Migne Reading Room

PG 53 · cols. 213–217 · Read from the page

In Genesin Homilia XXIV (ΟΜΙΛΙΑ ΚΔʹ; Gen. 6:9–12)

In Genesin Homilia XXIV (ΟΜΙΛΙΑ ΚΔʹ; Gen. 6:9–12)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:213Read from the page
ζηται περὶ τοῦ δικαίου; Ὅτι σε, φησὶν, εἶδον δίκαιον ἐναντίον ἐμοῦ. Ἡ ἀληθὴς ἀρετὴ αὕτη, ὅταν ἐναντίον τοῦ Θεοῦ τις ταύτην ἐπιδείκνυται, ὅταν ὁ ὀφθαλμὸς ἐκεῖνος ὁ ἀπαραλόγιστος τὴν ψῆφον φέρῃ. Εἶτα διδάσκων ἡμᾶς ὁ φιλάνθρωπος Θεὸς τὸ μέτρον τῆς ἀρετῆς, ὅπερ ἀπῄτει τότε παρὰ τοῦ δικαίου (οὐ γὰρ τὸ αὐτὸ μέτρον παρ' ἑκάστου βούλεται τῆς ἀρετῆς εἰσφέρεσθαι, ἀλλὰ τῇ διαφορᾷ τῶν χρόνων καὶ τὴν διαφορὰν τῆς ἀρετῆς ἐπιζητεῖ), φησὶν, Ὅτι σε εἶδον δίκαιον ἐναντίον ἐμοῦ ἐν τῇ γενεᾷ ταύτῃ, εἰς κακίαν ἀποκλινάσῃ τοσαύτην, ἐν τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ, τὴν τοσαύτην ἀγνωμοσύνην ἐπιδειξαμένῃ. Σὲ εἶδον δίκαιον, σὲ μόνον εὗρον εὐγνώμονα, σὲ εἶδον τῆς ἀρετῆς πολὺν ποιούμενον λόγον· σὺ μόνος ἐναντίον μου δίκαιος ὤφθης, τούτων ἁπάντων ἀπολλυμένων· σὲ προστάττω εἰσελθεῖν μετὰ τοῦ οἴκου σου παντὸς εἰς τὴν κιβωτόν· ἀπὸ δὲ τῶν κτηνῶν τῶν καθαρῶν κελεύω σε εἰσαγαγεῖν ἑπτὰ ἑπτά. Ἐπειδὴ προλαβὼν προσέταξεν ἀδιορίστως ἀπὸ πάντων μίαν συζυγίαν εἰσαχθῆναι· διὰ τοῦτο νῦν φησιν, Ἀπὸ δὲ τῶν καθαρῶν ἑπτὰ ἑπτὰ, ἀπὸ δὲ τῶν μὴ καθαρῶν δύο δύο, ἄρσεν καὶ θῆλυ. Εἶτα τὴν αἰτίαν διδάσκων ἐπήγαγε, Διαθρέψαι σπέρμα ἐπὶ πᾶσαν τὴν γῆν. Ἄξιον δὲ ἐνταῦθα διερευνῆσαι καὶ ἰδεῖν, πόθεν ᾔδει ὁ δίκαιος τίνα μὲν ἦν καθαρὰ, τίνα δὲ ἀκάθαρτα. Οὐδέπω γὰρ ἦν ἡ διαίρεσις αὕτη γεγενημένη, ἣν μετὰ ταῦτα ὁ Μωϋσῆς ἐνομοθέτησε τοῖς Ἰουδαίοις. Πόθεν οὖν ᾔδει; Οἴκοθεν, κινούμενος ἀπὸ τῆς ἐν τῇ φύσει ἐναποκειμένης διδασκαλίας, μετὰ δὲ ταύτης καὶ ὁ λογισμὸς ὑπηγόρευσεν. Οὐδὲν γὰρ ἀκάθαρτον τῶν παρὰ τοῦ Θεοῦ γεγενημένων. Πῶς γὰρ ἀκάθαρτον καλέσαιμέν τι τῶν δημιουργηθέντων, ἅπαξ τῆς ἄνωθεν ψήφου περὶ αὐτῶν γεγενημένης καὶ εἰπούσης τῆς θείας Γραφῆς, ὅτι Εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν; Ἀλλὰ λοιπὸν ἡ φύσις ἀφ' ἑαυτῆς κινουμένη τὴν διάκρισιν ταύτην ἐπεδείξατο. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἐννόησόν μοι ἔτι καὶ νῦν, ὅπως ἔν τισι μὲν τόποις τινῶν ἀπέχονται ἔνιοι ὡς ἀκαθάρτων καὶ μὴ νενομισμένων, ἔνιοι δὲ τούτων πάλιν τὴν μετάληψιν ποιοῦνται, τῆς συνηθείας αὐτοὺς ἐπὶ τοῦτο ἀγούσης. Οὕτως οὖν καὶ τότε αὐτὴ ἡ ἐναποκειμένη γνῶσις τῷ δικαίῳ ἐδίδασκε, τίνα μὲν ἦν πρὸς βρῶσιν ἐπιτήδεια, τίνα δὲ ἀκάθαρτα, οὐκ ὄντα, ἀλλὰ νομιζόμενα. Τίνος ἕνεκεν, εἰπέ μοι, ὄνον ἀκάθαρτον ἡγούμεθα, καίτοι οὐδὲν ἕτερον σιτούμενον ἢ σπέρματα, ἕτερα δὲ τῶν τετραπόδων πρὸς βρῶσιν ἐπιτήδεια νομίζομεν, καίτοι ἀκαθάρτου τροφῆς μεταλαμβάνοντα; Οὕτως ἡ παρὰ τοῦ Θεοῦ χορηγηθεῖσα τῇ φύσει γνῶσις τούτων διδάσκαλος ἐγίνετο. Ἑτέρως δὲ ἔστιν εἰπεῖν, ὅτι καὶ ὁ προστάξας Θεὸς τὴν γνῶσιν αὐτῷ τούτων δήλην ἐποίησεν. Ἀλλὰ περὶ μὲν τῶν καθαρῶν καὶ ἀκαθάρτων ἀρκούντως εἰρήκαμεν.
es such a verdict concerning the righteous man? Because thee, says He, have I seen righteous before Me. True virtue is this, when one displays it before God, when that undeceivable eye casts its vote. Then the humane God, teaching us the measure of virtue which He then exacted from the righteous man (for He wills not that the same measure of virtue be contributed from each person, but according to the difference of times seeks also the difference of virtue), says: Because thee have I seen righteous before Me in this generation, which has inclined towards so great wickedness, in this wicked generation, which has displayed so great ingratitude. Thee have I seen righteous, thee alone have I found grateful, thee have I seen making great account of virtue; thou alone hast appeared righteous before Me while all these perish; thee do I command to enter with all thy house into the ark; and from the clean cattle I bid thee bring in seven by seven. Since earlier He had enjoined indefinitely that one pair from all be brought in, on this account He now says: And from the clean seven by seven, and from the unclean two by two, male and female. Then, teaching the cause, He added: To nourish seed upon all the earth. Here it is worthwhile to search out and see whence the righteous man knew which were clean and which unclean. For not yet had this division taken place, which after these things Moses enacted as law for the Jews. Whence then did he know? From within himself, moved by the teaching laid up in nature, and along with this reasoning too prompted him. For nothing of the things made by God is unclean. For how could we call anything of the things created unclean, once the vote from above had been passed concerning them and Divine Scripture had said that God saw all things whatsoever He made, and behold, they were very good? Yet hereafter nature, moved of herself, displayed this distinction. And that this is true, reflect for me even now how in certain places some abstain from certain creatures as unclean and uncustomary, while others again partake of these very ones, custom leading them hereto. Thus therefore at that time also the very knowledge laid up within taught the righteous man which were suitable for food and which unclean—not being so, but so reckoned. On what account, tell me, do we deem an ass unclean, though it feeds on nothing else than seeds, while other four-footed beasts we reckon suitable for food, though they partake of unclean nourishment? Thus the knowledge supplied to nature by God proved a teacher of these things. Or otherwise one may say that God Who gave the command also made the knowledge of these things clear to him. Yet concerning the clean and unclean creatures we have spoken sufficiently.
ϛʹ. Πάλιν δὲ ἕτερον ἡμῖν ἀνακύπτει ζήτημα· Τί δήποτε ἀπὸ μὲν τῶν ἀκαθάρτων δύο δύο, ἀπὸ δὲ τῶν καθαρῶν ἑπτὰ ἑπτά; καὶ πάλιν· Τίνος ἕνεκεν οὐχ ἓξ, οὐδὲ ὀκτὼ, ἀλλ' ἑπτά; Τάχα εἰς πολὺ μῆκος ὁ λόγος ἡμῖν ἐκτείνεται· ἀλλ' εἰ μὴ ἀπεκάμετε, καὶ βούλεσθε, συντόμως καὶ περὶ τούτων διδάξομεν τὴν ὑμετέραν ἀγάπην, ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις χορηγήσῃ. Πολλοὶ γὰρ πολλὰ περὶ τούτων μυθολογοῦσι, καὶ ἐντεῦθεν ἀφορμὴν λαμβάνοντες παρατηρήσεις ἀριθμῶν ἐπιδείκνυνται. Ὅτι δὲ οὐκ ἔστι παρατήρησις, ἀλλ' ἡ ἄκαιρος φιλοπραγμοσύνη τῶν ἀν-
6. And again another inquiry crops up for us: Why pray two by two from the unclean, but seven by seven from the clean? And again: On what account neither six, nor eight, but seven? Perhaps our discourse is stretching out to great length; yet if you have not grown weary, and so will, we shall concisely teach your charity concerning these things also whatsoever the grace of God may supply. For many tell many fables concerning these things, and taking a pretext from this, set forth observations of numbers. Yet that there is no such observation, and that the unseasonable meddlesomeness of
PG 53:214Read from the page
θρώπων ταῦτα ἀναπλάττειν ἐπιχειρεῖ, ὅθεν καὶ αἱ πλείους τῶν αἱρέσεων ἐτέχθησαν, αὐτίκα μάλα εἴσεσθε. Καὶ γὰρ ὡς ἐπὶ τὸ πλεῖστον (ἵνα δόξωμεν ὡς ἐκ περιουσίας ἐπιστομίζειν τοὺς τὰ ἀπὸ τῶν οἰκείων λογισμῶν ἐπεισφέροντας) εὑρίσκομεν ἐν ταῖς Γραφαῖς μᾶλλον τὸν τῆς συζυγίας ἀριθμὸν σωζόμενον. Καὶ γὰρ ἡνίκα ἀπέστελλε τοὺς μαθητὰς, δύο δύο αὐτοὺς ἀπέστελλε, καὶ αὐτοὶ δὲ πάντες δώδεκα ἦσαν, καὶ τὰ Εὐαγγέλια τέσσαρα τὸν ἀριθμόν ἐστιν. Ἀλλὰ ταῦτα περιττὸν κινεῖν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, δεδιδαγμένης ἅπαξ τοῖς τοιούτοις ἀποφράττειν τὰς ἀκοάς. Ἀναγκαῖον δὲ λοιπὸν εἰπεῖν, τίνος ἕνεκεν ἑπτὰ ἑπτὰ ἀπὸ τῶν καθαρῶν εἰσαχθῆναι εἰς τὴν κιβωτὸν προσέταξε. Τὸ μὲν πλείονα προστάξαι τῶν καθαρῶν εἰσαχθῆναι, διὰ τὸ παραμυθίαν τινὰ ἔχειν καὶ τὸν δίκαιον, καὶ τοὺς σὺν αὐτῷ τῆς ἐξ ἐκείνων ἀπολαύσεως μετέχοντας· τὸ δὲ ἑπτὰ ἑπτὰ, καὶ τοῦτο πάλιν, εἰ τὴν αἰτίαν μάθοιτε, ἀπόδειξις ἂν εἴη μεγίστη τῆς φιλοθέου γνώμης τοῦ δικαίου. Ἐπειδὴ γὰρ ᾔδει ὁ φιλάνθρωπος Θεὸς τοῦ ἀνδρὸς τὴν ἀρετὴν, καὶ ὅτι δίκαιος ὢν, καὶ τοσαύτης ἀπολαύσας παρὰ τοῦ Δεσπότου φιλανθρωπίας, καὶ τοῦ τοσούτου κλυδωνίου διαφυγὼν τὴν πεῖραν, ἤμελλε μετὰ τὴν ἀπαλλαγὴν τῶν δεινῶν, καὶ τὸ ἐλευθερωθῆναι τῆς ἐν τῇ κιβωτῷ διαγωγῆς, τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείκνυσθαι, καὶ βούλεσθαι θυσίας ἀνενέγκαι ὑπὲρ εὐχαριστίας τῶν γεγενημένων καὶ ὑπηργμένων αὐτῷ, ἵνα μὴ τοῦτο ποιῶν ἀκρωτηριάσῃ τὰς συζυγίας, διὰ τοῦτο προειδὼς αὐτοῦ τῆς γνώμης τὸ εὐχάριστον κελεύει ἑπτὰ ἑπτὰ εἰσάγεσθαι ἀφ' ἑκάστου γένους τῶν ὀρνέων, ἵνα τῆς πανωλεθρίας παυσαμένης καὶ τὸν οἰκεῖον σκοπὸν ἐπιδείξηται, καὶ τῇ συζυγίᾳ τῶν πετεινῶν καὶ τῶν λοιπῶν ὀρνέων μὴ λυμήνηται, ὃ δὴ καὶ προϊούσης τῆς διδασκαλίας μαθήσεσθε, ἐπειδὰν εἰς αὐτὸν τὸν τόπον παραγενώμεθα. Ὄψεσθε γὰρ τὸν δίκαιον τοῦτον τοῦτο πεποιηκότα. Ἐμάθετε τὴν αἰτίαν, δι' ἣν ἑπτὰ ἑπτὰ εἰσαγαγεῖν προσετάχθη. Μηκέτι λοιπὸν ἀνέχεσθε τῶν μυθολογεῖν ἐπιχειρούντων, καὶ καταστοιχειουμένων τῆς θείας Γραφῆς, καὶ τὰ ἀπὸ τοῦ οἰκείου νοὸς ἐπεισφερόντων τοῖς θείοις διδάγμασιν. Ἐπειδὴ τοίνυν διετάξατο πάντα σαφῶς, καὶ περὶ τῶν ὀρνέων, καὶ περὶ τῶν καθαρῶν, καὶ περὶ τῶν ἀκαθάρτων, καὶ τῆς τούτων διατροφῆς, φησὶ πρὸς τὸν δίκαιον· Ἔτι γὰρ ἡμερῶν ἑπτὰ, καὶ ἰδοὺ ἐγὼ ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, καὶ ἐξαλείψω πᾶσαν τὴν ἐξανάστασιν, ἣν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους. Σκόπει μοι καὶ ἐκ τῶν νῦν εἰρημένων τῆς ἀγαθότητος αὐτοῦ τὴν ὑπερβολὴν, πῶς μετὰ τὴν τοσαύτην μακροθυμίαν καὶ νῦν πρὸ ἑπτὰ ἡμερῶν προλέγει, βουλόμενος τῷ φόβῳ σωφρονεστέρους αὐτοὺς ποιῆσαι, καὶ εἰς μετάνοιαν ἀγαγεῖν. Καὶ ὅτι διὰ τοῦτο προλέγει, ἵνα μὴ ἐπαγάγῃ τὰ παρ' αὐτοῦ εἰρημένα, ἐννόει μοι τοὺς Νινευΐτας, καὶ βλέπε πόση ἡ διαφορὰ τούτων κἀκείνων. Μετὰ γὰρ τοσαῦτα ἔτη ἀκούσαντες ὅτι ἐπὶ θύραις ἐστὶ τὰ δεινὰ, οὐδὲ οὕτω τῆς κακίας ἔστησαν. Καὶ μὴν εἰώθαμέν πως, μελλούσης μὲν τῆς τιμωρίας, ῥᾳθυμεῖν καὶ διαναβάλλεσθαι· ἐπειδὰν δὲ πλησίον ὦμεν τῶν λυπεῖν δυναμένων, τότε συστέλλεσθαι καὶ πολλὴν ἐπιδείκνυσθαι τὴν μεταβολήν· ὃ δὴ καὶ ἐπὶ τῶν Νινευϊτῶν γέγονεν. Ἐπειδὴ γὰρ ἤκουσαν, ὅτι Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται, οὐ μόνον οὐκ ἀπηγόρευσαν, ἀλλὰ καὶ διανέστησαν πρὸς τὸ ῥηθὲν, καὶ τοσαύτην
men attempts to fabricate these things, whence also the most of the heresies were born, you shall know right away. For indeed for the most part (that we may seem as out of superabundance to stop the mouths of those who bring in notions from their own reasonings) we find in the Scriptures the number of the pair rather preserved. For when He sent forth the disciples, He sent them forth two by two, and they themselves were twelve in all, and the Gospels are four in number. Yet it is superfluous to stir up these things before your charity, which has once for all been taught to stop its ears against such talk. Rather it is necessary next to state on what account He enjoined that seven by seven from the clean be brought into the ark. That He enjoined more of the clean to be brought in was so that both the righteous man and those with him might have some consolation by partaking of the enjoyment derived from them; while as for its being seven by seven, this too again, if you should learn the cause, would prove the greatest demonstration of the God-loving intention of the righteous man. For since the humane God knew the man's virtue, and that being righteous, and having enjoyed so great loving-kindness from the Master, and having escaped the trial of so great a surge, he was about, after the riddance of the dreadful woes and his liberation from life in the ark, to display his own gratitude and wish to offer up sacrifices in thanksgiving for what had come to pass and been done for him—lest in doing this he should maim the pairs, on this account, foreknowing the thankfulness of his intention, He bids seven by seven be brought in from each kind of the birds, so that once the utter destruction had ceased he might both display his own aim and do no harm to the pairing of the winged creatures and the rest of the birds, which very thing you shall also learn as our teaching proceeds, whenever we arrive at that very passage. For you shall see this righteous man having done this. You have learned the cause wherefore it was enjoined to bring in seven by seven. Bear no longer, therefore, with those who attempt to tell fables, and devise astrological schemes against Divine Scripture, and bring in notions from their own mind into the divine teachings. Since therefore He had ordained all things clearly—concerning the birds, and concerning the clean, and concerning the unclean, and their sustenance—He says unto the righteous man: For yet seven days, and behold, I bring rain upon the earth forty days and forty nights, and I will blot out every living substance which I have made from off the face of the earth, from man unto cattle. Observe for me from what is now spoken also the surpassingness of His goodness, how after so great long-suffering even now He foretells it seven days beforehand, wishing through fear to render them more chastened and lead them unto repentance! And that He foretells it on this account, lest He bring upon them the things spoken by Him, call to mind for me the Ninevites, and see how great is the difference between these men and those! For after so many years, having heard that the dreadful woes were at the doors, not even so did they cease from their wickedness. And yet we are wont somehow, while punishment is still to come, to grow slothful and put things off; whereas whenever we come near the things able to grieve us, then we draw back in awe and display great change—which very thing came to pass in the case of the Ninevites as well. For since they heard, Yet three days, and Nineveh shall be overthrown, not only did they not despair, nay they even roused themselves at what was spoken, and made so great
PG 53:215Read from the page
τῶν κακῶν τὴν ἀποχὴν ἐποιήσαντο, καὶ οὕτως ἀκριβῆ τὴν ἐξομολόγησιν ἐπεδείξαντο, ὡς καὶ μέχρι τῶν ἀλόγων ἐπεκτεῖναι αὐτοὺς τὰ τῆς ἐξομολογήσεως· οὐχ ὅτι δὲ τὰ ἄλογα ἐξωμολογήσαντο (πῶς γὰρ τὰ λόγων ἔρημα;), ἀλλ' ἵνα διὰ τούτων ἐπισπάσωνται εἰς τὴν περὶ αὐτοὺς φιλανθρωπίαν τὸν ἀγαθὸν Δεσπότην. Κηρύξαντες γὰρ, φησὶ, νηστείαν, προσέταξαν οἱ περὶ τὸν βασιλέα, καὶ τὰ κτήνη, καὶ τοὺς βόας, καὶ πάντα τὰ ἄλογα μήτε νομῆς μετασχεῖν, μήτε ὕδατος, ἀλλὰ πᾶσα τότε ἡ τῶν ἀνθρώπων φύσις σάκκον περιβαλ[λ]ομένη, καὶ αὐτὸς ὁ ἐπὶ τοῦ θρόνου καθήμενος βασιλεὺς, πολλὴν καὶ σύντονον τὴν ἐξομολόγησιν ἐποιήσαντο, καὶ ταῦτα οὐκ εἰδότες ὅτι διαφεύξονται τὴν τιμωρίαν. Ἔλεγον γὰρ, Τίς οἶδεν, εἰ ἄρα μετανοήσει ὁ Θεὸς ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησε ποιῆσαι ἡμῖν;
an abstinence from evils, and displayed so exact a confession as even to extend the rites of confession as far as the irrational beasts—not that the irrational beasts made confession (for how could creatures bereft of speech?), but that through these they might draw the good Master unto loving-kindness towards them. For having proclaimed a fast, it says, those around the king enjoined that both the cattle, and the oxen, and all the irrational beasts should partake neither of pasture nor of water; rather all humankind at that time, clad in sackcloth, and the king himself who sat upon the throne, made a great and earnest confession, and that though they knew not whether they would escape the punishment. For they said: Who knows whether God will repent over the calamity which He spoke of doing unto us?
ζʹ. Εἶδες βαρβάρων εὐγνωμοσύνην; εἶδες πῶς οὐδὲ ἡ τῶν ἡμερῶν στενοχωρία αὐτοὺς ὀκνηροτέρους εἰργάσατο, οὐδὲ ἀπαγορεῦσαι πεποίηκεν; Ὅρα καὶ τούτους μετὰ τοσοῦτον ἀριθμὸν ἐτῶν ἀκούσαντας, ὅτι ἔτι ἑπτὰ ἡμέραι, καὶ ὁ κατακλυσμὸς ἐπάγεται, οὐδὲ οὕτως ἐπιστρεφομένους, ἀλλ' ἀναλγήτως διακειμένους, ὅθεν ὡμολογημένον ἂν εἴη, ὅτι ἡ προαίρεσις ἡ ἡμετέρα τῶν κακῶν ἁπάντων αἰτία. Ἰδοὺ γὰρ καὶ οὗτοι ἄνθρωποι, κἀκεῖνοι ἄνθρωποι, καὶ τῆς αὐτῆς φύσεως, ἀλλ' οὐ τῆς αὐτῆς προαιρέσεως. Διὸ οὐδὲ τῶν αὐτῶν ἀπήλαυσαν, ἀλλ' οἱ μὲν διέφυγον τὴν καταστροφὴν, τοῦ ἀγαθοῦ Θεοῦ ἀρκεσθέντος αὐτῶν τῇ μετανοίᾳ διὰ τὴν οἰκείαν φιλανθρωπίαν, οἱ δὲ ὑποβρύχιοι γενόμενοι πανωλεθρίᾳ παρεδόθησαν. Ἔτι γὰρ, φησὶν, ἡμερῶν ἑπτὰ, ἐπάγω ὑετὸν ἐπὶ τῆς γῆς. Εἶτα αὐξῆσαι τὸν φόβον βουλόμενός φησι· Τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. Τί γάρ; οὐκ ἦν αὐτῷ δυνατὸν, εἴπερ ἐβούλετο, ἐν μιᾷ ἡμέρᾳ πάντα τὸν ὑετὸν ἐπαγαγεῖν; Τί δὲ λέγω ἐν μιᾷ ἡμέρᾳ; Ἐν μιᾷ ῥοπῇ. Ἀλλ' ἐπίτηδες τοῦτο ποιεῖ βουλόμενος ὁμοῦ καὶ τὸν φόβον ἐπιτεῖναι, καὶ ἀφορμὴν αὐτοῖς παρασχεῖν τοῦ κἂν πρὸς αὐταῖς ταῖς θύραις γενομένους τὴν τιμωρίαν διαφυγεῖν. Καὶ ἐξαλείψω, φησὶ, πᾶσαν τὴν ἐξανάστασιν, ἣν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους. Ὅρα πῶς καὶ ἅπαξ καὶ δεύτερον προλέγει, καὶ οὐδὲ οὕτω καθικνεῖται. Ταῦτα δὲ πάντα ἐποίει, ἵνα ἡμᾶς διδάξῃ, ὅτι δικαίως αὐτοῖς τὴν τοσαύτην τιμωρίαν ἐπήγαγε, καὶ μηδεὶς ἔχῃ μέμφεσθαι τῶν ἀνοήτων, καὶ λέγειν, ὅτι Εἰ ἐμακροθύμησεν, ἄρα ἂν ἀπέσχοντο τῆς κακίας, καὶ ἐπανῆλθον πρὸς τὴν ἀρετήν. Διὸ καὶ τῶν ἐτῶν τὸν ἀριθμὸν δῆλον ἡμῖν ποιεῖ, καὶ τῆς κιβωτοῦ τὴν κατασκευὴν προστάττει. Καὶ μετὰ ταῦτα ἅπαντα καὶ πρὸ τῶν ἑπτὰ ἡμερῶν προλέγει, ἵνα πάντων τῶν ἀπερισκέπτως φθέγγεσθαι βουλομένων ἐπιστομίσῃ τὴν ἀναίσχυντον γλῶσσαν. Καὶ ἐποίησε, φησὶ, Νῶε πάντα ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός. Ὅρα πῶς καὶ νῦν ἀνακηρύττει τοῦ δικαίου τὴν εὐγνωμοσύνην καὶ τὴν ὑπακοὴν ἡ θεία Γραφὴ, διδάσκουσα ὡς οὐδὲν τῶν ἐπιταχθέντων παρέλιπεν, ἀλλὰ πάντα πληρώσας, τῆς οἰκείας ἀρετῆς καὶ διὰ τούτου τὴν ἀπόδειξιν παρέσχετο.
7. Did you see the gratitude of barbarians? Did you see how not even the straitness of the days rendered them more sluggish, nor caused them to despair? See these men too, who after so great a number of years heard that yet seven days and the flood is brought on, and not even so turned back, but remained insensibly disposed—whence it must be acknowledged that our own moral choice is the cause of all evils! For behold, both these were men and those were men, and of the same nature, yet not of the same moral choice. Wherefore neither did they enjoy the same lot; rather the latter escaped the overthrow, the good God being satisfied with their repentance through His own loving-kindness, while the former, sunk beneath the waters, were given over to utter destruction. For yet seven days, says He, I bring rain upon the earth. Then, wishing to increase their fear, He says: Forty days and forty nights. Why so? Was it not possible for Him, had He willed, to bring on all the rain in a single day? Why do I say in a single day? In a single moment! Yet He does this on purpose, wishing at once both to intensify their fear and to afford them an occasion, even when come right to the very doors, to escape the punishment. And I will blot out, says He, every living substance which I have made from off the face of the earth, from man unto cattle. See how both once and a second time He foretells it, and not even so does it reach their hearts! And all these things He did so as to teach us that He justly brought so great a punishment upon them, and so that none of the foolish might be able to find fault and say: Had He shown long-suffering, they would doubtless have abstained from wickedness and returned towards virtue. Wherefore He both makes clear to us the number of the years, and commands the construction of the ark; and after all these things He also foretells it seven days beforehand, so that He may stop the shameless tongue of all who wish to speak heedlessly. And Noah did, it says, all things whatsoever the Lord God commanded him. See how now too Divine Scripture proclaims aloud the gratitude and obedience of the righteous man, teaching that he left out none of the things enjoined, but having fulfilled all things, furnished through this too the demonstration of his own virtue.
ηʹ. Τοῦτον τοίνυν καὶ ἡμεῖς μιμησώμεθα τὸν δίκαιον, καὶ τὰς παρὰ τοῦ Θεοῦ ἐντολὰς ἡμῖν δεδομένας πληροῦν
8. Let us too, therefore, imitate this righteous man, and to fulfil the commandments given us by God
PG 53:216Read from the page
σπουδάζωμεν, καὶ μὴ καταφρονῶμεν τῶν παρὰ τοῦ Θεοῦ δεδομένων ἡμῖν νόμων, ἀλλ' ἔναυλον ἔχοντες τούτων τὴν μνήμην, πρὸς τὴν τούτων κατόρθωσιν ἐπειγώμεθα, καὶ μὴ ῥᾳθύμως τὰ κατὰ τὴν ἑαυτῶν σωτηρίαν οἰκονομῶμεν, καὶ μάλιστα ὅτι πολλῷ μεῖζον μέτρον ἀρετῆς νῦν ἀπαιτούμεθα, ὅσῳ καὶ μειζόνων ἀπηλαύσαμεν. Διὸ καὶ ὁ Χριστὸς ἔλεγεν, Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Σκοπῶμεν τοίνυν καθ' ἑαυτοὺς, καὶ μὴ ἁπλῶς παρατρέχωμεν τὸ εἰρημένον, ἀλλὰ ἐννοήσωμεν, ὅση κείσεται κόλασις τοῖς μὴ μόνον ὑπερβαίνειν ἐκείνους μὴ σπουδάζουσιν, ἀλλὰ καὶ ἔλαττον αὐτῶν ἔχουσι, καὶ μὴ ἀνεχομένοις μήτε ὀργὴν ἀφεῖναι τῷ πλησίον, μήτε καθαρὰν τὴν γλῶτταν διατηρεῖν ἀπὸ τῶν ὅρκων, μήτε τῷ ὀφθαλμῷ βουλομένοις ἀποτειχίζειν τὴν ἐπιβλαβῆ θέαν, καὶ τοῦ Δεσπότου προστάττοντος, μὴ μόνον ἀδικούμενον φέρειν γενναίως, ἀλλὰ καὶ ἐπιδαψιλεύεσθαι· Τῷ θέλοντι γάρ σοι, φησὶ, κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον. Ἡμεῖς δὲ πολλάκις καὶ ἀδικεῖν ἐπιχειροῦμεν τὸν πλησίον, ἢ καὶ ἀμύνασθαι τὸν ἀδικοῦντα, καίτοι προσταττόμενοι μὴ μόνον τοὺς ἀγαπῶντας ἀγαπᾷν (Τοῦτο γὰρ καὶ οἱ τελῶναι, φησὶ, ποιοῦσιν), ἀλλὰ καὶ πρὸς τοὺς ἐχθραίνοντας γνησίως διακεῖσθαι, οὐδὲ πρὸς τοὺς ἀγαπῶντας τὴν ἴσην ἀγάπην ἐπιδεικνύμεθα. Διὰ ταῦτα ἀλγῶ καὶ ὀδυνῶμαι ὁρῶν τῆς μὲν ἀρετῆς τοσαύτην ἐν ἡμῖν τὴν σπάνιν, τῆς δὲ κακίας καθ' ἑκάστην ἡμέραν τὴν ἐπίτασιν γινομένην, καὶ οὔτε τῆς γεέννης τὸν φόβον ἐκκόπτοντα ἡμῶν τὴν ἐπὶ τὴν κακίαν ὁρμὴν, οὔτε τῆς βασιλείας τὸν πόθον προτρεπόμενον ἐπὶ τὴν τῆς ἀρετῆς ὁδὸν, ἀλλὰ πάντας, ὡς εἰπεῖν, βοσκημάτων δίκην ἀπαγομένους, καὶ οὐδεμίαν ἔννοιαν λαμβάνοντας οὔτε τῆς φοβερᾶς ἐκείνης ὥρας, οὔτε τῶν παρὰ τοῦ Θεοῦ τεθέντων ἡμῖν νόμων, ἀλλὰ πρὸς τὴν τῶν ἀνθρώπων ὑπόληψιν ἅπαντας ἐπτοημένους, καὶ τὸν παρὰ τούτων ἔπαινον θηρωμένους, καὶ μηδὲ ἀκούειν τοῦ Εὐαγγελίου λέγοντος, Πῶς δύνασθε ὑμεῖς πιστεῦσαι δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, καὶ τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; Ὥσπερ δὲ οἱ ταύτης ἐφιέμενοι, ἐκείνης παντελῶς ἐκπίπτουσιν, οὕτος οἱ ἐκείνης διηνεκῶς ἐξηρτημένοι, οὐδὲ ταύτης ἀποστεροῦνται. Καὶ γὰρ αὐτὸς προλαβὼν ἐπηγγείλατο λέγων, Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν· καὶ τῷ περὶ ἐκείνην ἔχοντι τὸν πόθον ταῦτα πάντα ἕπεται. Ὁ γὰρ ἐκεῖ πτερώσας αὐτοῦ τὴν διάνοιαν, πάσης τῆς παρούσης εὐημερίας, ὡς οὐδὲ οὔσης, ὑπερορᾷ. Οἱ γὰρ τῆς πίστεως ὀφθαλμοὶ ὅταν ἐκεῖνα κατοπτεύωσι τὰ ἀπόῤῥητα ἀγαθὰ, οὐδὲ αἴσθησιν λαμβάνουσι τῶν ὁρωμένων· τοσοῦτο τὸ μέσον ἐκείνων καὶ τούτων. Ἀλλ' οὐδένα ὁρῶ προτιμῶντα τῶν ὁρωμένων τὰ μὴ ὁρώμενα. Διὸ λύπη μοί ἐστι, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου, ὅτι οὐδὲ ἡ πεῖρα τῶν πραγμάτων ἡμᾶς ἐπαίδευσεν, οὐδὲ αἱ τοῦ Θεοῦ ὑποσχέσεις, οὐδὲ τῶν δωρεῶν τὸ μέγεθος πρὸς τὸν τῆς βα⟨σι⟩λείας πόθον μεταστῆναι παρεσκεύασεν, ἀλλ' ἔτι χαμαὶ συρόμενοι προτιμῶμεν τὰ γήϊνα τῶν οὐρανίων, τὰ πρόσκαιρα τῶν μελλόντων, τὰ πρὶν ἢ φανῆναι ἀφιπτάμενα τῶν διαιωνιζόντων, καὶ τὴν πρόσκαιρον ἡδονὴν τῆς διηνεκοῦς ἡδονῆς, καὶ τὴν βραχεῖαν εὐημερίαν ταύτην
let us be zealous, and let us not despise the laws given us by God; rather, keeping the remembrance of them ringing in our ears, let us hasten towards their accomplishment, and let us not slothfully manage the matters pertaining to our own salvation—especially because a far greater measure of virtue is now exacted of us, inasmuch as we have also enjoyed greater gifts. Wherefore Christ also said: Unless your righteousness abound more than that of the scribes and Pharisees, you shall by no means enter into the kingdom of the heavens. Let us examine ourselves, therefore, and not merely run past what has been spoken, but reflect how great a chastisement shall lie in store for those who not only are not zealous to surpass those men, nay even hold less than they, and cannot endure either to remit wrath towards their neighbour, or to preserve their tongue pure from oaths, nor will to wall off the harmful sight from their eye—and though the Master commands not only nobly to bear being wronged, nay even to give yet more abundantly (For to him who wills, says He, to go to law with thee and take thy tunic, yield to him thy cloak as well), yet we often even attempt to wrong our neighbour, or else to avenge ourselves on him who wrongs us; and though commanded not only to love those who love us (For even the tax-gatherers, says He, do this), but also to be genuinely disposed towards those who bear us enmity, we do not display even equal love towards those who love us! On this account I grieve and feel anguish, seeing so great a scarcity of virtue among us on the one hand, and the intensification of wickedness taking place every day on the other, and neither the fear of Gehenna cutting off our impulse towards wickedness, nor the longing for the kingdom urging us onward to the road of virtue, but all men, so to speak, led off after the manner of cattle, and taking no thought either of that fearsome hour or of the laws laid down for us by God, rather all fluttering in excitement at the estimation of men, and hunting after praise from them, and not even hearing the Gospel when it says: How can you believe, who receive glory from men, and seek not the glory that comes from the only God? Yet just as those who covet the former fall away utterly from the latter, so those who cling continually to the latter are not deprived even of the former. For He Himself beforehand promised, saying: Seek first the kingdom of God, and all these things shall be added unto you; and upon him who cherishes longing for that kingdom all these things follow. For he who has winged his mind thither looks down upon all present prosperity as though it did not even exist. For whenever the eyes of faith survey those ineffable good things, they take not even perception of the things seen—so great is the distance between those things and these! Yet I see noone preferring the things unseen above the things seen. Wherefore there is grief for me, and unceasing anguish in my heart, because neither has experience of affairs instructed us, nor have the promises of God or the magnitude of His gifts prepared us to pass over unto the longing for the kingdom; rather, still trailing along upon the ground, we prefer earthly things above heavenly, fleeting things above those to come, things that fly away before they have appeared above those that endure forever, and temporary pleasure above continual pleasure, and this brief prosperity
Notes, col. 216

On the reading

Printed οὕτος, for οὕτως.

PG 53:217Read from the page
τοῦ παρόντος βίου τῶν ἀτελευτήτων αἰώνων ἐκείνων. Οἶδα ὅτι δάκνει τὴν ἀκοὴν ταυτι τα ῥήματα, ἀλλὰ σύγγνωτε. Ἐπιθυμῶν τὴν ὑμῶν σωτηρίαν ταῦτα φθέγγομαι, καὶ βουλόμενος ἐνταῦθα μικρὸν ὑμᾶς δηχθέντας τὴν αἰώνιον κόλασιν διαφυγεῖν, ἢ πρὸς ὀλίγον ψυχαγωγηθέντας διηνεκῆ τὴν τιμωρίαν ὑπέχειν. Εἰ γὰρ ἀνάσχησθε τῶν ἐμῶν λόγων, καὶ τὴν προλαβοῦσαν ἀθυμίαν ἀποσείσεσθε, καὶ μάλιστα νῦν ὡς ἔτι ὁ βραχὺς οὗτος καιρὸς τῆς ἁγίας ὑμῖν ὑπολέλειπται τεσσαρακοστῆς, δυνήσεσθε καὶ τὰ ἡμαρτημένα ἀπονίψασθαι, καὶ πολλὴν παρὰ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν ἐπισπάσασθαι, οὐδὲ γὰρ πολλῶν ἡμερῶν δεῖται ὁ Δεσπότης, οὐδὲ χρόνου, ἀλλ' ἐὰν θελήσωμεν καὶ ἐν ταῖς δυσὶ ταύταις ἑβδομάσι πολλὴν τὴν διόρθωσιν τῶν ἐπταισμένων ἡμῖν ποιησόμεθα. Εἰ γὰρ τοὺς Νινευΐτας, ἐπειδὴ τριῶν ἡμερῶν τὴν μετάνοιαν ἐπεδείξαντο, τοσαύτης ἠξίωσε φιλανθρωπίας, πολλῷ δὴ μᾶλλον ἡμᾶς οὐ περιόψεται· μόνον ἐὰν τὴν ἀληθῆ μετάνοιαν ἐπιδειξώμεθα, καὶ τῆς κακίας ἀποστάντες ἁψώμεθα τῆς ἐπὶ τὴν ἀρετὴν φερούσης ὁδοῦ. Καὶ γὰρ περὶ ἐκείνων, τῶν Νινευϊτῶν λέγω, μαρτυροῦσα ἡ θεία Γραφὴ, τοῦτό φησιν, ὅτι Εἶδεν ὁ Θεὸς ὅτι ἀπέστη ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς. Ἐὰν τοίνυν καὶ ἡμᾶς ἴδῃ μεταταξαμένους πρὸς τὴν ἀρετὴν, καὶ ἐκκλίναντας μὲν ἀπὸ τῆς κακίας, ἐπὶ δὲ τὴν τῶν ἀγαθῶν ἐργασίαν σπεύδοντας, δέξεται καὶ ἡμῶν τὴν ἐπιστροφὴν, καὶ τῶν φορτίων ἐλευθερώσας τῶν ἁμαρτημάτων παρέξει τὰς παρ' ἑαυτοῦ δωρεάς. Οὐδὲ γὰρ ἡμεῖς οὕτω τῆς τῶν ἁμαρτημάτων ἀπαλλαγῆς ἐπιθυμοῦμεν, καὶ σωτηρίας ἐφιέμεθα, ὡς αὐτὸς σπεύδει καὶ ἐπείγεται κἀκείνων ἡμῖν τὴν ἀπαλλαγὴν δωρήσασθαι, καὶ τῆς σωτηρίας τὴν ἀπόλαυσιν παρασχεῖν. Διὰ τοῦτο, παρακαλῶ, διεγείρωμεν ἑαυτῶν τὸν λογισμὸν, καὶ ἕκαστος ἐξεταστὴς ἑαυτῷ γινέσθω, εἴ τι πλέον αὐτῷ κατώρθωται ἐν τῷ παρελθόντι χρόνῳ, εἴ τινα ὄνησιν ἔσχεν ἐκ τῆς συνεχοῦς ταύτης διδασκαλίας, εἴ τι ἐκαρπώσατο εἰς τὴν τοῦ πλησίον κατάστασιν, εἴ τινα τῶν ἐλαττωμάτων διώρθωσε τῶν ἑαυτοῦ, εἴ τινα πρὸς φιλοσοφίαν προτροπὴν ἐδέξατο ἐκ τῆς καθημερινῆς ἡμῶν παραινέσεως· καὶ τοῖς μὲν ἤδη κατωρθωμένοις προσθήκην ἐπινοείτω, καὶ μηδέποτε παυέσθω τῆς καλῆς ταύτης ἐργασίας. Εἰ δέ τις ὑπὸ τῆς συνηθείας τῆς περὶ αὐτὸν κεκρατημένος ὁρᾷ ἑαυτὸν τοῖς αὐτοῖς ἐπιμένοντα, βιασάσθω ἑαυτοῦ τὸν λογισμὸν, δίκην ἀπαιτήσας τῆς τοσαύτης ῥᾳθυμίας, καὶ μὴ ἀνάσχοιτο περαιτέρω προελθεῖν, ἀλλὰ μέχρι τούτου στήσας τὰ τῆς πονηρᾶς συνηθείας, ἐκκοπτέτω τὴν ὁρμὴν, ἀναχαιτιζέτω τὸν λογισμὸν, εἰς ἔννοιαν ἑαυτὸν ἀγέτω τῆς φοβερᾶς ἐκείνης ἡμέρας, ἀναλογιζέσθω τῆς φρικτῆς ταύτης τραπέζης τὴν ἀπόλαυσιν, καὶ τοῦ ἐντεῦθεν ἐκπηδῶντος πυρὸς τὴν φαιδρότητα, καὶ τὴν καυστικὴν δύναμιν, καὶ οἵαν ἀπαιτεῖ τοῦ προσιόντος εἶναι τὴν διάνοιαν, παντὸς ῥύπου, πάσης κηλῖδος καθαρεύουσαν, καὶ τῶν ἀτόπων λογισμῶν τὴν συνουσίαν ἐκτρεπομένην, ἵν' οὕτως ἑαυτοὺς εὐτρεπίσαντες ταῖς μεταξὺ ταύταις ἡμέραις δυνηθῶμεν, καθ' ὅσον οἷόν τε ἐκκαθάραντες ἑαυτοὺς, καὶ τῆς ἐντεῦθεν ἀπολαύσεως μετασχεῖν, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀξιωθῆναι, ὧν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αυτὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κύριου ἡμῶν Ἰησο⟨ῦ⟩ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι
of the present life above those unending ages! I know that these words bite your hearing, yet pardon me. Desiring your salvation do I utter these things, and wishing that, bitten a little here, you may escape everlasting chastisement, rather than, beguiled with brief comfort for a little while, undergo continual punishment. For if you bear with my words, you will both shake off your former despondency, and especially now while this brief season of the holy forty-days' fast still remains for you, you will be able both to wash away the sins committed and to draw to yourselves great loving-kindness from God; for the Master stands in need neither of many days nor of time, rather if we will, even in these two weeks we shall work a great correction of the faults committed by us. For if He deemed the Ninevites worthy of so great loving-kindness because they displayed repentance for three days, how much more will He not overlook us—if only we display true repentance, and standing aloof from wickedness lay hold of the road leading unto virtue! For Divine Scripture, bearing witness concerning those men—I mean the Ninevites—says this, that God saw that each one turned away from his wicked road. If therefore He see us too ranged over on the side of virtue, turning aside from wickedness on the one hand and hastening unto the practice of good deeds on the other, He will receive our return as well, and having liberated us from the burdens of our sins will grant the gifts that come from Him. For not even we so desire riddance of our sins and long for salvation as He Himself speeds and hastens both to bestow on us riddance of those sins and to afford the enjoyment of salvation. On this account, I exhort, let us rouse up our own reasoning, and let each one become an examiner of himself: whether anything further has been rightly accomplished by him in the time past, whether he has had any benefit from this continuous teaching, whether he has reaped any fruit towards the edification of his neighbour, whether he has corrected any of his own shortcomings, whether he has received any incitement towards true philosophy from our daily exhortation; and to the things already rightly accomplished let him devise an addition, and never cease from this noble labour. And if anyone, mastered by the habit surrounding him, sees himself persisting in the same faults, let him force his own reasoning, exacting penalty for so great slothfulness, and let him not endure to advance further; rather, having halted the ways of wicked habit at this point, let him cut off its impulse, curb his reasoning, bring himself to the thought of that fearsome day, reckon up the enjoyment of this awesome table and the radiance and consuming power of the fire leaping forth thence, and of what sort it demands the mind of him who approaches to be—pure of every stain, of every blemish, and turning away from company with unseemly thoughts—so that, having made ourselves ready thus in these intervening days, and having cleansed ourselves so far as possible, we may be able both to partake of the enjoyment that comes thence and to be deemed worthy of those ineffable good things which He has promised to those who love Him, by the grace and loving-kindness of our Lord Jesus Christ, with Whom to the Father together with the Holy Spirit
Notes, col. 217

On the reading

Printed ταυτι, for ταυτὶ.

Printed τα, for τὰ.

Printed αυτὸν, for αὐτὸν.

Printed Κύριου, for Κυρίου.