ϛʹ. Ὃ δὴ γινώσκοντες πρὸς ἓν μόνον ὁρῶμεν τὸ αὐτῷ δοκοῦν, καὶ τὸ ποιοῦν ἡμᾶς τὴν ἐκεῖθεν εὔνοιαν ἐπισπάσασθαι, καὶ μήτε φιλίᾳ χαριζόμενοι, μήτε συνηθείᾳ τινὶ δουλεύοντες ἀμελῶμεν τῆς ἀρετῆς, ἀλλὰ τῇ τοῦ Θεοῦ μακροθυμίᾳ εις δέον χρησώμεθα, καὶ ὡς ἔτι καιρὸν ἔχομεν, πᾶσαν ῥᾳθυμίαν ἀποθέμενοι ποθήσωμεν τὴν ἀρετὴν, μισήσωμεν τὴν κακίαν. Ἐὰν γὰρ μὴ καὶ πρὸς ταύτην πόθῳ καὶ ἐπιθυμίᾳ μετέλθωμεν, καὶ πρὸς ἐκείνην μῖσος πολὺ κτησώμεθα, οὔτε ἐκείνης τὴν λύμην διαφυγεῖν, οὐδὲ ταύτης ἐπιλαβέσθαι δυνησόμεθα. Ὅτι γὰρ ἐπιθυμούντων χρείαν ἔχει ἡ ἀρετὴ, καὶ ἐκκαιομένων εις τὸν περὶ αὐτῆς πόθον, ἄκουε τοῦ προφήτου λέγοντος· Τὰ κρίματα Κυρίου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτὸ, ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν· οὐκ ἐπειδὴ τοσοῦτον μόνον ἐστὶν ἐπιθυμητὰ, ἀλλ' ἐπειδὴ τούτων τῶν ὑλῶν οὐκ ἔστιν ἑτέραν εὑρεθῆναι παρ' ἡμῖν τιμιωτέραν· διὸ καὶ ἐπήγαγε, Καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον. Καὶ ἐνταῦθα πάλιν, ἐπειδὴ μὴ εἶχε φύσιν εὑρεῖν τοῦ μέλιτος γλυκυτέραν, ταύτῃ ἐχρήσατο τῇ εικόνι. Καθάπερ οὖν οι περὶ τὴν τῶν χρημάτων συλλογὴν μεμηνότες ἐπιθυμίᾳ τινὶ καὶ πόθῳ, ἐπὶ τούτῳ πᾶσαν τὴν ὁρμὴν ἔχειν σπουδάζουσι, καὶ οὐδέποτε κόρον λαμβάνουσι· μέθη γὰρ ἀκόρεστός ἐστιν ἡ φιλαργυρία· καὶ καθάπερ οι μεθύοντες ὅσῳ ἂν πλείονα τὸν ἄκρατον ἑαυτοῖς ἐκχέωσιν, τοσούτῳ μᾶλλον πρὸς τὸ δίψος ἐκκαίονται· οὕτω δὴ καὶ οὗτοι τὴν μανίαν ταύτην τὴν ἀκάθεκτον οὐδέποτε στῆσαι δύνανται, ἀλλ' ὅσῳ ἂν αὐξομένην ἴδωσιν αὐτοῖς τὴν περιουσίαν, τοσούτῳ καὶ τὴν ἐπιθυμίαν ἀνάπτουσι, καὶ οὐ πρότερον λήγουσι τῆς πονηρᾶς ταύτης ὀρέξεως, μέχρις ἂν εις αὐτὸν τῆς κακίας τὸν πυθμένα κατενεχθῶσιν. Εἰ τοίνυν οὗτοι τὴν ὀλέθριον ταύτην ἐπιθυμίαν, καὶ πάντων τῶν κακῶν αιτίαν γενομένην, μετὰ τοσούτου ἐπιδείκνυνται τοῦ πόνου, πολλῷ μᾶλλον ἡμᾶς δίκαιον τὰ κρίματα Κυρίου, τὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν τυγχάνοντα, ταῦτα δι' ὅλου στρέφειν ἐν τῇ διανοίᾳ τῇ ἡμετέρᾳ, καὶ μηδὲν τῆς ἀρετῆς ἡγεῖσθαι προτιμότερον, ἀλλὰ καὶ τὰ ὀλέθρια ταῦτα πάθη ἐκτέμνειν τῆς ἑαυτῶν ψυχῆς, καὶ ειδέναι ὅτι ἡ πρόσκαιρος αὕτη ἡδονὴ ὀδύνην τίκτειν εἴωθε διηνεκῆ, καὶ βάσανον πέρας οὐκ ἔχουσαν, καὶ μὴ ἀπατᾷν ἑαυτοὺς, μήτε νομίζειν ὅτι μέχρι τοῦ παρόντος βίου ἵσταται τὰ ἡμέτερα. Εἰ γὰρ καὶ μὴ τοῖς ῥήμασι ταῦτα φθέγγονται οι πολλοὶ, ἀλλὰ καὶ πιστεύειν λέγουσι τῷ τῆς ἀναστάσεως λόγῳ, καὶ τῇ τῶν μελλόντων ἀντιδόσει· ἀλλ' ἐγὼ οὐ τοῖς ῥήμασι προσέχω, ἀλλὰ τοῖς καθ' ἑκάστην ἡμέραν γινομένοις. Εἰ γὰρ ἀνάστασιν προσδοκᾷς καὶ αντίδοσιν, τίνος ἕνεκεν οὕτω περὶ τὴν τοῦ βίου δόξαν ἐπτόησαι; Τίνος ἕνεκεν, ειπέ μοι, κόπτεις σαυτὸν καθ' ἑκάστην ἡμέραν, ὑπὲρ τὴν ἄμμον τὰ χρήματα συλλέγων, καὶ ἀγροὺς, καὶ οικίας, καὶ βαλανεῖα ὠνούμενος, καὶ πολλάκις ἐξ ἁρπαγῆς καὶ πλεονεξίας ταῦτα περιβαλλόμενος, καὶ πληρῶν ἐκεῖνο τὸ παρὰ τοῦ προφήτου ειρημένον· Οὐαὶ οι συνάπτοντες οικίαν πρὸς οικίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι; Ἢ οὐχὶ ταῦτά ἐστι καθ' ἑκάστην ἡμέραν ιδεῖν γινόμενα; Καὶ ὁ μέν φησιν, Ἐπισκοτεῖ μοι τοῦ δεῖνος ἡ οικία, καὶ μυρίας προφάσεις ἐπινοεῖ, ἵνα ταύτην ἀφέληται· ἕτερος δὲ τὸν ἀγρὸν τοῦ πένητος λαβὼν συνῆψε τῷ ἑαυτοῦ. Καὶ τὸ δὴ μεῖζον, καὶ καινὸν, καὶ ξένον, καὶ οὐδὲ συγγνώμην ἔχον, ὅτι ἐν ἑνὶ τόπῳ αὐτὸς καθήμενος, καὶ πολλάκις οὐδὲ θέλων ἑτέρωθι διαβῆναι δυνά-
6. Knowing this, therefore, let us look towards one thing alone: that which seems good to Him, and which causes us to draw to ourselves the goodwill from thence; and neither gratifying friendship nor serving any habit let us be negligent of virtue, but let us use the long-suffering of God as we ought, and while we still have time, having laid aside all laxity, let us long for virtue, let us hate wickedness. For unless we both pursue the one with longing and desire, and acquire great hatred towards the other, we shall be able neither to escape the pest of that one nor to lay hold of this one. For that virtue has need of those who desire her and are kindled into longing for her, hear the prophet saying: The judgements of the Lord are true, justified altogether, more to be desired than gold and much precious stone—not because they are desirable only to so great a degree, but because it is impossible for any other matter more precious than these materials to be found among us; wherefore he also subjoined: And sweeter than honey and the honeycomb. And here again, since he could find no nature sweeter than honey, he used this image. Just as, therefore, those who rave about the gathering of money with a certain desire and longing strive to have their whole impulse set upon this and never receive satiety—for avarice is an insatiable drunkenness; and just as drunkards, the more unmixed wine they pour out for themselves, the more they are kindled to thirst—in this very way these men also are never able to stay this ungovernable madness, but the more they see their substance increasing for them, the more they kindle their desire, and they do not cease from this wicked craving until they are borne down into the very bottom of wickedness. If, then, they display with so great a toil this ruinous desire which has become the cause of all evils, how much more just is it for us to turn over in our mind throughout all time the judgements of the Lord, which are above gold and much precious stone, and to deem nothing more precious than virtue, nay also to cut out these ruinous passions from our soul, and to know that this fleeting pleasure is wont to beget continual pain and torment that has no end, and neither to deceive ourselves nor to suppose that our affairs stop at the present life! For even though most men do not utter these things in words, nay say they believe in the doctrine of the resurrection and the recompense of things to come, yet I pay heed not to words, but to the things done day by day. For if you expect resurrection and recompense, for what sake are you thus fluttered about the glory of this life? For what sake, tell me, do you wear yourself out day by day, gathering money beyond the sand, and buying fields, and houses, and baths, and often compassing yourself with these things out of rapine and covetousness, and fulfilling that saying spoken by the prophet: Woe to those who join house to house, and bring field near to field, that they may take away something of their neighbour's? Or are not these things to be seen happening day by day? And one man says, So-and-so's house blocks my light, and he devises myriad pretexts that he may take it away; while another, having taken the poor man's field, joined it to his own. And what is still greater, and strange, and foreign, and not even having pardon, is that while sitting himself in a single place, and often, even when willing, unable to cross over elsewhere,