Migne Reading Room

PG 53 · cols. 193–194 · Read from the page

In Genesin Homilia XXII (ΟΜΙΛΙΑ ΚΒʹ; Gen. 5:32–6:4)

In Genesin Homilia XXII (ΟΜΙΛΙΑ ΚΒʹ; Gen. 5:32–6:4)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:193Read from the page
εις αἴσθησιν ἐλθόντας τῶν οικείων πταισμάτων ἀνακαλέσασθαι τὴν ἐμὴν ἀγανάκτησιν· ἐπειδὴ δὲ οὐδὲ οὕτως ἐκέρδανόν τι πλέον, ἀνάγκη τὴν ἀπειλὴν εις ἔργον ἀγαγεῖν, καὶ παντελῆ ἐξάλειψιν αὐτῶν ἐργάσασθαι, καὶ καθάπερ ζύμην τινὰ πονηρὰν ἀφανίσαι τούτων τὸ γένος, ἵνα μὴ καὶ ταῖς εις τὸ ἑξῆς γενεαῖς τῆς κακίας διδάσκαλοι γένωνται. Καὶ εἶπε Κύριος ὁ Θεὸς, Ἀπαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους. Ἀλλ' ἴσως εἴποι τις ἄν· Τίνος ἕνεκεν τοῦ ἀνθρώπου πρὸς κακίαν ἀποκλίναντος, καὶ τὰ ἄλογα τὴν αὐτὴν αὐτῷ τιμωρίαν ὑπομένει; Εικότως. Μὴ γὰρ διά τὴν ἑαυτῶν χρείαν τὰ ἄλογα γέγονε; Διὰ τὸν ἄνθρωπον ταῦτα παρήχθη· τούτου τοίνυν ἐκ τοῦ μέσου αιρουμένου, ποία ἐκείνων χρεία γένοιτ' ἄν; Διὰ τοῦτο καὶ ταῦτα τῆς τιμωρίας κοινωνεῖ, ἵνα μάθητε τῆς ἀγανακτήσεως τὴν ὑπερβολήν. Καὶ καθάπερ ἐξ ἀρχῆς τοῦ πρωτοπλάστου ἁμαρτῶντος, ἡ γῆ τὴν κατάραν ἐδέξατο, οὕτω καὶ νῦν τοῦ ἀνθρώπου μέλλοντος ἀφανίζεσθαι, καὶ τὰ ἄλογα κοινωνεῖ τῆς τιμωρίας. Ὥσπερ δὲ εὐδοκιμοῦντος τοῦ ἀνθρώπου, καὶ ἡ κτίσις κοινωνεῖ τῇ τοῦ ἀνθρώπου εὐημερίᾳ (καθάπερ καὶ ὁ Παῦλός φησιν· Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εις τὴν ἐλευθερίαν τῶν τέκνων τῆς δόξης τοῦ Θεοῦ)· οὕτω καὶ νῦν διὰ τὸ πλῆθος τῶν ἁμαρτημάτων μέλλοντος τούτου κολάζεσθαι, καὶ πανωλεθρίᾳ παραδίδοσθαι, καὶ τὰ κτήνη, καὶ τὰ ἑρπετὰ, καὶ τὰ πετεινὰ συναπολαύει τοῦ κλυδωνίου τοῦ πᾶσαν τὴν οικουμένην καταλαμβάνειν μέλλοντος. Καὶ καθάπερ ἐν οἰκίᾳ, τοῦ προεστῶτος ὑπὸ τὴν δεσποτικὴν ἀγανάκτησιν γεγονότος, καὶ τοὺς συνυπηρετοῦντας πάντας εικὸς κοινωνεῖν τῆς κατηφείας· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐνταῦθα, καθάπερ ἐν οἰκίᾳ τῶν ἀνθρώπων ἀπολλυμένων, ἅπαντα τὰ ἐν τῇ οἰκίᾳ καὶ τὰ ὑπὸ τὴν τούτου δεσποτείαν τυγχάνοντα ἀνάγκη ὑπὸ τὴν αὐτὴν τιμωρίαν πεσεῖν. Καὶ ἐνεθυμήθην, φησὶν, ὅτι ἐποίησα αὐτούς. Πόσης συγκαταβάσεως τουτὶ πεπλήρωται τὸ ῥῆμα; Μὴ γὰρ ἐβουλόμην, φησὶ, τοσαύτῃ τιμωρίᾳ αὐτοὺς περιβαλεῖν; Αὐτοί με τῇ ὑπερβολῇ τῆς παρανομίας εις τοσαύτην ἐξήνεγκαν τὴν ἀγανάκτησιν. Εἶτα ἵνα μὴ νομίσωμεν ἀφανισμὸν παντελῆ τοῦ τῶν ἀνθρώπων γίνεσθαι γένους, μηδὲ πρόῤῥιζον τὴν ἡμετέραν φύσιν ἀφανίζεσθαι, ἀλλὰ μάθωμεν ὅσον κακὸν ἁμαρτία, καὶ ὅσον ἀγαθὸν ἀρετὴ, καὶ ὅτι κρείσσων εἷς ποιῶν θέλημα Κυρίου, ἢ μυρίοι παράνομοι, φησί· Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ. Εἰ καὶ τὸ πλῆθος ἅπαν, φησὶ, πρὸς τοσαύτην κακίαν ἐξώκειλεν, ἀλλ' ὁ δίκαιος οὗτος τὸν σπινθῆρα τῆς ἀρετῆς διετήρησεν ὁμοῦ, καὶ τούτοις ἅπασι διὰ παντὸς τοῦ χρόνου διαλεγόμενος, καὶ παραινῶν ἀπαλλαγῆναι τῆς κακίας, καὶ ἑαυτὸν τῆς ἀπ' αὐτῶν λύμης ἐλεύθερον καθιστάς. Καὶ ὥσπερ οὗτοι διὰ τῶν πονηρῶν πράξεων εἰς ἀγανάκτησιν τὸν φιλάνθρωπον Θεὸν ἐπεσπάσαντο οὕτω καὶ οὗτος, τὴν ἀρετὴν ἑλόμενος, Χάριν εὗρεν ἐναντίον Κυρίου Θεοῦ. Οὐ γάρ ἐστι προσωπολήπτης ὁ Θεὸς, ἀλλὰ κἂν ἕνα εὕρῃ ἐν τοσούτῳ πλήθει τὰ αὐτῷ δοκοῦντα διαπραττόμενον, οὐ περιορᾷ, ἀλλὰ τῆς οἰκείας αὐτὸν ἀξιοῖ προνοίας, καὶ ταύτῃ μᾶλλον πλείονα τὴν περὶ αὐτὸν κηδεμονίαν ἐπιδείκνυται, ὅσῳ καὶ, τοσουτων ὄντων τῶν ἐπὶ τὴν κακίαν ἑλκόντων, τὴν τῆς ἀρετῆς αὐτὸς ὁδὸν εἵλετο.
by coming to perception of their own stumbles, to call back My indignation; yet since not even thus did they gain aught more, necessity compels Me to bring the threat into effect, and to work an utter blotting out of them, and like some wicked leaven to exterminate their race, lest to succeeding generations also they become teachers of wickedness. And the Lord God said, I will blot out man, whom I made, from the face of the earth, from man unto cattle. Yet perhaps someone might say: For what sake, when man turned aside towards wickedness, do the irrational creatures also undergo the same punishment with him? Reasonably so! For did the irrational creatures come into being on account of their own need? On account of man were they brought forth; when he, therefore, is taken out of the midst, what need could there be of them? On this account they also share in the punishment, so that you may learn the excess of His indignation. And just as at the beginning, when the first-formed man sinned, the earth received the curse, so now also, when man is about to be exterminated, the irrational creatures too share in the punishment. And just as when man wins approval the creation also shares in man's prosperity (even as Paul also says: Because the creation itself also shall be set free from the bondage of corruption into the freedom of the glory of the children of God), so now also, when on account of the multitude of his sins he is about to be punished and handed over to utter destruction, both the cattle, and the creeping things, and the birds share together in the deluge that is about to overtake the whole inhabited world. And just as in a household, when the head has fallen under the master's indignation, it is likely that all his fellow servants also share in the dejection: in the very same manner here also, when men perish as in a household, all the things in the household and under his lordship must necessarily fall under the same punishment. And I have taken to heart, He says, that I made them. With how great a condescension is this saying filled! For did I wish, He says, to encompass them with so great a punishment? They themselves by the excess of their lawlessness carried Me forth into so great an indignation. Then, lest we suppose that an utter extermination of the race of men takes place, or that our nature is destroyed root and branch, and that we may rather learn how great an evil sin is, and how great a good virtue is, and that one doing the will of the Lord is better than myriads of lawless men, it says: But Noah found grace before the Lord God. Even though the whole multitude, it says, ran aground upon so great a wickedness, yet this righteous man at once preserved the spark of virtue, both conversing with them all throughout all the time and exhorting them to rid themselves of wickedness, and keeping himself free from the pest coming from them. And just as they through their wicked deeds drew the God Who loves mankind into indignation, so he too, having chosen virtue, Found grace before the Lord God. For God is no respecter of persons; nay, even if He finds one man amid so great a multitude accomplishing the things that seem good to Him, He does not overlook him, but deems him worthy of His own providence, and displays all the greater care towards him in proportion as, while there were so many dragging him towards wickedness, he himself chose the path of virtue.
Notes, col. 193

On the reading

Printed εις, for εἰς.

Printed οικείων, for οἰκείων.

Printed Εικότως, for Εἰκότως.

Printed διά, for διὰ.

Printed αιρουμένου, for αἱρουμένου.

Printed ἁμαρτῶντος, for ἁμαρτόντος.

Printed οικουμένην, for οἰκουμένην.

Printed εικὸς, for εἰκὸς.

Printed ἐπεσπάσαντο οὕτω, for ἐπεσπάσαντο, οὕτω.

Printed τοσουτων, for τοσούτων.

PG 53:194Read from the page
ϛʹ. Ὃ δὴ γινώσκοντες πρὸς ἓν μόνον ὁρῶμεν τὸ αὐτῷ δοκοῦν, καὶ τὸ ποιοῦν ἡμᾶς τὴν ἐκεῖθεν εὔνοιαν ἐπισπάσασθαι, καὶ μήτε φιλίᾳ χαριζόμενοι, μήτε συνηθείᾳ τινὶ δουλεύοντες ἀμελῶμεν τῆς ἀρετῆς, ἀλλὰ τῇ τοῦ Θεοῦ μακροθυμίᾳ εις δέον χρησώμεθα, καὶ ὡς ἔτι καιρὸν ἔχομεν, πᾶσαν ῥᾳθυμίαν ἀποθέμενοι ποθήσωμεν τὴν ἀρετὴν, μισήσωμεν τὴν κακίαν. Ἐὰν γὰρ μὴ καὶ πρὸς ταύτην πόθῳ καὶ ἐπιθυμίᾳ μετέλθωμεν, καὶ πρὸς ἐκείνην μῖσος πολὺ κτησώμεθα, οὔτε ἐκείνης τὴν λύμην διαφυγεῖν, οὐδὲ ταύτης ἐπιλαβέσθαι δυνησόμεθα. Ὅτι γὰρ ἐπιθυμούντων χρείαν ἔχει ἡ ἀρετὴ, καὶ ἐκκαιομένων εις τὸν περὶ αὐτῆς πόθον, ἄκουε τοῦ προφήτου λέγοντος· Τὰ κρίματα Κυρίου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτὸ, ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν· οὐκ ἐπειδὴ τοσοῦτον μόνον ἐστὶν ἐπιθυμητὰ, ἀλλ' ἐπειδὴ τούτων τῶν ὑλῶν οὐκ ἔστιν ἑτέραν εὑρεθῆναι παρ' ἡμῖν τιμιωτέραν· διὸ καὶ ἐπήγαγε, Καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον. Καὶ ἐνταῦθα πάλιν, ἐπειδὴ μὴ εἶχε φύσιν εὑρεῖν τοῦ μέλιτος γλυκυτέραν, ταύτῃ ἐχρήσατο τῇ εικόνι. Καθάπερ οὖν οι περὶ τὴν τῶν χρημάτων συλλογὴν μεμηνότες ἐπιθυμίᾳ τινὶ καὶ πόθῳ, ἐπὶ τούτῳ πᾶσαν τὴν ὁρμὴν ἔχειν σπουδάζουσι, καὶ οὐδέποτε κόρον λαμβάνουσι· μέθη γὰρ ἀκόρεστός ἐστιν ἡ φιλαργυρία· καὶ καθάπερ οι μεθύοντες ὅσῳ ἂν πλείονα τὸν ἄκρατον ἑαυτοῖς ἐκχέωσιν, τοσούτῳ μᾶλλον πρὸς τὸ δίψος ἐκκαίονται· οὕτω δὴ καὶ οὗτοι τὴν μανίαν ταύτην τὴν ἀκάθεκτον οὐδέποτε στῆσαι δύνανται, ἀλλ' ὅσῳ ἂν αὐξομένην ἴδωσιν αὐτοῖς τὴν περιουσίαν, τοσούτῳ καὶ τὴν ἐπιθυμίαν ἀνάπτουσι, καὶ οὐ πρότερον λήγουσι τῆς πονηρᾶς ταύτης ὀρέξεως, μέχρις ἂν εις αὐτὸν τῆς κακίας τὸν πυθμένα κατενεχθῶσιν. Εἰ τοίνυν οὗτοι τὴν ὀλέθριον ταύτην ἐπιθυμίαν, καὶ πάντων τῶν κακῶν αιτίαν γενομένην, μετὰ τοσούτου ἐπιδείκνυνται τοῦ πόνου, πολλῷ μᾶλλον ἡμᾶς δίκαιον τὰ κρίματα Κυρίου, τὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν τυγχάνοντα, ταῦτα δι' ὅλου στρέφειν ἐν τῇ διανοίᾳ τῇ ἡμετέρᾳ, καὶ μηδὲν τῆς ἀρετῆς ἡγεῖσθαι προτιμότερον, ἀλλὰ καὶ τὰ ὀλέθρια ταῦτα πάθη ἐκτέμνειν τῆς ἑαυτῶν ψυχῆς, καὶ ειδέναι ὅτι ἡ πρόσκαιρος αὕτη ἡδονὴ ὀδύνην τίκτειν εἴωθε διηνεκῆ, καὶ βάσανον πέρας οὐκ ἔχουσαν, καὶ μὴ ἀπατᾷν ἑαυτοὺς, μήτε νομίζειν ὅτι μέχρι τοῦ παρόντος βίου ἵσταται τὰ ἡμέτερα. Εἰ γὰρ καὶ μὴ τοῖς ῥήμασι ταῦτα φθέγγονται οι πολλοὶ, ἀλλὰ καὶ πιστεύειν λέγουσι τῷ τῆς ἀναστάσεως λόγῳ, καὶ τῇ τῶν μελλόντων ἀντιδόσει· ἀλλ' ἐγὼ οὐ τοῖς ῥήμασι προσέχω, ἀλλὰ τοῖς καθ' ἑκάστην ἡμέραν γινομένοις. Εἰ γὰρ ἀνάστασιν προσδοκᾷς καὶ αντίδοσιν, τίνος ἕνεκεν οὕτω περὶ τὴν τοῦ βίου δόξαν ἐπτόησαι; Τίνος ἕνεκεν, ειπέ μοι, κόπτεις σαυτὸν καθ' ἑκάστην ἡμέραν, ὑπὲρ τὴν ἄμμον τὰ χρήματα συλλέγων, καὶ ἀγροὺς, καὶ οικίας, καὶ βαλανεῖα ὠνούμενος, καὶ πολλάκις ἐξ ἁρπαγῆς καὶ πλεονεξίας ταῦτα περιβαλλόμενος, καὶ πληρῶν ἐκεῖνο τὸ παρὰ τοῦ προφήτου ειρημένον· Οὐαὶ οι συνάπτοντες οικίαν πρὸς οικίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι; Ἢ οὐχὶ ταῦτά ἐστι καθ' ἑκάστην ἡμέραν ιδεῖν γινόμενα; Καὶ ὁ μέν φησιν, Ἐπισκοτεῖ μοι τοῦ δεῖνος ἡ οικία, καὶ μυρίας προφάσεις ἐπινοεῖ, ἵνα ταύτην ἀφέληται· ἕτερος δὲ τὸν ἀγρὸν τοῦ πένητος λαβὼν συνῆψε τῷ ἑαυτοῦ. Καὶ τὸ δὴ μεῖζον, καὶ καινὸν, καὶ ξένον, καὶ οὐδὲ συγγνώμην ἔχον, ὅτι ἐν ἑνὶ τόπῳ αὐτὸς καθήμενος, καὶ πολλάκις οὐδὲ θέλων ἑτέρωθι διαβῆναι δυνά-
6. Knowing this, therefore, let us look towards one thing alone: that which seems good to Him, and which causes us to draw to ourselves the goodwill from thence; and neither gratifying friendship nor serving any habit let us be negligent of virtue, but let us use the long-suffering of God as we ought, and while we still have time, having laid aside all laxity, let us long for virtue, let us hate wickedness. For unless we both pursue the one with longing and desire, and acquire great hatred towards the other, we shall be able neither to escape the pest of that one nor to lay hold of this one. For that virtue has need of those who desire her and are kindled into longing for her, hear the prophet saying: The judgements of the Lord are true, justified altogether, more to be desired than gold and much precious stone—not because they are desirable only to so great a degree, but because it is impossible for any other matter more precious than these materials to be found among us; wherefore he also subjoined: And sweeter than honey and the honeycomb. And here again, since he could find no nature sweeter than honey, he used this image. Just as, therefore, those who rave about the gathering of money with a certain desire and longing strive to have their whole impulse set upon this and never receive satiety—for avarice is an insatiable drunkenness; and just as drunkards, the more unmixed wine they pour out for themselves, the more they are kindled to thirst—in this very way these men also are never able to stay this ungovernable madness, but the more they see their substance increasing for them, the more they kindle their desire, and they do not cease from this wicked craving until they are borne down into the very bottom of wickedness. If, then, they display with so great a toil this ruinous desire which has become the cause of all evils, how much more just is it for us to turn over in our mind throughout all time the judgements of the Lord, which are above gold and much precious stone, and to deem nothing more precious than virtue, nay also to cut out these ruinous passions from our soul, and to know that this fleeting pleasure is wont to beget continual pain and torment that has no end, and neither to deceive ourselves nor to suppose that our affairs stop at the present life! For even though most men do not utter these things in words, nay say they believe in the doctrine of the resurrection and the recompense of things to come, yet I pay heed not to words, but to the things done day by day. For if you expect resurrection and recompense, for what sake are you thus fluttered about the glory of this life? For what sake, tell me, do you wear yourself out day by day, gathering money beyond the sand, and buying fields, and houses, and baths, and often compassing yourself with these things out of rapine and covetousness, and fulfilling that saying spoken by the prophet: Woe to those who join house to house, and bring field near to field, that they may take away something of their neighbour's? Or are not these things to be seen happening day by day? And one man says, So-and-so's house blocks my light, and he devises myriad pretexts that he may take it away; while another, having taken the poor man's field, joined it to his own. And what is still greater, and strange, and foreign, and not even having pardon, is that while sitting himself in a single place, and often, even when willing, unable to cross over elsewhere,
Notes, col. 194

On the reading

Printed εις, for εἰς.

Printed εικόνι, for εἰκόνι.

Printed οι, for οἱ.

Printed αιτίαν, for αἰτίαν.

Printed ειδέναι, for εἰδέναι.

Printed ἀπατᾷν, for ἀπατᾶν.

Printed αντίδοσιν, for ἀντίδοσιν.

Printed ειπέ, for εἰπέ.

Printed οικίας, for οἰκίας.

Printed ειρημένον, for εἰρημένον.

Printed οικίαν, for οἰκίαν.

Printed ιδεῖν, for ἰδεῖν.

Printed οικία, for οἰκία.