Migne Reading Room

PG 53 · cols. 173–174 · Read from the page

In Genesin Homilia XX (ΟΜΙΛΙΑ Κʹ; Gen. 4:13–26)

In Genesin Homilia XX (ΟΜΙΛΙΑ Κʹ; Gen. 4:13–26)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:173Read from the page
εʹ. Ἀλλ' ἵνα μὴ ἀρξάμενοι τοῦ διηγήματος εἰς πολὺ μῆκος ἐκτείνωμεν τὴν διδασκαλίαν, ἐνταῦθα καὶ ἡμεῖς καθάπερ ὁ μακάριος οὗτος προφήτης καταπαύσωμεν τὸν λόγον, εἰς τὴν ἑξῆς, ἐὰν ὁ Θεὸς ἐπιτρέπῃ, τῶν ἑπομένων τὴν ἑρμηνείαν ταμιευσάμενοι. Τέως δὲ ἐπὶ τοῦ παρόντος ἐκεῖνο παρακαλέσαι τὴν ὑμετέραν ἀγάπην βούλομαι, ὥστε καρποῦσθαί τι πλέον ἐκ τῶν παρ' ἡμῶν λεγομένων, καὶ καθ' ἑκάστην ἡμέραν ἑαυτοὺς διερευνᾶσθαι, τί μὲν ἐκ ταύτης τῆς διδασκαλίας ἐκερδάνατε, τί δὲ ἐκ τῆς ἑτέρας, καὶ μὴ μόνον μέχρι τῆς ἀκοῆς δέχεσθαι τὰ παρ' ἡμῶν λεγόμενα, ἀλλὰ καὶ εἰς τὴν διάνοιαν ὑμῶν αὐτὰ ἐναποτίθεσθαι, καὶ τῇ συνεχεῖ μελέτῃ παγίαν αὐτῶν τὴν μνήμην ποιεῖσθαι. Βούλομαι γὰρ ὑμᾶς μὴ μόνον ἑαυτοῖς ἀρκεῖν, ἀλλὰ καὶ ἑτέροις διδασκάλους γίνεσθαι, ὥστε δύνασθαι καὶ ἑτέρους νουθετεῖν, καὶ μὴ διὰ λόγων μόνον τοῦτο ποιεῖν, ἀλλὰ καὶ διὰ τῶν ἔργων παιδεύειν τοὺς πλησίον πρὸς τὴν τῆς ἀρετῆς κατόρθωσιν. Ἐννόησον γάρ μοι, ὅτι εἰ βουληθείητε καθ' ἑκάστην ἡμέραν ἐνταῦθα παραγενόμενοι μικρόν τι μέρος καρποῦσθαι, καὶ τῶν ἐνοχλούντων ὑμῖν παθῶν διόρθωσιν ποιήσασθαι, πῶς κατ' ὀλίγον εἰς αὐτὴν τῆς ἀρετῆς τὴν ἄκραν κορυφὴν ἐλεύσεσθε. Οὐδὲ γὰρ παυόμεθα ἐφ' ἑκάστης διαλεγόμενοι, καὶ περὶ τῆς ἀρίστης πολιτείας ὑμῖν ἐνηχοῦντες, ὥστε τὰ ὀλέθρια ταῦτα πάθη ἐκκόπτειν, τὸν θυμὸν λέγω, τὴν βασκανίαν, τὸν φθόνον. Τούτων γὰρ ἀναιρεθέντων, εὐκολώτερον καὶ ἡ περὶ τὰ χρήματα μανία διόρθωσιν λήψεται· καὶ τῆς περὶ τὰ χρήματα μανίας πάλιν παυθείσης, μετὰ πλείονος τῆς ἀδείας οἱ ἄτοποι λογισμοὶ καὶ αἱ αἰσχραὶ ἐνθυμήσεις κατασταλήσονται· Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία. Ἂν τοίνυν τὴν ῥίζαν ἐκτέμωμεν, καὶ ἐξ αὐτοῦ τοῦ βάθους αὐτὴν ἀνασπάσωμεν, εὐκολώτερον τῶν κλάδων περιεσόμεθα. Ἡ γὰρ ἀκρόπολις τῶν κακῶν, καὶ ὁ κολοφὼν, ὡς εἰπεῖν, τῶν ἁμαρτημάτων, ἡ λύσσα τῶν χρημάτων ἐστὶν, ἧς εἰ βουληθείημεν περιγενέσθαι, οὐδὲν τὸ κωλύον καὶ ταύτην τὴν μανίαν ἐκφυγεῖν, καὶ μετὰ ταύτης συνανασπάσαι καὶ ἐκτεμεῖν πάντα τὰ ὀλέθρια πάθη. Καὶ μὴ νομίσητε μέγα τι καὶ φορτικὸν εἶναι τὸ χρημάτων ὑπεριδεῖν· Ὅταν γὰρ ἐννοήσω, ὅτι πολλοὶ τῶν ἀνθρώπων διὰ κενὴν καὶ ἀνόνητον φιλοτιμίαν πολλὰ χρυσίου τάλαντα ἐξέχεον εἰς οὐδὲν δέον, ἀλλ' ἵνα τὴν παρὰ τῶν ἀγοραίων καὶ τριοβολιμαίων πολλάκις ἀνθρώπων εὐφημίαν καρπώσωνται, τὴν πρὸ τῆς ἑσπέρας τέλος λαμβάνουσαν, πολλάκις δὲ οὐδὲ μέχρι τῆς ἑσπέρας διαμείνασαν, ἀλλὰ καὶ πρὶν ἢ πληρωθῆναι τὴν ἡμέραν μυρίοις αὐτοὺς περιβάλλουσαν κακοῖς· [ἕτεροι δὲ τῶν ἐπὶ τῇ πλάνῃ τῇ Ἑλληνικῇ προκατειλημμένων, πάλιν διὰ τὸ πρὸς τὴν τῶν ἀνθρώπων ἐπτοῆσθαι δόξαν, καὶ ταύτην περὶ πολλοῦ ποιεῖσθαι, πάντα τὰ ὄντα ῥίψαντες, καὶ ἓν μόνον τριβώνιον ἑαυτοῖς καταλιπόντες καὶ βακτηρίαν, οὕτω τὸν ἅπαντα βίον διάγουσι, πάντα τὸν πόνον ἐκεῖνον καὶ τὴν ταλαιπωρίαν διὰ τὴν παρὰ τῶν ἀνθρώπων εὐφημίαν ὑπομένειν αἱρούμενοι·] ὅταν τοίνυν ταῦτα λογίσωμαι, οὐκ οἶδα ποίαν ἕξομεν ἀπολογίαν ἢ συγγνώμην, οὐδὲ τὸ πολλοστὸν ἐκείνων διὰ τὴν παρὰ τοῦ Θεοῦ δοθεῖσαν ἐντολὴν προέσθαι ἀνεχόμενοι, καὶ διὰ τὴν δόξαν ἐκείνην τὴν ἀθάνατον καὶ πέρας οὐκ ἔχουσαν, ἀλλὰ καὶ ἐκείνων χείρους γινόμενοι, καὶ μηδὲ ὅσον τὸ μέσον ἐννοοῦντες· ὅτι ἐκεῖνοι μὲν διὰ τὴν παρὰ τῶν ἀνθρώπων τῶν ὁμογενῶν ἀνόνητον εὐφημίαν τοσαῦτα προΐενται·
5. Yet lest, having begun the narrative, we draw out our teaching to great length, here let us too, just like this blessed prophet, bring our discourse to rest, reserving for the next day, if God permits, the interpretation of what follows. Meanwhile for the present I wish to exhort your charity to this: that you reap some greater fruit from the things spoken by us, and each day examine yourselves as to what you have gained from this teaching and what from the other, and not merely receive as far as the hearing the things spoken by us, but also deposit them in your mind, and by continual meditation make your remembrance of them firm. For I wish you not only to suffice for yourselves, but also to become teachers to others, so as to be able to admonish others as well, and to do this not through words alone, but also through deeds to train your neighbours towards the accomplishment of virtue. For consider with me how, if you were willing upon coming here each day to reap some small part and to effect the amendment of the passions that trouble you, little by little you will come to the very topmost summit of virtue. For neither do we cease discoursing on each occasion and sounding in your ears concerning the best way of life, so as to cut out these destructive passions—I mean wrath, malignity, envy. For once these are done away with, the madness for money too will more easily receive amendment; and once the madness for money in turn has ceased, with greater security shameful thoughts and base desires will be quelled: For the love of money is a root of all evils. If, therefore, we cut out the root and pluck it up from the very depth, we shall more easily prevail over the branches. For the citadel of evils and, so to speak, the crowning peak of sins is the frenzy for money; and if we are willing to prevail over it, nothing hinders us both from escaping this madness and from plucking up and cutting out together with it all destructive passions. And do not suppose that to despise money is something great and burdensome. For when I reflect that many men, for the sake of empty and unprofitable ambition, have poured out many talents of gold to no needful end, save that they might reap acclaim from loungers of the market-place and often three-obol fellows—acclaim that comes to an end before evening, and often does not even last until evening, but even before the day is fulfilled encompasses them with ten thousand evils; [while others among those preoccupied with Hellenic error, again through being fluttered over glory from men and holding it of great account, having flung away all their possessions and left for themselves a single threadbare cloak and a staff, pass their whole life thus, choosing to endure all that toil and hardship for the sake of acclaim from men;] when, therefore, I reconcile these things in mind, I do not know what defence or pardon we shall have, when we do not endure to part with even the tiniest fraction of what they gave up for the sake of the commandment given by God and for the sake of that immortal and endless glory, but become even worse than they, and do not even consider how great the difference is: for they give away so much for unprofitable acclaim from men of like race;
PG 53:174Read from the page
ἡμεῖς δὲ διὰ τὸν Δεσπότην τὸν ἡμέτερον, τὸν καὶ τῶν ὑπηργμένων χορηγὸν, καὶ ἐκείνας τὰς ἀπορρήτους δωρεὰς ἐπαγγελλόμενον, οὐδὲ τὸ τυχὸν πολλάκις μεταδιδόναι τοῖς πενομένοις αἱρούμεθα. Καὶ ποίοις ὀφθαλμοῖς ὀψόμεθα τὸν κριτὴν τῆς οὕτως εὐκόλου ἐντολῆς καταμελοῦντες; Μὴ γὰρ πάντα τὰ ὄντα ῥῖψαι προτρέπω; Ἀπόλαυε πάσης ἀνέσεως, καὶ τὴν ἑαυτοῦ χρείαν πληρώσας τὰ περιττὰ καὶ εἰκῆ κείμενα ταῦτα ἀναγκαῖα ποίησον, καὶ τοῖς λιμῷ πιεζομένοις καὶ ὑπὸ τοῦ κρυμοῦ πηγνυμένοις τούτοις διάνειμαι, καὶ διὰ τῆς τούτων χειρὸς εἰς τὴν ἑαυτοῦ πατρίδα διαπέμπου, ἣν μετ' οὐ πολὺ λήψῃ. Οὗτοι γὰρ μάλιστα δυνήσονταί σοι χρησιμεῦσαι πρὸς τὴν ἐκεῖ μετακομιδὴν, ἵν' ὅταν ἀπέλθῃς ἐκεῖ, ἅπαντα εὕρῃς εὐτρεπισμένα, καὶ πλείονος ἀπολαύσῃς ἐκεῖ τῆς εὐπορίας, ὁρῶν ταῦτα ὑπὸ τῶν μετακομισάντων, μᾶλλον δὲ ὑπὸ τῆς τοῦ Θεοῦ φιλανθρωπίας πολυπλασιασθέντα. Μὴ γὰρ κάματον ἔχει τὸ πρᾶγμα; μὴ γὰρ φροντίδα τινὰ καὶ μέριμναν; Οὐχ ὑποζυγίων σοι χρεία πρὸς τὴν μετακομιδὴν, οὐ τοῦ φυλάττοντος, οὐκ ἄλλου οὐδενὸς τοιούτου. Οὔτε γὰρ λῃστὴς, οὔτε τοιχωρύχος ἐκείνην βαδίζει τὴν ὁδὸν, ἵνα λυμαίνηται τοῖς παρὰ σοῦ πεμπομένοις· ἀλλ' ἅπερ ἂν ἀποθῇ εἰς τὰς τῶν πενήτων χεῖρας, ταῦτα εἰς ἀσφαλὲς ταμιεῖον ἀποθήσῃ τὴν τοῦ Θεοῦ χεῖρα. Αὕτη γὰρ ἀκέραιον καὶ τὴν τουτων φυλακὴν παρέξει, καὶ ἐπειδὰν ἐπανέλθῃς εἰς τὴν οἰκείαν πατρίδα, μετὰ τῆς ἐκείνων ἀποδόσεως καὶ ἀνακηρύξει, καὶ στεφανώσει, καὶ ἐν πάσῃ εὐρυχωρίᾳ καὶ ἀνέσει καταστήσει. Ἐκχέωμεν τοίνυν, παρακαλῶ, τὰ ἀποκείμενα εἰς τὰς τῶν πενήτων γαστέρας, καὶ σπείρωμεν ὡς ἔτι καιρὸς, ἵνα εἰς τὸν δέοντα καιρὸν θερίσωμεν, καὶ μὴ προϊέμενοι τὴν παροῦσαν εὐκαιρίαν ὕστερον ἀνόνητα μεταμελώμεθα. Μὴ γὰρ διὰ τοῦτο πλείονά σοι κεχάρισται ὁ φιλάνθρωπος Δεσπότης, ἵνα εἰς τὴν ἑαυτοῦ μόνον χρείαν καταναλώσῃς τὰ δοθέντα, καὶ τὰ λοιπὰ ταμιείοις καὶ κιβωτίοις ἐναποκλείσῃς; Οὐ διὰ τοῦτο, ἀλλ' ἵνα, κατὰ τὴν παραίνεσιν τὴν ἀποστολικὴν, τὸ σὸν περίσσευμα γένηται εἰς τῶν ἄλλων ὑστέρημα. Καὶ σὺ μὲν ἴσως καὶ ὑπὲρ τὴν χρείαν ἀπολαύεις, καὶ ἐν τῇ τρυφῇ καὶ ἐν τοῖς ἐσθήμασι καὶ ἐν ἄλλῃ πολυτελείᾳ πολλῷ τῷ ἀργύρῳ κεχρημένος, καὶ μέχρι τῶν οἰκετῶν καὶ τῶν ἀλόγων τοῦτον κερματίζων· ὁ δὲ πένης οὐδὲν τούτων ζητεῖ παρὰ σοῦ, ἢ μόνον λιμὸν παραμυθήσασθαι, καὶ τὴν ἀναγκαίαν χρείαν καὶ τὴν ἐφήμερον αὐτῷ τροφὴν παρασχεῖν, ὥστε συστῆναι καὶ μὴ διαφθαρῆναι· καὶ οὐδὲ τοῦτο ἀνέχῃ ποιῆσαι, οὐδὲ λογίζῃ, ὅτι πολλάκις ἀθρόον ἀναρπασθεὶς τὰ μὲν συλλεγέντα ἅπαντα ἐντεῦθεν καταλιμπάνεις, καὶ ἐνίοτε εἰς ἐχθροὺς καὶ πολεμίους ταῦτα μεταστήσεται· αὐτὸς δὲ τὰ ἁμαρτήματα ἅπαντα, ἐξ ὧν ταῦτα συλλέγεις, μεθ' ἑαυτοῦ λαβὼν ἄπει. Καὶ τί ποτε ἐρεῖς κατὰ τὴν ἡμέραν ἐκείνην τὴν φοβεράν; τί δὲ ἀπολογήσῃ οὕτως ῥᾳθύμως τὰ κατὰ τὴν ἑαυτοῦ σωτηρίαν οἰκονομήσας; Διὰ τοῦτο ἐμοὶ πείθοιο, καὶ ὡς ἔτι καιρὸν ἔχεις, διάνειμαι τὰ περιττὰ τῶν χρημάτων, ἵνα τὴν ἐκεῖ σαυτῷ προαποθῇ σωτηρίαν, καὶ τῶν αἰωνίων ἀγαθῶν εὑρήσῃς τὴν ἀνταπόδοσιν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
whereas we, for the sake of our Master, Who is both the Supplier of what we already possess and promises those ineffable gifts, often do not choose to impart even the most ordinary pittance to the needy. And with what eyes shall we behold the Judge when we neglect so easy a commandment? Do I urge you to fling away all your possessions? Enjoy all comfort, and once you have satisfied your own need, make these superfluous things that lie idly by into necessities, and distribute them to these people pressed by famine and stiffening with frost, and through their hand send them on ahead into your own fatherland, which before long you will receive. For these people above all will be able to be of service to you for their transport thither, so that when you depart thither you may find all things made ready, and may enjoy greater abundance there, seeing these things multiplied manifold by those who transported them—or rather by the humanity of God. Does the matter involve toil? Does it involve any care and anxiety? You have no need of beasts of burden for the transport, nor of a guard, nor of anything else of the sort. For neither robber nor house-breaker walks that road to spoil the things sent by you; but whatever you lay away into the hands of the poor, these things you will lay away into a safe treasury—the hand of God. For this hand will afford unblemished safe-keeping of them, and when you return to your own fatherland, together with the rendering back of those things it will also proclaim you aloud, and crown you, and establish you in all spaciousness and ease. Let us, therefore, I exhort you, pour out what is laid by into the bellies of the poor, and let us sow while there is still time, that in due season we may reap, and lest, letting slip the present opportunity, we repent afterwards to no avail. Has the humane Master freely granted you more for this reason—that you should expend what was given upon your own need alone, and lock away the rest in storerooms and chests? Not for this reason, but that, according to the apostolic exhortation, your abundance may go towards the want of others. And you, perhaps, enjoy even beyond your need, lavishing much silver both in luxury and in garments and in other costliness, and parcelling it out even down to household servants and brute beasts; whereas the poor man seeks none of these things from you, save only to assuage his hunger, and that you furnish his necessary need and his daily nourishment, so that he may hold together and not perish; and you do not endure to do even this, nor do you reconcile in mind that often, snatched away all at once, you leave behind all that you have gathered hence, and at times these things will pass over to foes and enemies, while you yourself depart taking with you all the sins from which you gather these things. And what ever will you say on that fearful day? What defence will you make when you have managed the affairs of your own salvation so slothfully? On this account be persuaded by me, and while you still have time, distribute the superfluities of your wealth, that you may lay away salvation there in advance for yourself, and may find the recompense of eternal blessings; which may we all attain, by the grace and humanity of our Lord Jesus Christ, with Whom to the Father, together with the Holy Spirit, be glory, might, honour, now and ever, and unto the ages of ages. Amen.
Notes, col. 174

On the reading

Printed τουτων, for τούτων.

Printed τούτων, for τούτων (unaccented τουτων on line 25).