ψασθαι διὰ τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς, καὶ τὴν ἀρετὴν ἑλόμενοι, τῆς τιμωρίας τὴν πεῖραν ἐκφύγητε. Ἔσονται γὰρ, φησὶν, αι ἡμέραι αὐτῶν ἔτη ἑκατὸν εἴκοσι. Οι δὲ γίγαντες, φησὶν, ἦσαν ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις. Καὶ μετ' ἐκεῖνα, ὡς ἂν εισεπορεύοντο οι υιοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγεννῶσαν ἑαυτοῖς, ἐκεῖνοι ἦσαν οι γίγαντες οι ἀπ' αιῶνος, οι ἄνθρωποι οι ὀνομαστοί. Γίγαντας ἐνταῦθα τοὺς ισχυροὺς τὸ σῶμα οἶμαι λέγειν τὴν θείαν Γραφήν. Ἐξ ἐκείνων, φησὶν, ἡ γενεὰ αὐτῶν ηὐξήθη. Καὶ γὰρ καὶ ἀλλαχοῦ ἔστιν ιδεῖν τοῦτο ειρημένον· Γίγαντες, φησὶν, ἔρχονται τὸν θυμόν μου παῦσαι. Τοῦτον δὲ τὸν τῶν ἑκατὸν εἴκοσι ἐτῶν ἀριθμὸν τινὲς νομίζουσι τὸν ὅρον τῆς ζωῆς εἶναι· οὐ τοῦτο δὲ σημαίνει, ἀλλὰ τέως τὴν μακροθυμίαν ἐνδείξασθαι βούλεται, ἣν καὶ μετὰ τοσαῦτα ἁμαρτήματα ἐπ' αὐτοὺς ἐπιδείκνυται. Ἵν' οὖν μάθωμεν καὶ μετὰ τὴν ἀγανάκτησιν, καὶ τὴν ἀπειλὴν, καὶ τὴν τοσαύτην τοῦ χρόνου μακροθυμίαν, ἣν εις μετάνοιαν αὐτοῖς δέδωκεν, ὡς οὐ μόνον οὐδὲν ἐκέρδανον, ἀλλὰ καὶ τοῖς αὐτοῖς ἐπέμειναν, διὰ τοῦτό φησιν, Ὡς ἂν εισεπορεύοντο οι υιοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγεννῶσαν ἑαυτοῖς, ἐκεῖνοι ἦσαν οι γίγαντες οι ἀπ' αιῶνος, οι ἄνθρωποι οι ὀνομαστοί. Εἶδες ἀγνωμοσύνης ὑπερβολήν; εἶδες ψυχὴν ἀνάλγητον; Οὔτε ὁ τῆς τιμωρίας φόβος, οὔτε ὁ τῆς μακροθυμίας χρόνος ἀπέστησεν αὐτοὺς τῶν πονηρῶν πράξεων· ἀλλ' ἅπαξ κατὰ κρημνῶν κατενεχθέντες, καὶ τὸ τῆς διανοίας ὄμμα πηρωθέντες, οὐκ ἔτι λοιπὸν, καθάπερ ὑπὸ μέθης τινὸς τῆς πονηρᾶς ἐπιθυμίας καταβαπτισθέντες, ἀνενεγκεῖν ἠβουλήθησαν, καθάπερ καὶ σοφός τίς φησιν· Ἀσεβὴς ἐμπεσὼν εις βάθος κακῶν καταφρονεῖ. Δεινὸν γὰρ, δεινὸν, ἀγαπητὲ, ἁλῶναι ταῖς τοῦ διαβόλου παγίσιν. Ἡ γὰρ ψυχὴ λοιπὸν καθάπερ ἐν δικτύοις ἀπειλημμένη, καὶ ὥσπερ ὗς ἐγκυλιομένη βορβόρῳ ἥδεται, οὕτω καὶ αὐτὴ ὑπὸ τῆς κακῆς συνηθείας καταχωσθεῖσα, οὐδὲ αἴσθησιν λαμβάνει τῆς τῶν ἁμαρτημάτων δυσωδίας. Διὸ χρὴ νήφειν καὶ ἐγρηγορέναι, ὥστε μηδεμίαν τῷ πονηρῷ δαίμονι παρὰ τὴν ἀρχὴν εἴσοδον παρασχεῖν, ἵνα μὴ σκοτώσας ἡμῶν τὸν λογισμὸν, καὶ τὸ διορατικὸν τῆς διανοίας ἀποτυφλώσας, παρασκευάσῃ, καθάπερ ἀπεστερημένους τοῦ ἡλιακοῦ τούτου φωτὸς, πρὸς τὰς ἀκτῖνας τοῦ τῆς δικαιοσύνης ἡλίου ὁρᾷν μὴ δυναμένους, κατὰ κρημνῶν φέρεσθαι, ὅπερ καὶ οὗτοι τότε πεπόνθασιν. Ἄκουε γὰρ πάλιν τῆς τοῦ Θεοῦ ἀγαθότητος τὴν ἀνεξικακίαν. Ἰδὼν δὲ, φησὶ, Κύριος ὁ Θεὸς ὅτι ἐπληθύνθησαν αι κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς. Τί βούλεται τὸ ειρημένον, Ἰδὼν δέ; Οὐκ ἐπειδὴ ἠγνόει ὁ Δεσπότης· μὴ γένοιτο· ἀλλὰ πρὸς τὴν ἀσθένειαν τὴν ἡμετέραν ἅπαντα διηγεῖται ἡ θεία Γραφή· ἵνα ἡμᾶς διδάξῃ, ὅτι καὶ μετὰ τὴν τοσαύτην αὐτοῦ μακροθυμίαν τοῖς αὐτοῖς ἐπέμενον, ἢ καὶ χείροσι περιέβαλον ἑαυτοὺς κακοῖς, φησίν· Ἰδὼν δὲ ὅτι ἐπληθύνθησαν αι κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς. Ἐκ γὰρ τῆς πονηρᾶς ταύτης πράξεως, καθάπερ ἀπὸ πηγῆς τινος, καὶ ἕτερα πολλὰ αὐτοῖς ἐτίκτετο ἁμαρτήματα· διὰ τοῦτό φησιν, Αι κακίαι τῶν ἀνθρώπων. Ὅπου γὰρ πορνεία, καὶ ἀσέλγεια, καὶ τοσαύτη ἀκολασία, εικὸς καὶ μέθην, καὶ παροινίαν, καὶ πολλὴν ἀδικίαν, καὶ πλεονεξίαν καὶ τὰ μυρία τίκτεσθαι κακά. Ἰδὼν δὲ, φησὶ, Κύριος ὁ Θε⟨ὸ⟩ς, ὅτι ἐπληθύνθησαν αι κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας.
you may wash them off through a change for the better, and, having chosen virtue, may escape the experience of punishment: For their days, He says, shall be a hundred and twenty years. Now the giants, it says, were upon the earth in those days; and after those things, whenever the sons of God went in unto the daughters of men, and they begat to themselves, those were the giants of old, the men of renown. By giants here I think divine Scripture means those strong in body. From them, it says, their race increased. For elsewhere also one may see this spoken: Giants, He says, are coming to stay My wrath. Now certain persons suppose this number of a hundred and twenty years to be the limit of human life; yet it does not signify this, but rather wishes meanwhile to display the long-suffering which even after so many sins He displays towards them. So that we may learn, then, that even after the indignation, and the threat, and so great a long-suffering of time which He gave them for repentance, they not only gained nothing, but even persisted in the same deeds, on this account it says: Whenever the sons of God went in unto the daughters of men, and they begat to themselves, those were the giants of old, the men of renown. Did you see the excess of their ingratitude? Did you see their insensible soul? Neither the fear of punishment nor the time of long-suffering turned them away from their wicked deeds; rather, having once been borne down precipices and maimed in the eye of their mind, as though submerged by some drunkenness of wicked desire, they were no longer willing henceforth to recover, even as a certain wise man also says: An ungodly man, having fallen into a depth of evils, despises. For it is a dreadful thing, dreadful, beloved, to be caught in the snares of the devil! For the soul henceforth, caught fast as it were in nets—and just as a swine wallowing in mire delights in it—so she too, buried under evil habit, receives not even perception of the stench of her sins. Wherefore one must be sober and keep watch, so as to afford the wicked demon no entrance at the beginning, lest, having darkened our reasoning and blinded the discerning faculty of our mind, he prepare us, like men deprived of this solar light and unable to look towards the rays of the Sun of righteousness, to be borne down precipices—the very thing which these men also suffered then. For hear once more the forbearance of God's goodness: And the Lord God saw, it says, that the wickednesses of men were multiplied upon the earth. What does the saying, And He saw, mean? Not that the Master was ignorant—far be it!—but in keeping with our weakness divine Scripture recounts everything: in order to teach us that even after His so great long-suffering they persisted in the same deeds, or even encompassed themselves with worse evils, it says: And He saw that the wickednesses of men were multiplied upon the earth. For out of this wicked deed, as from some fountain, many other sins also were born to them; on this account it says, The wickednesses of men. For where there are fornication, and licentiousness, and so great unbridledness, it is likely that drunkenness, and drunkenness's brawls, and great injustice, and covetousness, and myriad evils are born. And the Lord God saw, it says, that the wickednesses of men were multiplied upon the earth, and that everyone ponders diligently in his heart upon evil things all his days.