Migne Reading Room

PG 53 · cols. 167–172 · Read from the page

In Genesin Homilia XX (ΟΜΙΛΙΑ Κʹ; Gen. 4:13–26)

In Genesin Homilia XX (ΟΜΙΛΙΑ Κʹ; Gen. 4:13–26)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:167Read from the page
λήθη, ἀλλὰ καὶ τοὺς εἰς τὸ ἑξῆς ἅπαντας διδάξαι, πάντῃ φεύγειν τὸ τολμηθὲν τοῦτο ἐπιχείρημα;
ed also to teach all who came hereafter utterly to flee this daring undertaking that had been ventured?
Φέρε λοιπὸν τῶν ἑξῆς ἁψώμεθα, καὶ ἴδωμεν τί καὶ σήμερον διηγεῖται ἡμῖν ὁ μακάριος οὗτος προφήτης, ὑπὸ τῆς τοῦ Πνεύματος ἐνηχούμενος ἐνεργείας. Ἐπειδὴ γὰρ ἀπόφασιν ἐδέξατο ὁ Κάϊν, Ἐξῆλθε, φησίν, ἀπὸ προσώπου τοῦ Θεοῦ. Τί ἐστιν, Ἐξῆλθεν ἀπὸ προσώπου τοῦ Θεοῦ; Τουτέστιν, ἐγυμνώθη τῆς παρ' αὐτοῦ προστασίας διὰ τὴν μυσαρὰν ἐκείνην πρᾶξιν. Καὶ ᾤκησεν ἐν γῇ Ναΐδ, κατέναντι Ἐδέμ. Λέγει ἡμῖν καὶ τὸν τόπον ἔνθα λοιπὸν τὴν κατοίκησιν ἐποιήσατο, καὶ διδάσκει πῶς καὶ οὗτος οὐ πόρρω τοῦ παραδείσου διῆγεν, ἵνα κατέναντι αὐτοῦ ὤν, διηνεκῆ τὴν ὑπόμνησιν ἔχῃ καὶ τῶν τῷ πατρὶ συμβεβηκότων διὰ τὴν παράβασιν, καὶ τοῦ μεγέθους τῶν αὐτῷ τετολμημένων· τὴν τοσαύτην τιμωρίαν, ἣν ἐδέξατο μηδὲ τῇ τοῦ πατρὸς τιμωρίᾳ σωφρονισθείς. Καὶ αὐτὸς δὲ ὁ τόπος, ἔνθα κατῴκει, ὑπόμνησις ἀδιάλειπτος ἦν οὐκ αὐτῷ μόνῳ, ἀλλὰ καὶ ταῖς μετὰ ταῦτα γενεαῖς, τοῦ σάλου καὶ τοῦ τρόμου. Τὸ γὰρ Ναῒδ ὄνομα Ἑβραϊκὴ λέξις ἐστίν, ἑρμηνεύεται δὲ σάλος. Ἵν' οὖν ὥσπερ ἐν στήλῃ χαλκῇ ἀνέκλειπτον ἔχῃ καὶ ἀπὸ τοῦ τόπου τὴν κατηγορίαν, ἐκεῖ αὐτὸν κατῴκισεν. Εἶτά φησι· Καὶ ἔγνω Κάϊν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἐνώχ. Θνητοὶ λοιπὸν γεγονότες, εἰκότως περὶ τὴν τῶν τέκνων διαδοχὴν τὴν ἅπασαν σπουδὴν εἶχον. Ἀλλ' ἴσως εἴποι τις ἄν· πῶς, οὐδαμοῦ τῆς Γραφῆς μνημονευσάσης ἑτέρας γυναικός, ὁ Κάϊν ἔσχε τὴν γυναῖκα; Μή σε ξενίσῃ τοῦτο, ἀγαπητέ. Οὐδαμοῦ γὰρ θηλειῶν τέως κατάλογον ποιεῖται μετὰ ἀκριβείας, ἀλλὰ τὸ περιττὸν φυγοῦσα ἡ θεία Γραφὴ ἐκ μέρους τῶν ἀρρένων μνημονεύει, καὶ οὐδὲ αὐτῶν πάντων, ἀλλὰ συντομώτερον ἡμῖν διηγεῖται λέγουσα, ὅτι ὁ δεῖνα ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανεν. Εἰκὸς οὖν καὶ νῦν τὴν Εὔαν καὶ θυγατέρα τεκεῖν μετὰ τὸν Κάϊν καὶ τὸν Ἄβελ, ἣν εἰς γυναῖκα ἔλαβε Κάϊν. Ἐπειδὴ γὰρ προοίμια ἦν, καὶ ἔδει λοιπὸν αὐξηθῆναι τὸ γένος, καὶ ταῖς ἀδελφαῖς συγγενέσθαι συνεχώρουν. Διά τοι τοῦτο καταλιποῦσα ἡ Γραφὴ ἡμῖν συνιδεῖν τὸ ἀκόλουθον, τοῦτο μόνον διηγῖται λέγουσα, Καὶ ἔγνω Κάϊν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἐνώχ· καὶ ἦν οἰκοδομῶν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνώχ. Ὅρα πῶς σοφίζονται λοιπὸν κατὰ μικρόν. Ἐπειδὴ γὰρ θνητοὶ γεγόνασι, διηνεκῆ αὐτῶν σώζεσθαι τὴν μνήμην βούλονται ἀπό τε τῶν τικτομένων, ἀπό τε τῆς ὀνομασίας τῶν τόπων, οἷς τὰς προσηγορίας ἐπιτιθέασι τῶν παίδων. Ταῦτα πάντα ὑπομνήματα ἄν τις εἴποι δικαίως εἶναι τῶν ἡμαρτημένων αὐτοῖς, καὶ τῆς ἐκπτώσεως τῆς δόξης ἐκείνης, ἐν ᾗ τυγχάνοντες οὐδενὸς τούτων ἐδέοντο ὅ τε Ἀδὰμ ἥ τε Εὔα, ἀλλ' ἀνωτέρω πάντων καθειστήκεσαν. Ἐγεννήθη δὲ τῷ Ἐνώχ, φησί, Γαϊδάδ, καὶ Γαϊδὰδ ἐγέννησε τὸν Μαλελεήλ, καὶ Μαλελεὴλ ἐγέννησε τὸν Μαθουσάλα, καὶ Μαθουσάλα ἐγέννησε τὸν Λάμεχ. Ὁρᾷς πῶς παρέδραμε τὰς γενεαλογίας, τῶν ἀρρένων μόνον μνημονεύσας ὁ μακάριος οὗτος, καὶ οὐδαμοῦ τῶν θηλειῶν ἐπιμνησθείς. Ἀλλὰ καθάπερ ἐπὶ τοῦ Κάϊν εἶπεν, ὅτι Ἔγνω γυναῖκα αὐτοῦ, μηδὲν διδάξας ἡμᾶς, μηδὲ εἰπὼν πόθεν ἔσχε τὴν γυναῖκα· οὕτω δὴ καὶ ἐνταῦθα πάλιν φησί· Καὶ ἔλαβεν ἑαυτῷ Λάμεχ δύο
Come, for the rest, let us lay hold of what follows, and see what this blessed prophet also recounts to us today, sounded upon by the inworking of the Spirit. For when Cain had received his sentence, He went out, it says, from the face of God. What is, He went out from the face of God? That is, he was stripped of the protection from Him on account of that abominable deed. And he dwelt in the land of Naid, over against Eden. It tells us also the place where he thereafter made his habitation, and teaches how this man too passed his life not far from paradise, so that being over against it, he might have perpetual remembrance both of the things that had befallen his father on account of his transgression, and of the magnitude of the things dared by himself — receiving so great a punishment, which he received because he had not been chastened even by his father's punishment. And the very place itself where he dwelt was an unceasing remembrance, not to him alone, but also to the generations hereafter, of tossing and trembling. For the name Naid is a Hebrew word, and is interpreted tossing. So that, therefore, as though upon a bronze pillar, he might have unfailing accusation even from the place, He settled him there. Then it says: And Cain knew his wife, and she conceived and bore Enoch. Having now become mortal, they reasonably held all eagerness concerning the succession of children. Yet perhaps someone might say: How, when Scripture has nowhere made mention of another woman, did Cain have his wife? Let not this surprise you, beloved. For nowhere as yet does divine Scripture make a catalogue of females with exactness, but avoiding what is superfluous, it makes mention in part of the males, and not even of all of them, but more concisely recounts to us, saying that such a one begat sons and daughters, and died. It is natural, therefore, here too that Eve bore a daughter also after Cain and Abel, whom Cain took to wife. For since it was the beginnings, and the race had now to be increased, they permitted men to come together with their sisters also. For this very reason Scripture, leaving it to us to perceive what follows, recounts this alone, saying, And Cain knew his wife, and she conceived and bore Enoch; and he was building a city in the name of his son Enoch. See how little by little they now devise contrivances. For since they have become mortal, they wish their remembrance to be preserved perpetually both from those born to them and from the naming of places, upon which they set the names of their children. All these things one might justly say are reminders of the sins committed by them, and of their falling away from that glory in which, while they were in it, both Adam and Eve stood in need of none of these things, but had been set above them all. And unto Enoch, it says, was born Gaidad, and Gaidad begat Maleleel, and Maleleel begat Mathusala, and Mathusala begat Lamech. You see how this blessed man ran past the genealogies, making mention of the males alone, and nowhere mentioning the females. Rather, just as in the case of Cain he said that He knew his wife, teaching us nothing nor saying whence he had his wife; so indeed here again he says: And Lamech took unto himself two
Notes, col. 167

On the reading

Printed διηγῖται, for διηγεῖται.

PG 53:168Read from the page
γυναῖκας· ὄνομα τῇ μιᾷ Ἀδὰ, καὶ ὄνομα τῇ δευτέρᾳ Σελλά. Καὶ ἔτεκεν Ἀδὰ, φησὶ, τὸν Ἰωβήλ· οὗτος ἦν πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρόφων. Καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰουβάλ· οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν.
wives: the name of the one was Ada, and the name of the second Sella. And Ada bore, it says, Jobel; this man was the father of cattle-rearers dwelling in tents. And the name of his brother was Jubal; this man was the one who made known the psaltery and the cithara.
βʹ. Σκόπει τῆς Γραφῆς τὴν ἀκρίβειαν. Ἐδίδαξεν ἡμᾶς καὶ τὰ ὀνόματα τῶν τεχθέντων ὑπὸ τῆς γυναικὸς τοῦ Λάμεχ, καὶ τίνα τὰ ἐπιτηδεύματα ἔσχον, καὶ ὅτι ὁ μὲν περὶ τὴν κτηνοτροφίαν ἑαυτὸν ἐξέδωκεν, ὁ δὲ ἐπενόησε ψαλτήριον καὶ κιθάραν. Σελλὰ δέ, φησίν, ἔτεκε καὶ αὐτὴ τὸν Θοβέλ, καὶ ἦν σφυροκόπος, χαλκεὺς χαλκοῦ καὶ σιδήρου. Πάλιν καὶ τοῦ παρὰ τῆς Σελλᾶς τεχθέντος τὸ ἐπιτήδευμα ἡμῖν ἐδήλωσεν, ὅτι τὴν χαλκευτικὴν τέχνην εἵλετο. Ὅρα πῶς κατὰ μικρὸν τὰ τῆς συστάσεως τοῦ τῶν ἀνθρώπων γένους ᾠκονόμητο. Καὶ πρῶτον μὲν ὁ Κάϊν τῷ ὑπ' αὐτοῦ τεχθέντι τὴν ὑπ' αὐτοῦ οἰκοδομουμένην πόλιν ἐπωνόμασεν. Εἶτα οἱ ὑπὸ τῶν γυναικῶν τοῦ Λάμεχ τεχθέντες, ὁ μὲν τῇ κτηνοτροφίᾳ ἑαυτὸν ἐξέδωκεν, ὁ δὲ ἕτερος τὴν χαλκευτικὴν εἵλετο, ὁ δὲ ψαλτήριον καὶ κιθάραν κατέδειξεν. Ἀδελφὴ δέ, φησί, Θόβελ Νοεμάν. Τί τὸ καινὸν καὶ παράδοξον; Νῦν γὰρ ἡμῖν πρῶτον δείκνυται θηλείας μνήμην ὀνομαστὶ ποιησάμενος. Οὐχ ἁπλῶς οὐδὲ εἰκῇ, ἀλλά τι κεκρυμμένον ἡμῖν ἐντεῦθεν ἐμφαίνων τοῦτο πεποίηκεν ὁ μακάριος προφήτης, ὅπερ εἰς ἕτερον καιρὸν ὑμῖν ταμιευσάμενοι, νῦν τῆς ἀκολουθίας ἐχώμεθα· οὐδὲ γὰρ τὸ τυχόν ἐστι τὸ ἐπαγόμενον, ἀλλὰ καὶ σφόδρα πολλοῦ τοῦ ἀγῶνος δεόμενον, καὶ ἀκριβεστέρας τῆς ἑρμηνείας, ὥστε δυνηθῆναι μετὰ σαφηνείας ἅπαντα διερευνησαμένους πολλὴν ἡμῖν τὴν ὠφέλειαν ἐντεῦθεν παρασχεῖν. Εἶπε γάρ, φησί, Λάμεχ ταῖς ἑαυτοῦ γυναιξὶν Ἀδᾷ καὶ Σελλᾷ· Ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους· ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοί, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί. Ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. Συντείνατέ μοι τὴν διάνοιαν, παρακαλῶ, καὶ πάντα τὸν βιωτικὸν λογισμὸν ἀπωσάμενοι, μετὰ ἀκριβείας τὰ εἰρημένα διερευνησώμεθα, ἵνα μηδὲν ἡμᾶς λαθεῖν δυνηθῇ, ἀλλ' ὅσον ἡμῖν οἷόν τε πρὸς τὸ βάθος αὐτὸ καθιέντες ἑαυτούς, θηρᾶσαι δυνηθῶμεν τὸν ἐγκεκρυμμένον θησαυρὸν τοῖς βραχέσι τούτοις ῥήμασιν. Εἶπε δέ, φησί, Λάμεχ ταῖς ἑαυτοῦ γυναιξὶν Ἀδᾷ καὶ Σελλᾷ· Ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους. Σκόπει μοι εὐθέως ἐκ προοιμίων πόσον ὤνησε τοῦτον ἡ εἰς τὸν Κάϊν γεγενημένη τιμωρία. Οὐ μόνον γὰρ οὐ περιμένει τὸν παρ' ἑτέρου ἔλεγχον, ὡς τῷ αὐτῷ ἁμαρτήματι ἢ καὶ χείρονι περιπεσών, ἀλλὰ καὶ μηδενὸς ἐγκαλοῦντος, μηδὲ ἐπιτιμῶντος, αὐτὸς ἑαυτὸν κατάδηλον ποιεῖ, καὶ ἐξαγορεύει τὰ εἰργασμένα, καὶ ταῖς γυναιξὶ διηγεῖται τοῦ πλημμελήματος τὸ μέγεθος, μονονουχὶ ἐκεῖνο πληρῶν τὸ εἰρημένον παρὰ τοῦ προφήτου, ὅτι Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Μέγιστον γάρ ἐστιν εἰς διόρθωσιν τῶν ἡμαρτημένων ἡ ὁμολογία. Ὥσπερ οὖν βαρύτερον τῶν ἡμαρτημένων τυγχάνει τὸ μετὰ τὴν πρᾶξιν τῆς ἁμαρτίας ἐπὶ τὴν ἄρνησιν ἔρχεσθαι· ὅπερ καὶ ὁ ἀδελφοκτόνος ἐκεῖνος πέπανθε, καὶ ἐρωτώμενος παρὰ τοῦ φιλανθρώπου Θεοῦ, οὐ μόνον οὐχ ὡμολογησε τὸ ὑπ αὐτοῦ τολμηθέν, ἀλλὰ καὶ ἐτόλμησε ψεύσασθαι Θεῷ, καὶ διὰ τοῦτο παραταθῆναι αὐτοῦ τὴν ζωὴν ἐποίησε. Ὁ τοίνυν Λάμεχ τοῖς αὐτοῖς περιπεσών,
2. Observe the exactness of Scripture. It taught us both the names of those born of the wife of Lamech, and what pursuits they held, and that the one gave himself over to cattle-rearing, while the other devised the psaltery and the cithara. And Sella, it says, she also bore Thobel, and he was a hammer-smith, a coppersmith of bronze and iron. Again it made known to us the pursuit of him who was born of Sella as well, that he chose the art of metal-working. See how little by little the matters belonging to the framework of the race of men had been ordered. And first indeed Cain named the city that was being built by him after him who had been begotten by him. Then, as for those born of the wives of Lamech, the one gave himself over to cattle-rearing, the other chose metal-working, and the other made known the psaltery and the cithara. And the sister, it says, of Thobel was Noeman. What is this new and paradoxical thing? For now for the first time he is shown to us making mention of a female by name. Not lightly nor at random, but indicating to us hereby something hidden, has the blessed prophet done this — which, storing up for you for another season, let us now hold fast to the sequence; for what is adduced next is no ordinary matter, but one needing exceedingly great effort and more exact interpretation, so that having searched out all things with clarity we may be able to afford us great benefit from it. For Lamech, it says, said unto his own wives Ada and Sella: Hear my voice, wives of Lamech, hearken unto my words; for I have slain a man to my wound, and a young man to my weal. Because seven times vengeance has been exacted from Cain, but from Lamech seventy times seven. Strain your understanding for me, I exhort you, and having cast aside every worldly thought, let us search out with exactness what has been said, so that nothing may be able to escape us, but letting ourselves down so far as lies in us to the very depth, we may be able to hunt out the treasure hidden in these brief words. And Lamech, it says, said unto his own wives Ada and Sella: Hear my voice, wives of Lamech, hearken unto my words. Observe for me straightway from the outset how greatly the punishment that had come to pass upon Cain benefited this man. For not only does he not await reproof from another, as having fallen into the same sin or even a worse one, but even with no one accusing him, nor rebuking him, he himself makes himself manifest, and confesses aloud what has been wrought, and recounts to his wives the magnitude of his transgression, all but fulfilling that saying spoken by the prophet, that The righteous man is his own accuser at the beginning of his speech. For confession is the greatest thing towards the correction of sins committed. Just as, therefore, it happens to be heavier than the sins committed to proceed after the deed of sin to denial — which very thing that fratricide also suffered, and when asked by the loving God, not only did he not acknowledge what had been dared by him, but he even dared to lie unto God, and on this account caused his life to be prolonged. Lamech, therefore, having fallen into the same things,
Notes, col. 168

On the reading

Printed πέπανθε, for πέπονθε.

Printed ὡμολογησε, for ὡμολόγησε.

Printed ὑπ αὐτοῦ, for ὑπ' αὐτοῦ.

PG 53:169Read from the page
⟨…⟩αὶ εἰς ἐκείνην ἐλθὼν τὴν ἔννοιαν, ὅτι ἐκεῖνον ἡ ἄρνησις χαλεπωτέραν δέξασθαι παρεσκεύασε τὴν τιμωρίαν, καλέσας τὰς ἑαυτοῦ γυναῖκας, οὐδενὸς καταναγκάζοντος οὐδὲ διελέγχοντος, αὐτὸς διὰ τῆς οἰκείας γλώττης καὶ τὴν ὁμολογίαν τῶν ἡμαρτημένων ποιεῖται, καὶ συγκρίνων τὰ ὑπ' αὐτοῦ εἰργασμένα τοῖς παρὰ τοῦ Κάϊν πεπραγμένοις, ἑαυτῷ τὴν τιμωρίαν ὁρίζει.
and having come to that thought — that denial prepared that man to receive a more grievous punishment — having called his own wives, with no one compelling or convicting him, he himself through his own tongue both makes confession of the sins committed, and comparing the things wrought by him with the things done by Cain, determines the punishment for himself.
Εἶδες κηδεμονίαν Δεσπότου, πῶς καὶ αἱ τιμωρίαι αὐτοῦ φιλανθρωπίας ὑποθέσεις εἰσί, καὶ ὅτι οὐ μέχρι τοῦ τὴν τιμωρίαν δεχομένου τὰ τῆς φιλανθρωπίας ἵσταται, ἀλλὰ καὶ τοῖς λοιποῖς χρήσιμον κατασκευάζει τὸ φάρμακον, εἰ βουληθεῖεν τὴν ἐξ αὐτοῦ ὠφέλειαν καρπώσασθαι; Πόθεν γάρ, εἰπέ μοι, ὁ Λάμεχ ἑτέρωθεν ἐπὶ τὴν τοσαύτην ἐξομολόγησιν ἐπείχθη, εἰ μὴ τὴν ἐκ τῶν ἐκείνῳ συμβάντων ὑπόμνησιν εἶχε διηνεκῶς αὐτοῦ τὴν διάνοιαν κατασείουσαν; Εἶπε, φησίν· Ἀκούσατέ μου τῆς φωνῆς, καὶ ἐνωτίσασθέ μου τοὺς λόγους. Ὅρα πῶς καθ' ἑαυτὸν δικαστήριον καθίσας, οὕτω τὴν παράκλησιν αὐταῖς προσάγει, ὥστε μὴ παρέργως δέξασθαι τὰ λεγόμενα. Τὸ γὰρ εἰπεῖν, Ἀκούσατέ μου τῆς φωνῆς, καὶ ἐνωτίσασθέ μου τοὺς λόγους, τοῦτο δηλοῦντός ἐστι· Συντείνατε ὑμῶν, φησί, τὴν διάνοιαν, καὶ μετὰ ἀκριβείας προσέχετε οἷς ἐρεῖν μέλλω. Οὐδὲ γὰρ περὶ τῶν τυχόντων ὑμῖν διαλέξομαι, ἀλλὰ πράγματα ὑμῖν ἐξαγορεύσω λανθάνοντα, καὶ ἃ μηδεὶς ἕτερος οἶδεν, ἀλλ' ἢ μόνος ἐγώ, καὶ ὁ ἀκοίμητος ἐκεῖνος ὀφθαλμός, ὃν δεδοικὼς σπεύδω καὶ ἐπείγομαι φανερὰ ὑμῖν καταστῆσαι τὰ ὑπ' ἐμοῦ πεπραγμένα, καὶ ὅσαις τιμωρίαις ἑαυτὸν ὑπεύθυνον κατέστησα διὰ τῶν ἀνοσίων πράξεων. Ὅτι ἄνδρα ἀπέκτεινα, φησίν, εἰς τραῦμα ἐμοί, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί. Ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. Μέγα τὸ εἰρημένον, καὶ σφόδρα μέγα, καὶ πολλὴ τοῦ ἀνδρὸς ἡ εὐγνωμοσύνη. Οὐ μόνον γὰρ ὁμολογεῖ τὸ γεγονός, καὶ τοὺς φόνους εἰς μέσον ἄγει, οὓς εἰργάσατο, ἀλλὰ καὶ διὰ τῆς συγκρίσεως τῶν ὑπ' ἐκείνου καὶ ὑπ' αὐτοῦ γεγονότων τὸ ἐπιτίμιον ἑαυτῷ ἐπιτίθησι. Ποίας γὰρ ἂν εἴη, φησί, συγγνώμης ἄξιος ὁ μηδὲ τῇ ἑτέρου τιμωρίᾳ σωφρονισθείς, ἀλλὰ καὶ ἔναυλον ἔχων τὴν μνήμην, καὶ πρὸς ἐπὶ τούτοις διπλοῦν ἐργασάμενος φόνον; Ὅτι ἄνδρα, φησίν, ἀπέκτεινα εἰς τραῦμα ἐμοί, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί. Οὐ τοσοῦτον ἠδίκησα, φησίν, ἐκείνους, οὓς ἀνεῖλον, ὅσον ἐμαυτόν. Εἰς ἄφυκτον γὰρ τιμωρίαν ἑαυτὸν ἐνέβαλον, ἁμαρτήματα ἐργασάμενος συγγνώμης ἐπέκεινα. Εἰ γὰρ ἐκεῖνος ὑπὲρ τοῦ ἑνὸς φόνου ἑπτὰ τιμωρίαις ὑπεύθυνος γέγονεν, ἐγὼ δίκαιος ἂν εἴην ἑβδομηκοντάκις ἑπτὰ τιμωρίας ὑποσχεῖν. Τίνος ἕνεκεν καὶ διὰ τί; Εἰ γὰρ καὶ φόνον ἐκεῖνος εἰργάσατο, καὶ ἀδελφοῦ φόνον, ἀλλ' οὐδένα οὐδέποτε πρότερον θεασάμενος τοῦτο πεποιηκότα, οὐδὲ κατιδὼν ἕτερον διὰ τὴν πρᾶξιν τιμωρηθέντα, καὶ τοσαύτης πειραθέντα τῆς ἀγανακτήσεως, ἅπερ ἀμφότερα ἐμοὶ αὔξει τὰς τιμωρίας· ὅτι καὶ πρὸ τῶν ὀφθαλμῶν ἔχων τὸ ὑπ' ἐκείνου τολμηθέν, καὶ τὴν τιμωρίαν ὁρῶν οὕτως ἀνήκεστον οὖσαν, οὐδὲ οὕτως ἐσωφρονίσθην. Διὰ τοῦτο κἂν ἑβδομηκοντάκις ἑπτὰ τιμωρίας ἐκείνου ὑποσταίην, οὐδὲ οὕτω τὴν ἀξίαν δώσω δίκην.
Did you see the solicitude of the Master — how even His punishments are occasions of loving-kindness, and that the works of His loving-kindness do not stop at the one receiving the punishment, but He prepares the medicine to be useful to the rest as well, if they should wish to reap the benefit from it? For whence else, tell me, was Lamech urged on to so great a confession, had he not had the remembrance from the things that had befallen that man perpetually shaking his understanding? He said, it says: Hear my voice, and hearken unto my words. See how, having set up a tribunal against himself, he thus brings his exhortation to them, so that they may not receive what is spoken carelessly. For to say, Hear my voice, and hearken unto my words, is the mark of one declaring this: Strain your understanding, he says, and with exactness pay heed to the things I am about to say. For not concerning ordinary matters shall I concourse with you, but I shall confess aloud to you hidden deeds, which no other man knows save I alone, and that unsleeping Eye, fearing Which I make haste and press on to render manifest to you the things done by me, and to how many punishments I have rendered myself liable through my unholy deeds. For I have slain a man, he says, to my wound, and a young man to my weal. Because seven times vengeance has been exacted from Cain, but from Lamech seventy times seven. Great is what has been said, and exceedingly great, and abundant is the candour of the man. For not only does he acknowledge what has come to pass, and bring forth into the midst the murders which he wrought, but also through the comparison of the things done by that man and by himself he lays the penalty upon himself. For of what pardon, he says, would he be worthy, who was not chastened even by another's punishment, even though he had its remembrance ringing fresh in his ears, and in addition to these things wrought a double murder? For I have slain a man, he says, to my wound, and a young man to my weal. Not so much have I wronged, he says, those whom I slew, as myself. For I have cast myself into an inescapable punishment, having wrought sins beyond pardon. For if that man on account of the one murder has become liable to seven punishments, I should justly undergo seventy times seven punishments. For what sake and why? Because even if that man wrought murder, and the murder of a brother, yet he had never at any time before beheld anyone who had done this, nor seen another punished on account of the deed and experiencing so great indignation — both of which things increase the punishments for me: because even though I had before my eyes what had been dared by that man, and saw his punishment to be so incurable, not even thus was I chastened. On this account, even if I should undergo seventy times seven of that man's punishments, not even thus shall I pay the due penalty.
γʹ. Ὁρᾷς, ἀγαπητέ, πῶς αὐτεξούσιον ἡμῶν τὴν γνώμην ὁ Θεὸς ἐδημιούργησε, καὶ ὥσπερ ῥᾳθυμοῦντες ὑποσκελιζόμεθα, οὕτω καὶ νῆψαι βουληθέντες συνορῶμεν τὸ δέον; Τίς γάρ, εἰπέ μοι, τοῦτον ἐπὶ τὴν τοσαύτην ἐξομολόγησιν κατήπειγεν; Οὐδεὶς ἕτερος, ἀλλ' ἢ τὸ συν-
3. Do you see, beloved, how God fashioned our purpose autonomous, and just as when we grow slothful we are tripped up, so also when we have willed to be sober we discern what is needful? For who, tell me, urged this man on to so great a confession? None other than his con-
PG 53:170Read from the page
ειδὸς καὶ ὁ δικαστὴς ἐκεῖνος ὁ ἀδέκαστος. Ἐπειδὴ γὰρ εἰς ῥᾳθυμίαν ἀποκλίνας εἰς ἔργον ἤγαγε τὴν κακὴν ἐπιχείρησιν, εὐθέως κατεξανέστη τὸ συνειδὸς καταβοῶν, καὶ τῶν ἡμαρτηθέντων τὸ μέγεθος, καὶ ὅσαις τιμωρίαις ἑαυτὸν ὑπεύθυνον εἰργάσατο. Τοιοῦτον γὰρ ἡ ἁμαρτία· πρὶν ἢ μὲν γὰρ παραχθῆναι, καὶ εἰς ἔργον ἐλθεῖν, σκοτοῖ τὸν λογισμὸν, καὶ ἀπατᾷ τὴν διάνοιαν· ἐπὰν δὲ τελειωθῇ, τότε δήλην ἡμῖν τὴν αὐτῆς ἀτοπίαν καθίστησι, καὶ ἡ βραχεῖα ἐκείνη καὶ ἄτοπος ἡδονὴ διηνεκῆ τὴν ὀδύνην ἡμῖν ἐντίθησι, καὶ τοῦ συνειδότος ἀφαιρεῖται τὴν παρρησίαν, καὶ αἰσχύνῃ περιβάλλει τὸν ἁλόντα. Ὁ γὰρ φιλάνθρωπος Δεσπότης τοιοῦτον ἡμῖν τὸν κατήγορον τοῦτον ἐπέστησεν, ὡς μηδέποτε ἠρεμεῖν, ἀλλ' ἀδιαλείπτως συνόντα καταβοᾷν, καὶ δίκην ἀπαιτεῖν τῶν πεπλημμελημένων. Καὶ τοῦτο ἄν τις ἴδοι σαφῶς ἐξ αὐτῶν τῶν πραγμάτων. Ὁ γὰρ πόρνος, ἢ ὁ μοιχὸς, ἢ ὁ ἕτερόν τι τοιοῦτον εἰργασμένος, κἂν πάντας λαθεῖν δυνηθῇ, οὐδὲ οὕτως ἐν ἠρεμίᾳ διάγει, ἀλλ' ἔχων τοῦτον τὸν σφοδρὸν, κατήγορον τὰς ὑποψίας δέδοικε, τὰς σκιὰς τρέμει, τοὺς εἰδότας, τοὺς οὐκ εἰδότας, διηνεκῆ χειμῶνα ἔχων ἐν ψυχῇ καὶ κύματα ἐπάλληλα. Καὶ οὔτε ὕπνος τῷ τοιούτῳ ἡδὺς, ἀλλὰ φόβου καὶ δειμάτων πεπληρωμένος· οὔτε τροφὴ ἡδονὴν ἔχουσα, οὔτε διάλεξις φίλων τὸν τοιοῦτον μεταγαγεῖν δυνήσεται, ἢ ἀπαλλάξαι τοῦ ἀγῶνος τοῦ ἐπικειμένου· ἀλλὰ καθάπερ δήμιον περιφέρων καταξαίνοντα αὐτὸν καὶ μαστίζοντα διηνεκῶς, οὕτω μετὰ τὴν ἄτοπον πρᾶξιν ἐκείνην περιέρχεται, οὐδενὸς εἰδότος, τὰς ἀφορήτους ἐκείνας τιμωρίας ὑπέχων, καὶ δικαστὴς ἑαυτοῦ γινόμενος καὶ κατήγορος.
science and that incorruptible judge. For since, inclining towards sloth, he brought the wicked enterprise to act, straightway his conscience rose up crying out against him, both the magnitude of the sins committed and to how many punishments he had rendered himself liable. For such a thing is sin: before it is brought forth and comes to act, it darkens reasoning and deceives the mind; but once it has been accomplished, then it makes manifest to us its own foulness, and that brief and shameful pleasure implants in us perpetual pain, strips conscience of its boldness, and wraps the captive in shame. For the humane Master has set this accuser over us to be such as never to keep quiet, but, abiding with us unceasingly, to cry out against us and demand justice for our transgressions. And one might see this clearly from the facts themselves. For the fornicator, or the adulterer, or he who has wrought some other such thing, even if he is able to escape the notice of all, not even so does he pass his life in quiet, but, having this vehement accuser, he fears suspicions, he trembles at shadows, at those who know and at those who do not know, having a perpetual tempest in his soul and successive waves. And neither is sleep sweet to such a man, but filled with fear and terrors; nor will food bringing pleasure, nor conversation of friends, be able to divert such a man or free him from the agony pressing upon him; but just as if carrying about an executioner lacerating him and scourging him continually, so after that shameful deed he goes about, though no one knows, undergoing those unbearable punishments, and becoming his own judge and accuser.
Ἀλλ' ὁ ταῦτα εἰργασμένος ἐὰν βουληθῇ εἰς δέον χρήσασθαι τῇ ἀπὸ τοῦ συνειδότος βοηθείᾳ, καὶ ἐπὶ τὴν ἐξομολόγησιν τῶν πεπραγμένων ἐπειχθῆναι, καὶ τῷ ἰατρῷ δεῖξαι τὸ ἕλκος, τῷ θεραπεύοντι καὶ μὴ ὀνειδίζοντι, καὶ τὰ παρ' ἐκείνου φάρμακα δέξασθαι, καὶ μόνος αὐτῷ διαλεχθῆναι, μηδενὸς εἰδότος, καὶ πάντα εἰπεῖν μετὰ ἀκριβείας, ταχεῖαν ποιήσεται τὴν διόρθωσιν τῶν ἐπταισμένων. Ἡ γὰρ ὁμολογία τῶν ἡμαρτημένων ἀφανισμὸς γίνεται τῶν πλημμελημάτων. Εἰ γὰρ δὴ ὁ Λάμεχ οὗτος ταῖς ἑαυτοῦ γυναιξὶ τοὺς παρ' αὐτοῦ γενομένους φόνους ἐξαγορεῦσαι οὐ παρητήσατο, ποίας ἂν εἴημεν συγγνώμης ἄξιοι, τῷ πάντα μετὰ ἀκριβείας εἰδότι τὰ ἡμέτερα πλημμελήματα μὴ βουλόμενοι ἐξαγορεύειν τὰ ἡμαρτημένα; Μὴ γὰρ ἐπειδὴ ἀγνοεῖ, μαθεῖν βούλεται; Οὐκ ἐπειδὴ ἀγνοεῖ, τὴν παρ' ἡμῶν ὁμολογίαν ἐπιζητεῖ ὁ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν, ἀλλὰ βουλόμενος ἡμᾶς ὁμοῦ καὶ αἴσθησιν λαβεῖν τῶν ἐπταισμένων διὰ τῆς ὁμολογίας, καὶ τὴν εὐγνωμοσύνην τὴν παρ' ἑαυτῶν ἐπιδείξασθαι. Μὴ γὰρ χρήματα ἔπεστιν ἐνταῦθα δαπανῆσαι; μὴ γὰρ ὁδὸν μακρὰν στείλασθαι; μὴ γὰρ ὀδύνην καὶ ἀλγήματα παρέχει ἡ ἰατρεία αὕτη; Καὶ ἀδάπανός ἐστι, καὶ ἀνώδυνος, καὶ ταχεῖαν παρέχουσα τὴν θεραπείαν. Πρὸς γὰρ τὸν τόνον τῆς διαθέσεως τοῦ προσιόντος, οὕτω καὶ τὰ φάρμακα τῶν τραυμάτων χαρίζεται ὁ Δεσπότης. Ὁ τοίνυν βουλόμενος θᾶττον πρὸς ὑγίειαν ἐπανελθεῖν, καὶ τὰ τῆς ψυχῆς ἕλκη θεραπεῦσαι, μετὰ νήψεως προσιέτω, πάντων ἑαυτὸν ἀποστήσας τῶν βιωτικῶν, θερμὰ δάκρυα προχεέτω, προσεδρίαν πολλὴν ἐπιδεικνύσθω, πίστιν ἀκριβῆ εἰσφερέτω, καὶ θαρρείτω τοῦ ἰατροῦ τῇ τέχνῃ, καὶ παραχρῆμα τῆς ὑγιείας ἀπολαύσεται. Εἶδες ἰατροῦ φιλοτιμίαν παντὸς πατρὸς φιλοστοργίαν ἀποκρύπτοντος; Μὴ γὰρ βαρύ τι καὶ ἐπαχθὲς παρ' ἡμῶν ἐπιζητεῖ; Συντριβὴν καρδίας, λογισμοῦ κατάνυξιν, ὁμολογίαν πταίσματος, προσεδρίαν συντεταμένην·
Yet if the man who has wrought these things wishes to make due use of the help that comes from conscience, and to hasten to the confession of what has been done, and to show the wound to the Physician, Who heals and does not reproach, and to receive the medicines from Him, and to converse with Him alone, with no one knowing, and to tell all things with exactness, he will speedily effect the amendment of his stumblings. For the confession of sins becomes the blotting out of transgressions. For if indeed this Lamech did not decline to declare to his own wives the murders committed by him, of what pardon should we be worthy, if we are unwilling to declare our sins to Him Who knows all our transgressions with exactness? Does He wish to learn because He is ignorant? Not because He is ignorant does He Who knows all things before their coming into being seek confession from us, but because He wishes us at once both to gain a sense of our stumblings through confession and to display grateful disposition on our own part. Is it necessary here to spend money? Is it necessary to set out on a long journey? Does this treatment inflict pain and aches? Nay, it is both without expense, and painless, and affords swift healing. For according to the intensity of the disposition of him who draws near, so too does the Master bestow the medicines for his wounds. Let him, therefore, who wishes swiftly to return to health and to heal the wounds of his soul draw near with sobriety, withdrawing himself from all worldly affairs; let him pour forth warm tears, let him display great assiduity, let him bring exact faith, and let him take courage in the art of the Physician, and forthwith he shall enjoy health. Have you seen the munificence of a Physician Who eclipses the tender affection of every father? Does He seek anything heavy and burdensome from us? Contrition of heart, compunction of mind, confession of stumbling, earnest assiduity;
Notes, col. 170

On the reading

Printed ειδὸς, for εἰδὸς.

PG 53:171Read from the page
καὶ οὐ μόνον τῶν τραυμάτων τὴν θεραπείαν χαρίζεται, καὶ τῶν ἡμαρτημένων καθαροὺς ἀποδείκνυσιν, ἀλλὰ καὶ τὸν πρὸ τούτου μυρίοις βαρυνόμενον φορτίοις ἁμαρτημάτων δίκαιον ἀπεργάζεται. Ὢ φιλανθρωπίας μέγεθος· ὢ ἀγαθότητος ὑπερβολή. Τὸν ἡμαρτηκότα, ἐπειδὰν ὁμολογήσῃ τὰ ἡμαρτημένα συγγνώμην αἰτήσας, καὶ τὴν εἰς τὸ ἑξῆς ἀσφάλειαν ἐπιδείξηται, ἀθρόον δίκαιον ἀποφαίνει. Καὶ ἵνα μάθῃς τοῦτο σαφῶς, ἄκουε τοῦ προφήτου λέγοντος· Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. Οὐχ ἁπλῶς εἶπε, Λέγε σὺ τὰς ἀνομίας σου, ἀλλὰ προσέθηκε, Πρῶτος, τουτέστι, μὴ ἀναμείνῃς τὸν ἐλέγχοντα, μηδὲ ἐκδέξῃ τὸν κατήγορον· αὐτὸς προλαβὼν ἅρπασον τὴν πρωτολογίαν, ἵνα ἀποκλείσῃς τοῦ κατηγόρου τὴν γλῶτταν.
and not only does He bestow the healing of wounds, and show men pure from their sins, but even him who before this was weighed down by ten thousand burdens of sins He renders righteous. O magnitude of humanity! O excess of goodness! Once the man who has sinned confesses his sins, having asked pardon, and displays security for the time to come, all at once He declares him righteous. And that you may learn this clearly, hear the prophet saying: Tell your iniquities first, that you may be justified. He did not simply say, Tell your iniquities, but added, First—that is, do not wait for one to convict you, nor await the accuser; anticipate him yourself and seize the opening speech, that you may shut the accuser's tongue.
δʹ. Εἶδες δικαστοῦ φιλανθρωπίαν; Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων δικαστηρίων, ὅταν τις τοῦτο ποιῆσαι καταδέξηται, καὶ τοὺς ἐλέγχους προλαβὼν ὁμολογήσῃ τὰ εἰργασμένα, τὰς μὲν βασάνους καὶ τὰς ἐπαλλήλους τιμωρίας ἴσως διαφυγεῖν δυνήσεται, καὶ ταῦτα εἰ ἡμέρου τινὸς ἐπιτύχῃ δικαστοῦ, τὴν μέντοι ἀπόφασιν τὴν πρὸς θάνατον ἀπάγουσαν πάντως δέχεται· ἐπὶ δὲ τοῦ φιλανθρώπου Θεοῦ καὶ τοῦ ἰατροῦ τῶν ἡμετέρων ψυχῶν ἄφατος ἡ ἀγαθότης, καὶ πάντα λόγον ὑπερβαίνουσα ἡ φιλοτιμία. Ἐὰν γὰρ προλαβόντες τὸν ἀντίδικον τὸν ἡμέτερον, τὸν διάβολον λέγω, τὸν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ κατὰ πρόσωπον ἡμῶν ἱστάμενον, καὶ ἤδη ἐν τῷ παρόντι βίῳ, πρὸ τῆς εἰς τὸ δικαστήριον εἰσόδου, ὁμολογήσωμεν τὰ πεπραγμένα, καὶ τὴν πρωτολογίαν ἁρπάσωμεν, καὶ αὐτοὶ ἑαυτῶν κατήγοροι γενώμεθα, εἰς τοσαύτην φιλανθρωπίαν ἐκκαλεσόμεθα τὸν Δεσπότην, ὡς μὴ μόνον τὴν ἐλευθερίαν τῶν ἡμαρτημένων ἡμῖν δωρήσασθαι, ἀλλὰ καὶ εἰς τὸν τῶν δικαίων κατάλογον ἡμᾶς καταριθμῆσαι. Εἰ γὰρ ὁ Λάμεχ οὗτος, μήτε νόμου δεδομένου τοῦ διδάσκειν δυναμένου, μήτε προφητῶν ἀκούσας, μήτε ἑτέρας τινὸς παραινέσεως, ἀπὸ τοῦ ἐγκειμένου τῇ φύσει κριτηρίου συνειδὼς ἅπερ ἐτόλμησε, καὶ εἰς μέσον ἤγαγε τὰ εἰργασμένα, καὶ ἑαυτοῦ κατεψηφίσατο· πῶς ἡμεῖς δυνησόμεθα ἀπολογίας τινὸς τυχεῖν μὴ κατὰ πάσης σπουδῆς τὰ ἡμέτερα τραύματα ἐπιδεικνύντες τῷ Δεσπότῃ, καὶ παρ' αὐτοῦ τὴν τούτων ἰατρείαν δεχόμενοι; Ὅπερ εἰ μὴ νῦν ποιήσαιμεν, ὅτε νηστείας καιρὸς, ὅτε τοσαύτη τῶν λογισμῶν ἡ γαλήνη, ὅτε πᾶσα τρυφὴ ἐκποδών· πότε δυνησόμεθα εἰς ἔννοιαν ἐλθεῖν τῶν ἡμῖν πεπραγμένων; Διὸ παρακαλῶ πάντοτε μὲν νήφειν καὶ ἐγρηγορέναι, καὶ τὴν παροῦσαν ζωὴν ἅπασαν εἰς τοῦτο καταδαπανᾷν, ἵνα τῇ προσεδρίᾳ δυνηθῶμεν τὴν ἀφόρητον ἐκείνην κόλασιν διαφυγεῖν, καὶ ἐκτὸς γενέσθαι τοῦ τῆς γεέννης πυρός. Μάλιστα δὲ νῦν μετὰ πλείονος τῆς σπουδῆς τοῦτο δεῖ ποιεῖν, ὅτε διὰ τὸν τῆς νηστείας καιρὸν καὶ πλείονος καὶ συνεχοῦς ἀπολαύετε τῆς διδασκαλίας. Ἔγνω δὲ, φησιν, Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σὴθ, λέγουσα· Ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. Μέχρι τοῦ Λάμεχ τὴν γενεαλογίαν στήσασα ἡ θεία Γραφὴ, ἐπανῆλθε πάλιν ἐπὶ τὸν Ἀδὰμ καὶ τὴν γυναῖκα αὐτοῦ, καί φησιν· Ἔγνω δὲ Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σὴθ, λέγουσα· Ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. Ἔτεκε, φησὶν, υἱὸν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ· καὶ οὐκ ἀρκεσθεῖσα
4. Have you seen a Judge's humanity? For in human law-courts, when someone consents to do this, and, anticipating the proofs, confesses what he has wrought, he will perhaps be able to escape the tortures and the successive punishments—and even this only if he meets with some gentle judge—yet the sentence that leads away to death he by all means receives; whereas with the humane God and the Physician of our souls, ineffable is His goodness, and surpassing all speech is His munificence. For if, anticipating our adversary—I mean the devil, who on that day stands face to face against us—we confess already in the present life, before our entrance into the court of judgement, the things we have done, and seize the opening speech, and ourselves become our own accusers, we shall call forth the Master to such great humanity that He will not only freely grant us deliverance from our sins, but also number us in the roll of the righteous. For if this Lamech, when neither a law had been given that was able to teach, nor had he heard prophets, nor any other exhortation, being conscious from the tribunal implanted in nature of the things he had dared, both brought forward into the midst what he had wrought and passed vote against himself, how shall we be able to obtain any defence if we do not with all zeal display our wounds to the Master and receive from Him their healing? Which if we should not do now, when it is the season of fasting, when so great is the calm of our thoughts, when all luxury is out of the way, when shall we be able to come to reflection upon what we have done? Wherefore I exhort you at all times indeed to be sober and watchful, and to spend the whole present life upon this, that by our assiduity we may be able to escape that unbearable punishment and stand clear of the fire of Gehenna. But above all now must we do this with greater zeal, when by reason of the season of fasting you enjoy both fuller and continual teaching. And Adam knew, it says, Eve his wife, and she conceived and bore a son, and called his name Seth, saying: For God has raised up for me another seed in place of Abel, whom Cain slew. Having halted the genealogy as far as Lamech, divine Scripture returned again to Adam and his wife, and says: And Adam knew his wife, and she conceived and bore a son, and called his name Seth, saying: For God has raised up for me another seed in place of Abel, whom Cain slew. She bore, it says, a son, and called his name Seth; and not sufficed
PG 53:172Read from the page
ἡ μήτηρ τῇ τεθείσῃ προσηγορίᾳ, φησίν· Ἐξανέστησε ⟨γ⟩άρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. Ὅρα καὶ τὴν μητέρα, ὅπως διὰ τῆς προσηγορίας τοῦ τεχθέντος παιδίου τὴν μνήμην τῆς πονηρᾶς ἐκείνης πράξεως διηνεκῆ ἐναποτίθεται, καὶ ἵνα καὶ οἱ εἰς τὰς ἑξῆς γενεὰς εἰδέναι ἔχωσι τὸ τολμηθὲν ὑπὸ τοῦ Κάϊν, φησίν· Ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. Ὀδυνωμένης ψυχῆς τὸ ῥῆμα, συγχεομένης ὑπὸ τῆς μνήμης τοῦ γεγονότος, καὶ εὐχαριστούσης μὲν ὑπὲρ τοῦ τεχθέντος, μονονουχὶ δὲ στηλιτευούσης ἐκεῖνον διὰ τῆς τοῦ παιδὸς προσηγορίας. Καὶ γὰρ ἀληθῶς οὐ τὸ τυχὸν πένθος εἰργάσατο τοῖς γονεῦσι, τὴν ἑαυτοῦ δεξιὰν ὁπλίσας κατὰ τοῦ ἀδελφοῦ, καὶ τὸν ποθεινὸν καὶ ἐπέραστον δείξας αὐτοῖς χαμαὶ ἐρριμμένον, νεκρὸν καὶ ἀναίσθητον. Εἰ γὰρ καὶ τὸ ἐπιτίμιον ἐδέξατο ὁ Ἀδὰμ, Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· καὶ, Ἐν ᾗ ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε· ἀλλ' ὅμως ἐν ῥήμασιν ἦν τέως τὰ τῆς ἀποφάσεως, καὶ οὐδέπω ᾔδεισαν, τί ἦν τοῦ θανάτου τὸ εἶδος, ἀλλ' οὗτος προλαβὼν διὰ τὸ μῖσος τὸν ἀδελφὸν, καὶ τὸν φθόνον τὸν ἔνδοθεν αὐτὸν τήκοντα, ἐπὶ σφαγὴν ὥρμησε τοῦ Ἄβελ, καὶ δεινὸν θέαμα παρέσχε τοῖς γονεῦσιν ἰδεῖν. Διά τοι τοῦτο ἡ μήτηρ μικρὸν ἀνανεύσασα, καὶ μόλις ὀψέ ποτε τοῦ ἀφορήτου πένθους ἐκείνου παραμυθίαν εὑρεῖν δυνηθεῖσα διὰ τοῦ τεχθέντος παιδὸς, καὶ τὴν εὐχαριστίαν ἀναφέρει τῷ Δεσπότῃ, καὶ τοῦ ἀδελφοκτόνου στηλιτεύει τὴν πρᾶξιν, ταύτην αὐτῷ καὶ αὐτὴ μεγίστην τιμωρίαν ἐπάγουσα, τὸ διηνεκῆ τὴν μνήμην ἐναποθέσθαι τῷ παρ' αὐτοῦ γεγεννημένῳ.
as a mother with the appellation bestowed, she says: For God has raised up for me another seed in place of Abel, whom Cain slew. See the mother too, how through the appellation of the child that was born she deposits a perpetual remembrance of that wicked deed, and, that those also in the generations to come might know what was dared by Cain, she says: In place of Abel, whom Cain slew. The utterance is that of an anguished soul, confounded by the remembrance of what had come to pass, both giving thanks for the child born and all but pillorying that man through the child's appellation. For in truth he wrought no ordinary grief for his parents when he armed his own right hand against his brother, and showed that longed-for and lovely son to them cast down upon the ground, dead and senseless. For even if Adam had received the penalty, Earth you are, and to earth you shall depart; and, On whatever day you eat, by death you shall die, yet hitherto the terms of the sentence stood in words, and they did not yet know what the form of death was; whereas this man, anticipating his brother through hatred and through the envy that was wasting him within, rushed headlong to the slaughter of Abel, and presented a dreadful spectacle for his parents to behold. On this very account the mother, having lifted up her head a little, and having scarcely at long last been able to find consolation for that unbearable grief through the child that was born, both offers up thanksgiving to the Master and pillories the fratricide's deed, herself too bringing upon him this greatest punishment—to deposit a perpetual remembrance in the one begotten after him.
Εἴδετε ὅσον κακόν ἐστιν ἁμαρτία; πῶς εἰς αἰσχύνην καὶ ὄνειδος προτίθησι τοὺς ταύτην εἰργασμένους; εἴδετε πῶς τῆς ἄνωθεν χάριτος διὰ ταύτην γυμνὸς γέγονε, καὶ ἅπασι προκείμενος εἰς καταγέλωτα; εἴδετε πῶς καὶ τοῖς γονεῦσι τοῖς ὑπὸ τῆς φύσεως αὐτῆς ὠθουμένοις εἰς φιλοστοργίαν βδελυκτὸς κατέστη διὰ τὴν κακὴν ἐπιχείρησιν; Φεύγωμεν τοίνυν, παρακαλῶ, τὴν ἁμαρτίαν τὴν τοσούτοις ἡμᾶς περιβάλλουσαν κακοῖς, καὶ τὴν ἀρετὴν ἑλώμεθα, ἵνα καὶ τὴν ἄνωθεν εὔνοιαν ἐπισπασώμεθα, καὶ τὴν κόλασιν διαφύγωμεν. Καὶ τῷ Σὴθ, φησὶν, ἐγένετο υἱός· ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ Ἐνώς· οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ. Ὅρα πῶς κατὰ μικρὸν λοιπὸν παιδεύονται ταῖς προσηγορίαις τῶν τικτομένων ἐναποτίθεσθαι τῆς οἰκείας εὐγνωμοσύνης τὴν ἀπόδειξιν. Καὶ οὗτος γὰρ, φησὶν, ὁ Σὴθ, γεννήσας υἱὸν, ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Ἐνώς. Εἶτα ἑρμηνεῦσαι ἡμῖν βουλομένη ἡ θεία Γραφὴ τοῦ ὀνόματος τὴν προσηγορίαν, φησίν· Οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ. Καὶ γὰρ ἐκ τούτου λοιπὸν τὴν ἀρχὴν μέλλει ποιεῖσθαι ὁ μακάριος προφήτης τῆς γενεαλογίας, τοῦ Κάϊν τὴν μνήμην ἀποπεμψάμενος, καὶ τῶν ἐξ αὐτοῦ μέχρι τοῦ Λάμεχ γεγονότων, καὶ ἐπειδὴ τὴν ἀπὸ τῆς φύσεως αὐτῷ προεδρίαν χαρισθεῖσαν, τὴν τῶν πρωτοτόκων λέγω, τῇ κακίᾳ τῆς προαιρέσεως ἐλυμήνατο, ἐκβάλλεται μὲν αὐτὸς, καὶ οἱ ἐξ αὐτοῦ, τοῦ καταλόγου· ὁ δὲ Σὴθ λοιπὸν ὅπερ οὐκ εἶχεν ἀπὸ τῆς φύσεως, τούτου διὰ τὴν τῆς προαιρέσεως εὐγνωμοσύνην ἀξιοῦται, καὶ εἰς τοῦτον μεθίσταται λοιπὸν τὰ τῆς πρωτοτοκίας, εἰ καὶ μὴ διὰ τὴν φύσιν, ἀλλὰ διὰ τὴν τῆς προαιρέσεως γνώμην, καὶ οἱ ἐκ τούτου τικτόμενοι τῆς γενεαλογίας ἀξιοῦνται. Καὶ ὥσπερ οὗτος Ἐνὼς ἐκλήθη διὰ τὸ ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ, οὕτω καὶ οἱ ἐκ τούτου λοιπὸν τὸ γένος καταγόμενοι τῆς αὐτῆς ἀξιοῦνται προσηγορίας. Διὰ τοῦτο καὶ ὁ μακάριος οὗτος προφήτης ἐνταῦθα στήσας τὴν διήγησιν πάλιν ἀρχὴν ἑτέραν ποιεῖται.
Have you seen how great an evil sin is—how it sets forth to shame and reproach those who have wrought it? Have you seen how on account of it he has become stripped of the grace from above, and set forth as a laughing-stock to all? Have you seen how even to his parents, who are impelled by nature itself towards tender affection, he became abhorrent on account of his wicked enterprise? Let us flee, therefore, I exhort you, the sin that encompasses us with so many evils, and let us choose virtue, that we may both draw down the goodwill from above and escape punishment. And to Seth, it says, there was born a son; and he called his name Enos: this man hoped to call upon the name of the Lord God. See how little by little henceforth they are trained to deposit in the appellations of those born the proof of their own grateful disposition. For this Seth too, it says, having begotten a son, called his name Enos. Then, wishing to interpret for us the appellation of the name, divine Scripture says: This man hoped to call upon the name of the Lord God. For from this man henceforth the blessed prophet is about to make the beginning of the genealogy, having dismissed the remembrance of Cain and of those sprung from him as far as Lamech; and since by the wickedness of his choice he marred the precedence freely granted to him from nature—I mean that of the firstborn—he himself, and those sprung from him, are cast out of the roll; whereas Seth henceforth is deemed worthy, on account of the grateful disposition of his choice, of what he did not have from nature, and to him henceforth pass the rights of the birthright, even if not through nature, yet through the purpose of his choice, and those born from him are deemed worthy of the genealogy. And just as this man was called Enos on account of calling upon the name of the Lord God, so too those henceforth tracing their lineage down from him are deemed worthy of the same appellation. On this account this blessed prophet too, having halted his narrative here, again makes another beginning.