ϛʹ. Διὸ παρακαλῶ ταῦτα λογιζομένους, καὶ συνεχῶς κινοῦντας ἐν τῇ διανοίᾳ, μηδέποτε τὸν διάβολον αἰτιᾶσθαι, ἀλλὰ τὴν ῥάθυμον ἡμῶν γνώμην. Καὶ ταῦτα λέγω οὐκ ἐκεῖνον ἀπαλλάξαι βουλόμενος κατηγορίας· μὴ γένοιτο· καὶ γὰρ ἔρχεται ὡς λέων ἁρπάσαι, καὶ ὠρυόμενος, καὶ τίνα καταπίῃ ζητῶν· ἀλλὰ καὶ ἡμᾶς ἀσφαλεστέρους ποιῆσαι θέλων, ἵνα μὴ νομίζωμεν ἐκτὸς εἶναι ἐγκλημάτων, οὕτως εὐκόλως πρὸς τὴν κακίαν αὐτομολοῦντες, καὶ μὴ τὰ ψυχρὰ ἐκεῖνα λέγωμεν ῥήματα· Τίνος ἕνεκεν ἀφῆκεν αὐτὸν ὁ Θεὸς τοιοῦτον ὄντα πονηρὸν, ὥστε ὑποσκελίζειν καὶ καταβάλλειν; Μεγίστης γὰρ ἂν εἴη ταῦτα τὰ ῥήματα ἀγνωμοσύνης. Ἀλλ' ἐκεῖνο σὺν ἑαυτῷ σκόπει, ὅτι διὰ τοῦτο μάλιστα αὐτὸν κατέλιπεν, ἵνα τῷ φόβῳ συνωθούμενοι, καὶ τοῦ πολεμίου τὴν ἔφοδον προσδοκῶντες, πολλὴν ἀγρυπνίαν καὶ διηνεκῆ τὴν νῆψιν ἐπιδεικνυώμεθα, τῇ τῶν ἀμοιβῶν ἐλπίδι, καὶ τῇ ἀντιδόσει τῶν αἰωνίων ἐκείνων καὶ ἀποῤῥήτων ἀγαθῶν πάντα τῆς ἀρετῆς τὸν κάματον ὑποτεμνόμενοι. Καὶ τί θαυμάζεις εἰ τὸν διάβολον διὰ τοῦτο κατέλιπε κηδόμενος ἡμῶν τῆς σωτηρίας, καὶ διεγείρων ἡμῶν τὴν ῥᾳθυμίαν, καὶ ὑπόθεσιν ἡμῖν στεφάνων κατασκευάζων; Αὐτὴν τὴν γέενναν διὰ τοῦτο παρεσκεύασεν, ἵνα ὁ τῆς τιμωρίας φόβος καὶ τῆς κολάσεως τὸ ἀφόρητον πρὸς τὴν βασιλείαν ἡμᾶς συνωθήσῃ. Εἶδες εὐμήχανον τοῦ Δεσπότου φιλανθρωπίαν; πῶς πάντα ποιεῖ καὶ πραγματεύεται, ὡς μὴ μόνον σῶσαι τοὺς ὑπ' αὐτοῦ δημιουργηθέντας, ἀλλὰ καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν ἀξιῶσαι; Διὰ τοῦτο καὶ τὸ αὐτεξούσιον ἡμῖν δεδώρηται, καὶ ἐν τῇ φύσει καὶ ἐν τῷ συνειδότι ἡμῶν ἐναπέθετο τὴν γνῶσιν τῆς κακίας καὶ τῆς ἀρετῆς, καὶ τὸν διάβολον συνεχώρησεν εἶναι, καὶ τὴν γέενναν ἠπείλησεν, ἵνα μήτε τῆς γεέννης πεῖραν λάβωμεν καὶ τῆς βασιλείας ἐπιτύχωμεν. Καὶ τί θαυμάζεις εἰ ταῦτα ἅπαντα διὰ τοῦτο ἐπραγματεύσατο, καὶ μυρία ἕτερα; Δούλου μορφὴν ὁ ἐν τοῖς κόλποις τοῖς πατρικοῖς τυγχάνων λαβεῖν κατεδέξατο, καὶ πάντα τὰ ἄλλα ὑπομεῖναι τὰ σωματικὰ, καὶ ἐκ γυναικὸς γεννηθῆναι, καὶ ἐκ παρθένου τεχθῆναι, καὶ ἐννεαμηνιαῖον κυοφορηθῆναι χρόνον, καὶ σπάργανα δέξασθαι, καὶ πατέρα αὐτοῦ νομισθῆναι τὸν Ἰωσὴφ τὸν μνηστῆρα τῆς Μαρίας, καὶ κατὰ μικρὸν αὐξηθῆναι, καὶ περιτμηθῆναι, καὶ θυσίαν ἀνενεγκεῖν, καὶ πεινῆσαι, καὶ διψῆσαι, καὶ κοπιάσαι, καὶ τελευταῖον καὶ θάνατον ὑπομεῖναι, καὶ θάνατον οὐχ ἁπλῶς, ἀλλὰ τὸν ἐπονείδιστον νομιζόμενον, τὸν σταυροῦ λέγω· καὶ ταῦτα ἅπαντα δι' ἡμᾶς καὶ τὴν σωτηρίαν τὴν ἡμετέραν κατεδέξατο ὁ τῶν ἁπάντων δημιουργὸς, ὁ ἀναλλοίωτος, ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα παραγαγὼν, ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, οὗ τῆς δόξης τὴν ἀστραπὴν οὐδὲ τὰ Χερουβὶμ, αἱ ἀσώματοι δυνάμεις ἐκεῖναι, ἰδεῖν δύνανται, ἀλλ' ἀποστρέφουσαι τὰς ὄψεις τῇ προβολῇ τῶν πτερύγων τὸ θαῦμα ἡμῖν ἐπιδείκνυνται· ὃν διὰ παντὸς ὑμνοῦσιν ἄγγελοι, ἀρχάγγελοι, καὶ μυρίαι μυριάδες· οὗτος δι' ἡμᾶς, καὶ τὴν σωτηρίαν τὴν ἡμετέραν, ἄνθρωπος γενέσθαι κατεδέξατο, καὶ τῆς ἀρίστης πολιτείας ἡμῖν τὴν ὁδὸν ἔτεμε, καὶ δι' ὧν αὐτὸς ἦλθε τὴν αὐτὴν ἡμῖν φύσιν ἀναλαβὼν, ἀρκοῦσαν διδασκαλίαν ἐναπέθετο. Ποία τοίνυν ἡμῖν λείπεται λοιπὸν ἀπολογία,
6. Therefore I beseech you, reckoning over these things and continually revolving them in your mind, never to accuse the devil, but our own indolent resolve. And I say these things not because I wish to acquit him of accusation—far be it! for indeed he comes like a lion to snatch away, roaring and seeking whom he may devour—but because I wish to render us more secure as well, so that we may not suppose ourselves to be free of charges when we desert so easily to wickedness, and may not utter those frigid words: For what sake did God leave him to be so wicked as to trip up and cast down? For these words would be a mark of the greatest ingratitude. Rather, consider this within yourself: that He left him above all on this account, so that, driven together by fear and awaiting the onset of the foe, we may display great vigilance and perpetual sobriety, cutting short all the toil of virtue by the hope of recompenses and by the requital of those eternal and ineffable good things. And why do you marvel if He left the devil on this account, caring for our salvation, and rousing up our indolence, and preparing for us an occasion of crowns? He prepared Gehenna itself on this account, so that the fear of punishment and the unendurableness of chastisement may impel us towards the kingdom. Did you see the resourceful lovingkindness of the Master towards humanity—how He does and contrives all things so as not only to save those fashioned by Him, but also to deem them worthy of ineffable good things? On this account He has both graciously bestowed free will upon us, and deposited in our nature and in our conscience the knowledge of wickedness and of virtue, and permitted the devil to exist, and threatened Gehenna, so that we may neither have experience of Gehenna and may attain to the kingdom. And why do you marvel if He contrived all these things on this account, and myriads of others besides? He Who abides in the paternal bosom deigned to take the form of a servant, and to undergo all the other bodily things, and to be begotten of a woman, and to be born of a virgin, and to be carried in the womb for a nine-months' time, and to accept swaddling-clothes, and to have Joseph the betrothed of Mary supposed to be His father, and to grow little by little, and to be circumcised, and to offer sacrifice, and to hunger, and to thirst, and to grow weary, and at the last to undergo even death—and not death simply, but the one reputed ignominious, I mean that of the cross; and all these things the Creator of all, the Immutable One, Who brought forth all things out of non-being into being, Who looks upon the earth and makes it tremble, the flash of Whose glory not even the Cherubim, those incorporeal powers, are able to behold, but turning away their gaze by the screen of their wings display the marvel to us, Whom angels, archangels, and ten thousand times ten thousand continually hymn—this One, on account of us and our salvation, deigned to become man, and cut open for us the way of the best manner of life, and through the things by which He Himself came, having taken up the same nature as we, laid down sufficient teaching. What defence, therefore, is left to us henceforth,