Migne Reading Room

PG 53 · cols. 202–206 · Read from the page

In Genesin Homilia XXIII (ΟΜΙΛΙΑ ΚΓʹ; Gen. 6:5–8)

In Genesin Homilia XXIII (ΟΜΙΛΙΑ ΚΓʹ; Gen. 6:5–8)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:202Read from the page
ἀλογίαν ἐκπεσόντες. Ὅτι γὰρ καὶ ἀνθρώποις τοῖς λογικοῖς, ἐπειδὰν πρὸς κακίαν ἀποκλίνωσι, καὶ τῶν ἀλόγων παθῶν αἰχμάλωτοι γένωνται, τῶν θηρίων τὰς προσηγορίας ἐπιτίθησιν αὐτοῖς ἡ θεία Γραφὴ, ἄκουε ποτὲ μὲν αὐτῆς λεγούσης, Ἵπποι θηλυμανεῖς ἐγένοντο. Ὅρα πῶς διὰ τὴν ἄμετρον λαγνείαν τὴν τοῦ ἀλόγου προσηγορίαν ἐπιτίθησιν. Ἄλλοτε δὲ, Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ἐνταῦθα τοὺς τοῦ θηρίου τὸ ὕπουλον καὶ δολερὸν μιμουμένους ἐμφαίνει. Καὶ πάλιν κύνας ἐνεοὺς ἑτέρους καλεῖ. Καὶ πάλιν, Ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, τοὺς πρὸς τὴν διδασκαλίαν τῆς ἀρετῆς τὰς ἀκοὰς ἀποφράττοντας αἰνιττομένη. Καὶ πολλὰ εὕροι τις ἂν ὀνόματα ἐπιτιθέμενα παρὰ τῆς θείας Γραφῆς τοῖς διὰ ῥᾳθυμίαν πρὸς τὰ τῶν ἀλόγων καταφερομένοις πάθη. Καὶ οὐκ ἐν τῇ Παλαιᾷ μόνον τοῦτο ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἐν τῇ Καινῇ. Ἄκουε γὰρ τοῦ Βαπτιστοῦ Ἰωάννου λέγοντος τοῖς Ἰουδαίοις, Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Εἶδες πῶς καὶ ἐνταῦθα τῆς γνώμης αὐτῶν τὸ δολερὸν ἀπὸ τῆς τοῦ θηρίου προσηγορίας ᾐνίξατο; Τί οὖν ἐλεεινότερον γένοιτο τῶν τὴν κακίαν μετιόντων, ὅταν καὶ αὐτῆς τῆς προσηγορίας τοῦ καλεῖσθαι ἄνθρωποι ἀποστερῶνται, καὶ διὰ τοῦτο πλείονα τὴν τιμωρίαν ὑπέχωσιν, ὅτι πολλὰς ἀπὸ τῆς φύσεως ἀφορμὰς δεξάμενοι, ταύτας προδεδώκασιν ἑκόντες ὑποσυρέντες καὶ πρὸς τὴν κακίαν αὐτομολοῦντες; Ἐπεὶ οὖν οἱ τότε πάντες ἀναξίους ἑαυτοὺς τῆς προσηγορίας κατέστησαν καὶ τοῦ ὀνομάζεσθαι ἄνθρωποι, ὁ δὲ δίκαιος οὗτος ἐν τοσούτῳ ἀρετῆς αὐχμῷ τοσαύτην ἐπεδείξατο τῆς οἰκείας ἀρετῆς τὴν ὑπερβολὴν, ἀρξαμένη διηγεῖσθαι ἡ θεία Γραφὴ τοῦ ἀνδρὸς τὴν γενεαλογίαν φησί· Νῶε δὲ ἄνθρωπος. Ἔστι καὶ ἐπ' ἄλλου δικαίου ταύτην εὑρεῖν τὴν προσηγορίαν ἀντὶ μεγίστου ἐγκωμίου ἐγκειμένην, καὶ πρὸ τῶν ἄλλων ἁπασῶν ἀπὸ ταύτης τῆς προσηγορίας ἀνακηρυττόμενον, τὸν τὴν ἀρετὴν μετὰ ἀκριβείας ἐπιδεικνύμενον. Τίς οὖν ἐστιν; Ὁ μακάριος Ἰὼβ, ὁ τῆς εὐσεβείας ἀθλητὴς, ὁ τῆς οἰκουμένης στεφανίτης, ὁ μόνος τὰ ἀνήκεστα ἐκεῖνα ὑπομείνας, καὶ τὰ μυρία βέλη δεξάμενος παρὰ τοῦ πονηροῦ δαίμονος ἐκείνου, καὶ ἄτρωτος διαμείνας, καὶ καθάπερ ἀδάμας τις οὕτω πάσας τὰς προσβολὰς ἐνεγκεῖν δυνηθεὶς, καὶ οὐ μόνον οὐ καταβαπτισθεὶς ὑπὸ τῶν τοσούτων κυμάτων, ἀλλὰ καὶ ἀνώτερος τῶν κυμάτων γενόμενος· καὶ τὰ τῆς οἰκουμένης πάθη ἐν τῷ οἰκείῳ σώματι δεξάμενος, ταύτῃ μᾶλλον λαμπρότερος ἀνεδείκνυτο. Οὐ μόνον γὰρ οὐ κατέπτηξεν αὐτὸν ἡ συνέχεια τῆς τῶν δεινῶν ἐμβολῆς, ἀλλὰ καὶ εἰς μείζονα εὐχαριστίαν αὐτὸν διήγειρε, καὶ δι' ἁπάντων τὴν οἰκείαν εὐγνωμοσύνην ἐπεδείκνυτο, καιρίαν τῷ διαβόλῳ διδοὺς τὴν πληγὴν, καὶ δεικνὺς ὡς ἀνηνύτοις ἐπιχειρεῖ καὶ πρὸς κέντρα λακτίζει. Τοῦτον τοίνυν τὸν ἅγιον καὶ πρὸ τῶν ἄθλων καὶ πρὸ τῶν ἀγώνων τῶν τοσούτων ἐπαινῶν ὁ φιλάνθρωπος Θεὸς καὶ ἀνακηρύττων, φησὶ πρὸς τὸν διάβολον· Προσήσχες τῇ διανοίᾳ σου τῷ θεράποντί μου Ἰὼβ, ὅτι οὐκ ἔστι κατ' αὐτὸν ἄνθρωπος τῶν ἐπὶ τῆς γῆς, ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀληθινὸς, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; Εἶδες καὶ τοῦτον ἀπὸ τοῦ κοινοῦ τῆς φύσεως ὀνόματος πρότερον ἀνακηρυττόμενον; Προσέσχες, φησὶ, τῷ θεράποντί μου Ἰὼβ, ὅτι οὐκ ἔστιν ὅμοιος αὐτῷ ἄνθρωπος; Καὶ μὴν ἅπαντες ὅμοιοι, ἀλλ' οὐχὶ κατὰ τὴν ἀρετὴν, ἀλλὰ κατὰ τὸν τῆς μορφῆς λόγον· οὐ τοῦτο δὲ ἄνθρωπος, ἀλλ' ὅταν τις κακίας ἀπεχόμενος τὴν ἀρετὴν μετίῃ.
irrationality having fallen away. For that even upon rational men, whenever they turn aside towards wickedness and become captives of irrational passions, divine Scripture lays the appellations of beasts, hear it at one time saying: They became mare-mad stallions. See how on account of immoderate lust it lays upon them the appellation of the irrational beast. And at another time: The venom of asps is under their lips—here it points out those who imitate the treacherous and deceitful character of the beast. And once again it calls others dumb dogs. And once again: Like a deaf asp that stops up her ears, hinting at those who block up their ears against the teaching of virtue. And one might find many names laid by divine Scripture upon those who through indolence are swept down towards the passions of irrational creatures. And not in the Old Testament alone may one see this, but in the New also. For hear John the Baptist saying to the Jews: Brood of vipers, who showed you to flee from the coming wrath? Did you see how here also he hinted at the deceitfulness of their mind from the appellation of the beast? What then could become more pitiable than those who pursue wickedness, when they are deprived even of the very appellation of being called men, and on this account undergo greater punishment, because having received many resources from nature they have betrayed them, willingly dragged under and deserting to wickedness? Since, then, all the men of that time had rendered themselves unworthy of the appellation and of being named men, whereas this righteous man in so great a drought of virtue displayed so great a pre-eminence of his own virtue, divine Scripture, on beginning to recount the man's genealogy, says: Noah was a man. One may find in the case of another righteous man also this appellation set down in place of the greatest encomium, and him who displays virtue with strictness proclaimed from this appellation before all others. Who then is he? The blessed Job, the athlete of godliness, the crowned victor of the inhabited world, who alone endured those incurable ills, and received the ten thousand shafts from that wicked demon, and remained unwounded, and just like some adamant was able thus to bear all the assaults, and not only was not submerged by so many waves, but even rose superior to the waves; and having received the sufferings of the inhabited world in his own body, thereby was shown all the more radiant. For not only did the continuity of the onrush of terrors not cow him, but it even roused him to greater thanksgiving, and through all things he displayed his own gratitude, dealing the devil a mortal blow and showing that he attempts bootless things and kicks against the goads. Praising and proclaiming this holy man, therefore, even before his contests and before struggles so great, God Who loves mankind says to the devil: Have you paid heed in your mind to My servant Job, that there is no man like him among those upon the earth, a man blameless, righteous, true, God-fearing, abstaining from every evil thing? Did you see this man also proclaimed first from the common name of nature? Have you paid heed, He says, to My servant Job, that there is no man like him? And yet all men are like him—yet not according to virtue, but according to the principle of bodily form; yet this is not man, but whenever someone abstaining from wickedness pursues virtue.
εʹ. Εἶδες τίνας ἀνθρώπους οἶδε καλεῖν ἡ θεία Γραφή; Διὰ τοῦτο καὶ ἐξ ἀρχῆς ἰδὼν τὸν ὑπ' αὐτοῦ δημιουργηθέντα ὁ τῶν ὅλων Δεσπότης ἔλεγε· Ποιήσωμεν ἄνθρω-
5. Did you see which men divine Scripture knows how to call men? On this account from the beginning also, on seeing him who had been fashioned by Him, the Master of all things said: Let Us make man
Notes, col. 202

On the reading

Printed Προσήσχες, for Προσέσχες.

PG 53:203Read from the page
πον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν, τοῦτ' ἔστιν, ἵνα ἄρχων ᾖ καὶ τῶν ὁρωμένων ἁπάντων καὶ τῶν ἐν αὐτῷ τικτομένων παθῶν· ἵνα ἄρχῃ, καὶ μὴ ἄρχηται. Ἐὰν μέντοι προδοὺς τὴν ἀρχὴν ἄρχηται μᾶλλον, ἢ ἄρχῃ, ἀπόλλυσι καὶ τὸ εἶναι ἄνθρωπος, καὶ πρὸς τὴν τῶν ἀλόγων προσηγορίαν ἑαυτὸν μετατίθησι. Διά τοι τοῦτο καὶ νῦν τὴν ἀρετὴν τοῦ δικαίου τούτου ἀνακηρῦξαι βουλομένη ἡ θεία Γραφὴ φησιν, Αὗται αἱ γενέσεις Νῶε· Νῶε ἄνθρωπος δίκαιος. Ἰδοὺ καὶ ἕτερον ἐγκωμίου μέγιστον εἶδος, Δίκαιος· διὰ ταύτης τῆς προσηγορίας τὴν καθόλου ἀρετὴν ταύτην ἐμφαίνει. Τὸ γὰρ δίκαιος ὄνομα ἔθος ἡμῖν ἐπὶ τῶν πᾶσαν ἀρετὴν μετιόντων λέγειν. Εἶτα ἵνα μάθῃς ὅπως πρὸς αὐτὸ τὸ ἄκρον τῆς ἀρετῆς ἔφθασεν, ὅπερ καὶ τότε ἀπῃτεῖτο παρὰ τῆς φύσεως τῆς ἡμετέρας, φησὶ, Δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ. Πάντα πληρώσας, φησὶν, ἅπερ ἐχρῆν ἄνθρωπον ἐπιδείξασθαι ἀρετὴν ἑλόμενον (τοῦτο γάρ ἐστι, Τέλειος), οὐδὲν ἐλλελοιπὼς, ἐν οὐδενὶ χωλεύων. Οὐ τὸ μὲν κατορθώσας, ἐν τῷ δὲ διαμαρτὼν, ἀλλ' ἐν πάσῃ ἀρετῇ τέλειος ἦν· τοῦτο γὰρ ἐχρῆν αὐτὸν ἐπιδείξασθαι. Εἶτα, ἵνα ἐκ τοῦ χρόνου καὶ ἐκ τῆς συγκρίσεως περιφανέστερον ἡμῖν τὸν δίκαιον ἀπεργάσηται, φησί· Τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· ἐν τῷ καιρῷ ἐκείνῳ, ἐν τῇ γενεᾷ αὐτοῦ τῇ διεστραμμένῃ, τῇ πρὸς τοσαύτην κακίαν ἀποκλινάσῃ, τῇ μηδὲ ἴχνος τῆς ἀρετῆς ἐπιδείξασθαι βουληθείσῃ. Ἐν ἐκείνῃ τοίνυν τῇ γενεᾷ, ἐν ἐκείνοις τοῖς χρόνοις οὗτος ὁ δίκαιος οὐ μόνον ἀρετὴν ἐπεδείξατο, ἀλλὰ καὶ εἰς τὴν ἄκραν κορυφὴν τῶν ἀρετῶν ἔφθασε τέλειος γεγονὼς, καὶ ἐν ἅπασιν ἀπηρτισμένος. Ὅπερ γὰρ ἔφθην εἰπὼν, μείζονα δείκνυσιν ἀεὶ τῆς ἀρετῆς τὸν ὄγκον τὸ μεταξὺ τῶν πολεμούντων αὐτὴν κατορθοῦσθαι, καὶ ἐν μέσῳ τῶν κωλυόντων τὴν αὐτὴν ἐπιδείκνυσθαι ἀκρίβειαν. Διὸ δὴ καὶ ὁ δίκαιος οὗτος πλειόνων ἀξιοῦται τῶν ἐπαίνων. Καὶ οὐδὲ μέχρι τούτου ἵσταται ἀνακηρύττουσα αὐτὸν ἡ θεία Γραφὴ, ἀλλὰ δεικνύουσα ἡμῖν τῆς ἀρετῆς αὐτοῦ τὴν ὑπερβολὴν, καὶ ὅτι τὴν ψῆφον ἄνωθεν ἐδέξατο, εἰποῦσα, Τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ, φησί· Τῷ Θεῷ εὐηρέστησε Νῶε. Τοσαύτη ἦν τῆς ἀρετῆς αὐτοῦ ἡ περιουσία, ὡς τὸν παρὰ τοῦ Θεοῦ ἔπαινον ἐπισπάσασθαι. Τῷ Θεῷ γὰρ, φησὶν, εὐηρέστησε Νῶε· ἵνα εἴπῃ ὅτι ἀπόδεκτος παρὰ τῷ Θεῷ γέγονεν, ἤρεσε τῷ ἀκοιμήτῳ ἐκείνῳ ὀφθαλμῷ διὰ τῶν αὐτῷ κατορθωμένων, καὶ ἐκείνου τὴν εὔνοιαν ἐφελκύσατο ἡ τῶν βεβιωμένων πρᾶξις, καὶ οὐ μόνον τῆς μελλούσης κατὰ πάντων ἐκφέρεσθαι ἀγανακτήσεως ἠλευθέρωσεν, ἀλλὰ καὶ ἑτέρων προστάτην αὐτὸν ἀπειργάσατο. Τῷ Θεῷ, γὰρ, φησὶν, εὐηρέστησε Νῶε. Τίς ἂν τούτου μακαριστότερος γένοιτ' ἂν, τοῦ δυνηθέντος τοσαύτην ἐπιδείξασθαι τὴν ἀρετὴν, ὡς τὸν ἁπάντων Δεσπότην ἐπαινέτην ἔχειν;
man according to Our image and according to Our likeness, that is, so that he may be ruler both of all things that are seen and of the passions that are begotten within him: so that he may rule, and not be ruled. If, however, betraying his rule, he is ruled rather than rules, he loses even his being a man, and transfers himself to the appellation of irrational beasts. On this very account, wishing now also to proclaim aloud the virtue of this righteous man, divine Scripture says: These are the generations of Noah: Noah was a righteous man. Behold yet another greatest form of encomium: Righteous; through this appellation it indicates this universal virtue. For it is our custom to use the name 'righteous' of those who pursue every virtue. Next, so that you may learn how he attained to the very summit of virtue, which even then was demanded from our nature, it says: Righteous, being perfect in his generation. Having fulfilled all things, it says, which a man who had chosen virtue ought to display (for this is what 'perfect' means), having left nothing undone, limping in nothing. Not having succeeded in one thing while failing in another, he was perfect in every virtue; for it behoved him to display this. Next, so that from the time and from the comparison it may render the righteous man more illustrious to us, it says: Being perfect in his generation—in that season, in his perverse generation, which had turned aside to such great wickedness, which was not willing to display even a trace of virtue. In that generation, therefore, in those times, this righteous man not only displayed virtue, but even attained to the topmost peak of the virtues, having become perfect and complete in all things. For, as I said before, to accomplish virtue in the midst of those who war against it, and in the middle of those who hinder it to display the same exactness, always shows its weight to be greater. Wherefore this righteous man also is deemed worthy of more numerous praises. Nor does divine Scripture stop even at this point in proclaiming him aloud, but showing us the surpassing measure of his virtue, and that he received the verdict from above, after saying, Being perfect in his generation, it says: Noah was well-pleasing to God. So great was the abundance of his virtue as to draw down praise from God. For Noah, it says, was well-pleasing to God; that is to say, he became acceptable before God, he pleased that sleepless eye through the good deeds rightly accomplished by him, and the practice of his life drew to itself His goodwill, and not only freed him from the indignation about to be brought forth against all, but even rendered him a protector of others. For Noah, it says, was well-pleasing to God. Who could be more blessed than this man, who was able to display such great virtue as to have the Master of all as his praiser?
Τῶν μὲν οὖν αὐτῷ πεπραγμένων τοῦτο παντὸς πλούτου, πάσης δόξης, καὶ δυναστείας, καὶ τῆς ἄλλης ἁπάσης ἀνθρωπίνης εὐημερίας τῷ νοῦν ἔχοντι προτιμότερον ἂν εἴη· τοῦτο τῷ γνησίαν περὶ τὸν Θεὸν ἀγάπην ἐπιδεικνυμένῳ βασιλείας ἂν εἴη ποθεινότερον. Ἡ γὰρ ἀληθὴς βασιλεία ἐστὶν αὕτη, τὸ δυνηθῆναι ἡμᾶς διὰ τῆς ἀρίστης πολιτείας εὐμενῆ καὶ ἵλεω καταστῆσαι ἑαυτοῖς τὸν Δεσπότην. Οὐδὲ γὰρ γέενναν διὰ τοῦτο φοβεῖσθαι ὀφείλομεν καὶ δεδοικέναι, διὰ τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον καὶ τὰς φοβερὰς τιμωρίας, καὶ τὰς διηνεκεῖς κολάσεις, ἀλλὰ διὰ τὸ προσκροῦσαι τῷ οὕτως ἀγαθῷ Δεσπότῃ, καὶ τῆς ἐκείνου εὐνοίας ἐκτὸς ἡμᾶς στῆναι· ὥσπερ οὖν
Of the things accomplished by him, therefore, this would to anyone of understanding be more precious than all wealth, all glory and dominion, and all other human prosperity; to one who displays genuine love towards God, this would be more desirable than a kingdom. For this is the true kingdom: that we should be able through the best way of life to render the Master kindly and gracious to ourselves. For neither ought we to fear and dread Gehenna on this account—on account of that unquenchable fire, and the fearsome punishments, and the perpetual chastisements—but on account of offending so good a Master, and standing outside His goodwill; just as, therefore,
PG 53:204Read from the page
καὶ ἐπὶ τὴν βασιλείαν διὰ τοῦτο σπεύδειν ἡμᾶς χρὴ, διὰ τὸν περὶ αὐτὸν πόθον, ἵνα τῆς ἐκείνου ῥοπῆς ἀπολαύωμεν. Ὥσπερ γὰρ βασιλείας ποθεινότερον τὸ εὐνοϊκῶς περὶ ἡμᾶς διακεῖσθαι τὸν φιλάνθρωπον ἡμῶν Δεσπότην, οὕτω γεέννης χαλεπώτερον τὸ τῆς ἐκεῖθεν εὐνοίας ἐκπεσεῖν.
we must also hasten towards the kingdom on this account, on account of our longing for Him, so that we may enjoy His favour. For just as it is more desirable than a kingdom that our Master Who loves humanity should be kindly disposed towards us, so it is more grievous than Gehenna to fall away from the goodwill that comes from there.
Εἴδετε πόσης ἡμῖν ὠφελείας γέγονεν ὑπόθεσις ἡ προσηγορία μόνη τοῦ δικαίου, καὶ ὅσον ἡμῖν θησαυρὸν νοημάτων ἔτεκεν ἡ γενεαλογία τοῦ θαυμασίου τούτου ἀνδρός; Μιμώμεθα τοίνυν τῆς θείας Γραφῆς τοὺς κανόνας, καὶ ἐὰν βουλώμεθά τινων γενεαλογίας ἐξηγεῖσθαι, μὴ πατέρας, καὶ πάππους, καὶ ἐπιπάππους εἰς μέσον φέρωμεν, ἀλλὰ τοῦ γενεαλογουμένου τὴν ἀρετὴν ἐκκαλύπτωμεν. Οὗτος γὰρ ἄριστος γενεαλογίας τρόπος. Τί γὰρ ὄφελος ἐκ πατέρων εἶναι λαμπρῶν καὶ ἐναρέτων, αὐτὸν δὲ ἔρημον εἶναι τῆς ἀρίστης πολιτείας; ἢ πάλιν τί βλάβος ἂν γένοιτο ἐκ πατέρων εἶναι καὶ προγόνων δυσγενῶν, καὶ ἀφανῶν, αὐτὸν δὲ πολλῇ κομᾷν τῇ ἀρετῇ; Ἐπεὶ καὶ ὁ δίκαιος οὗτος τοιοῦτος γεγονὼς, καὶ τὴν τοῦ Θεοῦ εὔνοιαν ἐπισπασάμενος, οὐκ ἀπὸ τοιούτων γέγονε προγόνων· οὐδὲ γὰρ ὡς ἐναρέτων αὐτῶν ἐμνημόνευσεν ἡ θεία Γραφή· καὶ ὅμως ἴσχυσε τοσούτων ὄντων κωλυμάτων, καὶ ὑπὸ τοσούτων ἐμποδιζόμενος, εἰς αὐτὴν τὴν ἄκραν ἀνελθεῖν τῆς ἀρετῆς· ἵνα μάθῃς ὅτι τὸν βουλόμενον νήφειν, καὶ ἐγρηγορέναι, καὶ πολλὴν τῆς οἰκείας σωτηρίας ποιεῖσθαι τὴν πρόνοιαν, οὐδέν ἐστι τὸ διακωλύον. Ὥσπερ γὰρ εἰς ῥᾳθυμίαν ἀποκλίναντες καὶ ὑπὸ τῶν τυχόντων βλαπτόμεθα, οὕτως ἐὰν βουληθῶμεν νήφειν, κἂν μυρίοι ὦσιν οἱ πρὸς τὴν κακίαν ἕλκοντες, οὐδὲν ἡμῶν τῇ σπουδῇ λυμήνασθαι δυνήσονται, καθάπερ οὐδὲ τὸν δίκαιον τοῦτον ἴσχυσαν τοσοῦτοι ὄντες ὀκνηρότερον περὶ τὴν ἀρετὴν ἐργάσασθαι. Μηδεὶς τοίνυν ἕτερόν τινα αἰτιάσθω, καὶ ἐφ' ἑτέρους τὴν αἰτίαν μεταγαγέτω, ἀλλὰ τῇ οἰκείᾳ ῥᾳθυμίᾳ τὸ πᾶν ἐπιγραφέτω. Καὶ τί λέγω ἐφ' ἑτέρους; Μηδὲ αὐτὸν τὸν διάβολον νομιζέτω τις ἱκανὸν εἶναι κωλῦσαι τὴν ἐπὶ τὴν ἀρετὴν φέρουσαν ὁδὸν δύνασθαι· ἀλλ' ἀπατᾷ μὲν καὶ ὑποσκελίζει τοὺς ῥᾳθυμοτέρους, οὐ μὴν κωλύει καὶ βιάζεται· καὶ τοῦτο αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα δείκνυσιν, ὅτι ἡνίκα μὲν ἂν βουλώμεθα νήφειν, τοσοῦτον τὸν τόνον ἐπιδεικνύμεθα, ὡς μηδὲ πολλῶν ὄντων τῶν προτρεπόντων ἐπὶ τὴν τῆς κακίας ὁδὸν, ἀνέχεσθαι τῆς συμβουλῆς, ἀλλὰ παντὸς ἀδάμαντος στεῤῥοτέρους ἡμᾶς γίνεσθαι, καὶ ἀποφράττειν τοῖς τὰ φαῦλα συμβουλεύουσι τὰς ἀκοάς. Ὅταν δὲ ῥᾳθυμῶμεν, καὶ μηδενὸς ὄντος τοῦ συμβουλεύοντος ἢ ὑποσκελίζοντος, οἴκοθεν κινούμενοι ἐπὶ τὴν κακίαν ὁρμῶμεν. Εἰ γὰρ μὴ ἐν τῇ προαιρέσει ἡμῶν ἔκειτο, μηδὲ ἐν τῇ τῆς γνώμης ἐξουσίᾳ, μηδὲ αὐτεξούσιον ἡμῶν τὴν φύσιν ὁ φιλάνθρωπος Θεὸς κατεσκεύασεν, ἐχρῆν ἢ ἅπαντας εἶναι κακοὺς τοὺς τῆς αὐτῆς φύσεως κοινωνοῦντας καὶ τοῖς αὐτοῖς πάθεσιν ὑποκειμένους, ἢ πάντας εἶναι ἐναρέτους. Ὅταν δὲ ἴδωμεν τοὺς ὁμογενεῖς ἡμῖν, καὶ ὑπὸ τῶν αὐτῶν παθῶν ἐνοχλουμένους, οὐ τὰ αὐτὰ ἡμῖν ὑπομένοντας, ἀλλὰ καὶ ἐῤῥωμένῳ τῷ λογισμῷ ἡνιοχοῦντας τὴν φύσιν, καὶ περιγινομένους τῶν ἀτάκτων σκιρτημάτων, καὶ χαλινοῦντας ἐπιθυμίαν, κρατοῦντας ὀργὴν, βασκανίαν φεύγοντας, φθόνον ἐξορίζοντας, τῆς λύσσης τῶν χρημάτων ὑπερορῶντας, δόξης ἔλαττον φροντίζοντας, πάσης τῆς τοῦ παρόντος βίου εὐημερίας καταγελῶντας, καὶ πρὸς τὴν ἀληθῆ δόξαν ἐπτοημένους, καὶ τὸν παρὰ τοῦ Θεοῦ ἔπαινον πάντων τῶν ὁρωμένων προτι-
Did you see how great a matter of benefit to us the mere appellation of the righteous man has become, and how great a treasure of thoughts the genealogy of this marvellous man has brought forth for us? Let us, therefore, imitate the rules of divine Scripture, and if we wish to set forth the genealogies of any persons, let us not bring forward fathers, and grandfathers, and great-grandfathers, but let us uncover the virtue of him whose genealogy is recounted. For this is the best manner of genealogy. For what benefit is there in springing from illustrious and virtuous fathers, while being bereft oneself of the best way of life? Or again, what harm could come of springing from low-born and obscure fathers and ancestors, while abounding oneself in great virtue? Since even this righteous man, having become such and having drawn down the goodwill of God, did not spring from such ancestors—for divine Scripture made no mention of them as virtuous—and yet, though there were so many hindrances and he was impeded by so many, he had the strength to ascend to the very summit of virtue, so that you may learn that there is nothing that hinders him who wishes to be sober, and to keep watch, and to take great forethought for his own salvation. For just as when we incline to indolence we are harmed even by chance comers, so if we wish to be sober, even though those who drag us towards wickedness be ten thousand, they will in no way be able to mar our zeal, just as neither were so many men able to render this righteous man more sluggish concerning virtue. Let no one, therefore, accuse another or shift the blame onto others, but let him ascribe the whole of it to his own indolence. And why do I say 'onto others'? Let no one suppose that even the devil himself has power enough to bar the way that leads to virtue; rather, he deceives and trips up the more indolent, yet he by no means hinders or compels—and actual experience of affairs shows this: that whenever we wish to be sober, we display such vigour that, even when there are many urging us onto the way of wickedness, we do not brook their counsel, but become firmer than any adamant, and stop up our ears to those who counsel base things. Yet whenever we are indolent, even when there is no one counselling or tripping us up, moved from within we rush headlong into wickedness. For if it did not lie in our choice, nor in the authority of our resolve, and if God Who loves humanity had not fashioned our nature with free will, either all who share the same nature and are subject to the same passions would have had to be bad, or all virtuous. Yet whenever we see those of our own race, who are troubled by the same passions, not undergoing the same things as we, but both charioteering nature with vigorous reasoning, and getting the mastery over disorderly leapings, and bridling concupiscence, ruling wrath, fleeing malignancy, banishing envy, looking down upon the madness for money, caring little for glory, laughing to scorn all the prosperity of the present life, and eagerly excited towards true glory, and holding the praise that comes from God in higher ho-
PG 53:205Read from the page
μῶντας· οὐκ εὔδηλον ὅτι τῇ οἰκείᾳ σπουδῇ ταῦτα κατορθοῦν δυνήσονται μετὰ τὴν ἄνωθεν χάριν, καὶ ἡμεῖς τῇ οἰκείᾳ ῥᾳθυμίᾳ κεχρημένοι προδιδόαμεν ἡμῶν τὴν σωτηρίαν, ἐρήμους ἑαυτοὺς καθιστῶντες τῆς ἐκεῖθεν εὐνοίας;
nour than all things that are seen—is it not quite manifest that by their own zeal they will be able to accomplish these things rightly after grace from above, and that we, indulging in our own indolence, betray our salvation, rendering ourselves bereft of the goodwill that comes from there?
ϛʹ. Διὸ παρακαλῶ ταῦτα λογιζομένους, καὶ συνεχῶς κινοῦντας ἐν τῇ διανοίᾳ, μηδέποτε τὸν διάβολον αἰτιᾶσθαι, ἀλλὰ τὴν ῥάθυμον ἡμῶν γνώμην. Καὶ ταῦτα λέγω οὐκ ἐκεῖνον ἀπαλλάξαι βουλόμενος κατηγορίας· μὴ γένοιτο· καὶ γὰρ ἔρχεται ὡς λέων ἁρπάσαι, καὶ ὠρυόμενος, καὶ τίνα καταπίῃ ζητῶν· ἀλλὰ καὶ ἡμᾶς ἀσφαλεστέρους ποιῆσαι θέλων, ἵνα μὴ νομίζωμεν ἐκτὸς εἶναι ἐγκλημάτων, οὕτως εὐκόλως πρὸς τὴν κακίαν αὐτομολοῦντες, καὶ μὴ τὰ ψυχρὰ ἐκεῖνα λέγωμεν ῥήματα· Τίνος ἕνεκεν ἀφῆκεν αὐτὸν ὁ Θεὸς τοιοῦτον ὄντα πονηρὸν, ὥστε ὑποσκελίζειν καὶ καταβάλλειν; Μεγίστης γὰρ ἂν εἴη ταῦτα τὰ ῥήματα ἀγνωμοσύνης. Ἀλλ' ἐκεῖνο σὺν ἑαυτῷ σκόπει, ὅτι διὰ τοῦτο μάλιστα αὐτὸν κατέλιπεν, ἵνα τῷ φόβῳ συνωθούμενοι, καὶ τοῦ πολεμίου τὴν ἔφοδον προσδοκῶντες, πολλὴν ἀγρυπνίαν καὶ διηνεκῆ τὴν νῆψιν ἐπιδεικνυώμεθα, τῇ τῶν ἀμοιβῶν ἐλπίδι, καὶ τῇ ἀντιδόσει τῶν αἰωνίων ἐκείνων καὶ ἀποῤῥήτων ἀγαθῶν πάντα τῆς ἀρετῆς τὸν κάματον ὑποτεμνόμενοι. Καὶ τί θαυμάζεις εἰ τὸν διάβολον διὰ τοῦτο κατέλιπε κηδόμενος ἡμῶν τῆς σωτηρίας, καὶ διεγείρων ἡμῶν τὴν ῥᾳθυμίαν, καὶ ὑπόθεσιν ἡμῖν στεφάνων κατασκευάζων; Αὐτὴν τὴν γέενναν διὰ τοῦτο παρεσκεύασεν, ἵνα ὁ τῆς τιμωρίας φόβος καὶ τῆς κολάσεως τὸ ἀφόρητον πρὸς τὴν βασιλείαν ἡμᾶς συνωθήσῃ. Εἶδες εὐμήχανον τοῦ Δεσπότου φιλανθρωπίαν; πῶς πάντα ποιεῖ καὶ πραγματεύεται, ὡς μὴ μόνον σῶσαι τοὺς ὑπ' αὐτοῦ δημιουργηθέντας, ἀλλὰ καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν ἀξιῶσαι; Διὰ τοῦτο καὶ τὸ αὐτεξούσιον ἡμῖν δεδώρηται, καὶ ἐν τῇ φύσει καὶ ἐν τῷ συνειδότι ἡμῶν ἐναπέθετο τὴν γνῶσιν τῆς κακίας καὶ τῆς ἀρετῆς, καὶ τὸν διάβολον συνεχώρησεν εἶναι, καὶ τὴν γέενναν ἠπείλησεν, ἵνα μήτε τῆς γεέννης πεῖραν λάβωμεν καὶ τῆς βασιλείας ἐπιτύχωμεν. Καὶ τί θαυμάζεις εἰ ταῦτα ἅπαντα διὰ τοῦτο ἐπραγματεύσατο, καὶ μυρία ἕτερα; Δούλου μορφὴν ὁ ἐν τοῖς κόλποις τοῖς πατρικοῖς τυγχάνων λαβεῖν κατεδέξατο, καὶ πάντα τὰ ἄλλα ὑπομεῖναι τὰ σωματικὰ, καὶ ἐκ γυναικὸς γεννηθῆναι, καὶ ἐκ παρθένου τεχθῆναι, καὶ ἐννεαμηνιαῖον κυοφορηθῆναι χρόνον, καὶ σπάργανα δέξασθαι, καὶ πατέρα αὐτοῦ νομισθῆναι τὸν Ἰωσὴφ τὸν μνηστῆρα τῆς Μαρίας, καὶ κατὰ μικρὸν αὐξηθῆναι, καὶ περιτμηθῆναι, καὶ θυσίαν ἀνενεγκεῖν, καὶ πεινῆσαι, καὶ διψῆσαι, καὶ κοπιάσαι, καὶ τελευταῖον καὶ θάνατον ὑπομεῖναι, καὶ θάνατον οὐχ ἁπλῶς, ἀλλὰ τὸν ἐπονείδιστον νομιζόμενον, τὸν σταυροῦ λέγω· καὶ ταῦτα ἅπαντα δι' ἡμᾶς καὶ τὴν σωτηρίαν τὴν ἡμετέραν κατεδέξατο ὁ τῶν ἁπάντων δημιουργὸς, ὁ ἀναλλοίωτος, ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα παραγαγὼν, ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, οὗ τῆς δόξης τὴν ἀστραπὴν οὐδὲ τὰ Χερουβὶμ, αἱ ἀσώματοι δυνάμεις ἐκεῖναι, ἰδεῖν δύνανται, ἀλλ' ἀποστρέφουσαι τὰς ὄψεις τῇ προβολῇ τῶν πτερύγων τὸ θαῦμα ἡμῖν ἐπιδείκνυνται· ὃν διὰ παντὸς ὑμνοῦσιν ἄγγελοι, ἀρχάγγελοι, καὶ μυρίαι μυριάδες· οὗτος δι' ἡμᾶς, καὶ τὴν σωτηρίαν τὴν ἡμετέραν, ἄνθρωπος γενέσθαι κατεδέξατο, καὶ τῆς ἀρίστης πολιτείας ἡμῖν τὴν ὁδὸν ἔτεμε, καὶ δι' ὧν αὐτὸς ἦλθε τὴν αὐτὴν ἡμῖν φύσιν ἀναλαβὼν, ἀρκοῦσαν διδασκαλίαν ἐναπέθετο. Ποία τοίνυν ἡμῖν λείπεται λοιπὸν ἀπολογία,
6. Therefore I beseech you, reckoning over these things and continually revolving them in your mind, never to accuse the devil, but our own indolent resolve. And I say these things not because I wish to acquit him of accusation—far be it! for indeed he comes like a lion to snatch away, roaring and seeking whom he may devour—but because I wish to render us more secure as well, so that we may not suppose ourselves to be free of charges when we desert so easily to wickedness, and may not utter those frigid words: For what sake did God leave him to be so wicked as to trip up and cast down? For these words would be a mark of the greatest ingratitude. Rather, consider this within yourself: that He left him above all on this account, so that, driven together by fear and awaiting the onset of the foe, we may display great vigilance and perpetual sobriety, cutting short all the toil of virtue by the hope of recompenses and by the requital of those eternal and ineffable good things. And why do you marvel if He left the devil on this account, caring for our salvation, and rousing up our indolence, and preparing for us an occasion of crowns? He prepared Gehenna itself on this account, so that the fear of punishment and the unendurableness of chastisement may impel us towards the kingdom. Did you see the resourceful lovingkindness of the Master towards humanity—how He does and contrives all things so as not only to save those fashioned by Him, but also to deem them worthy of ineffable good things? On this account He has both graciously bestowed free will upon us, and deposited in our nature and in our conscience the knowledge of wickedness and of virtue, and permitted the devil to exist, and threatened Gehenna, so that we may neither have experience of Gehenna and may attain to the kingdom. And why do you marvel if He contrived all these things on this account, and myriads of others besides? He Who abides in the paternal bosom deigned to take the form of a servant, and to undergo all the other bodily things, and to be begotten of a woman, and to be born of a virgin, and to be carried in the womb for a nine-months' time, and to accept swaddling-clothes, and to have Joseph the betrothed of Mary supposed to be His father, and to grow little by little, and to be circumcised, and to offer sacrifice, and to hunger, and to thirst, and to grow weary, and at the last to undergo even death—and not death simply, but the one reputed ignominious, I mean that of the cross; and all these things the Creator of all, the Immutable One, Who brought forth all things out of non-being into being, Who looks upon the earth and makes it tremble, the flash of Whose glory not even the Cherubim, those incorporeal powers, are able to behold, but turning away their gaze by the screen of their wings display the marvel to us, Whom angels, archangels, and ten thousand times ten thousand continually hymn—this One, on account of us and our salvation, deigned to become man, and cut open for us the way of the best manner of life, and through the things by which He Himself came, having taken up the same nature as we, laid down sufficient teaching. What defence, therefore, is left to us henceforth,
PG 53:206Read from the page
τοσούτων διὰ ⟨τ⟩ὴν ἡμετέραν σωτηρίαν προηγουμένων, εἰ μέλλοιμεν ανόνητα ἅπαντα δεικνύναι, διὰ τῆς ῥᾳθυμίας τῆς τούτων προδιδόντες ἡμῶν τὴν σωτηρίαν; Διὸ παρακαλῶ νήφειν, καὶ μὴ ἁπλῶς συνηθείᾳ τῶν ἄλλων κατακολουθεῖν, ἀλλὰ τὴν ἑαυτῶν ζωὴν καθ' ἑκάστην ἡμέραν πολυπραγμονεῖν, καὶ εἰδέναι, τί μὲν ἡμῖν ἡμάρτηται, τί δὲ κατώρθωται· καὶ οὕτω τῶν ἡμαρτημένων τὴν διόρθωσιν ποιώμεθα, ἵνα καὶ τὴν ἄνωθεν ῥοπὴν ἐπισπασώμεθα, καὶ εὐάρεστοι τῷ Θεῷ γενώμεθα, καθάπερ ὁ δίκαιος οὗτος, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν ⟨Ἰ⟩ησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ, κράτος νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
when such great things have gone before on account of our salvation, if we were to render them all fruitless, betraying our salvation through our indolence in these matters? Therefore I beseech you to be sober, and not simply to follow after the custom of others, but to scrutinize our own life each day, and to know both what has been sinned by us and what has been rightly accomplished; and thus let us make amendment of our sins, so that we may both draw down favour from above, and become well-pleasing to God, just as this righteous man was, and attain to the kingdom of the heavens, by the grace and lovingkindness towards humanity of our Lord Jesus Christ, with Whom to the Father, together also with the Holy Spirit, be glory, honour, might, now and always, and unto the ages of ages. Amen.
ΟΜΙΛΙΑ ΚΔʹ.
Homily XXIV.
Ἐγέννησε δὲ Νῶε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ· ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας.
And Noah begat three sons, Shem, Ham, and Japheth; and the earth was corrupted before God, and the earth was filled with iniquity.
αʹ. Οὐ τὰ τυχόντα ἡμᾶς ὠφέλησε χθὲς ἡ τοῦ δικαίου Νῶε γενεαλογία. Καὶ γὰρ ἔγνωμεν θαυμαστὸν γενεαλογίας τρόπον, καὶ εἴδομεν τὸν δίκαιον ἀνακηρυττόμενον οὐκ ἀπὸ τῆς τῶν προγόνων περιφανείας, ἀλλ' ἀπὸ τῆς τῶν οἰκείων τρόπων ἀρετῆς, δι' ἣν καὶ τοσαύτην ἐδέξατο μαρτυρίαν παρὰ τῆς θείας Γραφῆς· Νῶε γὰρ, φησὶν, ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ εὐηρέστησε Νῶε. Εἰς ταῦτα γὰρ βραχέα τὰ ῥήματα ἅπασαν διδασκαλίαν χθὲς κατηναλώσαμεν. Ἡ γὰρ τῶν θείων λογίων φύσις ἐν ὀλίγοις ῥήμασι πολὺν ἐπιδείκνυται τῶν νοημάτων τὸν πλοῦτον, καὶ ἄφατον χαρίζεται τὸν θησαυρὸν τοῖς μετὰ ἀκριβείας τὴν ἔρευναν ποιεῖσθαι βουλομένοις. Διὸ δὴ, παρακαλῶ, μηδὲν ἁπλῶς διατρέχωμεν τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων, ἀλλὰ κἂν ὀνομάτων κατάλογος ᾖ, κἂν ἱστορίας διήγησις, τὸν ἐγκεκρυμμένον ἀνιχνεύωμεν θησαυρόν. Διὰ γὰρ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Ἐρευνᾶτε τὰς Γραφάς. Ἐπειδὴ οὐ πανταχοῦ ἐξ ἐπιπολῆς ἔστιν εὑρεῖν τὸν νοῦν τῶν ἐγγεγραμμένων, ἀλλὰ χρεία καὶ πολλῆς ἐρεύνης ἐστὶν ἡμῖν, ὥστε μηδὲν ἡμᾶς λαθεῖν τῶν ἐν τῷ βάθει κειμένων. Εἰ δὲ ἡ προσηγορία μόνη τῆς φύσεως, τὸ ἄνθρωπος ὄνομα λέγω, τοσαύτην ἡμῖν ἔτεκε χθὲς ὠφελείας ὑπόθεσιν, πόσον οὐ καρπωσόμεθα κέρδος, εἰ ἕκαστον τῶν ἐν τῇ Γραφῇ μετὰ προσυχῆς καὶ ἀγρύπνου διανοίας ἐπίωμεν; Καὶ γὰρ φιλάνθρωπον ἔχομεν Δεσπότην, καὶ ἐπειδὰν ἴδῃ μεριμνῶντας ἡμᾶς, καὶ πόθον πολὺν ἐπιδεικνυμένους πρὸς τὴν τῶν θείων λογίων κατανόησιν, οὐκ ἀφίησιν ἑτέρου τινὸς δεηθῆναι, ἀλλ' εὐθέως φωτίζει τὸν ἡμέτερον λογισμὸν, καὶ τὴν παρ' αὐτοῦ ἔλλαμψιν χαρίζεται, καὶ κατὰ τὴν εὐμήχανον αὐτοῦ σοφίαν πᾶσαν τὴν ἀληθῆ διδασκαλίαν ἐντίθησι τῇ ἡμετέρᾳ ψυχῇ. Διὰ τοῦτο καὶ προτρέπων ἡμᾶς ἐπὶ τοῦτο, καὶ προθυμοτέρους ἐργαζόμενος, μακαρισμῶν ἀξίους ἀπέφηνε τοὺς τὸν τοιοῦτον πόθον ἐπιδεικνυμένους, λέγων, Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Ὅρα σοφίαν διδασκάλου· οὐ διὰ τοῦ μακαρισμοῦ μόνον προέτρεψεν, ἀλλὰ καὶ τῷ εἰπεῖν, Οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ἐδίδαξε τοὺς ἀκούοντας μεθ' ὅσης προθυμίας προσήκει πρὸς τὴν τῶν πνευματικῶν λογίων ἔρευναν ὁρμᾷν. Καθάπερ γὰρ, φησὶν, οἱ πείνης προηγησαμένης μετὰ προθυμίας ἀφάτου ἐπὶ τὴν τροφὴν ἐπείγονται, καὶ οἱ ἀπὸ τοῦ πολλοῦ δίψους ἐκκαιόμενοι τῷ πόματι μετὰ σπουδῆς προσίασι· κατὰ τὸν αὐτὸν δὴ τρόπον προσήκει, καθάπερ πεινῶντας καὶ διψῶντας, οὕτω τῇ διδασκαλίᾳ τῇ πνευματικῇ
1. No ordinary benefit did the genealogy of the righteous Noah bring us yesterday. For indeed we came to know a marvellous manner of genealogy, and we saw the righteous man proclaimed aloud not from the illustriousness of his ancestors, but from the virtue of his own ways, on account of which he also received such great testimony from divine Scripture; for Noah, it says, was a righteous man, being perfect in his generation; Noah was well-pleasing to God. For upon these brief words we spent our entire teaching yesterday. For the nature of the divine oracles in a few words displays great wealth of thoughts, and graciously bestows an ineffable treasure upon those who wish to make their search with exactness. Wherefore, I beseech you, let us run simply past nothing of what lies in divine Scripture, but even if it be a catalogue of names, or a narration of history, let us track down the hidden treasure. For on this account Christ also said: Search the Scriptures. Since it is not everywhere possible to find on the surface the meaning of what is written, we stand in need of much searching as well, so that nothing of what lies in the depth may escape us. And if the mere appellation of nature—I mean the name 'man'—brought forth for us so great a matter of benefit yesterday, how great a gain shall we not reap if we go through each item in Scripture with prayer and a sleepless mind? For indeed we have a Master Who loves humanity, and whenever He sees us taking care and displaying great longing for the comprehension of the divine oracles, He does not allow us to stand in need of anyone else, but at once illumines our reasoning, and graciously grants the radiance that comes from Him, and according to His resourceful wisdom implants all true teaching in our soul. On this account, urging us on to this and rendering us more eager, He declared those who display such longing to be worthy of beatitudes, saying: Blessed are those who hunger and thirst after righteousness, for they shall be filled. Behold the wisdom of the Teacher: not through the beatitude alone did He urge them on, but also by saying, Those who hunger and thirst after righteousness, He taught His hearers with how great an eagerness it is fitting to rush towards the search of the spiritual oracles. For just as, He says, those who, when hunger has gone before, hasten with ineffable eagerness to food, and those who are burning with great thirst approach drink with zeal, in the very same manner it is fitting, just like men hungering and thirsting, so to
Notes, col. 206

On the reading

Printed ανόνητα, for ἀνόνητα.

Printed προσυχῆς, for προσευχῆς.