν τῇ κιβωτῷ διάγοντα, ἠλέησεν αὐτὸν ἐν τοσαύτῃ στενοχωρίᾳ τυγχάνοντα, καὶ ἐν ἀμηχανίᾳ καθεστῶτα, καὶ οὐκ εἰδότα μέχρι τίνος στήσεται τὰ δεινά. Ἐννόει γάρ μοι ποίους ἀνεκίνει καθ' ἑαυτὸν λογισμοὺς μετὰ τὰς τεσσαράκοντα ἡμέρας καὶ
3. Behold for me again the condescension of divine Scripture. And God remembered, it says. Let us understand what is said in a manner befitting God, beloved, and let us not measure the coarseness of the expressions by the weakness of our nature. For as regards that ineffable nature, the expression is unworthy; but as regards our weakness, it has been spoken fittingly. God remembered Noah, it says. For since it had recounted to us in what has already been said, just as we previously taught your charity, that during the forty days and as many nights the rain fell, and for a hundred and fifty days it remained at the same level, rising fifteen cubits above the mountains, and that while these things were taking place the righteous man was in the ark, unable even to breathe the open air, while all the irrational creatures too were with him, on this account it says, And God remembered Noah. What does He remembered mean? God pitied, it says, the righteous man dwelling in the ark; He had mercy on him being in such great straits, and set in helplessness, and not knowing until when the terrors would last. For consider for me what sort of thoughts he stirred up within himself after the forty days and
Notes, col. 232

On the reading

Printed τὴν αὐτὸν, for τὸν αὐτὸν.

Printed Μωῦσης, for Μωϋσῆς.

PG 53:233Read from the page
τὰς τεσσαράκοντα νύκτας, ἃς ἡ τῶν ὑδάτων φορὰ κατεφέρετο, ὁρῶν ἐπὶ ἑκατὸν πεντήκοντα ἡμέρας ἐπὶ τοῦ αὐτοῦ μέτρου τὰ ὕδατα μένοντα, καὶ οὐδὲ ὅλως λήγοντα· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐδὲ αὐτοῖς ὀφθαλμοῖς εἶχεν ἰδεῖν τὰ γεγενημένα, ἀλλ' ἐγκεκλεισμένος, καὶ οὐ δυνάμενός ποθεν τῇ ὄψει ὑποβαλεῖν τὰ κατειληφότα δεινὰ, μείζονα τὴν ὀδύνην ὑπέμενε, καὶ βαρύτερα καθ' ἑκάστην ἀνελογί⟨ζε⟩το. Ἐγὼ δὲ καὶ θαυμάζω πῶς ὑπὸ τῆς ἀθυμίας αὐτῆς οὐ κατεπόθη, εἰς ἔννοιαν ἐρχόμενος καὶ τῆς ἀπωλείας τοῦ τῶν ἀνθρώπων γένους, καὶ τῆς μονώσεως τῆς οἰκείας, καὶ τῆς χαλεπῆς ἐκείνης διαγωγῆς. Ἀλλ' ἡ αἰτία πάντων αὐτῷ τῶν ἀγαθῶν ἡ πίστις ἦν ἡ εἰς τὸν Θεὸν, δι' ἣν καὶ ἀντεῖχε καὶ πάντα γενναίως ἔφερε, καὶ τῇ ἐλπίδι τρεφόμενος οὐδενὸς ἐπήσθετο τῶν λυπηρῶν. Ἐπεὶ οὖν τὰ παρ' ἑαυτοῦ παρέσχε, καὶ τὴν ὑπομονὴν ἐπεδείξατο, καὶ δαψιλῆ τὴν πίστιν εἰσήνεγκε, πολλὴν τὴν καρτερίαν ἐπιδειξάμενος, σκόπει τοῦ ἀγαθοῦ Θεοῦ τὴν πολλὴν περὶ αὐτὸν φιλανθρωπίαν. Καὶ ἐμνήσθη, φησὶν, ὁ Θεὸς τοῦ Νῶε. Οὐχ ἁπλῶς εἶπε, Καὶ ἐμνήσθη· ἀλλ' ἐπειδὴ προλαβοῦσα ἡ θεία Γραφὴ τὴν μαρτυρίαν τὴν παρὰ τοῦ Θεοῦ δήλην ἡμῖν ἐποίησε περὶ τοῦ δικαίου, λέγοντος, Εἴσελθε εἰς τὴν κιβωτὸν, ὅτι σε εἶδον δίκαιον ἐν τῇ γενεᾷ ταύτῃ, διὰ τοῦτο νῦν φησι· Καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ Νῶε, τοῦτ' ἔστι, τῆς μαρτυρίας, ἣν περὶ αὐτοῦ ἐποιήσατο, ἀνεμνήσθη, καὶ οὐ περιεῖδεν ἐπὶ πολὺ τὸν δίκαιον, ἀλλὰ μέχρι τοσούτου μακροθυμήσας, μέχρις ὅτε ἀντισχεῖν ἠδύνατο, τότε λοιπὸν τὴν παρ' ἑαυτοῦ δωρεῖται χάριν. Εἰδὼς γὰρ ἡμῶν τῆς φύσεως τὴν ἀσθένειαν, ἐπειδὰν συγχωρήσῃ πειρασμόν τινα ἐπενεχθῆναι, μέχρι τοσούτου ἀφίησι, μέχρις ὅτε οἶδε δυναμένους ὑπενεγκεῖν, ἵνα καὶ ἡμῖν τῆς καρτερίας ἀρκοῦσαν τὴν ἀμοιβὴν χαρίσηται, καὶ τὴν οἰκείαν φιλανθρωπίαν ἐπιδείξηται· καθάπερ καὶ Παῦλός φησι· Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν. Ἐπεὶ οὖν καὶ ὁ δίκαιος οὗτος τὴν καρτερίαν καὶ τὴν ὑπομονὴν ἐπεδείξατο, πίστει τῇ εἰς τὸν Θεὸν τὴν ἐν τῇ κιβωτῷ οἴκησιν ἀνασχόμενος, Καὶ ἐμνήσθη, φησὶν, ὁ Θεὸς τοῦ Νῶε. Εἶτα ἵνα μάθῃς αὐτοῦ τῆς φιλανθρωπίας τὴν ἄβυσσον, προσέθηκεν ἡ θεία Γραφή· Καὶ πάντων τῶν θηρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ πάντων τῶν πετεινῶν, καὶ πάντων τῶν ἑρπετῶν, ὅσα ἦν μετ' αὐτοῦ ἐν τῇ κιβωτῷ.
the forty nights during which the rush of the waters poured down, seeing for a hundred and fifty days the waters remaining at the same measure, and not abating at all; and what was still harder, that he could not even with his own eyes see what had come to pass, but shut in, and unable from anywhere to bring the terrors that had overtaken the world under his sight, he endured greater grief, and each day reck[on]ed heavier things. And I for my part marvel how he was not swallowed up by despondency itself, coming to think both of the destruction of the race of men, and of his own isolation, and of that hard way of life. Yet the cause of all good things for him was his faith in God, through which he both held out and bore all things nobly, and nourished by hope he felt none of the painful things. Since therefore he contributed what lay with him, and displayed endurance, and brought in abundant faith, having displayed great perseverance, observe the great loving-kindness of the good God towards him. And God remembered Noah, it says. Not simply did it say, And He remembered; but since previously divine Scripture had made plain to us the testimony from God concerning the righteous man, when He said, Enter into the ark, because I have seen you righteous in this generation, on this account it now says: And God remembered Noah—that is, He called to mind the testimony which He had borne concerning him, and did not overlook the righteous man for long, but having shown long-suffering up to the point where he was able to hold out, then thenceforth He bestows the grace that comes from Him. For knowing the weakness of our nature, whenever He permits some trial to be brought on, He lets it go so far as He knows we are able to endure, so that He may both grant us a sufficient recompense for perseverance, and display His own loving-kindness towards mankind; just as Paul too says: Faithful is God, Who will not let you be tempted beyond what you are able, but with the temptation will make also the way out, so that you may be able to endure it. Since therefore this righteous man too displayed perseverance and endurance, having put up with his dwelling in the ark through faith in God, And God remembered Noah, it says. Then, that you may learn the abyss of His loving-kindness towards mankind, divine Scripture added: And all the wild beasts, and all the cattle, and all the birds, and all the creeping things, whatsoever were with him in the ark.
Ὅρα πῶς ἅπαντα διὰ τὴν εἰς τὸν ἄνθρωπον τιμὴν ἐργάζεται. Καθάπερ γὰρ ἐπὶ τῶν ἀπολωλότων ὑπὸ τοῦ κατακλυσμοῦ ἀνθρώπων, μετ' ἐκείνων καὶ τὴν τῶν ἀλόγων ζώων φύσιν ἅπασαν διέφθειρεν, οὕτω καὶ ἐνταῦθα μέλλων τὴν οἰκείαν φιλανθρωπίαν ἐπιδείκνυσθαι περὶ τὸν δίκαιον, διὰ τὴν εἰς αὐτὸν τιμὴν, καὶ περὶ τὴν τῶν ἀλόγων φύσιν, καὶ τὰ θηρία καὶ τὰ πετεινὰ καὶ τὰ ἑρπετὰ ἐκτείνει αὐτοῦ τὴν ἀγαθότητα. Καὶ ἐμνήσθη, φησὶν, ὁ Θεὸς τοῦ Νῶε, καὶ πάντων τῶν θηρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ τῶν ἑρπετῶν, καὶ ὅσα ἦν μετ' αὐτοῦ ἐν τῇ κιβωτῷ. Καὶ ἐπήγαγεν ὁ Θεὸς πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ. Μνησθεὶς, φησὶ, τοῦ Νῶε, καὶ τῶν μετ' αὐτοῦ ὄντων ἐν τῇ κιβωτῷ προσέταξεν ἐπισχεθῆναι τῶν ὑδάτων τὴν φορὰν, ἵνα κατὰ μικρὸν τὴν οἰκείαν ἐπιδείξηται φιλανθρωπίαν, καὶ λοιπὸν τὸν δίκαιον ἀναπνεῦσαι ποιήσῃ, καὶ τῆς τῶν λογισμῶν ταραχῆς ἐλευθερώσας εἰς γαλήνην αὐτὸν καταστήσῃ, χαρισάμενος καὶ τοῦ φωτὸς τὴν ἀπόλαυσιν καὶ τοῦ ἀέρος τὴν ἀναπνοήν. Καὶ ἐπήγαγεν ὁ Θεὸς, φησὶ,
See how He works all things on account of honour towards man. For just as in the case of the men who had perished by the flood He destroyed along with them the whole nature of irrational living creatures as well, so here too, being about to display His own loving-kindness towards the righteous man, on account of honour towards him He extends His goodness also towards the nature of the irrational creatures, both the wild beasts and the birds and the creeping things. And God remembered Noah, it says, and all the wild beasts, and all the cattle, and the creeping things, and whatsoever were with him in the ark. And God brought a wind upon the earth, and the water abated. Having remembered Noah, it says, and those with him in the ark, He ordered the rush of the waters to be checked, so that little by little He might display His own loving-kindness towards mankind, and thenceforth cause the righteous man to breathe again, and having freed him from the tumult of his thoughts set him in calm, granting him both the enjoyment of light and the breathing of air. And God brought, it says,
PG 53:234Read from the page
πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ. Καὶ ἐπεκαλύφθησαν αἱ πηγαὶ τῆς ἀβύσσου καὶ οἱ καταῤῥάκται τοῦ οὐρανοῦ. Ὅρα πῶς ἀνθρωπίνως ἡμῖν ἅπαντα διαλέγεται. Ἐπεκαλύφθησαν, γὰρ, φησὶν, αἱ πηγαὶ τῆς ἀβύσσου καὶ οἱ καταῤῥάκται τοῦ οὐρανοῦ, καὶ συνεσχέθη ὁ ὑετὸς τοῦ οὐρανοῦ, μονονουχὶ λέγουσα ὅτι ἔδοξε τῷ Δεσπότῃ, καὶ πάλιν ἐπὶ τῆς οἰκείας χώρας τὰ ὕδατα ἔμεινε, καὶ οὐκ ἔτι πλεονασμὸς ἐγένετο, ἀλλὰ κατὰ μικρὸν ἔληγε. Καὶ ἐνεδίδου τὸ ὕδωρ πορευόμενον ἀπὸ τῆς γῆς, καὶ ἠλαττοῦτο τὸ ὕδωρ μετὰ πεντήκοντα καὶ ἑκατὸν ἡμέρας. Ποῖος λογισμὸς τοῦτο καταλαβεῖν ἂν δυνηθείη ποτέ; Ἔστω, ὁ ὑετὸς ἐπεσχέθη, αἱ πηγαὶ οὐκέτι πλεονασμὸν εἰργάσαντο, καὶ οἱ καταῤῥάκται τοῦ οὐρανοῦ ἐπεσχέθησαν· τὸ ὕδωρ τὸ τοσοῦτον πῶς ἔληξε; Πάντα ἄβυσσος ἦν. Πῶς οὖν ἡ τοσαύτη τῶν ὑδάτων ῥύμη ἀθρόον ἐλάττων ἐγίνετο; Τίς ἂν τοῦτο ἀνθρωπίνῳ λογισμῷ εὑρεῖν δυνηθείη ποτέ; Τί οὖν ἔστιν εἰπεῖν; Τὸ τοῦ Θεοῦ πρόσταγμα ἦν, τὸ ἐργαζόμενον τὰ πάντα.
a wind upon the earth, and the water abated. And the fountains of the abyss and the cataracts of heaven were covered over. See how in human fashion it speaks all things to us. For the fountains of the abyss, it says, and the cataracts of heaven were covered over, and the rain from heaven was restrained—all but saying that it pleased the Master, and again the waters remained in their own place, and there was no longer any overflow, but little by little it ceased. And the water gave way as it went from off the earth, and the water was diminished after a hundred and fifty days. What reasoning could ever be able to grasp this? Be it so: the rain was checked, the fountains no longer wrought an overflow, and the cataracts of heaven were checked—how did so great a mass of water cease? All things were an abyss. How then did so great a rush of waters all at once grow less? Who could ever be able by human reasoning to find this out? What then is one to say? It was the command of God that wrought all things.
δʹ. Μὴ τοίνυν ἡμεῖς περιεργαζώμεθα τὸ πῶς, ἀλλὰ τοῦτο μόνον πιστεύωμεν, ὅτι ἐκέλευσε καὶ ὑψώθη ἡ ἄβυσσος· προσέταξε, καὶ πάλιν τὴν οἰκείαν ἐπέσχε φορὰν, καὶ πρὸς τὸν οἰκεῖον τόπον ὑπανεχώρησεν, ὃν αὐτὸς οἶδε μόνος ὁ δημιουργήσας αὐτὴν Δεσπότης. Καὶ ἐκάθισε, φησὶν, ἡ κιβωτὸς ἐν τῷ ἑβδόμῳ μηνὶ, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνὸς, ἐπὶ τὰ ὄρη τὰ Ἀραράτ. Τὸ δὲ ὕδωρ ἠλαττοῦτο ἕως τοῦ δεκάτου μηνός· καὶ ὤφθησαν αἱ κεφαλαὶ τῶν ὀρέων ἐν τῷ δεκάτῳ μηνὶ, τῇ πρώτῃ τοῦ μηνός. Σκόπει πῶς ἀθρόον ἡ μεταβολὴ γέγονε, καὶ πόσον ἔληξεν ἡ τῶν ὑδάτων φύσις, ὡς ἐπὶ τὰ ὄρη τὴν κιβωτὸν καθίσαι. Ἀνωτέρω γὰρ εἰποῦσα ἡ Γραφὴ, ὅτι δέκα πέντε πήχεις ἐπάνω τῶν ὀρέων ὑψώθη τὸ ὕδωρ, νῦν φησιν, ὅτι ἐκάθισεν ἡ κιβωτὸς ἐπὶ τὰ ὄρη τὰ Ἀραρὰτ, καὶ κατὰ μικρὸν λοιπὸν μέχρι τοῦ δεκάτου μηνὸς ἠλαττοῦτο, καὶ τότε τῷ δεκάτῳ μηνὶ ὤφθησαν αἱ κεφαλαὶ τῶν ὀρέων. Ἐννόει μοι τοῦ δικαίου τὴν εὐτονίαν, πῶς διήρκεσεν ἐν τοσούτοις μησὶ καθάπερ ἐν σκότῳ κατακεκλεισμένος. Καὶ ἐγένετο, φησὶ, μετὰ τὰς τεσσαράκοντα ἡμέρας, καὶ ἀνέῳξε Νῶε τὴν θυρίδα τῆς κιβωτοῦ, ἣν ἐποίησε, καὶ ἀπέστειλε τὸν κόρακα ἰδεῖν, εἰ κεκόπακε τὸ ὕδωρ. Ὅρα τὸν δίκαιον οὐδέπω τολμῶντα κατοπτεῦσαι δι' ἑαυτοῦ, ἀλλὰ τὸν κόρακα ἀπέστειλε, δι' ἐκείνου μαθεῖν βουλόμενος, εἴ τινα ἔστι προσδοκῆσαι χρηστὴν μεταβολήν· Καὶ ἐξελθὼν, φησὶν, οὐκ ἀνέστρεψεν, ἕως τοῦ ξηρανθῆναι τὸ ὕδωρ ἀπὸ τῆς γῆς. Οὐκ ἐπειδὴ μετὰ ταῦτα ἀνέστρεψε, τὸ, Ἕως, προσέθηκεν ἡ θεία Γραφή· ἀλλ' ἰδίωμα τοῦτό ἐστι τῆς θείας Γραφῆς. Καὶ πολλαχοῦ ἄν τις εὕροι ταύτην τὴν συνήθειαν, καὶ ἐνῆν πολλὰ τοιαῦτα εὑρεῖν καὶ παραγαγεῖν εἰς μέσον· ἀλλ' ἵνα μὴ πάντα παρ' ἡμῶν μανθάνοντες ῥᾳθυμότεροι γίνησθε. ὑμῖν καταλιμπάνομεν διερευνᾶσθαι τὴν Γραφὴν, καὶ εὑρεῖν ὅπου τοῖς ἰδιώμασι τούτοις κέχρηται. Τέως δὲ ἡμᾶς ἀναγκαῖον εἰπεῖν τὴν αἰτίαν, δι' ἣν οὐκ ἀνέστρεψε τὸ ὄρνεον. Ἴσως ληξάντων τῶν ὑδάτων ἀκάθαρτον ὂν τὸ ὄρνεον, καὶ σώμασιν ἐντυχὸν τοῖς τε ἀνθρωπίνοις, τοῖς τε τῶν ἀλόγων, καὶ τὴν κατάλληλον εὑρὸν ἑαυτῷ τροφὴν, ἐναπέμεινεν· ὅπερ καὶ αὐτὸ οὐ μικρὸν ἐγίνετο τῷ δικαίῳ τεκμήριον τῆς χρηστῆς ἐλπίδος. Εἰ γὰρ μὴ τοῦτο ἦν, μηδὲ εὗρε μικράν τινα παραμυθίαν, ὑπέστρεψεν ἄν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἐντεῦθεν λοιπὸν τὴν χρηστὴν προσδοκίαν ἐσχηκὼς ὁ δίκαιος ἐκπέμπει τὴν περιστερὰν, ὄρνεον ἥμερον καὶ φιλοσύνηθες, καὶ πολλὴν εὐγνωμοσύνην ἐπιδεικνύμενον, καὶ οὐχ ἀνεχόμενον ἕτερόν τι σιτεῖσθαι ἢ σπέρματα·
4. Let us not therefore pry over-curiously into the how, but let us believe this only: that He commanded, and the abyss was exalted; He ordered, and again it checked its own rush, and withdrew to its own place, which the Master alone knows Who created it. And the ark rested, it says, in the seventh month, on the twenty-seventh day of the month, upon the mountains of Ararat. And the water kept diminishing until the tenth month; and the tops of the mountains appeared in the tenth month, on the first day of the month. Observe how all at once the change took place, and how much the nature of the waters subsided, so that the ark rested upon the mountains. For whereas above Scripture had said that the water was exalted fifteen cubits above the mountains, now it says that the ark rested upon the mountains of Ararat, and thenceforth little by little until the tenth month it kept diminishing, and then in the tenth month the tops of the mountains appeared. Consider for me the vigour of the righteous man, how he held out for so many months shut up just as if in darkness. And it came to pass, it says, after the forty days, that Noah opened the window of the ark which he had made, and sent forth the raven to see whether the water had abated. See the righteous man not yet daring to look out by himself, but he sent forth the raven, wishing to learn through it whether one might expect some good change: And having gone forth, it says, it did not return until the water was dried up from off the earth. Not because it returned after these things did divine Scripture add the word Until; rather, this is an idiom of divine Scripture. And in many places one might find this usage, and it were possible to find many such instances and bring them forward; yet lest by learning all things from us you become more slothful, we leave it to you to search the Scripture and find where it has used these idioms. Meanwhile it is necessary for us to state the reason why the bird did not return. Perhaps when the waters had ceased, the bird, being unclean, fell in with bodies both of men and of irrational creatures, and having found food suited to itself, remained behind; which very thing became no small token of good hope to the righteous man. For if this had not been so, nor had it found some slight solace, it would have returned. And that this is true: having thenceforth conceived a good expectation from this, the righteous man sends out the dove, a gentle and familiar bird, displaying great gratefulness, and not brooking to feed on anything other than seeds;