Migne Reading Room

PG 53 · cols. 207–212 · Read from the page

In Genesin Homilia XXIV (ΟΜΙΛΙΑ ΚΔʹ; Gen. 6:9–12)

In Genesin Homilia XXIV (ΟΜΙΛΙΑ ΚΔʹ; Gen. 6:9–12)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:207Read from the page
προσιέναι. Οἱ γὰρ τοιοῦτοι οὐ μόνον μακαρισμῶν ἄξιοι, ἀλλὰ καὶ τῶν σπουδαζομένων ἐπιτεύξονται. Καὶ γὰρ, Χορτασθήσονται, φησὶ, τοῦτ' ἔστιν, ἐμπλησθήσονται· πληρώσουσιν αὐτῶν τὴν ἐπιθυμίαν τὴν πνευματικήν. Ἐπεὶ οὖν τοιοῦτον ἔχομεν Δεσπότην, οὕτως ἀγαθὸν, οὕτω φιλότιμον, φέρε καὶ ἡμεῖς ἐπ' αὐτὸν καταφύγωμεν, καὶ τὴν παρ' αὐτοῦ ῥοπὴν ἐπισπασώμεθα, ἵνα καὶ αὐτὸς τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος φωτίσῃ ἡμῶν τὸν λογισμὸν, πρὸς τὸ κατοπτεύειν τῶν θείων Γραφῶν τὴν δύναμιν· καὶ ὑμεῖς δὲ μετὰ πολλῆς τῆς προθυμίας, καθάπερ πεινῶντες καὶ διψῶντες, οὕτω τὴν πνευματικὴν διδασκαλίαν ὑποδέξασθε. Ἴσως γὰρ, ἴσως ὁ ἀγαθὸς καὶ εὐμήχανος Δεσπότης, κἂν ἡμεῖς εὐτελεῖς ὦμεν, καὶ μηδενὸς λόγου ἄξιοι, ἀλλὰ δι' ὑμᾶς καὶ τὴν ὠφέλειαν τὴν ὑμετέραν χορηγήσει λόγον ἡμῖν ἐν ἀνοίξει τοῦ στόματος εἰς δόξαν αὐτοῦ, καὶ εἰς οἰκοδομὴν ὑμετέραν. Εἰς τὴν ἄνωθεν τοίνυν χάριν τὸ πᾶν ἐπιῤῥίψαντες, κἀκεῖνον ἐπικαλεσάμενοι τὸν σοφίζοντα τοὺς τυφλοὺς, καὶ τρανοῦντα τὰς γλώσσας τῶν μογιλάλων, ἁψώμεθα καὶ τῶν προσφάτως ἀνεγνωσμένων, ἵν' ἅπερ ἂν αὐτὸς χορηγήσῃ τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος, ταῦτα παραθῶμεν τῇ ὑμετέρᾳ ἀγάπῃ. Ἀλλὰ συντείνατέ μοι, παρακαλῶ, τὴν διάνοιαν, καὶ μετὰ ἀκριβείας προσέχετε τοῖς λεγομένοις, πάντα βιωτικὸν λογισμὸν ἑαυτῶν ἀποστήσαντες, ἵνα καθάπερ εἰς λιπαρὰν καὶ βαθύγεων ἄρουραν, τῶν βοτανῶν καὶ τῶν ἀκανθῶν ἐκκεκαθαρμένων, οὕτω τὸν πνευματικὸν σπόρον καταβάλωμεν. Αὗται δὲ, φησὶν, αἱ γενέσεις Νῶε· Νῶε ἄνθρωπος δίκαιος, τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ εὐηρέστησε Νῶε. Ἄχρι τούτου τέλος ἔσχε τὰ τῆς διδασκαλίας χθές· διὸ χρὴ τὰ λειπόμενα εἰς μέσον προθεῖναι. Ἐγέννησε δὲ, φησὶ, Νῶε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. Οὐχ ἁπλῶς ἡμῖν ἡ θεία Γραφὴ καὶ τὸν καιρὸν καὶ τὸν ἀριθμὸν ἐπεσημήνατο τῶν παίδων τοῦ δικαίου, ἀλλὰ καὶ ἐντεῦθεν ἡμῖν λανθανόντως παραδηλῶσαι βουλομένη τῆς πολλῆς αὐτοῦ ἀρετῆς τὴν ὑπερβολήν. Ἀνωτέρω γὰρ εἰποῦσα, ὅτι Νῶε ἦν ἐτῶν πεντακοσίων, τότε ἐπήγαγε, Καὶ ἐγέννησε τρεῖς υἱούς· διδάσκουσα ἡμᾶς τῆς ἐγκρατείας αὐτοῦ τὸ ὑπεράγαν μέγεθος, καὶ ὅτι πάντων τῶν τότε ὄντων ἀνθρώπων τοσαύτῃ ἀκρασίᾳ κεχρημένων, καὶ πολλὴν τὴν λαγνείαν ἐπιδεικνυμένων, καὶ πάσης, ὡς εἰπεῖν, τῆς ἡλικίας ἐπὶ τὴν κακίαν αὐτομολησάσης· ἀκούετε γὰρ τῆς θείας Γραφῆς λεγούσης, Ἰδὼν δὲ Κύριος ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται τὰ πονηρὰ ἐπιμελῶς ἐν τῇ καρδίᾳ αὐτοῦ ἐκ νεότητος, καὶ σαφῶς ἡμῖν δεικνυούσης, ὅτι καὶ νέοι ἐνίκων τοὺς προβεβηκότας, καὶ οἱ γέροντες τῶν νέων οὐκ ἔλαττον ἐμάνησαν, καὶ ὅτι καὶ αὐτὴ ἡ ἀπειρόκακος ἡλικία πρὸς τὴν κακίαν πολλὴν εἶχε τὴν ῥοπήν.
approach spiritual teaching. For such men are not only worthy of beatitudes, but will also attain to the things they eagerly pursue. For indeed, They shall be filled, He says—that is, they shall be satiated; they will fulfil their spiritual desire. Since, therefore, we have such a Master, so good, so munificent, come, let us also flee for refuge to Him, and draw down the favour that comes from Him, so that He Himself, imitating His own lovingkindness towards humanity, may illumine our reasoning so as to behold clearly the power of the divine Scriptures; and do you also with great eagerness, just like men hungering and thirsting, thus welcome the spiritual teaching. For perhaps, perhaps the good and resourceful Master, even though we be lowly and worthy of no account, yet for your sake and for your benefit will supply us with a word in the opening of our mouth unto His glory and unto your edification. Having, therefore, cast the whole matter upon grace from above, and having called upon Him Who makes the blind wise and makes clear the tongues of the stammering, let us lay hold also of what has just been read, so that whatever He Himself may supply, imitating His own lovingkindness towards humanity, we may set before your charity. Yet brace up your mind for me, I beseech you, and attend with exactness to what is said, having put away from yourselves every worldly thought, so that just as into a rich and deep-soiled field, once the weeds and thorns have been cleared out, we may thus cast the spiritual seed. Now these, it says, are the generations of Noah: Noah was a righteous man, perfect in his generation; Noah was well-pleasing to God. As far as this point the matters of our teaching reached their end yesterday; therefore we must set forth in your midst what remains. And Noah, it says, begat three sons, Shem, Ham, and Japheth. Not simply did divine Scripture signify to us both the season and the number of the children of the righteous man, but wishing hereby also covertly to indicate to us the surpassing measure of his great virtue. For after saying above that Noah was five hundred years old, it then added, And he begat three sons: teaching us the exceeding magnitude of his continence, and that when all the men who then existed were indulging in such incontinence and displaying great lewdness, and every age of life, so to speak, had deserted to wickedness—for you hear divine Scripture saying, And the Lord, seeing that the wickednesses of men were multiplied upon the earth, and that everyone ponders evil things diligently in his heart from his youth, and clearly showing us both that young men surpassed those advanced in years, and that old men raved no less than the young, and that even the very age unexampled in evil had a great inclination towards wickedness.
βʹ. Ἵνα τοίνυν μάθωμεν, ὅπως τούτων ἁπάντων πολλὴν τὴν λύσσαν καὶ τὴν μανίαν ἐπιδεικνυμένων, ὁ δίκαιος οὗτος ἔμεινε μόνος τὸν τῆς σωφροσύνης ἆθλον μετὰ τῆς ἄλλης ἀρετῆς κατορθῶν, μέχρις ὅτε εἰς τὸ πεντακοσιοστὸν ἔτος ἔφθασε. Μετὰ τὸ εἰπεῖν γὰρ, Ἦν Νῶε ἐτῶν πεντακοσίων, τότε φησὶ, Καὶ ἐγέννησε Νῶε τρεῖς υἱούς. Εἶδες, ἀγαπητὲ, τοῦ δικαίου τὴν ὑπερβάλλουσαν ἐγκράτειαν; Μὴ γὰρ δὴ ἁπλῶς αὐτὰ παραδράμωμεν, ἀλλὰ καὶ τὸν καιρὸν ἐννοήσαντες ἐκεῖνον, καὶ τὴν κακίαν τὴν κατὰ παντὸς τοῦ τῶν ἀνθρώπων γένους διὰ τὴν πολλὴν ῥᾳθυμίαν ἐπιπολάζουσαν, σκοπήσωμεν πόσης ἦν ἀρετῆς καὶ φιλοθέου γνώμης, ἐν τοσούτῳ μήκει χρόνου
2. So that we may learn, therefore, how when all these men were displaying great frenzy and madness, this righteous man remained alone, rightly accomplishing the contest of chastity along with the rest of virtue until he reached his five-hundredth year: after saying, Noah was five hundred years old, it then says, And Noah begat three sons. Did you see, beloved, the surpassing continence of the righteous man? Let us by no means run simply past these things, but having considered both that season and the wickedness prevailing over the entire race of human beings through great indolence, let us examine of how great virtue and God-loving resolve it was, over so great a length of time,
PG 53:208Read from the page
τῆς ἐπιθυμίας τὴν λύτταν χαλινῶσαι, καὶ ἀπεναντίας τοῖς ἄλλοις ἅπασιν ἐλθεῖν, καὶ μὴ μόνον τῆς παρανόμου μίξεως ἀποσχέσθαι, ἀλλὰ καὶ τῆς νενομισμένης, καὶ τῆς ἔξω τυγχανούσης ἐγκλημάτων. Καὶ ἐγέννησε, φησὶ, Νῶε τρεῖς υἱοὺς τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. Ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας. Ἐμοὶ δοκεῖ τῇ τοῦ Θεοῦ οἰκονομίᾳ ὑπηρετούμενον τὸν δίκαιον τοῦτον καὶ νῦν τῆς μίξεως ἀνασχέσθαι, καὶ τοὺς παῖδας τούτους ἔχειν. Ἐπειδὴ γὰρ διὰ τὸ τῆς κακίας μέγεθος καὶ τὴν ὑπερβάλλουσαν πονηρίαν πανωλεθρία ἔμελλε τὴν οἰκουμένην καταλήψεσθαι, ὁ δὲ φιλάνθρωπος Θεὸς καθάπερ ῥίζαν τινὰ καὶ ζύμην ἐβούλετο τὸν δίκαιον καταλιπεῖν, ἵνα ἀπαρχὴ γένηται μετὰ τὸν ἐκείνων ἀφανισμὸν τῶν μετὰ ταῦτα μελλόντων ἔσεσθαι· ταύτης ἕνεκεν τῆς αἰτίας, μετὰ πεντακόσια ἔτη τούτους τοὺς τρεῖς παῖδας ἐσχηκὼς, μέχρι τούτων ἵσταται, δεικνὺς δι' αὐτῶν τῶν πραγμάτων, ὅτι τῇ μελλούσῃ παρὰ τοῦ Θεοῦ φιλανθρωπίᾳ εἰς τὸ τῶν ἀνθρώπων γένος ἔσεσθαι ὑπηρετούμενος τοῦτο πεποίηκε. Καὶ ἵνα μάθῃς, ὅτι οὐχ ἁπλῶς στοχασμός ἐστι ταυτὶ τὰ ῥήματα, σκόπει τῆς Γραφῆς τὴν ἀκρίβειαν. Ἐπειδὴ γὰρ εἶπε, ὅτι ἔσχεν ὁ δίκαιος τοὺς τρεῖς υἱοὺς, εὐθέως ἐπήγαγεν· Ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας. Εἶδες ἐπὶ τῆς αὐτῆς φύσεως πολλὴν καὶ ἄφατον τὴν διαφοράν; Ἐπὶ μὲν γὰρ τοῦ δικαίου ἔλεγεν ἡ Γραφὴ, Νῶε ἄνθρωπος δίκαιος, τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ· ἐπὶ δὲ τῶν λοιπῶν ἁπάντων φησὶν, Ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας. Τῷ ὀνόματι τῆς γῆς τὸ τῶν ἀνθρώπων πλῆθος ὀνομάζει. Ἐπειδὴ γὰρ πᾶσαι αὐτῶν αἱ πράξεις γήϊναι ἐτύγχανον, διὰ τοῦτο τῷ τῆς γῆς ὀνόματι τὴν εὐτέλειαν αὐτῶν ἐμφαίνει, καὶ τῆς κακίας τὴν ὑπερβολήν. Καθάπερ γὰρ ἐπὶ τοῦ πρωτοπλάστου, μετὰ τὴν παράβασιν καὶ τὴν ἀφαίρεσιν τῆς δόξης τῆς πρότερον περιστελλούσης αὐτὸν, τῷ ἐπιτιμίῳ τοῦ θανάτου αὐτὸν ὑπαγαγὼν ἔλεγε, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· οὕτω δὴ καὶ ἐνταῦθα, ἐπειδὴ ἦν πολλὴ τῶν κακῶν ἡ ἐπίτασις, φησὶν, Ἐφθάρη δὲ ἡ γῆ. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἐφθάρη δὲ ἡ γῆ, ἀλλ' Ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας. Τῷ εἰπεῖν, Ἐφθάρη, πᾶσαν τὴν κακίαν αὐτῶν ἐνέφηνεν. Οὐδὲ γὰρ ἔστιν εἰπεῖν, ὅτι ἑνὶ καὶ δύο ἁμαρτήμα⟨σι⟩ν ὑπευθύνους ἑαυτοὺς κατέστησαν, ἀλλὰ πάσας τὰς παρανομίας μετὰ πολλῆς τῆς δαψιλείας διεπράττοντο· διὸ καὶ ἐπήγαγε, Καὶ ἐπλήσθη ἡ γῆ ἀδικί⟨ας⟩. Οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχε τὴν κακίαν ἐπετήδευον, ἀλλ' ἑκάστην ἁμαρτίαν μετὰ πολλῆς τῆς ἐπιτάσεως ἐπεδείκνυντο. Καὶ ὅρα πῶς λοιπὸν οὐδὲ μνήμης αὐτοὺς ψιλῆς ἀξιῶσαι ἀνέχεται, ἀλλὰ τῷ τῆς γῆς ὀνόματι αὐτοὺς καλεῖ, δεικνῦσα καὶ τῆς κακίας τὴν ὑπερβολὴν, καὶ τῆς τοῦ Θεοῦ ἀγανακτήσεως τὸ μέγεθος. Ἐφθάρη δὲ ἡ γῆ, φησὶν, ἐναντίον τοῦ Θεοῦ, τοῦτ' ἔστιν, ἀπεναντίας τοῖς τοῦ Θεοῦ προστάγμασιν ἅπαντα διεπράττοντο, καταπατοῦντες τοῦ Θεοῦ τὰς ἐντολὰς, καὶ τὸν ἐν τῇ φύσει κείμενον τῇ ἀνθρωπίνῃ διδάσκαλον διὰ τῆς οἰκείας ῥᾳθυμίας προδεδωκότες. Καὶ ἐπλήσθη, φησὶν, ἡ γῆ ἀδικίας. Εἶδες, ἀγαπητὲ, ὅσον κακὸν ἁμαρτία, πῶς καὶ αὐτῆς τῆς προσηγορίας, καὶ τοῦ ἀνθρώπους ὀνομάζεσθαι λοιπὸν ἀναξίους ἀπεργάζεται; Ἄκουε πάλιν καὶ τῶν ἑξῆς· Και εἶδε Κύριος ὁ Θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη. Ὅρα πάλιν γῆν αὐτοὺς ὀνομαζομένους. Εἶτα, ἐπειδὴ καὶ ἅπαξ καὶ δεύτερον καὶ τρίτον γῆν αὐτοὺς ὠνόμασεν, ἵνα μή τις ὑπολάβῃ περὶ τῆς γῆς τῆς αἰσθητῆς ταῦτα εἰρῆσθαι, φησὶν, Ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς. Οὐδὲ νῦν ἀνθρώπους αὐτοὺς καλέσαι κ⟨α⟩τηξίωσεν, ἀλλὰ τῷ τῆς σαρκὸς ὀνόματι μόνον ἐνδείξασθαι ἡμῖν βούλεται, ὅτι οὐ περὶ τῆς γῆς ταῦτά φησιν, ἀλλὰ περὶ τῶν ἀνθρώπων τῶν σάρκα περικειμένων, καὶ ταῖς γηΐναις πράξεσιν ἑαυτοὺς καταναλωσάντων. Ἔθος γὰρ τῇ Γραφῇ, καθάπερ πολλάκις εἴπομεν ἐπὶ
to bridle the frenzy of concupiscence, and to go contrary to all the others, and to abstain not only from unlawful intercourse, but even from that which is lawful and free of accusations. And Noah, it says, begat three sons, Shem, Ham, and Japheth. And the earth was corrupted before God, and the earth was filled with iniquity. It seems to me that it was in ministering to the dispensation of God that this righteous man endured intercourse even now, and had these children. For since on account of the magnitude of wickedness and surpassing depravity utter ruin was about to overtake the inhabited world, while God Who loves humanity willed to leave the righteous man behind like some root and leaven, so that after their obliteration there might be a first-fruits of those who were to exist afterwards—on account of this cause, having had these three children after five hundred years, he stops at them, showing through the very deeds themselves that he has done this in ministering to the lovingkindness towards humanity that was about to come from God unto the race of men. And so that you may learn that these words are not mere conjecture, observe the exactness of Scripture. For after it said that the righteous man had the three sons, it at once added: And the earth was corrupted before God, and the earth was filled with iniquity. Did you see in the same nature a great and ineffable difference? For in the case of the righteous man Scripture said, Noah was a righteous man, perfect in his generation; whereas in the case of all the rest it says, And the earth was corrupted before God, and the earth was filled with iniquity. By the name of 'earth' it names the multitude of human beings. For since all their deeds were earthly, on this account by the name of 'earth' it indicates their baseness and the excess of their wickedness. For just as in the case of the first-formed man, after the transgression and the stripping away of the glory that formerly clothed him round, having subjected him to the penalty of death He said, Earth you are, and unto earth you shall depart; so indeed here as well, since the intensity of evils was great, it says, And the earth was corrupted. And it did not say simply, And the earth was corrupted, but Before God, and the earth was filled with iniquity. By saying, Was corrupted, it declared all their wickedness. For one cannot even say that they rendered themselves liable to one or two sins, but they perpetrated all lawlessnesses with great profusion; wherefore it also added, And the earth was filled with iniquity. Not simply, nor at random, did they practise wickedness, but they displayed each sin with great intensity. And behold how henceforth it does not even brook deeming them worthy of bare mention, but calls them by the name of 'earth', showing both the excess of their wickedness and the magnitude of God's indignation. And the earth, it says, was corrupted before God—that is, they perpetrated all things in opposition to the ordinances of God, trampling underfoot the commandments of God, and having betrayed through their own indolence the teacher implanted in human nature. And the earth, it says, was filled with iniquity. Did you see, beloved, how great an evil sin is, how it renders men henceforth unworthy even of their very appellation and of being named human beings? Hear again what follows as well: And the Lord God saw the earth, and it was corrupted. Behold them called 'earth' once more. Next, since it named them 'earth' once, twice, and a third time, lest anyone suppose these things to have been spoken concerning the perceptible earth, it says, Because all flesh had corrupted his way upon the earth. Not even now did it deign to call them human beings, but by the name of 'flesh' alone it wishes to indicate to us that it says these things not concerning the earth, but concerning human beings clothed in flesh, who had squandered themselves away in earthly deeds. For it is the custom of Scripture, just as we have often said to
Notes, col. 208

On the reading

Printed Και, for Καὶ.

PG 53:209Read from the page
τῆς ὑμετέρας ἀγάπης, τοὺς σαρκικὸν φρόνημα ἐπιδειξαμένους, καὶ μηδὲν ὑψηλὸν φανταζομένους τῷ τῆς σαρκὸς ὀνόματι προσαγορεύειν, καθάπερ καὶ ὁ μακάριος Παῦλός φησιν· Οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται. Τί οὖν; αὐτὸς ὁ ταῦτα λέγων οὐχὶ σάρκα περιέκειτο; Ἀλλ' οὐ τοῦτό φησιν, ὅτι οἱ σάρκα περικείμενοι, οὐ δύνανται ἀρέσαι οὗτοι τῷ Θεῷ, ἀλλ' ὅτι οἱ μηδένα τῆς ἀρετῆς λόγον ποιούμενοι, ἀλλὰ πάντα τὰ σαρκικὰ φρονοῦντες, καὶ περὶ τὰς ταύτης ἡδονὰς κατασπώμενοι, καὶ μηδεμίαν τῆς ψυχῆς τῆς ἀσωμάτου καὶ νοερᾶς φροντίδα ποιούμενοι. Ἐπεὶ οὖν διὰ τῶν εἰρημένων ἐδίδαξεν ἡμᾶς ἡ θεία Γραφὴ τῶν ἁμαρτημάτων τὸ πλῆθος, τῆς κακίας τὴν ὑπερβολὴν, τῆς ἀγανακτήσεως τοῦ Θεοῦ τὸ μέγεθος, καὶ ὅτι διὰ τὴν τῶν παρανόμων ἔργων ἐπιτήδευσιν καὶ ἅπαξ καὶ δεύτερον καὶ τρίτον γῆν αὐτοὺς ὠνόμασε, καὶ τῷ τῆς σαρκὸς ὀνόματι προσηγόρευσεν, ἀποστερήσασα τοῦ τῆς κοινῆς φύσεως ὀνόματος, διὰ τῶν ἐπαγομένων τὴν ἄφατον ἡμῖν τοῦ Θεοῦ φιλανθρωπίαν ἐνδείκνυται, καὶ τῆς συγκαταβάσεως τὴν ὑπερβολήν. Τί γάρ φησι; Καὶ εἶπεν ὁ Θεὸς πρὸς Νῶε.
your charity, to address by the name of 'flesh' those who have displayed a fleshly mindset and imagine nothing lofty, just as the blessed Paul also says: Now those who are in the flesh cannot please God. What then? Was not he himself who said these things clothed in flesh? Yet he does not say this, that those who are clothed in flesh cannot please God, but those who make no account of virtue, minding instead all fleshly things, and dragged down among its pleasures, and taking no care at all for the incorporeal and intellectual soul. Since, therefore, through what has been spoken divine Scripture taught us the multitude of their sins, the excess of their wickedness, the magnitude of God's indignation, and that on account of their practice of lawless works it named them 'earth' once, twice, and a third time, and addressed them by the name of 'flesh', having deprived them of the name of our common nature, through what is added next it indicates to us the ineffable lovingkindness of God towards humanity, and the excess of His condescension. For what does it say? And God said to Noah.
γʹ. Ὅρα ἀγαθότητος ὑπερβολήν. Καθάπερ γὰρ φίλος φίλῳ, οὕτω λοιπὸν κοινοῦται τῷ δικαίῳ περὶ τῆς τιμωρίας, ἣν ἐπάγειν μέλλει τῷ τῶν ἀνθρώπων γένει, καί φησι· Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ, ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ' αὐτῶν. Καὶ ἰδοὺ ἐγὼ καταφθείρω αὐτοὺς καὶ τὴν γῆν. Τί ἐστι, Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ; Πολλὴν, φησὶν, ἐπεδειξάμην τὴν μακροθυμίαν, πολλὴν τὴν ἀνεξικακίαν, οὐ βουλόμενος ταύτην ἐπάγειν τὴν τιμωρίαν, ἣν ἐπάγειν μέλλω· ἀλλ' ἐπειδὴ πολλὴ τῶν ἡμαρτημένων αὐτοῖς ἡ ὑπερβολὴ εἰς αὐτὸν ἤγαγεν αὐτοὺς τὸν καιρὸν, καὶ τέλος δεῖ λοιπὸν ἐπιτεθῆναι, καὶ ἐκκοπῆναι αὐτῶν τὴν κακίαν, ὥστε μὴ περαιτέρω προβῆναι· Καιρὸς γὰρ, φησὶ, παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ. Ὅρα καὶ ἐνταῦθα, πῶς καθάπερ ἀνωτέρω ἔλεγε, Πᾶς τις διανοεῖται, οὕτω καὶ νῦν, Παντὸς ἀνθρώπου. Πάντες γὰρ συμφωνοῦσι, πρὸς τὴν παρανομίαν ηὐτομόλησαν, φησὶ, καὶ οὐκ ἔστιν εὑρεῖν ἐν τοσούτῳ πλήθει τινὰ τῆς ἀρετῆς λόγον ποιούμενον. Καιρὸς γὰρ, φησὶ, παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ. Καιρὸς, τοῦτ' ἔστιν, ἔφθασεν ὁ καιρὸς, καθ' ὃν δεῖ τὴν τομὴν ἐπιθεῖναι, καὶ τὴν νομὴν τοῦ ἕλκους ἐπισχεῖν. Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ· ὡσανεὶ μηδενὸς ἐφορῶντος, καὶ μέλλοντος εὐθύνας ἀπαιτεῖν τῶν αὐτοῖς πεπλημμελημένων, οὕτω πρὸς τὰς παρανόμους πράξεις ἑαυτοὺς ἐξέδωκαν, οὐκ ἐννοοῦντες ὅτι ἐμὲ λαθεῖν οὐχ οἷόν τε τὸν τὴν σύστασιν τῆς ζωῆς χαριζόμενον, καὶ σῶμα καὶ ψυχὴν χαρισάμενον, καὶ τοσούτων ἀγαθῶν τὴν χορηγίαν παρεσχηκότα. Καιρὸς τοίνυν παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ. Εἶτα ὥσπερ ἀπολογούμενος τῷ δικαίῳ, καὶ δεικνὺς ὅτι ἡ τῶν ἡμαρτημένων αὐτοῖς ὑπερβολὴ εἰς ταύτην αὐτὸν ἐκκαλεῖται τὴν ἀγανάκτησιν, φησὶν, Ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ' αὐτῶν. Μὴ γὰρ παρέλιπόν τι, φησὶ, τῶν εἰς κακίαν συντεινόντων; Τοσοῦτον ἐπεδείξαντο τὸ μέγεθος, ὡς καὶ ὑπερβλύζειν λοιπὸν τὴν κακίαν, καὶ πᾶσαν τὴν γῆν τῆς κακίας ἐμπεπλῆσθαι. Διά τοι τοῦτο καὶ αὐτοὺς καταφθείρω, καὶ τὴν γῆν, Καὶ ἰδοὺ, φησὶν, ἐγὼ καταφθείρω αὐτοὺς καὶ τὴν γῆν. Ἐπειδὴ αὐτοὶ προλαβόντες διὰ τῶν παρανόμων πράξεων ἑαυτοὺς κατέφθειραν, διὰ τοῦτο παντελῆ πανωλεθρίαν ἐπάγω, καὶ ἀφανισμὸν ἐργάζομαι, καὶ αὐτῶν, καὶ τῆς γῆς, ἵνα καθαρμόν τινα δυνηθῇ δέξασθαι ἡ γῆ, καὶ ἀποκαθήρασθαι τοῦ ῥύπου τῶν τοσούτων ἁμαρτημάτων. Ἐννόει μοι λοιπὸν ποίαν
3. Behold the excess of goodness! For just like a friend to a friend, so henceforth He shares His counsel with the righteous man concerning the punishment which He is about to bring upon the race of men, and says: The season of every man has come before Me, because the earth has been filled with iniquity from them. And behold, I destroy them and the earth. What does this mean: The season of every man has come before Me? I have displayed, He says, great long-suffering, great forbearance, not wishing to bring on this punishment which I am about to bring on; yet since the great excess of their sins has brought them to the very season itself, an end must henceforth be set, and their wickedness must be cut off, so that it may advance no further; for the season, He says, of every man has come before Me. Behold here also how, just as He said above, Everyone ponders, so now too, Of every man. For all are of one accord, they have deserted to lawlessness, He says, and in so great a multitude it is not possible to find anyone making account of virtue. For the season, He says, of every man has come before Me. The season—that is, the season has arrived at which it is necessary to apply the excision and check the spreading of the ulcer. The season of every man has come before Me: as though no one were watching over them and about to demand an accounting for their offences, so did they give themselves up to lawless deeds, not considering that it is impossible to escape My notice, Who graciously bestow the constitution of life, and have graciously granted both body and soul, and have supplied the abundance of so many good things. The season, therefore, of every man has come before Me. Next, as though making a defence to the righteous man, and showing that the excess of their sins calls Him forth to this indignation, He says, Because the earth has been filled with iniquity from them. For did they omit anything, He says, of the things that tend to wickedness? They displayed so great a magnitude that wickedness henceforth even brims over, and the whole earth has been filled with wickedness. On this very account I destroy both them and the earth: And behold, He says, I destroy them and the earth. Since they first corrupted themselves through their lawless deeds, on this account I bring on complete and utter ruin, and work the obliteration both of them and of the earth, so that the earth may be able to receive some purification and be cleansed of the defilement of such great sins. Consider, I pray you, henceforth what sort of
PG 53:210Read from the page
εἰκὸς ἔχειν ψυχὴν τὸν δίκαιον τοῦτον ταῦτα ἀκούοντα παρὰ τοῦ Δεσπότου. Εἰ γὰρ καὶ πολλὴν ἀρετὴν ἑαυτῷ συνήδει, ἀλλ' ὅμως οὐκ ἀναλγήτως ἐδέχετο τὰ λεγόμενα. Φιλόστοργον γὰρ τῶν δικαίων τὸ γένος, καὶ ὑπὲρ τῆς τῶν ἄλλων σωτηρίας πάντα ἂν ἕλοιντο εὐκόλως ὑπομεῖναι. Πῶς τοίνυν εἰκὸς ἦν ἐκ τῶν ῥημάτων τούτων συνέχεσθαι τὸν θαυμάσιον τοῦτον ὑπογράφοντα ἤδη τῷ λογισμῷ τὴν ἁπάντων ἀπώλειαν, καὶ τὴν τῆς κτίσεως ἁπάσης φθορὰν, ἴσως οὐδὲ περὶ αὐτοῦ τι χρηστὸν ὑποπτεύοντα; Οὐδέπω γὰρ ἦν αὐτῷ τοῦτο φανερόν. Ἵν' οὖν μὴ διαταράττηται τὸν λογισμὸν, ἀλλὰ μικράν τινα παραμυθίαν ἐν τῷ τοιούτῳ μεγέθει τῆς ἀθυμίας σχεῖν δυνηθῇ, ἐπειδὴ ἐδίδαξεν αὐτὸν τῆς κακίας αὐτῶν τὴν ὑπερβολὴν, καὶ ὅτι καιρὸς κατεπείγει λοιπὸν ἀπαιτῶν βαθεῖαν αὐτοὺς δέξασθαι τὴν τομὴν, φησὶ πρὸς αὐτόν· Ἐκείνους μὲν κοινὸς ὄλεθρος ἐκδέχεται, Σὺ δὲ ποίησον σεαυτῷ κιβωτόν. Τί ἐστι, Σὺ δέ; Ἐπειδὴ οὐκ ἐκοινώνησας αὐτοῖς τῆς κακίας, ἀλλὰ καὶ μετὰ ἀρετῆς τὸν βίον ὅλον διήνυσας, διὰ τοῦτό σοι προστάττω κιβωτὸν κατασκευάσαι. Ἐκ ξύλων τετραγώνων, ἀσήπτων. Νοσσιὰς ποιήσεις τὴν κιβωτὸν, καὶ ἀσφαλτώσεις ἔξωθεν καὶ ἔσωθεν αὐτὴν τῇ ἀσφάλτῳ. Ἔστω δὲ τριακοσίων πηχῶν τὸ μῆκος, καὶ πεντήκοντα τὸ πλάτος, καὶ τριάκοντα τὸ ὕψος. Ἐπισυνάγων ποιήσεις τὴν κιβωτὸν, καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν, τὴν δὲ θύραν ποιήσεις ἐκ πλαγίων, κατάγαια διώροφα καὶ τριώροφα ποιήσεις αὐτήν. Σκόπει Θεοῦ συγκατάβασιν καὶ δύναμιν ἄφατον, καὶ φιλανθρωπίαν πάντα λόγον ὑπερβαίνουσαν. Ὁμοῦ καὶ τὴν περὶ τὸν δίκαιον πρόνοιαν ἐπιδείκνυται προστάττων αὐτῷ τὴν κιβωτὸν κατασκευάσαι, καὶ διαταξάμενος καὶ τὸν τρόπον τῆς κατασκευῆς, καὶ τὸ πλάτος, καὶ τὸ ὕψος, καὶ παραμυθίαν αὐτῷ χαρίζεται μεγίστην, ἐλπίδας αὐτῷ σωτηρίας ὑπογράφων διὰ τῆς κατασκευῆς, κἀκείνους τοὺς τοσαῦτα ἡμαρτηκότας βουλόμενος διὰ τῆς κατασκευῆς τῆς κιβωτοῦ εἰς ἔννοιαν ἐλθόντας τῶν αὐτοῖς εἰργασμένων, καὶ μετάνοιαν ἐπιδειξαμένους τῆς ἀγανακτήσεως τὴν πεῖραν μὴ λαβεῖν. Οὐδὲ γὰρ ὀλίγος χρόνος πάλιν αὐτοῖς πρὸς μετάνοιαν παρεσχέθη διὰ τῆς κατασκευῆς τῆς κιβωτοῦ, ἀλλὰ καὶ σφόδρα πολὺς, καὶ ἱκανὸς, εἰ μὴ σφόδρα ἦσαν ἀγνώμονες, καταπτῆξαι πρὸς τὴν διόρθωσιν τῶν ἐπταισμένων. Εἰκὸς γὰρ ἕκαστον αὐτῶν, ὁρῶντα τὸν δίκαιον τεκταινόμενον τὴν κιβωτὸν, τὴν αἰτίαν πυνθάνεσθαι τῆς κατασκευῆς, εἶτα μαθόντα τοῦ Θεοῦ τὴν ἀγανάκτησιν, εἰς αἴσθησιν ἐλθεῖν τῶν οἰκείων ἁμαρτημάτων, εἴπερ ἐβούλοντο. Ἀλλ' ἐκεῖνοι οὐδὲ ἐντεῦθεν ἐκέρδανάν τι πλέον, οὐκ ἐπειδὴ οὐκ ἠδύναντο, ἀλλ' ἐπειδὴ οὐκ ἠβουλήθησαν.
soul it was natural for this righteous man to have as he heard these things from the Master. For even though he was conscious of great virtue in himself, nevertheless he did not receive what was said without pain. For the race of the righteous is tenderhearted, and on behalf of the salvation of others they would readily choose to undergo all things. How, therefore, was it natural for this marvellous man to be gripped with anguish by these words, sketching out already in his reasoning the ruin of all and the corruption of the entire creation, perhaps suspecting nothing favourable concerning himself either? For this was not yet manifest to him. Lest, therefore, he be troubled in his reasoning, and so that he may be able to have some small consolation in so great a magnitude of despondency, after He taught him the excess of their wickedness, and that the season now presses on demanding that they receive a deep excision, He says to him: A common ruin awaits them; but do you make for yourself an ark. What does 'But do you' mean? Since you did not share with them in wickedness, but even completed your whole life with virtue, on this account I enjoin you to build an ark. Out of squared, incorruptible timbers. You shall make the ark in chambers, and you shall coat it with pitch without and within with pitch. And let the length be three hundred cubits, and the breadth fifty, and the height thirty. Gathering it together you shall make the ark, and unto a cubit you shall finish it above, and the door you shall make out of the side; with lower, two-storeyed, and three-storeyed decks you shall make it. Observe God's condescension and ineffable power, and His lovingkindness towards humanity surpassing all reckoning. At the same time He both displays His forethought for the righteous man by enjoining him to build the ark—prescribing also the manner of its building, and its breadth, and its height—and graciously grants him the greatest consolation, sketching out hopes of salvation for him through the building, while wishing that those also who had sinned so greatly might, through the building of the ark, come to a thought of what had been wrought by them, and, having displayed repentance, not have experience of His indignation. For neither was a brief time again granted to them for repentance through the building of the ark, nay rather a very long one, and sufficient, had they not been exceedingly unfeeling, to make them cower into amending their offences. For it was natural that each of them, seeing the righteous man framing the ark, should inquire the cause of the building, and then, having learned God's indignation, come to a sense of their own sins, if indeed they had wished. Yet they gained nothing more even from this—not because they were unable, but because they were unwilling.
δʹ. Ἐπειδὴ τοίνυν τὰ περὶ τῆς κατασκευῆς τῆς κιβωτοῦ τῷ δικαίῳ διετάξατο, κοινοῦται αὐτῷ καὶ τῆς τιμωρίας τὸ εἶδος, ἧς ἤμελλεν ἐπάγειν, καί φησι· Σὺ μὲν ταύτην κατασκεύασον καθὰ διεταξάμην, ἐγὼ δὲ, ἐπειδὰν πληρώσῃς τὴν κατασκευὴν, καὶ τὰ κατὰ σὲ ἐν ἀσφαλείᾳ καταστήσω. Ἐγὼ δὲ ἰδοὺ ἐπάγω τὸν κατακλυσμὸν, ὕδωρ ἐπὶ τὴν γῆν, καταφθεῖραι πασαν σάρκα, ἐν ᾗ ἐστι πνεῦμα ζωῆς ὑποκάτω τοῦ οὐρανοῦ, καὶ ὅσα ἂν ᾖ ἐπὶ τῆς γῆς τελευτήσει. Ὅρα πῶς καὶ διὰ τῆς ἀπειλῆς δείκνυσι τῶν ἡμαρτημένων αὐτοῖς τὸ μέγεθος, καί φησι· Καὶ τὴν αὐτὴν τίμωρίαν ἐπάξω καὶ τοῖς λογικοῖς, καὶ τοῖς ἀλόγοις. Ἐπειδὴ γὰρ τὴν αὐτῶν προεδρίαν προδεδώκασι, καὶ πρὸς τὴ⟨ν⟩ τῶν ἀλόγων μετέπεσον κακίαν, οὐδεμίαν διαφορὰν ἕξει ἡ τιμωρία. Ἐπάγω γὰρ
4. After He had prescribed to the righteous man, therefore, the matters concerning the building of the ark, He shares with him also the form of the punishment which He was about to bring on, and says: Do you, for your part, build this just as I prescribed, while I, whenever you fulfil the building, shall also establish your affairs in safety. And behold, I bring on the flood, water upon the earth, to destroy all flesh in which is the breath of life under heaven, and whatever may be upon the earth shall die. Behold how through the threat as well He shows the magnitude of their sins, and says: And I shall bring on the same punishment both upon the rational and upon the irrational. For since they have betrayed their precedence and have fallen over to the baseness of irrational beasts, the punishment will have no difference. For I bring on
Notes, col. 210

On the reading

Printed πασαν, for πᾶσαν.

Printed τίμωρίαν, for τιμωρίαν.

PG 53:211Read from the page
κατακλυσμὸν ὕδατος καταφθεῖραι πᾶσαν σάρκα, ἐν ᾗ ἐστι πνεῦμα ζωῆς ὑποκάτω τοῦ οὐρανοῦ. Καὶ τὰ κτήνη, φησὶ, καὶ τὰ πετεινὰ, καὶ τὰ θηρία, τὰ καὶ τετράποδα, καὶ ὅσα ἐστὶν ὑποκάτω τοῦ οὐρανοῦ, καταφθαρήσεται. Καὶ ἵνα μάθῃς, ὅτι οὐδὲν καταλειφθήσεται, φησὶ, Καὶ ὅσα ἐστὶν ἐπὶ τῆς γῆς τελευτήσει. Καὶ γὰρ καθαρσίου λοιπὸν δεῖται ἡ οἰκουμένη, ἀλλὰ τοῦτο μή σε ταραττέτω, μηδὲ συγχείτω σου τὸν λογισμόν. Ὁρῶν γὰρ αὐτῶν τοῦ ἕλκους τὸ ἀνίατον, στῆσαι βούλομαι τὰ τῆς κακίας ῥεύματα, ἵνα μὴ μείζοσι τιμωρίαις ἑαυτοὺς ὑπευθύνους καταστήσωσι. Διὸ καὶ νῦν τὴν ἑαυτοῦ φιλανθρωπίαν μιμούμενος, καὶ ἀγαθότητι κεραννὺς τὴν ἀγανάκτησιν, τοιαύτην ἐπάγω τὴν τιμωρίαν, ὡς ἀνώδυνον αὐτοῖς γενέσθαι καὶ ἀνεπαίσθητον. Οὐδὲ γὰρ πρὸς τὸ τῶν ἡμαρτημένων αὐτοῖς μέγεθος ἀφορῶν, οὐδὲ τίνων ἄξιοι τυγχάνουσιν, ἀλλὰ τὰ μετὰ ταῦτα προορῶν, καὶ τούτοις βούλομαι τὴν ἁρμόττουσαν τιμωρίαν ἐπαγαγεῖν, καὶ τοὺς ἑξῆς μέλλοντας ἔσεσθαι τῆς ἐκ τούτων ἀπαλλάξαι λύμης. Μὴ τοίνυν κατηφὴς ἔσο, μηδὲ θορυβοῦ ταῦτα ἀκούων. Εἰ γὰρ καὶ ἐκείνους ἀξία τῶν ἡμαρτημένων δίκη καταλήψεται, ἀλλὰ Στήσω τὴν διαθήκην μου μετὰ σοῦ. Ἐπειδὴ πάντες οἱ προλαβόντες ἀναξίους ἑαυτοὺς κατέστησαν, καὶ οὐ γεγόνασιν εὐγνώμονες περὶ τὰς ἐμὰς ἐντολὰς, μετὰ σοῦ λοιπὸν στήσω τὴν διαθήκην μου. Καὶ γὰρ ὁ πρωτόπλαστος, μετὰ τοσαύτας εὐεργεσίας ἀπάτην ὑπομείνας, παρέβη μου τὰς ἐντολὰς, καὶ ὁ ἐξ ἐκείνου πάλιν τεχθεὶς εἰς αὐτὸν τῆς κακίας τὸν πυθμένα ὤλισθε· διὸ καὶ διηνεκῆ τὴν τιμωρίαν ἐδέξατο μετὰ τῆς κατάρας. Ἀλλ' οὐδὲ ταῖς τούτου τιμωρίαις οἱ μετ' αὐτὸν ἐσωφρονίσθησαν, ἀλλὰ καὶ ἐπεδαψιλεύσαντο, ὡς καὶ τῆς γενεαλογίας αὐτοὺς ἀποδοκιμασθῆναι. Μετὰ δὴ ταῦτα εὑρὼν τὸν Ἐνὼχ τῆς ἀρετῆς τὴν εἰκόνα διασώζοντα, διὰ τὴν πολλὴν εὐαρέστησιν ζῶντα αὐτὸν μετέθηκα, δεικνὺς καὶ τοῖς τὴν ἀρετὴν μετιοῦσιν, ὅσων καταξιοῦνται τῶν ἀμοιβῶν, καὶ βουλόμενος τοὺς ἑξῆς ζηλωτὰς ἐκείνου καταστῆσαι, καὶ τὴν αὐτὴν ἐκείνῳ βαδίσαι ὁδόν. Ἐπεὶ τοίνυν, πάντων λοιπὸν ἐπὶ τὴν κακίαν αὐτομολησάντων, σὲ μόνον εὗρον ἐν τοσούτῳ πλήθει δυνάμενον ἀνακαλέσασθαι τοῦ προπάτορος τὴν παράβασιν, μετὰ σοῦ στήσω τὴν διαθήκην μου. Ἡ γὰρ τῶν βεβιωμένων σοι πρᾶξις ἀξιόπιστόν σε δείκνυσι πρὸς τὸ δέξασθαι τὰς παρ' ἐμοῦ ἐντολάς. Εἶτα ἵνα μὴ καὶ ταῦτα ἀκούων ὁ δίκαιος ἐκεῖνος ἔτι ἀθυμῇ, ὡς μόνος μέλλων καταλειφθήσεσθαι, παραμυθούμενος αὐτὸν, ὡς εἰπεῖν, πάλιν φησίν· Εἰσελεύσῃ δὲ εἰς τὴν κιβωτὸν σὺ, καὶ οἱ υἱοί σου, καὶ ἡ γυνή σου, καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ. Εἰ γὰρ καὶ πολὺ τῆς τοῦ δικαίου ἀρετῆς ἐλείποντο, ἀλλ' ὅμως τῆς ὑπερβαλλούσης ἐκείνων κακίας ἐκτὸς ἦσαν. Ἄλλως δὲ καὶ διὰ δύο ταύτας τὰς αἰτίας τῆς σωτηρίας ἀπολαύουσι, μίαν μὲν, εἰς τιμὴν τοῦ δικαίου· ἔθος γὰρ τῷ φιλανθρώπῳ Θεῷ τιμᾷν τοὺς αὐτοῦ δούλους, καὶ χαρίζεσθαι αὐτοῖς πολλάκις τὴν ἑτέρων σωτηρίαν, ὃ καὶ ἐπὶ τοῦ μακαρίου Παύλου πεποίηκε, τοῦ διδασκάλου τῆς οἰκουμένης, τοῦ πανταχοῦ τὰς ἀκτῖνας τῆς οἰκείας διδασκαλίας ἀφιέντος. Ἡνίκα γὰρ οὗτος ἐπὶ τὴν Ῥώμην ἀνήγετο, χειμῶνος κατὰ τὴν θάλατταν πολλοῦ γενομένου, καὶ πάντων τῶν ἐν τῷ πλοίῳ περὶ αὐτῆς τῆς σωτηρίας δεδοικότων, καὶ οὐδεμίαν ἐλπίδα χρηστὴν ἐχόντων διὰ τὸ τοῦ κλυδωνίου μέγεθος, καλέσας ἅπαντάς φησιν· Εὐθυμεῖτε, ἄνδρες. Ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ἡμῶν πλὴν τοῦ πλοίου. Παρέστη γάρ μοι ταύτῃ τῇ νυκτὶ
a flood of water to destroy all flesh wherein is the breath of life under heaven. Both the cattle, says He, and the birds, and the wild beasts, and the four-footed creatures also, and whatsoever things are under heaven, shall be utterly destroyed. And that thou mayest learn that nothing shall be left behind, He says: And whatsoever things are upon the earth shall die. For the inhabited world stands in need thereafter of a cleansing; yet let not this trouble thee, nor confound thy reasoning. For seeing the incurableness of their ulcer, I will stay the streams of wickedness, lest they render themselves liable to greater punishments. Wherefore now also, imitating Mine own loving-kindness and mingling indignation with goodness, I bring upon them such a punishment as shall prove painless and imperceptible to them. For looking neither to the magnitude of the sins committed by them nor to what things they deserve, but foreseeing what comes hereafter, I will both bring upon these men the fitting punishment and rid those who are to come hereafter of the ruin arising from them. Be not dejected, therefore, nor be troubled on hearing these things. For even though a penalty worthy of their sins shall overtake those men, yet I will establish My covenant with thee. Since all who went before rendered themselves unworthy and proved ungrateful towards My commandments, with thee hereafter will I establish My covenant. For he who was first formed, having endured deception after so many benefactions, transgressed My commandments; and he again who was born of him slipped into the very pit of wickedness, wherefore he also received continual punishment along with the curse. Yet neither by this man's punishments were those after him chastened, nay they even went to yet greater excess, so as even to be rejected from the genealogy. After these things, having found Enoch preserving the image of virtue, on account of his great well-pleasingness I translated him alive, showing even to those who pursue virtue of how great recompenses they are deemed worthy, and wishing to render those hereafter emulators of him, and to walk the same road as he. Since therefore, when all hereafter had deserted to wickedness, I found thee alone in so great a multitude able to recall the transgression of thy forefather, with thee will I establish My covenant. For the practice of the life lived by thee shows thee trustworthy to receive the commandments from Me. Then, lest on hearing these things too that righteous man should still be despondent, as though he alone were about to be left behind, consoling him, so to speak, He says again: And thou shalt enter into the ark, thou, and thy sons, and thy wife, and thy sons' wives with thee. For even though they fell far short of the virtue of the righteous man, nevertheless they stood outside the surpassing wickedness of those men. Moreover for these two causes also do they enjoy salvation: one, for the honour of the righteous man—for it is customary with the humane God to honour His servants, and often to grant them the salvation of others, which He did also in the case of the blessed Paul, the teacher of the inhabited world, who everywhere sent forth the rays of his own teaching. For when he was putting out to sea for Rome, and a great tempest arose upon the sea, and all on board the ship feared for their very salvation and held no good hope on account of the magnitude of the surge, having called all together he says: Take courage, sirs; for there shall be no loss of life among us, save of the ship. For there stood by me this night
Notes, col. 211

On the reading

Printed τὰ καὶ, for καὶ τὰ.

PG 53:212Read from the page
τοῦ Θεοῦ, οὗ εἰμι καὶ λατρεύω, ἄγγελος λέγων, Μὴ φοβοῦ, Παῦλε, κεχάρισται γάρ σοι ὁ Θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ. Εἶδες πῶς ἡ ἀρετὴ τοῦ ἀνδρὸς τὴν σωτηρίαν ἐκείνοις προεξένησε; μᾶλλον δὲ οὐχ ἡ ἀρετὴ μόνον, ἀλλὰ καὶ ἡ φιλανθρωπία τοῦ Δεσπότου. Τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν διὰ μίαν μὲν αἰτίαν ταύτην· δι' ἑτέραν δὲ, ἐπειδὴ ἐβούλετο ζύμην τινὰ καὶ ῥίζαν τοῦ μέλλοντος εἰς τὸ ἑξῆς συνίστασθαι γένους καταλειφθῆναι· οὐκ ἐπειδὴ ἀδύνατον ἦν τῷ Θεῷ καὶ ἄνωθεν πάλιν διαπλάσαι, καὶ ἐξ ἑνὸς μόνου τὸ γένος αὐξῆσαι· ἀλλ' ἐπειδὴ οὕτως ἐδοκίμασε, τὴν οἰκίαν ἀγαθότητα μιμούμενος.
an angel of the God Whose I am and Whom I serve, saying: Fear not, Paul, for God hath freely granted thee all who sail with thee. Did you see how the man's virtue procured salvation for those men—nay rather, not his virtue alone, but also the loving-kindness of the Master? In the very same manner now also, for this one cause on the one hand; and for the other, because He willed that a certain leaven and root of the race that was to be banded together hereafter should be left behind—not because it was impossible for God to fashion man anew from the beginning and increase the race from one alone, but because He approved it thus, imitating His own goodness.
εʹ. Σκόπει δὲ καὶ διὰ τῶν ἑξῆς τοῦ Θεοῦ τὴν ἀγαθότητα. Ὥσπερ γὰρ ἐν τῇ ἀπειλῇ τῆς τιμωρίας, μετὰ τοῦ τῶν ἀνθρώπων γένους καὶ τὰ κτήνη καὶ τὰ ἑρπετὰ, καὶ τὰ πετεινὰ, καὶ τὰ θηρία ἀπολέσθαι εἶπεν· οὕτω καὶ ἐνταῦθα διὰ τὸν δίκαιον καὶ ἐκ τούτων εἰσαχθῆναι εἰς τὴν κιβωτὸν ἀφ' ἑκάστου γένους προστάττει μίαν συζυγίαν, ὥστε σπέρμα καὶ ἀπαρχὴν γενέσθαι τοῦ μετὰ ταῦτα μέλλοντος ἔσεσθαι πλήθους. Καὶ ἀπὸ πάντων, φησὶ, τῶν κτηνῶν, καὶ ἀπὸ πάντων τῶν θηρίων, καὶ ἀπὸ πάσης σαρκὸς, δύο δύο ἀπὸ πάντων εἰσάξεις εἰς τὴν κιβωτὸν, ἵνα τρέφῃς μετὰ σεαυτοῦ· ἄρσεν καὶ θῆλυ ἔσονται. Ἀπὸ πάντων τῶν ὀρνέων τῶν πετεινῶν κατὰ γένος, καὶ ἀπὸ τῶν κτηνῶν κατὰ γένος, καὶ ἀπὸ τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς κατὰ γένος, δύο δύο ἀπὸ πάντων εἰσελεύσονται πρὸς σὲ, τρέφεσθαι μετὰ σεαυτοῦ, ἄρσεν καὶ θῆλυ. Τοῦτο μὴ ἁπλῶς παραδράμῃς, ἀγαπητέ· ἐννόησον γὰρ ὅσον ἔτικτε τῷ δικαίῳ τὸν θόρυβον, ἐννοοῦντι τὴν τούτων ὅλων ἐπιμέλειαν. Οὐ γὰρ ἤρκει αὐτῷ ἡ φροντὶς τῆς γυναικὸς, καὶ τῶν παίδων, καὶ τῶν τούτων γυναικῶν, ἀλλὰ καὶ ἡ μέριμνα τῶν τοσούτων ἀλόγων καὶ ἡ διατροφὴ προσετίθετο. Ἀλλ' ἀνάμεινον μικρὸν, καὶ ὄψει τοῦ Θεοῦ τὴν ἀγαθότητα, καὶ ὅπως ἐπικουφίζει τὴν ἐπικειμένην φροντίδα τῷ δικαίῳ. Σὺ δὲ λήψῃ σεαυτῷ, φησὶν, ἀπὸ πάντων τῶν βρωμάτων ὧν ἔδεσθε, καὶ συνάξεις πρὸς σεαυτὸν, καὶ ἔσται σοι καὶ ἐκείνοις φαγεῖν. Μὴ νομίσῃς, φησὶν, ἀπρονόητόν σε καταλιμπάνεσθαι. Ἰδοὺ γὰρ προστάττω καὶ τὰ πρὸς τὴν ὑμετέραν τροφὴν ἀρκοῦντα, καὶ τὰ πρὸς διατροφὴν τῶν ἀλόγων ἅπαντα εἰσαχθῆναι εἰς τὴν κιβωτὸν, ὥστε μήτε ὑμᾶς λιμοῦ καὶ στενοχωρίας πεῖραν λαβεῖν, μήτε τὰ ἄλογα διαφθαρῆναι οὐκ ἔχοντα τὴν κατάλληλον τροφήν. Καὶ ἐποίησε, φησὶ, Νῶε πάντα ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεὸς, οὕτως ἐποίησεν. Ὅρα μοι πάλιν καὶ ἐνταῦθα ἐγκωμίου μέγεθος. Ἐποίησε, φησὶ, Νῶε πάντα ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός. Οὐ τὸ μὲν τῶν ἐπιταχθέντων εἰς ἔργον ἤγαγε, τοῦ δὲ ἠμέλησεν, ἀλλὰ πάντα τὰ ἐνταλθέντα ἐποίησε, καὶ Οὕτως ἐποίησεν, ὥσπερ ἐνετείλατο αὐτῷ· οὐδὲν παρέλιπεν, ἀλλὰ πάντα ἐπλήρωσε, καὶ ἔδειξε καὶ δι' αὐτῶν τῶν ἔργων, ὅτι δικαίως ἠξιώθη εὐνοίας παρὰ τοῦ Δεσπότου. Πόσων στεφάνων οὐκ ἀξία ἂν γένοιτο ἡ μαρτυρία αὕτη, ἧς ἀπήλαυσε παρὰ τῆς θείας Γραφῆς ὁ δίκαιος; Τίς ἂν γένοιτο μακαριστότερος τοῦ πάντα εἰς ἔργον ἀγαγόντος τὰ παρὰ τοῦ Θεοῦ ἐνταλθέντα, καὶ τοσαύτην ὑπακοὴν περὶ τὰ ἐπιταχθέντα ἐπιδειξαμένου; Καὶ ἵνα μάθῃς ὅσης ἀξιοῦται διὰ τοῦτο τῆς προῤῥήσεως παρὰ τοῦ τῶν ἁπάντων δημιουργοῦ, ἄκουε τῶν ἑξῆς· Καὶ εἶπε, φησὶ, Κύριος ὁ Θεὸς πρὸς Νῶε· Εἴσελθε σὺ καὶ πᾶς ὁ οἶκός σου εἰς τὴν κιβωτόν. Εἶτα ἵνα μάθωμεν, ὡς οὐ χάριτι μόνον σώζει τὸν δίκαιον, ἀλλὰ καὶ τῶν πόνων τὰς ἀμοιβὰς αὐτῷ δίδωσι, καὶ τῆς ἀρετῆς τὰς ἀντιδόσεις, φησί· Διὰ τοῦτό σε προστάττω εἰς τὴν κιβωτὸν εἰσελθεῖν μετὰ τοῦ οἴκου σου, Ὅτι σε εἶδον δίκαιον ἐναντίον ἐμοῦ ἐν τῇ γενεᾷ ταύτῃ. Μεγάλη καὶ ἀξιόπιστος ἡ μαρτυρία. Τί γὰρ ἂν γένοιτο ταύτης μεῖζον, ὅταν αὐτὸς ὁ Δημιουργὸς, ὁ καὶ εἰς τὸ εἶναι παραγαγὼν, τοιαῦτα ψηφί-
5. And observe through what follows also the goodness of God. For just as in the threat of punishment He said that along with the race of men the cattle also, and the creeping things, and the birds, and the wild beasts should perish, so here too, for the sake of the righteous man, He commands one pair out of these also from each kind to be brought into the ark, so as to become a seed and firstfruits of the multitude that was to exist hereafter. And from all the cattle, says He, and from all the wild beasts, and from all flesh, two by two from all shalt thou bring into the ark, that thou mayest feed them with thyself; male and female shall they be. From all the winged birds according to kind, and from the cattle according to kind, and from all the creeping things that creep upon the earth according to kind, two by two from all shall they enter in unto thee, to be fed with thyself, male and female. Do not merely pass this by, beloved; for reflect how great a tumult it bred for the righteous man as he pondered the care of all these! For the anxiety for his wife, and his children, and their wives did not suffice for him, but the care and sustenance of so many irrational creatures was added besides. Yet wait a little, and you shall see the goodness of God, and how He lightens the anxiety laid upon the righteous man. And thou shalt take unto thyself, says He, from all the meats which you shall eat, and thou shalt gather them unto thyself, and it shall be for thee and for them to eat. Do not suppose, says He, that thou art left unprovided for. For behold, I command both all things sufficient for your nourishment and all things for the sustenance of the irrational creatures to be brought into the ark, so that neither may you experience famine and straits, nor may the irrational creatures perish through lacking suitable nourishment. And Noah did, it says, all things whatsoever the Lord God commanded him; so did he. See for me here again the magnitude of his encomium! Noah did, it says, all things whatsoever the Lord God commanded him. He did not bring one part of what was enjoined into effect and neglect another, but did all things commanded, and So did he, just as He commanded him; he left nothing out, but fulfilled all things, and showed through his very deeds that he was justly deemed worthy of goodwill from the Master. Of how many crowns would not this testimony be worthy, which the righteous man enjoyed from Divine Scripture? Who could prove more blessed than he who brought into effect all things commanded by God, and displayed so great obedience regarding what was enjoined? And that you may learn of how great an address he is deemed worthy on this account from the Creator of all, hear what follows: And the Lord God said, it says, unto Noah: Enter thou and all thy house into the ark. Then, that we may learn that not by grace alone does He save the righteous man, but also gives him the rewards of his labours and the recompenses of his virtue, He says: On this account do I command thee to enter into the ark with thy house, Because thee have I seen righteous before Me in this generation. Great and trustworthy is the testimony! For what could prove greater than this, when the Creator Himself, Who also brought him forth into being, pronounc-
Notes, col. 212

On the reading

Printed οἰκίαν, for οἰκείαν.