ριος οὗτος προφήτης. Ἐγέννησε δὲ, φησὶν, Ἀδὰμ κατὰ τὴν ἰδέαν αὐτοῦ, καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ. καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ· ἐπὶ δὲ τοῦ πρότερον τεχθέντος, τοῦ Κάϊν λέγω, οὐδὲν τοιοῦτον ἐπισημηνάμενος, ἀλλ' ἄνωθεν προμηνύων αὐτοῦ τὴν ἐπὶ τὴν κακίαν ὁρμήν· καὶ εἰκότως· οὐ γὰρ ἔσωζε τοὺς πατρικοὺς χαρακτῆρας, ἀλλ' εὐθέως πρὸς τὴν κακίαν ηὐτομόλησεν. Ἐνταῦθα δέ φησι, Κατὰ τὴν ἰδέαν αὐτοῦ, καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ, τουτέστιν ὁμότροπον τῷ γεγεννηκότι, τοὺς αὐτοὺς τῆς ἀρετῆς χαρακτῆρας διασώζοντα, τὴν εἰκόνα τὴν πατρικὴν διὰ τῶν ἔργων δεικνύντα, ἀνακαλέσασθαι δυνάμενον διὰ τῆς οἰκείας ἀρετῆς τοῦ προλαβόντος τὸ πλημμέλημα. Οὐδὲ γὰρ περὶ σωματικῶν χαρακτήρων ἐνταῦθα ἡμῖν διαλέγεται ἡ Γραφὴ λέγουσα, Κατὰ τὴν ἰδέαν αὐτοῦ, καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ· ἀλλὰ περὶ τῆς ἐν τῇ ψυχῇ καταστάσεως, ἵνα μάθωμεν, ὅτι οὗτος οὐκ ἔσται τοιοῦτος. Διὸ καὶ ἡ μήτηρ τὴν προσηγορίαν ἐπιθεῖσα τῷ παιδὶ μετ' εὐχαριστίας ταύτην ἐπιτίθησι, καὶ οὐ τῇ φύσει, οὐδὲ τῷ τόκῳ λογίζεται τὸ τεχθὲν παιδίον, ἀλλὰ τῇ τοῦ Θεοῦ δυνάμει. Ἐκείνη γὰρ καὶ τὴν φύσιν διήγειρε πρὸς τὸν τόκον, καί φησιν· Ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σὴθ λέγουσα· ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. Ὅρα τοῦ ῥήματος τὴν ἀκρίβειαν. Οὐκ εἶπεν, ἔδωκέ μοι ὁ Θεὸς, ἀλλ' Ἐξανέστησέ μοι. Σκόπει πῶς ἀμυδρῶς τὰ προοίμια τῆς ἀναστάσεως ἐντεῦθεν δείκνυται ἤδη διὰ τοῦ ῥήματος. Ὡς γὰρ ἂν εἴποι τις ἔλεγεν· ἀντὶ τοῦ πεσόντος ἀνέστησέ μοι τοῦτον. Εἰ καὶ ἐκεῖνος, φησὶν, ὑπὸ τῆς ἀδελφικῆς δεξιᾶς εἰς τὴν γῆν κατέπισε, καὶ τοῦ θανάτου πεῖραν ἔλαβεν, ἀλλ' ἡ τοῦ Θεοῦ δύναμις ἀντὶ τοῦ πεσόντος τοῦτον ἤγειρεν. Ἐπειδὴ γὰρ οὐδέπω καιρὸς ἦν τῆς ἀναστάσεως, οὐχὶ τὸν πεσόντα ἤγειρεν, ἀλλ' ἕτερον ἀντ' ἐκείνου· διὸ καὶ αὐτή φησιν· Ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. Εἶδες εὐγνωμοσύνην γυναικός; εἶδες φιλανθρωπίαν Δεσπότου; πῶς ταχεῖαν αὐτοῖς τὴν παραμυθίαν ἐπενόησε; Ταύτην μιμώμεθα ἅπαντες, καὶ τὸ πᾶν τῇ ἄνωθεν χάριτι λογιζώμεθα. Εἰ γὰρ καὶ ἡ φύσις ἐργάζεται, ἀλλ' οὐκ οἰκείᾳ δυνάμει, ἀλλὰ τῷ προστάγματι τοῦ δημιουργήσαντος εἴκουσα· καὶ μηδέποτε ἀλγείτωσαν γυναῖκες, ἐπειδὰν μὴ τίκτωσιν, ἀλλὰ γνώμην εὐχάριστον ἐπιδεικνύμεναι ἐπὶ τὸν τῆς φύσεως δημιουργὸν καταφευγέτωσαν, καὶ παρ' ἐκείνου αἰτείτωσαν τοῦ τῆς φύσεως Δεσπότου, καὶ μήτε τῇ συνουσίᾳ τῶν συνοικούντων, μήτε ἑτέρῳ τινὶ λογιζέσθωσαν τὴν τῶν παίδων γονὴν, ἀλλὰ τῷ δημιουργῷ τῶν ὅλων τῷ καὶ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντι τὴν φύσιν τὴν ἡμετέραν, καὶ χωλεύουσαν πάλιν διορθῶσαι δυναμένῳ· ἐπεὶ καὶ αὕτη τὴν τοῦ πένθους ὑπόθεσιν δοξολογίας ἀφορμὴν ἐποιήσατο, καὶ τῷ Δεσπότῃ τὸ πᾶν λογίζεται λέγουσα, Ἐξανέστησέ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. Ὁρᾷς πῶς οὐ μόνον οὐκ ἐδυσχέρανεν, οὐδὲ ἐφθέγξατό τι λυπηρὸν (οὐ γὰρ ἂν παρέλιπεν ἡ θεία Γραφὴ, εἴ γέ τι τοιοῦτον εἴρητο παρ' αὐτῆς), ἀλλὰ γενναίως ἐνεγκοῦσα τὸ συμβὰν, ταχείας ἀξιοῦται τῆς παραμυθίας, καὶ πλείονα τὴν εὐγνωμοσύνην ἐπιδείκνυται, ἀνακηρύττουσα τοῦ Δεσπότου τὴν εὐεργεσίαν; Ὅρα γὰρ μεθ' ὅσης φιλοτιμίας ὁ Δεσπότης τὰ παρ' ἑαυτοῦ ἐπιδείκνυται. Οὐ μόνον γὰρ υἱὸν ετερον ἐχαρίσατο, ἀλλὰ καὶ ἐνάρετον αὐτὸν ἔσεσθαι ἤδη προμηνύει. Ἐγέννησε γὰρ, φησὶ, κατὰ τὴν ἰδέαν αὐτοῦ, καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ. Καὶ ἵνα μάθωμεν εὐθέως τοῦ τεχθέντος τὴν ἀρετὴν, ὅρα καὶ αὐτὸν πάλιν διὰ τῆς
prophet has employed! And Adam begot, it says, according to his form, and according to his image, and called his name Seth—having marked out nothing of the sort in the case of him who was born earlier, I mean Cain, but from the start foretokening his headlong rush towards wickedness; and reasonably so, for he did not preserve his father's lineaments, but straightway deserted to wickedness. Whereas here it says, According to his form, and according to his image—that is, like in character to him who begot him, preserving throughout the same lineaments of virtue, displaying his father's image through his deeds, able through his own virtue to repair the transgression of him who went before. For Scripture is not discoursing to us here concerning bodily lineaments when it says, According to his form, and according to his image, but concerning the state within the soul, that we may learn that this child will not be such as Cain was. Wherefore the mother too, in bestowing the appellation upon the child, bestows it with thanksgiving, and reckons the child that was born neither to nature nor to childbirth, but to the power of God. For that power stirred up nature itself towards childbirth, and she says: She called his name Seth, saying: for God has raised up for me another seed in place of Abel, whom Cain slew. See the exactness of the utterance! She did not say, God gave me, but, He raised up for me. Consider how dimly the preludes of the resurrection are already shown hence through the utterance. For, as one might put it, she was saying: in place of him who fell He has raised up this one for me. Even if that one, she says, fell down to the earth by a brother's right hand and made trial of death, yet the power of God raised up this one in place of him who fell. For since it was not yet the season of the resurrection, He did not raise up him who fell, but another in his stead; wherefore she too says: For God has raised up for me another seed in place of Abel, whom Cain slew. Have you seen a woman's grateful disposition? Have you seen a Master's humanity—how swift a consolation He devised for them? Let us all imitate her, and reckon all to the grace from above. For even if nature works, yet it does so not by its own power, but yielding to the command of Him Who fashioned it; and let women never grieve when they do not bear children, but, displaying a grateful purpose, let them flee for refuge to the Creator of nature, and ask of Him, the Master of nature, and let them reckon the begetting of children neither to intercourse with their husbands nor to anything else, but to the Creator of all, Who both brought our nature from non-being into being, and is able to set it right again when it halts; since this woman too made the matter of her grief an occasion of doxology, and reckons all to the Master, saying, God has raised up for me another seed in place of Abel, whom Cain slew. Do you see how she not only was not vexed, nor uttered anything sorrowful (for divine Scripture would not have passed it by had anything of the sort been spoken by her), but, having borne nobly what befell, is deemed worthy of swift consolation, and displays greater grateful disposition, proclaiming aloud the Master's benefaction? For see with how great munificence the Master displays what comes from Himself! For not only did He freely grant another son, but He also foretokens already that he will be virtuous. For he begot, it says, according to his form, and according to his image. And that we may learn straightway the virtue of the child born, see him too again through the