Migne Reading Room

PG 53 · cols. 164–166 · Read from the page

In Genesin Homilia XIX (ΟΜΙΛΙΑ ΙΘʹ; Gen. 4:3–12)

In Genesin Homilia XIX (ΟΜΙΛΙΑ ΙΘʹ; Gen. 4:3–12)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:164Read from the page
σωφρονισμὸς αὐτοῖς γένηται, καὶ μηδεὶς τῇ σῇ γνώμῃ κατακολουθήσῃ. Καὶ εἶπε Κύριος ὁ Θεός· Οὐχ οὕτω. Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. Τάχα πολλὰ τὰ εἰρημένα, καὶ πολὺν τῷ σώματι τὸν κάματον προεξενήσαμεν. Ἀλλὰ τί πάθω; Ὁρῶν γὰρ ὑμῶν τὴν φιληκοΐαν καὶ ἀκμάζοντα τὸν πόθον ἐπιδεικνυμένην, βούλομαι καὶ τοῖς λειψάνοις ἐπεξελθεῖν, καὶ κατὰ δύναμιν τὴν ἐμὴν ἑρμηνεῦσαι. Τί ἐστι τό, Ἑπτὰ ἐκδικούμενα παραλύσει; Ἀλλὰ πάλιν δέδοικα μὴ τῷ πλήθει τῶν λεγομένων καὶ τὴν μνήμην καταχώσωμεν τῶν εἰρημένων, καὶ προσκορεῖς ὑμῖν νομισθείημεν. Ἀλλ' εἰ μὴ ἀπεκάμετε, ἀνάσχεσθε, καὶ διαλύσαντες τὸ προκείμενον οὕτω καταπαύσωμεν τὸν λόγον. Καὶ εἶπεν αὐτῷ Κύριος ὁ Θεός· Οὐχ οὕτω. Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. Καὶ ἔθετο Κύριος ὁ Θεὸς σημεῖον τῷ Κάϊν, τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν. Τοῦτο δέδοικας, φησί, τοῦ μὴ ἀναιρεθῆναι; Θάρσει, ὅτι οὐκ ἔσται τοῦτο. Καὶ γὰρ ὁ τοῦτο πεποιηκὼς ἑπτὰ τιμωρίαις ἑαυτὸν ὑπεύθυνον καταστήσει· διά τοι τοῦτο καὶ σημεῖον ἐπιτίθημί σοι, ὥστε μηδένα ἀγνοήσαντα, καὶ ἀνελόντα σε, ὑπεύθυνον ἑαυτὸν ταῖς τοιαύταις τιμωρίαις καταστῆσαι.
may become a chastening lesson to them, and no one may follow your mind. And the Lord God said: Not so. Every one who slays Cain shall pay sevenfold vengeances. Perhaps the things spoken have been many, and we have occasioned much weariness to the body. Yet what am I to do? For seeing your love of hearing displaying its zeal at its height, I wish to go through what remains as well, and according to my ability to interpret it. What is the saying, He shall pay sevenfold vengeances? Yet again I fear lest by the multitude of things spoken we may bury even the remembrance of what has been said, and be thought tedious to you. Yet if you have not grown weary, bear with me, and having resolved the matter before us, let us thus bring our discourse to rest. And the Lord God said unto him: Not so. Every one who slays Cain shall pay sevenfold vengeances. And the Lord God set a sign upon Cain, that every one who found him should not slay him. Is it this you have feared, He says — lest you be slain? Take courage, for this shall not be. For indeed he who has done this will render himself liable to seven punishments; for this very reason I also set a sign upon you, so that no one out of ignorance may slay you and render himself liable to such punishments.
εʹ. Ἀλλὰ σαφέστερον ὑμᾶς προσήκει διδάξαι, πῶς ἑπτὰ τιμωρίαις ὑπεύθυνος γίνεται ὁ τὸν Κάϊν ἀνελών. Ἀλλὰ προσέχετε, παρακαλῶ. Εἰ γὰρ μὴ νῦν, καθάπερ ἐν ταῖς προλαβούσαις ἡμέραις εἰρήκαμεν πολλάκις πρὸς τὴν ὑμετέραν ἀγάπην, ὅτε νηστείας καιρός, καὶ τοσαύτης γαλήνης ἀπολαύομεν, καὶ ἀπηλλαγμένοι τῶν λογισμῶν τῶν ταραττόντων ἡμῶν τὴν διάνοιαν, τὰ ἐν ταῖς θείαις Γραφαῖς ἐγκείμενα κατανοήσωμεν μετὰ ἀκριβείας, πότε δυνησόμεθα ταῦτα μαθεῖν ἐν ἑτέρῳ καιρῷ; Διὸ παρακαλῶ, καὶ δέομαι, καὶ ἀντιβολῶ, μονονουχὶ καὶ τῶν γονάτων ὑμῶν καθάπτομαι, μετὰ συντεταμένης διανοίας τοῖς λεγομένοις προσέχωμεν, ἵνα καρπωσάμενοί τι γενναῖον καὶ ὑψηλόν, οὕτως οἴκαδε ἐπανέλθωμεν. Τί οὖν ἐστι τό, Ἑπτὰ ἐκδικούμενα παραλύσει; Πρῶτον μὲν ὁ τῶν ἑπτὰ ἀριθμὸς ἐπὶ πλήθους λαμβάνεται ἐν τῇ θείᾳ Γρα⟨…⟩ῇ, καὶ τοῦτο πολλαχοῦ εὕροι τις ἂν οὕτω κείμενον, ὡς τό, Στεῖρα ἔτεκεν ἑπτά, καὶ ὅσα τοιαῦτα. Αἰνίττεται δὲ ἡμῖν ἐνταῦθα τοῦ τολμήματος τὸ μέγεθος, καὶ ὅτι οὐχ ἕν ἐστι τὸ ἁμάρτημα τὸ παρ' ἐκείνου γεγονός, ἀλλ' ἑπτὰ ἁμαρτήματα, καὶ μεγάλην ἐφ' ἑκάστῳ ἁμαρτήματι τὴν τιμωρίαν ὤφειλεν ὑποσχεῖν. Πῶς οὖν αὐτὰ ἀπαριθμησόμεθα; Εἰ τοῦτο λογισόμεθα· πρῶτον, ὅτι ἐβάσκηνε τῷ ἀδελφῷ διὰ τὴν εὔνοιαν τὴν παρὰ τοῦ Θεοῦ· ὅπερ καὶ μόνον προσὸν ἱκανὸν ἦν αὐτῷ τὸν ὄλεθρον ἐπαγαγεῖν· δεύτερον, ὅτι τὸν ἴδιον ἀδελφόν· τρίτον, ὅτι δόλον ἔρραψε· τέταρτον, ὅτι τὸν φόνον ἔπραξε· πέμπτον, ὅτι τὸν ἀδελφὸν ἐφόνευσεν· ἕκτον, ὅτι πρῶτος τὸν φόνον εἰργάσατο· ἕβδομον, ὅτι τὸν Θεὸν ἐψεύσατο. Παρηκολουθήσατε τοῖς ῥηθεῖσιν, ἢ βούλεσθε ἄνωθεν αὐτὰ πάλιν ἀπαριθμησώμεθα, ἵνα εἰδῆτε πῶς ἕκαστον τούτων καὶ μόνον ἱκανὸν ἦν τῆς μεγίστης αὐτὸν ἀξιῶσαι τιμωρίας; Τίς γὰρ ἂν ἀξιώσειε συγγνώμης τὸν βασκήναντα τῷ ἀπολαύοντι τῆς παρὰ τοῦ Θεοῦ εὐνοίας; Ἰδοὺ μία καὶ μεγίστη καὶ ἀσύγγνωστος ἁμαρτία. Πάλιν αὕτη μείζων δείκνυται, ὅταν ἀδελφὸς ᾖ ὁ βασκαινόμενος, καὶ μηδὲν ἠδικηκώς. Ἰδοὺ καὶ αὕτη πάλιν οὐχ ἡ τυχοῦσα ἁμαρτία. Τρίτη πάλιν, ὅτι δόλον ἔρραψεν ἀπατήσας τὸν ἀδελφόν, καὶ ἑλκύσας εἰς τὸ πεδίον, καὶ οὐδὲ αὐτὴν τὴν φύσιν αἰδεσθείς. Τέταρτον ἁμάρτημα αὐτὸς ὁ φόνος,
5. Yet it is fitting to teach you more clearly how he who has slain Cain becomes liable to seven punishments. Only pay heed, I exhort you. For if not now — just as in the preceding days we have said many times to your charity, when it is the season of fasting, and we enjoy so great a calm, and are freed from the thoughts that trouble our understanding — we perceive with exactness the things laid up in the divine Scriptures, when shall we be able to learn these things at another season? Wherefore I exhort, and beseech, and entreat you, and all but clasp your knees: let us with strained attention of mind pay heed to the things spoken, so that having reaped something noble and lofty, we may thus return home. What then is the saying, He shall pay sevenfold vengeances? First of all, the number seven is taken for a multitude in divine Scripture, and one would find this set down thus in many places, such as, The barren hath borne seven, and all like sayings. Here, moreover, it hints to us at the magnitude of the daring deed, and that what was wrought by him is not a single sin, but seven sins, and for each sin he owed to undergo a great punishment. How then shall we enumerate them? If we reckon thus: first, that he envied his brother on account of the goodwill from God — which even by itself, when present, was sufficient to bring destruction upon him; second, that he envied his own brother; third, that he stitched together guile; fourth, that he wrought murder; fifth, that he murdered his brother; sixth, that he first wrought murder; seventh, that he lied unto God. Have you followed what has been said, or do you wish that we should enumerate them again from the top, so that you may know how each of these even by itself was sufficient to render him deserving of the greatest punishment? For who would deem worthy of pardon him who envied one enjoying goodwill from God? Behold one sin, both very great and unpardonable. Again, this is shown to be greater when he who is envied is a brother, and one who has done no wrong at all. Behold this again is no ordinary sin. Third again, that he stitched together guile, having deceived his brother and drawn him out into the plain, and not even revering nature itself. The fourth sin was the murder itself,
PG 53:165Read from the page
ὃν εἰργάσατο Πέμπτον, ὅτι ἀδελφὸν ἐφόνευσε τὸν τὰς αὐτὰς αὐτῷ λύσαντα ὠδῖνας. Ἕκτον, ὅτι πρῶτος τοῦ φόνου τὸ εἶδος εἰσήνεγκεν. Ἕβδομον, ὅτι ἐρωτώμενος παρὰ τοῦ Θεοῦ, ψεύσασθαι ἐτόλμησεν. Ὁ τοίνυν, φησίν, ἀνελεῖν σε ἐπιχειρήσας, ἑπτὰ τιμωρίαις ἑαυτὸν ὑπεύθυνον καταστήσει. Μὴ τοίνυν δείδιθι τοῦτο. Ἰδοὺ γὰρ καὶ σημεῖον ἐπιτίθημί σοι, ὥστε μηδένα τῶν εὑρισκόντων σε ἀγνοῆσαι. Ἡ γὰρ πάσης τῆς ζωῆς σου πάρεσις, λυσιτελὴς ἔσται ταῖς μετὰ ταῦτα γενεαῖς, καὶ ὅπερ μόνος μηδενὸς παρόντος ἔπραξας, τοῦτο μαθήσονται πάντες ὁρῶντές σε στένοντα καὶ τρέμοντα, καὶ μονονουχὶ βοῶντα διὰ τοῦ τρόμου τοῦ σωματικοῦ, καὶ πᾶσι διαλεγόμενον, καὶ λέγοντα· μηδεὶς ἕτερος τοιαῦτα τολμήσῃ, οἷάπερ ἐγώ, ἵνα μὴ τοιαύτην δέξηται τιμωρίαν.
which he wrought. Fifth, that he murdered a brother who had loosed the very same birth-pangs as he. Sixth, that he first brought in the form of murder. Seventh, that when asked by God, he dared to lie. He, therefore, He says, who attempts to slay you will render himself liable to seven punishments. Do not, therefore, fear this. For behold, I also set a sign upon you, so that none of those who find you may be ignorant. For the palsied loosening of your whole life will be profitable to the generations hereafter, and what you did alone with no one present, this all men shall learn as they see you groaning and trembling, and all but crying aloud through your bodily tremor, and concoursing with all men, and saying: Let no other man dare such things as I did, lest he receive such a punishment.
ϛʹ. Ταῦτα ἀκούοντες, ἀγαπητοί, μὴ ἁπλῶς παρατρέχωμεν τὰ εἰρημένα, μηδὲ τοῦτο μόνον σκοπῶμεν, εἰ καθ' ἑκά⟨…⟩την ἐνταῦθα συνερχόμενοι πνευματικῆς τραπέζης ἀπολαύομεν· οὐδὲν γὰρ ὄφελος τῆς ἀκροάσεως μόνης ἄνευ τῆς διὰ τῶν ἔργων ὑπακοῆς. Ἀλλ' ἐννοοῦντες πόθεν εἰς ταύτην τὴν ἀσύγγνωστον καὶ χαλεπὴν ἁμαρτίαν συνήλασεν ἑαυτὸν ὁ Κάϊν, καὶ ὅτι ἀπὸ τοῦ φθονῆσαι τὸν μηδ' ὅλως αὐτὸν ἀδικῆσαί ποτε ἐπιγειρήσαντα, τὴν τοιαύτην εἴσπραξιν, μᾶλλον δὲ ἀναίρεσιν εἰς τὸν ἴδιον ἀδελφὸν τετόλμηκε, μὴ τὸ κακῶς φεύγωμεν, ἀλλὰ μᾶλλον τὸ κακῶς ἑτέροις διατεθῆναι. Ἐκεῖνος γάρ ἐστιν ὄντως ὁ κακῶς πεπονθώς, ὁ τὸν πλησίον ἑαυτοῦ κατεργάζεσθαι βουλόμενος. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν ἀληθές, ὅρα μοι ἐνταῦθα, τίς ἐστιν ὁ κακῶς πεπονθώς, ὁ ἀνελών, ἢ ὁ ἀναιρεθείς; Δῆλον ὅτι ὁ ἀνελών. Διὰ τί; Ὅτι ὁ μὲν ἀναιρεθεὶς καὶ μέχρι τοῦ νῦν ᾄδεται παρὰ τοῖς ἁπάντων στόμασι, καὶ ἀνακηρύττεται, καὶ στεφανοῦται, ὡς τῆς ἀληθείας πρωτόμαρτυς, καθάπερ φησὶ καὶ ὁ μακάριος Παῦλος· Ἀποθανὼν Ἄβελ ἔτι λαλεῖ. Ὁ δὲ ἀνελὼν καὶ τότε μὲν ἐλεεινότερον πάντων ἀνθρώπων βίον ἔζη, μετὰ δὲ ταῦτα παρὰ πάντων ταῖς κατηγορίαις βάλλεται, καὶ ὡς βδελυκτὸς παρὰ τῷ Θεῷ καὶ κατηραμένος ὑπὸ τῆς θείας Γραφῆς παραδειγματίζεται· καὶ ταῦτα μὲν ἐν τῷ παρόντι καὶ συγκαταλυομένῳ βίῳ· τὰ δὲ ἐν τῷ μέλλοντι αἰῶνι ἀπαντῆσαι ἀμφοτέροις ὀφείλοντα, καὶ καταλλήλως ἑκάστῳ τῆς ἑαυτοῦ πράξεως ἀπολαβεῖν παρὰ τοῦ δικαίου κριτοῦ, τίς λόγος παραστῆσαι δυνήσεται, ἢ τὰ ἀγαθά, ἢ τὰ ἐναντία; Οὐκ ἔστιν οὐδείς, οὔτε τὰ χρηστά, οὔτε τὰ λυπηρά. Καὶ γὰρ ἐκεῖνον μὲν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ αἰώνιοι σκηναί, καὶ οἱ χοροὶ πατριαρχῶν, προφητῶν τε καὶ ἀποστόλων, καὶ πάντων τῶν ἁγίων ὅμιλος ὑποδέξονται συμβασιλεύσοντα εἰς αἰῶνας ἀτελευτήτους τῷ βασιλεῖ Χριστῷ Ἰησοῦ, τῷ τοῦ Θεοῦ μονογενεῖ Υἱῷ καὶ Θεῷ· τοῦτον δὲ ἡ γέεννα τοῦ πυρὸς καὶ τὰ ἄλλα ἅπαντα ἀθάνατα βασανιστήρια διαδέξονται εἰς αἰῶνας ἀπεράντους τιμωρούμενον, μετὰ καὶ πάντων τῶν τὰ παραπλήσια αὐτῷ πεπραχότων, καὶ μάλιστα τοὺς μετὰ ταῦτα τοῖς αἰσχίστοις πάθεσιν ἁλόντας, ὅσῳ καὶ μείζων ἡ τιμωρία παρὰ τοῦ κοινοῦ Δεσπότου ἐκφέρεται. Ἄκουε γὰρ τοῦ μακαρίου Παύλου λέγοντος· Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· τουτέστιν, ἐλαφροτέραν ὑποστήσονται τὴν
6. Hearing these things, beloved, let us not lightly run past what has been said, nor look to this alone, whether by gathering together here each day we enjoy a spiritual table; for there is no benefit in hearing alone apart from obedience through deeds. Rather, bearing in mind whence Cain drove himself into this unpardonable and grievous sin, and that from envying one who had never at all attempted to wrong him, he dared such an exaction — or rather, slaughter — against his own brother, let us flee not suffering ill, but rather being ill-disposed towards others. For that man is truly the one who has suffered ill, who wishes to undo his own neighbour. And that you may learn that this is true, see here for me: who is the one who has suffered ill, he who slew, or he who was slain? Plainly he who slew. Why? Because he who was slain is even down to the present sung by the mouths of all men, and proclaimed, and crowned as the first martyr of the truth, just as blessed Paul also says: Though dead, Abel still speaks. Whereas he who slew both lived at that time a life more pitiable than all men, and thereafter is pelted by all with accusations, and as abominable before God and accursed is held up as an example by divine Scripture; and these things indeed in the present life that is dissolved along with us; but as for the things that must meet them both in the age to come, and what each must receive back correspondingly to his own deed from the righteous Judge, what speech will be able to set forth, whether the good things or their opposites? There is none at all — neither the blessed things, nor the sorrowful. For the kingdom of the heavens, and eternal tabernacles, and the choirs of patriarchs, prophets, and apostles, and the throng of all the saints will welcome that one to reign together unto endless ages with the King Christ Jesus, the only-begotten Son of God and God; whereas the Gehenna of fire and all the other undying places of torment will receive this one in turn, punished unto boundless ages, together with all who have done things like unto his, and most of all those who hereafter have been captured by the most shameful passions, inasmuch as a greater punishment also is brought forth from the common Master. For hear blessed Paul saying: For as many as have sinned without the law shall also perish without the law; that is, they shall undergo a lighter
Notes, col. 165

On the reading

Printed ἐπιγειρήσαντα, for ἐπιχειρήσαντα.

PG 53:166Read from the page
τιμωρίαν, διὰ τὸ μὴ ἔχειν ἔλεγχον τὴν ἐκ τοῦ νόμου ἀπειλήν τε καὶ διόρθωσιν· Καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. Οὗτοι δέ, φησίν, οἱ καὶ μετὰ τὴν ἐκ τοῦ νόμου βοήθειαν τὰ αὐτὰ ἐκείνοις πεπραχότες, βαρυτέρας καὶ ἀφορητοτέρας ὑπομένουσι καὶ τὰς κολάσεις. Καὶ μάλα εἰκότως· ὅτι οὔτε ὁ νόμος, οὔτε τὸ ἑτέρους ἰδεῖν τοσούτοις κακοῖς ὑποβληθέντας σωφρονεστέρους αὐτοὺς ἢ ἐπιεικεστέρους ἀπειργάσατο. Διὸ παρακαλῶ, κἂν γοῦν ἀπὸ τοῦ νῦν τοῖς ἑτέρων παιδεύμασι σωφρονίσωμεν ἑαυτούς, καὶ τὸν βίον τὸν ἑαυτῶν ἰθύνωμεν πρὸς τὴν τοῦ Κυρίου ὑποταγήν, τοῖς αὐτοῦ ὑπείκοντες νόμοις· καὶ μήτε φθόνος, μήτε βασκανία, μήτε ὁ τῶν σωμάτων ἔρως, μήτε ἡ τοῦ παρόντος βίου δόξα τε καὶ δυναστεία, μήτε ἡ τῆς γαστρὸς ἡδονή, μήτε ἄλλη τις ἄτοπος ἐπιθυμία κατακυριευέτω ἡμῶν τῶν ἐν τῇ ψυχῇ λογισμῶν· ἀλλ' ἐκκαθάραντες ἑαυτοὺς ἀπὸ πάσης ἰλύος καὶ τύρβης βιωτικῆς, καὶ πολλὰ χαίρειν εἰπόντες τοῖς αἰσχίστοις καὶ ἀτοπωτάτοις πάθεσι πρὸς τὴν μακαρίαν ἐκείνην ζωὴν ἐπειχθῶμεν, καὶ τὰ ἀπόρρητα ἀγαθὰ ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρί, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
punishment, because they do not have as reproof the threat and correction that come from the law; And as many as have sinned under the law shall be judged through the law. These men, he says, who even after the help from the law have done the very same things as those, endure chastisements also that are heavier and more unbearable. And very reasonably so: because neither the law, nor seeing others subjected to so many evils, wrought them to be more sober-minded or more gentle. Wherefore I exhort you, at least from now on let us chasten ourselves by the lessons of others, and direct our own life towards subjection to the Lord, yielding to His laws; and let neither envy, nor malice, nor the lust of bodies, nor the glory and dominion of the present life, nor the pleasure of the belly, nor any other outrageous desire lord it over the thoughts in our soul; rather, having cleansed ourselves out from all mire and worldly turmoil, and having bidden a long farewell to the most shameful and most outrageous passions, let us hasten towards that blessed life and the ineffable good things which God has prepared for those who love Him; of which may we all be deemed worthy, by the grace and loving-kindness of our Lord Jesus Christ, with Whom unto the Father, together with the Holy Spirit, be glory, might, honour, now and always, and unto the ages of ages. Amen.
ΟΜΙΛΙΑ Κʹ.
Homily 20.
Ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ ᾤκησεν ἐν γῇ Ναῒδ κατέναντι Ἐδέμ, καὶ τὰ ἑξῆς.
And Cain went out from the face of God, and dwelt in the land of Naid over against Eden, and what follows.
αʹ. Φέρε πάλιν τῆς ἀκολουθίας σήμερον τῶν ἀνεγνωσμένων ἁψάμενοι, ἐντεῦθεν ὑμῖν τὴν διδασκαλίαν παραθῶμεν, καὶ ἐκ τῆς βίβλου τοῦ μακαρίου Μωϋσέως τὴν συνήθη διάλεξιν πρὸς ὑμᾶς ποιησώμεθα, μᾶλλον δὲ ἐκ τῶν τοῦ Πνεύματος λογίων, ἅπερ διὰ τῆς τούτου γλώττης ἡμᾶς ἐδίδαξεν ἡ θεία χάρις. Ἀλλ' ἵνα σαφέστερος ὑμῖν γένηται ὁ λόγος, ἀναγκαῖον ὑπομνῆσαι τὴν ὑμετέραν ἀγάπην τῶν ἤδη ῥηθέντων, καὶ ὅπου τὴν διδασκαλίαν κατελύσαμεν, ἵνα ἐκεῖθεν αὐτὴν σήμερον ἀναλαβόντες, οὕτω τῆς ἀρχῆς τῶν ἀνεγνωσμένων ἁψώμεθα. Ἴστε γὰρ ὅτι τὴν κατὰ τὸν Ἄβελ ὑπόθεσιν κινήσαντες ἐδείκνυμεν ἐξ αὐτῶν τῶν γεγενημένων, καὶ ἐξ ὧν ἕκαστος τὰς θυσίας αὐτῶν προσήνεγκε τῷ Δεσπότῃ, ὅπως ἔγκειται τῇ ἡμετέρᾳ φύσει ἡ γνῶσις τῶν πρακτέων καὶ τῶν μὴ πρακτέων, καὶ ὅτι αὐτεξουσίους ἡμᾶς εἰργάσατο ὁ τῶν ἁπάντων δημιουργός, καὶ πανταχοῦ ἀπὸ τῆς γνώμης τῆς ἡμετέρας ἢ κατακρίνει, ἢ στεφανοῖ (ἀπὸ γὰρ ταύτης τοῦ μὲν ἀπόβλητος γέγονεν ἡ θυσία, τοῦ δὲ τὰ δῶρα προσεδέχθη), καὶ ὅτι ἐντεῦθεν ὑπὸ βασκανίας κινηθεὶς ὁ Κάϊν ἐπὶ τὸν τοῦ ἀδελφοῦ φόνον ὥρμησε, καὶ μετὰ τὴν ἀνοσίαν ταύτην πρᾶξιν, βουλομένου τοῦ Θεοῦ ἐκκαλέσασθαι αὐτὸν εἰς ἐξομολόγησιν τῶν ἡμαρτημένων, οὐδὲ οὕτω τὸ φάρμακον τῆς ἰατρείας ἐδέξατο, ἀλλὰ τῷ μυσαρῷ ἐκείνῳ φόνῳ τὸ ψεῦδος συνάψας τὴν χαλεπὴν ἐκείνην τιμωρίαν ἐπεσπάσατο, καὶ γυμνὸν καὶ ἔρημον ἑαυτὸν κατέστησε τῆς ἄνωθεν ῥοπῆς, ὑπόδειγμα σωφρονισμοῦ πᾶσι τοῖς μετὰ ταῦτα προκείμενος, καὶ διὰ τῆς ἀποφάσεως, ἧς ἐδέξατο, παντὶ τῷ τῶν ἀνθρώπων γένει διαλεγόμενος, καὶ μονονουχὶ βοῶν καὶ λέγων· μηδεὶς ὑμῶν τοιοῦτόν τι τολμήσῃ ποτέ, ἵνα μὴ τοῖς τοιούτοις περιπέσῃ. Εἴδετε Δεσπότου φιλανθρωπίαν, ὅπως διὰ τῆς εἰς ἐκεῖνον τιμωρίας οὐκ ἐκεῖνον μόνον σωφρονίσαι ἠβου-
1. Come again today, let us take hold of the sequence of the things that have been read, and set forth our teaching to you from this point, and hold our customary discourse with you out of the book of blessed Moses — or rather, out of the oracles of the Spirit, which through his tongue divine grace has taught us. Yet so that our discourse may become clearer to you, it is necessary to remind your charity of what has already been spoken, and where we left off our teaching, so that taking it up from there today, we may thus lay hold of the beginning of what has been read. For you know that when we took up the subject concerning Abel, we showed from the very things that came to pass, and from the manner in which each offered their sacrifices unto the Master, how the knowledge of things to be done and things not to be done lies implanted in our nature, and that the Creator of all wrought us autonomous in will, and everywhere either condemns or crowns us from our own purpose (for from this the sacrifice of the one became rejected, while the gifts of the other were accepted), and that from this Cain, moved by malice, rushed headlong to the murder of his brother, and after this unholy deed, though God willed to call him forth to confession of the sins he had committed, not even thus did he receive the medicine of healing, but having joined falsehood to that abominable murder he drew upon himself that grievous punishment, and rendered himself naked and bereft of the aid from above, set forth as a pattern of chastening to all who came after, and through the sentence which he received concoursing with the whole race of men, and all but crying aloud and saying: Let none of you ever dare anything of the sort, lest he fall into such calamities. Did you see the loving-kindness of the Master, how through His punishment upon that man He willed not only to chasten that man, wish-