δων ἐπιμέλειαν, μήτε ἄλλο μηδὲν προβαλλώμεθα, καὶ νομίσωμεν ἀρκεῖν ἡμῖν εἰς ἀπολογίαν τοῦ ῥᾳθύμως καὶ ἡμελημένως ζῆν, μηδὲ τὰ ψυχρὰ ἐκεῖνα καὶ ἀνόνητα ῥήματα προφέρωμεν, καὶ λέγωμεν· κοσμικός εἰμι, γυναῖκα ἔχω, καὶ τέκνων φροντίδα ποιοῦμαι. Ταῦτα τοῖς πλείοσιν ἔθος λέγειν, ἐπειδὰν αὐτοὺς παρακαλῶμεν εἰς τοὺς ὑπὲρ τῆς ἀρετῆς πόνους, ἢ περὶ τὴν τῶν Γραφῶν ἀνάγνωσιν πολλὴν ποιεῖσθαι τὴν σπουδήν. Οὐκ ἔστιν ἐμὸν τοῦτο, φησί· μὴ γὰρ ἀπεταξάμην; μὴ γὰρ μοναχός εἰμι; Τί λέγεις, ἄνθρωπε; Ἐκείνοις μόνοις ἀποκεκλήρωται τὸ τῆς πρὸς τὸν Θεὸν εὐαρεστήσεως; Πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, καὶ οὐδένα βούλεται ἀρετῆς ἀμελεῖν. Ἄκουε γὰρ αὐτοῦ διὰ τοῦ προφήτου λέγοντος· Οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. Μή τι γέγονεν, εἰπέ μοι, τούτῳ τῷ δικαίῳ κώλυμα ἡ συνουσία τῆς γυναικὸς, ἢ ἡ τῶν παίδων φροντίς; Μὴ τοίνυν, παρακαλῶ, μηδὲ ἡμεῖς ἀπατῶμεν ἑαυτοὺς, ἀλλ' ὅσῳ ταύταις φροντίσιν ἐνεχόμεθα, τοσούτῳ μᾶλλον τὰ ἀπὸ τῆς ἀναγνώσεως τῶν θείων Γραφῶν δεχώμεθα φάρμακα. Μὴ γὰρ καὶ οὗτοι οὐ τῆς αὐτῆς ἡμῖν φύσεως ἦσαν, καὶ οὐδὲ τοσαύτας ἀφορμὰς εἶχον τὰς ἐναγούσας αὐτοὺς πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν; Ποίας οὖν ἂν εἴημεν συγγνώμης ἄξιοι, οι καὶ διδασκαλίας τοσαύτης ἀπολαύοντες, καὶ τοσαύτης χάριτος ἀξιώθέντες, καὶ τῆς ἄνωθεν συμμαχίας ἀπολαύοντες, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν τὴν ἐπαγγελίαν δεξάμενοι, ἐὰν μὴ πρὸς τὸ τῶν παλαιῶν ἀνδρῶν φθάσωμεν τῆς ἀρετῆς μέτρον; Εἰ γὰρ βουλοίμεθα νήφειν, ἱκανὰ τὰ σήμερον ἡμῖν κινηθέντα διεγεῖραι ἡμᾶς πρὸς τὸν πόθον τῆς ἀρετῆς, καὶ μηδέποτε νομίζειν κώλυμα ἡμῖν γενέσθαι πρὸς τὴν ταύτης ὁδόν Εἰ γὰρ οἱ πρὸ τοῦ νόμου ἀπὸ τῆς ἐν τῇ φύσει κειμένης διδασκαλίας εἰς τοσαύτην ἔφθασαν ἀρετὴν, τί ἔχομεν εἰπεῖν ἡμεῖς οἱ μετὰ τοσαύτην βοήθειαν, καὶ τὴν τοῦ Χριστοῦ παρουσίαν, καὶ τὰ μυρία θαύματα πόῤῥω τῆς ἀρετῆς τυγχάνοντες; Διὸ, παρακαλῶ, μὴ ἁπλῶς ἐπερχώμεθα τὰ ἐν ταῖς θείαις Γραφαῖς κείμενα, ἀλλὰ μετὰ προσοχῆς ἀναγινώσκωμεν τὰ ἐγκείμενα, ἵνα τὴν ἐξ αὐτῶν ὠφέλειαν καρπούμενοι, ὀψὲ γοῦν ποτε τῆς κατὰ Θεὸν ἀρετῆς ἀντιλαβέσθαι δυνηθῶμεν. Εἰ γὰρ δὲ μέλλοιμεν καὶ ἡμεῖς καθ' ἑκάστην ἡμέραν ὑμῖν ἐνηχεῖν τὴν πνευματικὴν ταύτην διδασκαλίαν, καὶ ὑμεῖς ἐπὶ τῆς αὐτῆς ῥᾳθυμίας μείνητε, ποῖον ὑμῖν ὄφελος ἔσται ἐκ τῆς συνεχοῦς διδασκαλίας, ἢ ἡμῖν τίς ἔσται παραμυθία ὁρῶσι τὸν τοσοῦτον ἡμῶν κάματον ἀνόνητον γινόμενον, καὶ οὐδεμίαν προκοπὴν γινομένην ἐκ τῆς ἡμετέρας σπουδῆς; Εἰπὲ γάρ μοι, οὐχὶ ἀπὸ δύο οὐσιῶν συνεστήκαμεν, ἐκ ψυχῆς λέγω καὶ σώματος; Τίνος οὖν ἕνεκεν μὴ τὴν ἴσην αὐτοὶ πρόνοιαν ἀμφοτέροις ἀπονέμομεν, ἀλλὰ τὸ μὲν σῶμα παντὶ τρόπῳ θεραπεύειν σπουδάζομεν, καὶ ιατροῖς χρήματα διδόντες, καὶ αὐτοὶ πολλὴν πέρι αὐτὸ τὴν ἐπιμέλειαν ἐπιδεικνύμενοι, καὶ ἐσθῆτι πολυτελεῖ περιβάλλοντες, καὶ τροφὴν πλέον τοῦ δέοντος παρέχοντες, καὶ ἐν ἀνέσει διηνεκεῖ αὐτὸ εἶναι βουλόμεθα, καὶ ὑπὸ μηδενὸς ὅλως ἐνοχλεῖσθαι νοσήματος· ἀλλὰ κἂν τὸ τυχὸν τὸ ἐνοχλοῦν ᾖ, πᾶσαν κινοῦμεν μηχανὴν, ὥστε τὸ λυποῦν διορθώσασθαι; Καὶ ἐπὶ μὲν τοῦ σώματος, τοῦ ἐλάττονος λέγω τὴν οὐσίαν· τί γὰρ ἴσον εἰπέ μοι, ψυχὴ καὶ σῶμα; Εἰ γὰρ βούλει τὴν διαφορὰν ἰδεῖν, σκόπει πῶς οὐδενὸς λόγου ἄξιον εὑρίσκεται τὸ σῶμα τῆς ψυχῆς ἀναχωρησάσης. Ὁ τοίνυν τοῦ σώματος τοσαύτην πρόνοιαν ποιούμενος, τίνος ἕνεκεν, καὶ
care for children, nor put forward anything else at all and suppose it sufficient for us as a defence for living slothfully and negligently; nor let us utter those frigid and unprofitable words and say: I am a man of the world, I have a wife, and I provide for children. Most people are accustomed to say these things whenever we exhort them to labours on behalf of virtue, or to exercise great zeal over the reading of the Scriptures. That is not my affair, one says; for have I renounced the world? For am I a monk? What are you saying, O man? Has being well-pleasing to God been allotted to them alone? He wishes all human beings to be saved and to come to the full knowledge of truth, and He wishes no one to neglect virtue. For hear Him speaking through the prophet: I do not wish the death of the sinner, so much as that he turn back and live. Tell me, did fellowship with a wife, or care for children, become any hindrance to this righteous man? Let not us either, therefore, I beseech you, deceive ourselves, but the more we are entangled in these cares, all the more let us receive the remedies drawn from the reading of the divine Scriptures. For were not these men also of the same nature as ourselves, and did they not lack even so many incentives urging them on towards the practice of virtue? Of what pardon, then, would we be worthy—we who both enjoy so great an instruction, and have been deemed worthy of so great a grace, and enjoy alliance from above, and have received the promise of those ineffable good things—if we do not attain to the measure of virtue of the ancient men? For if we would be wakeful, the things set in motion among us today suffice to rouse us towards the desire for virtue, and never to suppose that a hindrance has arisen for us towards its path. For if those before the law, from the teaching implanted in nature, attained to so great a virtue, what have we to say, who after so great an aid, and the coming of Christ, and countless miracles, find ourselves far from virtue? Wherefore, I beseech you, let us not merely run passingly over the things that lie in the divine Scriptures, but let us read with attention what lies therein, so that reaping the profit drawn from them, at long last we may be able to lay hold of godly virtue. For if we too should go on sounding forth this spiritual instruction in your ears each day, and you should remain in the same sloth, what benefit will there be to you from continual instruction, or what consolation will there be to us when we behold so great a toil of ours becoming unprofitable, and no progress resulting from our zeal? For tell me, have we not been composed out of two substances—out of soul, I mean, and body? For what reason, then, do we ourselves not assign equal forethought to both, but are zealous to tend the body in every way, both giving money to physicians, and ourselves displaying great care over it, and clothing it in costly raiment, and furnishing nourishment beyond what is needful, and wishing it to be in continual ease and troubled by no disease whatsoever; nay, even if what troubles it be chance and trifling, we set every device in motion so as to set right what grieves it? And in the case of the body—that which is lesser in substance, I mean; for what equality is there, tell me, between soul and body? For if you wish to see the difference, observe how the body is found worthy of no account once the soul has withdrawn. He, therefore, who exercises so great a forethought for the body—for what reason, and