ἐν λιμένι καθήμενος, οὕτω τῆς ἀρετῆς τὸ πηδάλιον ἰθύνων ἐκτὸς ἑαυτὸν κατέστησε τοῦ μέλλοντος κλυδωνίου τοὺς κατὰ τὴν οἰκουμένην ἅπαντας καταλήψεσθαι. Τοσοῦτόν ἐστιν ἀρετὴ πρᾶγμα, ἀθάνατον, καὶ ἀχείρωτον, οὐκ εἶκον ταῖς τοῦ παρόντος βίου ἀνωμαλίαις, ἀλλ' ὑπεράνω τῶν τῆς κακίας δικτύων ἀφιπταμένη, καθάπερ ἀφ' ὑψηλῆς τινος σκοπιᾶς, οὕτως ἅπαντα τὰ ἀνθρώπινα καθορῶσα, οὐδενὸς ἐπαισθάνεται τῶν τοῖς ἄλλοις λυπηρῶν φαινομένων. Ἀλλ' ὥσπερ ὁ ἐπὶ πέτρας τινὸς ὑψηλῆς ἑστὼς καταγελᾷ τῶν κυμάτων, ἐπειδὰν ἴδῃ ταῦτα προσῥηγνύμενα μὲν τῇ πέτρᾳ, εἰς ἀφρὸν δὲ εὐθὺς διαλυόμενα· οὕτω δὴ καὶ ὁ τὴν ἀρετὴν μετιὼν, ἐν ἀσφαλεῖ χωρίῳ καθεστὼς οὐδὲν ἀηδὲς ὑπομένει ὑπὸ τῆς τῶν πραγμάτων ταραχῆς, ἀλλ' ἐν ἡσυχίᾳ κάθηται τῇ τῶν οἰκείων λογισμῶν ἐντρυφῶν γαλήνῃ, καὶ ἐννοῶν, ὡς οὐδὲν τῶν ποταμίων ῥευμάτων διενήνοχε τὰ τοῦ παρόντος βίου πράγματα μετὰ τοσαύτης εὐκολίας καὶ ῥύμης παρατρέχοντα. Καθάπερ γὰρ ἔστιν ἰδεῖν τὰ τῆς θαλάσσης κύματα νῦν μὲν εἰς ὕψος ἄφατον αἰρόμενα, ἀθρόον δὲ πάλιν ταπεινούμενα· τὸν αὐτὸν δὴ τρόπον καὶ τοὺς ἀρετῆς ἀμελοῦντας, καὶ τὴν κακίαν μετιόντας ὁρῶμεν, νῦν μὲν μεγαλοφρονοῦντας, καὶ τὰς ὀφρῦς ἀνασπῶντας, καὶ περὶ τὰ τοῦ παρόντος βίου πράγματα ἐπτοημένους, ἀθρόον δὲ ταπεινουμένους, καὶ εἰς ἐσχάτην ἐλαυνομένους πενίαν. Τούτους γὰρ καὶ ὁ μακάριος Δαυῒδ ὁ προφήτης αἰνιττόμενος ἔλεγε· Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ· ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα. Καὶ καλῶς εἶπε, Μὴ φοβοῦ. Μή σε θορυβείτω, φησὶν, ἡ τοῦ πλούτου περιουσία, καὶ ἡ τῆς δόξης περιφάνεια. Ὄψει γὰρ μετ' οὐ πολὺ χαμαὶ κείμενον, ἀνενέργητον, νεκρὸν, ἐῤῥιμμένον, σκωλήκων γιγνόμενον τροφὴν, γυμνὸν τούτων ἁπάντων γιγνόμενον, καὶ οὐδὲν ὅλως μεθ' ἑαυτοῦ ἀπενεγκεῖν δυνηθέντα, ἀλλ' ἐνταῦθα ἅπαντα καταλιπόντα. Μὴ τοίνυν τὰ παρόντα ἰδὼν ἀγωνιάσῃς, μηδὲ μακαρίσῃς τὸν μετὰ βραχὺν χρόνον ἐν ἐρημίᾳ τούτων μέλλοντα γίνεσθαι. Τοιοῦτον γὰρ ἡ παροῦσα εὐημερία, καὶ ἡ τοῦ πλούτου φύσις· οὐ συναποδημεῖ τοῖς ἐντεῦθεν μεθισταμένοις, ἀλλ' ἐνταῦθα αὐτὴν ἅπασαν καταλιπόντες, γυμνοὶ καὶ ἔρημοι ἀπίασι, μόνην τὴν κακίαν περιβεβλημένοι, καὶ τὰ ἐκ ταύτης αὐτοῖς συλλεγέντα ἁμαρτημάτων φορτία. Ἐπὶ δὲ τῆς ἀρετῆς τοιοῦτον οὐδέν· ἀλλὰ καὶ ἐνταῦθα ἀνωτέρους τῶν ἐπιβουλευόντων καθίστησι, καὶ ἀναλώτους ἐργάζεται, καὶ διηνεκῆ τὴν ἡδονὴν χαρίζεται, καὶ οὐκ ἀφίησι τῆς τῶν πραγμάτων ἀνωμαλίας αἴσθησιν λαβεῖν, καὶ ἐντεῦθεν ἀποδημοῦσι συμμεθίσταται, καὶ τότε μάλιστα, ὅτε χρήζομεν τῆς παρ' αὐτῆς συμμαχίας, καὶ κατὰ τὴν ἡμέραν ἐκείνην τὴν φοβερὰν πολλὴν ἡμῖν παρέχει τὴν βοήθειαν, ἥμερον ἡμῖν καθιστῶσα τοῦ δικαστοῦ τὸ ὄμμα· καὶ καθάπερ ἐνταῦθα παρόντων τῶν δεινῶν ἀνωτέρους καθίστησι τῶν δεινῶν, οὕτω καὶ ἐν τῷ μέλλοντι ἐξαρπάζει τοὺς αὐτὴν ἐπιφερομένους τῶν κολαστηρίων ἐκείνων. Καὶ οὐ τοῦτο μόνον, ἀλλ' ἔτι καὶ τῆς τῶν ἀποῤῥήτων ἀγαθῶν ἀπολαύσεως πρόξενος ἡμῖν γίνεται. Καὶ ἵνα μάθῃς, ὅτι ταῦτα οὕτως ἔχει, καὶ οὐχ ἁπλῶς καὶ εἰκῇ ψυχαγωγοῦντες ὑμᾶς τούτοις κεχρήμεθα τοῖς ῥήμασιν, ἐκ τῶν νῦν προκειμένων δεῖξαι πειράσομαι τῇ ὑμετέρᾳ ἀγάπῃ. Ὅρα γὰρ πῶς ὁ θαυμάσιος οὗτος, ὁ Νῶε λέγω, παντὸς τοῦ τῶν ἀνθρώπων γένους εἰς τὴν κατ' αὐτῶν ἀγανάκτησιν ἐκκαλεσαμένου τὸν φιλάνθρωπον Δεσπότην, οὗτος διὰ τῆς οἰκείας ἠδυνήθη ἀρετῆς καὶ τῆς ἀγανακτήσεως τὴν ⟨…⟩ραν διαφυγεῖν, καὶ πολλὴν τὴν παρ' αὐτοῦ εὔνοιαν ⟨…⟩κύσασθαι. Καὶ εἰ βούλει, τέως περὶ τῶν ἐν τῷ παρ-
sitting in harbour, he thus steered the rudder of virtue and placed himself outside the coming surge that was about to overtake all men throughout the inhabited world. So great a thing is virtue, immortal and unconquerable, not yielding to the inequalities of the present life, but flying high above the nets of wickedness, and thus surveying all human affairs as from some high watch-tower, it feels none of the things that appear grievous to others. Rather, just as one standing upon some high rock laughs at the waves whenever he sees them dashing against the rock on the one hand and straightway dissolving into foam on the other; just so also he who pursues virtue, established in a safe place, endures nothing unpleasant from the turmoil of affairs, but sits in quiet revelling in the calm of his own thoughts, and reflecting that the affairs of the present life, running past with so great ease and rush, differ in nothing from the streams of rivers. For just as one may see the waves of the sea now lifted up to an ineffable height, and all at once brought low again; in the very same way we also see those who neglect virtue and pursue wickedness now thinking haughtily, raising their eyebrows, and fluttering excitedly about the affairs of the present life, and all at once brought low and driven into utter poverty. For hinting at these men also, the blessed David the prophet said: Do not fear when a man grows rich, or when the glory of his house is multiplied; for in his dying he shall not take all things. And well did he say: Do not fear. Let not the abundance of wealth, he says, nor the splendour of glory trouble you. For before long you shall see him lying on the ground, inactive, dead, cast out, becoming food for worms, stripped bare of all these things, and able to carry off nothing at all with himself, but leaving all things behind here. Do not, therefore, on seeing things present be distressed, nor count blessed him who after a brief time is to be in bereavement of them. For such is present prosperity and the nature of wealth: it does not travel abroad along with those who depart from here, but leaving it all behind here, they go away naked and bereft, arrayed in wickedness alone and the burdens of sins gathered together for them out of it. Yet in the case of virtue there is nothing of the sort; rather, even here it sets men superior to those who plot against them, and renders them unconquerable, and graciously bestows perpetual pleasure, and does not suffer them to feel the inequality of affairs, and migrates along with those who travel abroad from here, and most of all then, when we stand in need of the alliance that comes from it, and on that fearful day it furnishes us great help, rendering the eye of the Judge gentle towards us; and just as here, when terrors are present, it sets men superior to terrors, so also in the world to come it snatches those who bring it with them out of those places of chastisement. And not this alone, but furthermore it also becomes for us the procurer of the enjoyment of unutterable good things. And that you may learn that these things are so, and that we have not used these words simply and at random to beguile your minds, I shall endeavour to show your charity from the things now set before us. For see how, when the whole race of men had provoked the Master Who loves mankind to indignation against them, this wondrous man—Noah, I mean—was able through his own virtue both to escape the [experience] of that indignation and to [draw] great goodwill from Him. And if you will, in the meantime concerning the things in the pres-