Migne Reading Room

PG 53 · cols. 158–163 · Read from the page

In Genesin Homilia XIX (ΟΜΙΛΙΑ ΙΘʹ; Gen. 4:3–12)

In Genesin Homilia XIX (ΟΜΙΛΙΑ ΙΘʹ; Gen. 4:3–12)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:158Read from the page
Κάϊν ἀπώνατο. Τοσοῦτόν ἐστι γνώμης διαφορὰ, καὶ κακίας ὑπερβολή.
Cain reap. So great a thing is difference of intention, and excess of wickedness.
ηʹ. Ἀλλ' ἵνα μὴ ἐπὶ πλέον ἐκτείναντες τὸν λόγον δόξωμεν παρενοχλεῖν τὴν ὑμετέραν ἀγάπην, καὶ προσκορὴς ὑμῖν νομισθῇ ἡ παρ' ἡμῶν ὁμιλία τὰς ἀκοὰς ὑμῶν ἀποκναίουσα, ἐνταῦθα καταπαύσαντες τὸν λόγον, ἐκεῖνο παρακαλέσωμεν ὑμῶν τῇ φιληκοΐᾳ, μισῆσαι τὴν τοιαύτην μίμησιν, καὶ τῇ κακίᾳ πολλὰ χαίρειν προσειπόντας, τὰς τοῦ Κυρίου ἐντολὰς μετ' ἐπιμελείας πολλῆς καὶ ἐξ ὅλης καρδίας μετέρχεσθαι, καὶ μάλιστα μετὰ τοσούτων καὶ τηλικούτων παραδειγμάτων. Οὐδὲ γὰρ εἰς ἄγνοιαν λοιπὸν ἡμῶν τις καταφυγεῖν δυνήσεται. Εἰ γὰρ οὗτος, λέγω δὴ ὁ Κάϊν, μηδένα ἔχων τῶν πρὸ αὐτοῦ γεγονότων εὑρεῖν τοιοῦτόν τι διαπραξάμενον, ὅμως τὴν ἀνύποιστον ἐκείνην καὶ χαλεπὴν ὑπέμεινε τιμωρίαν, ὡς μετέπειτα γνωσθήσεται, τί πείσεσθαι ἡμᾶς εἰκὸς, τὰ αὐτὰ ἢ καὶ χείρονα ἁμαρτάνοντας, μετὰ τὴν τοσαύτην τῆς χάριτος δαψίλειαν; ἢ πάντως τὸ πῦρ τὸ αἰώνιον, τὸν σκώληκα τὸν ἀτελεύτητον, τὸν βρυγμὸν τῶν ὀδόντων, τὸ σκότος τὸ ἐξώτερον, τὴν γέενναν τοῦ πυρὸς, καὶ τὰς ἄλλας τὰς ἀπαραιτήτους τιμωρίας ἡμᾶς ὑποδέξασθαι; Οὐδὲ γὰρ ἀπολογία τις λοιπὸν ὑπολείπεται, οὕτω ῥᾳθύμως ἡμῶν διακειμένων καὶ ἀναπεπτωκότων. Μὴ γὰρ οὐκ ἴσμεν ἅπαντες τὰ πρακτέα, καὶ τὰ μὴ τοιαῦτα; καὶ ὅτι οἱ μὲν τὰ πρῶτα πράττοντες, τὰ πρωτεῖα τῶν στεφάνων ἕξουσιν, οἱ δὲ τοῖς ἐσχάτοις ὑποπεσόντες τῶν ἐσχάτων ὑποστήσονται κολαστηρίων τὴν καταδίκην; Διὸ παρακαλῶ καὶ δέομαι καὶ ἀντιβολῶ, μὴ ἀνόνητος ἡμῶν ἡ ἐνταῦθα συνέλευσις γενέσθω, ἀλλὰ τῇ τῶν λόγων ἀκροάσει καὶ τὰ ἔργα ἐπακολουθείτω, ἵνα τὴν ἀπὸ τοῦ συνειδότος ἔχοντες πληροφορίαν καὶ ταῖς χρησταῖς ἐλπίσιν ἐντεῦθεν ἤδη τρεφόμενοι, δυνηθῶμεν τῶν δυσχερῶν τοῦ παρόντος βίου εὐμαρῶς τὸ πέλαγος διαπλεύσαντες, εἰς τὸν λιμένα καταντῆσαι τῆς τοῦ Θεοῦ φιλανθρωπίας, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἐπιτυχεῖν, ὧν ἐπηγγείλατο Κύριος τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ' οὗ τῷ ἁγίῳ καὶ προσκυνητῷ αὐτοῦ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
8. Yet lest by drawing out our discourse further we should seem to trouble your charity, and our homily be thought tedious to you, wearing out your ears, bringing our discourse to rest here, let us exhort your love of hearing to this one thing: to hate such imitation, and bidding a long farewell to wickedness, to pursue the commandments of the Lord with great diligence and with our whole heart, especially after so many and so great examples. For none of us will be able thereafter to take refuge in ignorance. For if this man—I mean Cain—having none of those born before him to find who had perpetrated any such thing, nevertheless underwent that unbearable and grievous punishment, as will be known hereafter, what is it likely that we shall suffer when we commit the same or even worse sins after so great an abundance of grace? Is it not by all means that the everlasting fire, the undying worm, the gnashing of teeth, the outer darkness, the Gehenna of fire, and the other inexorable punishments await us? For no defence remains any longer when we are so slothfully disposed and slack. Do we not all know the things that are to be done, and those that are not such? And that those who practise the first shall hold the first prizes of the crowns, whereas those who have fallen into the last shall undergo the condemnation of the utmost torments? Wherefore I exhort and beg and entreat, let not our gathering here prove unprofitable, but let deeds also follow upon the hearing of the words, so that having the full assurance that comes from conscience, and being nourished from here already with good hopes, we may be able, having easily sailed across the sea of the hardships of the present life, to reach the haven of the loving-kindness of God, and to obtain those ineffable good things which the Lord has promised to those who love Him, by the grace and mercies of His only-begotten Son, with Whom to His Holy and adorable Spirit be glory, might, honour, now and ever, and unto the ages of ages. Amen.
ΟΜΙΛΙΑ ΙΘʹ.
Homily 19.
Καὶ εἶπε Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ· Διέλθωμεν δὴ εἰς τὸ πεδίον.
And Cain said unto Abel his brother: Let us go out into the plain.
αʹ. Καθάπερ τὰ ἀνίατα τῶν τραυμάτων οὐδὲ τοῖς αὐστηροῖς τῶν φαρμάκων εἴκει, οὐδὲ τοῖς γλυκαίνειν αὐτὰ δυναμένοις· οὕτω καὶ ἡ ψυχὴ ἐπειδὰν ἅπαξ αἰχμάλωτος γένηται, καὶ ἑαυτὴν ἐκδῷ ᾧτινι δήποτε πλημμελήματι, καὶ μὴ βούληται τὸ ἑαυτῆς συμφέρον συνιδεῖν, κἂν μυρία τις ἐνηχῇ, οὐδὲν κερδαίνει, ἀλλὰ καθάπερ νεκρὰς ἀκοὰς κεκτημένη, οὐδεμίαν ἀπὸ τῆς παραινέσεως δέχεται τὴν ὠφέλειαν, οὐκ ἐπειδὴ μὴ δύναται, ἀλλ' ἐπειδὴ μὴ βούλεται. Οὐδὲ γὰρ καθάπερ ἐπὶ τῶν σωματικῶν τραυμάτων ἔστιν ἰδεῖν, οὕτω καὶ ἐπὶ τῆς προαιρέσεως. Ἐπὶ μὲν γὰρ τῶν σωματικῶν ἀκίνητά ἐστι πολλάκις τὰ τῆς φύσεως πάθη· ἐπὶ δὲ τῆς προαιρέσεως οὐδὲν τοιοῦτον· ἀλλ' ἔστι πολλάκις καὶ τὸν φαῦλον θελήσαντα μεταβαλέσθαι, καὶ γενέσθαι καλὸν, καὶ τὸν καλὸν ῥᾳθυμήσαντα πρὸς τὴν κακίαν ἐξολισθῆσαι. Ἐπεὶ οὖν αὐτεξούσιον ἡμῶν τὴν φύσιν εἰργάσατο ὁ τῶν ὅλων Θεός· τὰ μὲν γὰρ ἑαυτοῦ ἅπαντα ἐπιδείκνυται, καὶ τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος, καὶ τὰ ἀπόῤῥητα καὶ τὰ ἐν τῷ
1. Just as incurable wounds yield neither to astringent medicines nor to those able to soothe them, so too the soul, once it has become captive and surrenders itself to whatsoever offence, and does not will to perceive its own advantage, gains nothing even though one sound ten thousand words into its ears; but as though possessing dead ears, it receives no benefit from exhortation—not because it cannot, but because it wills not. For not as one may see in the case of bodily wounds, so is it also in the case of moral choice. For in bodily wounds the affections of nature are often immovable; whereas in moral choice there is nothing of the sort, for often both the base man, having willed it, can change and become good, and the good man, having grown slothful, can slip away towards wickedness. Since therefore the God of all made our nature self-governing—for He displays all that lies on His part, imitating His own loving-kindness, and knowing both the secrets and the things stirring in the
PG 53:159Read from the page
βάθει τῆς διανοίας κινούμενα ἐπιστάμενος παραινεῖ, συμβουλεύει, προαναστέλλει τῆς κακῆς ἐπιχειρήσεως· οὐ μὴν ἀνάγκην ἐπιτίθησιν, ἀλλὰ τὰ φάρμακα κατάλληλα ἐπιθεὶς, ἀφίησιν ἐν τῇ γνώμῃ τοῦ κάμνοντος κεῖσθαι τὸ πᾶν. Τοῦτο τοίνυν καὶ ἐπὶ τοῦ Κάϊν νῦν γέγονεν. Ὅρα γὰρ μετὰ τοσαύτην κηδεμονίαν εἰς ὅσην ἤδη μανίαν ἐξώκειλε. Δέον γὰρ συνειδότα τὴν ἁμαρτίαν περὶ τὴν ταύτης διόρθωσιν λοιπὸν ἀσχοληθῆναι· ὁ δὲ καθάπερ μεθύων, τῷ πάθει καὶ τῷ τραύματι τῷ προλαβόντι ἕλκος ἕτερον συνάπτων καὶ τὴν ἰατρείαν οὐ προσιέμενος τὴν μετὰ τοσαύτης ἐπιμελείας προσαχθεῖσαν αὐτῷ, ἀλλὰ τὸν οἰκεῖον φόνον εἰς ἔργον ἀγαγεῖν ἐπειγόμενος, ἀπὸ δόλου καὶ πανουργίας τὴν ἀρχὴν ποιεῖται, καὶ τοῖς πεπλανημένοις ῥήμασιν ἀπατᾷ τὸν ἀδελφόν. Τοσοῦτον θηριώδης ἐστὶν ἄνθρωπος εἰς κακίαν ἀποκλίνας. Ὥσπερ γὰρ μέγα καὶ τίμιον τὸ λογικὸν τοῦτο ζῶον, καὶ μάλιστα ἐπειδὰν ἐπὶ τὴν τῆς ἀρετῆς ἐργασίαν ὁρμήσῃ, οὕτως ὅταν πρὸς κακίαν ἀποκλίνῃ, τῶν ἀνημέρων θηρίων μιμεῖται τὴν ὠμότητα. Ἀλλὰ καὶ εἰς τὴν ἐκείνων πάλιν μεταπεσὼν ἀγριότητα, τὸ ἥμερον τοῦτο καὶ λογικὸν ζῶον ἐκ πολλοῦ τοῦ περιόντος νικᾷ τὴν ἐκείνων θηριωδίαν. Ἴδωμεν οὖν καὶ ἐνταῦθα τί γίνεται. Καὶ εἶπε, φησὶ, Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ, διέλθωμεν δὴ εἰς τὸ πεδίον. Τὰ μὲν ῥήματα ἀδελφοῦ, ἡ δὲ γνώμη φονική. Τί ποιεῖς, ὦ Κάϊν; οὐκ οἶδας πρὸς τίνα διαλέγῃ; οὐκ ἐννοεῖς ὅτι πρὸς ἀδελφόν σοι γίνεται ἡ διάλεξις; οὐ λογίζῃ ὅτι τὰς αὐτάς σοι ἔλυσεν ὠδῖνας; οὐ λαμβάνεις εἰς ἔννοιαν τὸ μυσαρὸν τῆς ἐπιχειρήσεως; οὐ φοβῇ τὸν ἀπαραλόγιστον δικαστήν; οὐ φρίττεις τὴν ἔννοιαν τοῦ τολμήματος; Τίνος γὰρ ἕνεκεν εἰς τὸ πεδίον ἕλκεις τὸν ἀδελφὸν, καὶ ἔξω τῶν ἀγκαλῶν τῶν πατρικῶν ἐξάγεις; τίνος ἕνεκεν ἔρημον ποιεῖς τῆς πατρικῆς αὐτὸν βοηθείας; Τί τὸ ξένον, ὅτι νῦν εἰς τὸ πεδίον ἕλκεις τὸν ἀδελφὸν, καὶ ὅπερ πρότερον οὐκ ἐποίησας, νῦν ποιεῖν ἐπιχειρεῖς, καὶ προφάσει φιλοφροσύνης εὔνοιαν ἀδελφικὴν προβαλλόμενος, τὰ τῶν πολεμίων αὐτῷ διαθεῖναι βουλεύῃ; Τίς ἡ μανία; τίς ἡ λύσσα; Ἔστω, πηρωθεὶς τὸν λογισμὸν οὐδένα λόγον ποιῇ τῆς ἀδελφικῆς διαθέσεως, οὔτε τὴν φύσιν αὐτὴν ἐπιγνώσκεις· ἀλλὰ τί πρὸς τὸν οὐδὲν ἠδικηκότα οὕτως ἐξεπολεμώθης; τί καὶ τοῖς γονεῦσιν ἔχων ἐγκαλεῖν τοσαύτην αὐτοῖς κατήφειαν περιβαλεῖν βουλεύῃ, καὶ ἀρχηγὸς γενέσθαι τοῦ φοβεροῦ τούτου δράματος, καὶ πρῶτος τὸν βίαιον τοῦτον θάνατον αὐτοῖς ὑποδεῖξαι; Ταύτας αὐτοῖς ἀποδίδως τὰς ἀμοιβὰς τῆς ἀνατροφῆς; Ποία τοῦ διαβόλου μηχανὴ εἰς ταύτην σε τὴν πρᾶξιν παρώρμησε; Μὴ γὰρ ἔχεις εἰπεῖν, ὅτι ἡ εὔνοια τοῦ κοινοῦ πάντων Δεσπότου, ἡ περὶ αὐτὸν, ἐπαρθῆναι αὐτὸν ἐποίησε κατὰ σοῦ; Οὐχὶ προλαβὼν διὰ ταύτην σου τὴν φονικὴν γνώμην ὑπέταξεν αϋτὸν, καὶ ὑπὸ τὴν σὴν ἐξουσίαν εἶναι πεποίηκε, καὶ εἶπεν, ὅτι Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ αὐτοῦ ἄρξεις; Καὶ γὰρ περὶ τῆς τοῦ ἀδελφοῦ ὑποταγῆς τοῦτο ἐκλαμβάνειν δεῖ. Εἰσὶ γάρ τινες λέγοντες, ὅτι περὶ τῆς θυσίας τῆς προσενεχθείσης παρ' αὐτοῦ ὁ Θεὸς πρὸς αὐτὸν διελέχθη τὰ τοιαῦτα, ὅτι Πρὸς σὲ, φησὶ, ἡ ἀποστροφὴ αὐτοῦ, τοῦ δώρου, καὶ σὺ ἄρξεις αὐτοῦ, ἀντὶ τοῦ, σὺ αὐτοῦ ἀπολαύσεις. Διὰ τοῦτο οὖν ἀμφότερα εἰπὼν καταλιμπάνω τῇ ὑμετέρᾳ συνέσει, ἵν' ὅπερ ἂν ὑμῖν ἀκολουθότερον φανῇ, δέξησθε καὶ αὐτοὶ τοῦτο. Ἐμοὶ γὰρ δοκεῖ περὶ τοῦ ἀδελφοῦ εἰρῆσθαι τοῦτο. Καὶ ἐγένετο,
depth of the mind, He exhorts, gives counsel, checks beforehand from the wicked attempt; yet He lays on no compulsion, but having applied suitable remedies, leaves everything to rest in the intention of the sick man. This therefore has come to pass now in the case of Cain as well. For see after so great providential care into how great a madness he has already run aground. For though he ought, being conscious of his sin, to have busied himself thereafter about its correction, yet like a drunken man, joining another ulcer to his passion and to the preceding wound, and admitting not the healing brought to him with so great diligence, but hastening to bring his own murder into effect, he makes his beginning from guile and craftiness, and with deceitful words beguiles his brother. So beast-like is a man when he inclines towards wickedness. For just as this rational creature is great and precious, and especially whenever it sets out upon the practice of virtue, so when it inclines towards wickedness it imitates the cruelty of untamed beasts. Nay, having fallen over again into their ferocity, this tame and rational creature far surpasses their savagery. Let us see therefore here too what takes place. And Cain said, it says, unto Abel his brother, let us go out into the plain. The words are a brother's, but the intention murderous. What dost thou, O Cain? Knowest thou not with whom thou conversest? Dost thou not reflect that thy conversation is with a brother? Dost thou not reckon that he loosed the very same travail-pangs as thou? Dost thou not take into thought the abominableness of thine attempt? Dost thou not fear the undeceivable Judge? Dost thou not shudder at the thought of thy daring deed? For on what account dost thou drag thy brother out into the plain, and lead him forth outside a father's arms? On what account dost thou make him bereft of a father's succour? What is this strange thing, that thou now draggest thy brother into the plain, and what thou didst not do before, thou now attemptest to do, and putting forward brotherly goodwill under a pretext of friendliness, thou plottest to deal with him after the manner of enemies? What is this madness? What is this fury? Granted that, maimed in thy reasoning, thou makest no account of brotherly disposition nor recognizest nature herself: yet why wast thou stirred up to war in this way against him who had wronged thee in nothing? Why too, having naught wherewith to reproach thy parents, dost thou plot to cast so great a dejection around them, and to become the author of this fearsome drama, and the first to show them this violent death? Are these the returns thou renderest them for thy rearing? What device of the devil spurred thee on to this deed? Hast thou forsooth to say that the goodwill of the common Master of all towards him caused him to be lifted up against thee? Did He not beforehand, on account of this murderous intention of thine, subject him and cause him to be under thine authority, and say: Unto thee shall be his recourse, and thou shalt rule over him? For indeed one must take this as spoken concerning his brother's subjection. For there are some who say that God conversed thus with him concerning the sacrifice presented by him, saying: Unto thee, it says, shall be its recourse—that of the gift—and thou shalt rule over it, that is, thou shalt enjoy it. On this account therefore, having stated both views, I leave it to your understanding, so that whichever appears to you more consequent, you yourselves also may receive this. For to me this seems to have been spoken concerning his brother. And it came to pass,
Notes, col. 159

On the reading

Printed αϋτὸν, for αὐτὸν.

PG 53:160Read from the page
φησὶν, ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ, ἀνέστη Κάϊν ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀπέκτεινεν αὐτόν. Φοβερὰ ἡ πρᾶξις, ἐπικίνδυνον τὸ τόλμημα, μυσαρὰ ἡ ἐπιχείρησις, ἀσύγγνωστον τὸ ἁμάρτημα, τεθηριωμένης ψυχῆς ἡ γνώμη. Ἀνέστη, φησὶν, ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀπέκτεινεν αὐτόν. Ὢ μιαρᾶς χειρός· ὢ δεξιᾶς ἐλεεινῆς· μᾶλλον δὲ οὐ τὴν χεῖρα ἐλεεινὴν δεῖ καλεῖν καὶ μιαρὰν, ἀλλὰ τὴν γνώμην, ᾗ καὶ τὸ μέλος ὑπηρετήσατο. Εἴπωμεν τοίνυν οὕτως· ὢ γνώμης τολμηρᾶς, καὶ μιαρᾶς, καὶ ἐλεεινῆς, καὶ ὅπερ ἂν εἴποι τις, οὐδὲν ἄξιον ἐρεῖ. Πῶς οὐκ ἐνάρκησεν αὐτοῦ ἡ χείρ; πῶς ἠδυνήθη κατασχεῖν τὸ ξίφος, καὶ τὴν πληγὴν ἐπαγαγεῖν; πῶς οὐκ ἀπέπτη τοῦ σώματος ἡ ψυχή; πῶς ἴσχυσεν εἰς ἔργον ἀγαγεῖν τὸ ἀνόσιον τοῦτο τόλμημα; πῶς οὐκ ἐπεκάμφθη, καὶ μετέβαλε τὴν γνώμην; πῶς οὐκ ἔλαβεν ἔννοιαν τῆς φύσεως; πῶς οὐκ ἐλογίσατο πρὸ τῆς ἐπιχειρήσεως τὸ τέλος τοῦ γινομένου; πῶς ἤνεγκε μετὰ τὴν ἀναίρεσιν ἰδεῖν τὸ σῶμα τοῦ ἀδελφοῦ σπαῖρον ἐπὶ τῆς γῆς; πῶς ἴσχυσε θεάσασθαι σῶμα νεκρὸν ἐπὶ τῆς γῆς ἐῤῥιμμένον, καὶ οὐ διελύθη εὐθὺς ἀπὸ τῆς θέας; Εἰ γὰρ ἡμεῖς μετὰ τοσούτων ἐτῶν ἀριθμὸν, καθ' ἑκάστην ἡμέραν ὁρῶντες τοὺς τελευτῶντας, καὶ ταῦτα οἰκείᾳ τελευτῇ τῆς ζωῆς μεθισταμένους, καὶ οὐδαμόθεν ἡμῖν προσήκοντας, κατακλώμεθα· κἂν ἐχθρὸς ᾖ, καταλύομεν τὴν ἔχθραν· πολλῷ δὴ μᾶλλον τοῦτον εἰκὸς ἦν διαλυθῆναι, καὶ ἀθρόον ἀφεῖναι τὴν ψυχὴν, ὁρῶντα τὸν πρὸ μικροῦ διαλεγόμενον, ἀδελφὸν τὸν ὁμομήτριον, τὸν ὁμοπάτριον, τὸν τὰς αὐτὰς αὐτῷ λύσαντα ὠδῖνας, τὸν τὴν παρὰ Θεοῦ εὔνοιαν ἐπισπασάμενον, ἐξαίφνης ἄπνουν καὶ ἀνενέργητον κείμενον, καὶ ἐπὶ τῆς γῆς σπαίροντα.
it says, while they were in the plain, that Cain rose up against Abel his brother, and slew him. Fearsome the deed, perilous the daring, abominable the attempt, unpardonable the sin, the purpose that of a soul turned savage! He rose up, it says, against Abel his brother, and slew him. O defiled hand! O pitiable right hand! Nay rather, one ought not to call the hand pitiable and defiled, but the intention, to which the limb too ministered. Let us speak thus, therefore: O daring, and defiled, and pitiable intention—and whatever one might say, he will say nothing adequate! How did his hand not grow numb? How was it able to grasp the sword and inflict the blow? How did his soul not fly from his body? How had he strength to bring into effect this unholy daring deed? How was he not bent from his purpose, and how did he not change his intention? How did he not take thought of nature? How did he not reckon before the attempt the end of what was taking place? How did he endure after the slaying to see his brother's body quivering upon the earth? How had he strength to behold a dead body flung upon the earth, and was not straightway undone at the sight? For if we, after the number of so many years, seeing every day those who die—even those departing from life by a natural end, and nowise related to us—are broken in heart, and even if one be an enemy we lay aside our enmity, how much more fitting was it for this man to be undone and breathe out his life all at once, seeing him who a little while before was conversing with him—his brother from the same mother, from the same father, who loosed the very same travail-pangs as he, who had drawn to himself goodwill from God—suddenly lying breathless and motionless, and quivering upon the earth!
βʹ. Ἀλλ' ἴδωμεν πάλιν καὶ μετὰ τὴν ἀνοσίαν ταύτην πρᾶξιν, καὶ μετὰ τὸ τολμῆσαι τοῦτο τὸ πάσης συγγνώμης ἀπεστερημένον, πόσῃ κέχρηται συγκαταβάσει καὶ φιλανθρωπίᾳ ὁ τῶν ἁπάντων Θεός. Καὶ εἶπεν ὁ Θεὸς πρὸς Κάϊν. Αὐτὸ τοῦτο μόνον πόσης ἐστὶν ἀγαθότητος, τὸν τὰ τοιαῦτα ἐργασάμενον ἀποκρίσεως ἀξιῶσαι; Εἰ γὰρ ἡμεῖς πολλάκις τοὺς ὁμογενεῖς βδελυττόμεθα, ἐπειδὰν ἴδωμεν τοιοῦτόν τι τόλμημα ἐργασαμένους· πολλῷ μᾶλλον τὸν ἀγαθὸν Θεὸν ἐκπλήττεσθαι δεῖ τοσαύτῃ τῇ ἀνεξικακίᾳ κεχρημένον, καὶ μάλα εἰκότως. Ἰατρὸς γάρ ἐστι, καὶ πατὴρ φιλόστοργος· καὶ ὡς μὲν ἰατρὸς πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε τοὺς ἐν χαλεπαῖς ἀῤῥωστίαις τυγχάνοντας πρὸς ὑγίειαν ἐπαναγαγεῖν· ὡς δὲ πατὴρ φιλόστοργος τοὺς τὴν οἰκείαν εὐγένειαν διὰ ῥᾳθυμίαν προδεδωκότας βούλεται διὰ τῆς πατρικῆς φιλοστοργίας εἰς τὴν προτέραν ἀγαγεῖν εὐημερίαν. Ἐπεὶ οὖν πολὺ τῆς ἀγαθότητός ἐστιν αὐτοῦ τὸ μέγεθος, βούλεται καὶ πρὸς τὸν τὰ τοιαῦτα τετολμηκότα πολλὴν τὴν ἑαυτοῦ φιλανθρωπίαν ἐπιδείξασθαι. Φησὶ γὰρ πρὸς αὐτόν· Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου; Πολλὴ καὶ ἄπειρος ἡ ἀνεξικακία τοῦ Θεοῦ. Οὐ γὰρ ἐπειδὴ ἠγνόει ἠρώτα, ἀλλ' ὅπερ ἐπὶ τοῦ πατρὸς αὐτοῦ πεποίηκεν· οὐδὲν γὰρ κωλύει πάλιν τὸ αὐτὸ εἰπεῖν. Καθάπερ γὰρ ἐκεῖνον ὁρῶν διὰ τὴν αἰσχύνην τῆς γυμνότητος κρυπτόμενον ἠρώτα, Ποῦ εἶ; οὐκ ἀγνοῶν, ἀλλὰ παῤῥησίας αὐτῷ ἀφορμὰς διδοὺς, ὥστε διὰ τῆς ὁμολογίας τοῦ πταίσματος ἀπονίψασθαι τὸ πλημμέλημα (τοῦτο γὰρ ἔθος αὐτῷ, ἄνωθεν καὶ ἐξ ἀρχῆς τὴν ὁμολογίαν ἀπαιτεῖν παρ' ἡμῶν τῶν ἡμαρτημένων, καὶ συγχώρησιν παρέχειν)· ἐρωτᾷ καὶ νῦν τὸν Κάϊν, καί φησι, Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου; Ἄγνοιαν προσποιεῖται ὁ φιλάνθρωπος Δεσπότης, ἵνα διὰ τῆς ἐρωτήσεως παρασκευάσῃ τὸν τὰ τοιαῦτα εἰργασμένον ἐπει-
2. Yet let us see again, even after this unholy deed, and after his daring this act bereft of all pardon, how great condescension and loving-kindness the God of all employs. And God said unto Cain. Of how great goodness is this very thing alone, to deem worthy of an answer him who had wrought such deeds! For if we often abhor our kinsfolk whenever we see them having wrought some such daring deed, how much more ought we to marvel at the good God Who has employed so great forbearance—and quite rightly so! For He is a physician, and a tenderly loving father; and as a physician He does and contrives everything so as to bring back to health those who find themselves in grievous infirmities, while as a tenderly loving father He wills through fatherly affection to lead back to their former prosperity those who through slothfulness have betrayed their own nobility. Since therefore great is the magnitude of His goodness, He wills even towards him who had dared such things to display His great loving-kindness. For He says unto him: Where is Abel thy brother? Great and boundless is the forbearance of God! For not because He was ignorant did He ask, but just as He had done in the case of his father—for nothing hinders saying the same thing once more. For just as, seeing that man hiding himself on account of the shame of his nakedness, He asked, Where art thou?—not being ignorant, but giving him occasions for frankness, so that through confession of the fault he might wash away the offence (for this is His custom, from of old and from the beginning, to ask confession of sins from us, and to grant forgiveness)—so He asks Cain now also, and says: Where is Abel thy brother? The humane Master feigns ignorance, so that through the question He may prepare him who had wrought such things to has-
PG 53:161Read from the page
χθῆναι πρὸς τὴν ὁμολογίαν τοῦ πλημμελήματος, καὶ δυνηθῇ συγγνώμης τινὸς ἴσως καὶ φιλανθρωπίας ἐπιτυχεῖν. Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου; Τί οὖν ὁ ἀγνώμων καὶ ἀναίσθητος, ὁ ἰταμὸς καὶ ἀναίσχυντος; Δέον ἐννοῆσαι ὅτι οὐκ ἀγνοῶν ἐρωτᾷ, ἀλλὰ τὴν παρ' αὐτοῦ ἀπαιτῶν ὁμολογίαν, καὶ ἡμᾶς παιδεύων μηδέποτε πρὸ τῆς ἀποδείξεως καταψηφίζεσθαι τῶν ἀδελφῶν τῶν ἡμετέρων, καὶ εἰς ἔννοιαν ἐλθεῖν τῆς τοῦ Δεσπότου συμβουλῆς, καὶ ταύτην αὐτοῦ τὴν ἐπιχείρησιν ἀναστέλλων, καὶ εἰδὼς καὶ πρὸ τῆς ἐκβάσεως τὴν ἐν τῇ διανοίᾳ αὐτοῦ κίνησιν, προφυλακτικοῖς ἐχρήσατο φαρμάκοις· δέον ταῦτα πάντα ἐννοήσαντα μέχρι τούτου στῆσαι τὰ τῆς μανίας, καὶ εἰπεῖν τὸ γεγονὸς, καὶ δεῖξαι τῷ ἰατρῷ τὸ ἕλκος, καὶ δέξασθαι τὰ παρ' αὐτοῦ φάρμακα· ὁ δὲ πάλιν ἐπιτείνει τὸ τραῦμα καὶ τὴν νομὴν τῶν ἑλκῶν βαρυτέραν ἐργάζεται. Καὶ εἶπε, φησὶν, Οὐ γινώσκω. Ὅρα ἀποκρίσεως ἀναίδειαν. Μὴ γὰρ ἀνθρώπῳ διαλέγῃ, ὃν ἴσως καὶ παραλογίσασθαι δυνατὸν ἦν; Οὐκ οἶδας, ἄθλιε, καὶ ταλαίπωρε, τίς ἐστιν ὁ πρὸς σὲ διαλεγόμενος; οὐ λογίζῃ, ὅτι διὰ πολλὴν ἀγαθότητα πυνθάνεται, βουλόμενος ἀφορμήν τινα εὑρεῖν, δι' ἧς τὴν οἰκείαν ἐπιδείξηται φιλανθρωπίαν, καὶ ἵνα λοιπὸν τὰ παρ' ἑαυτοῦ ἅπαντα ἐπιδειξαμένου, μηδεμίαν ἔχῃς ἀπολογίαν τῇ τιμωρίᾳ σαυτὸν ὑπεύθυνον καταστήσας;
ten to the confession of his offence, and be able perchance to obtain some pardon and loving-kindness. Where is Abel thy brother? What then says the ungrateful and insensible man, the reckless and shameless one? Though he ought to have reflected that He asks not out of ignorance, but exacting confession from him, and instructing us never before proof to pass sentence against our brethren, and ought to have come to think upon the Master's counsel—how, checking this attempt of his, and knowing even before the outcome the movement in his mind, He had employed preventive remedies; though he ought, having reflected on all these things, to have halted his madness at this point, and told what had taken place, and shown the ulcer to the Physician, and received the remedies from Him, yet he again aggravates the wound and makes the spreading of the ulcers more grievous. And he said, it says, I know not. See the shamelessness of his answer! Art thou conversing with a man, whom perchance it was even possible to outwit? Knowest thou not, O wretched and miserable man, Who it is that converses with thee? Dost thou not reckon that He inquires out of great goodness, wishing to find some occasion whereby He may display His own loving-kindness, and so that thereafter, once He has displayed all that lies on His part, thou mayest have no defence at all when thou hast rendered thyself liable to punishment?
Καὶ εἶπε, φησὶν, Οὐ γινώσκω. Μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ; Ἐννόει μοι ἐνταῦθα τοῦ συνειδότος τὴν κατηγορίαν, καὶ ὅπως ὠθούμενος, ὡς εἰπεῖν, ὑπὸ τῆς συνειδήσεως οὐκ ἔστη μέχρι τοῦ εἰπεῖν, Οὐ γινώσκω, ἀλλ' ἐπήγαγε, Μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ; μονονουχὶ ἑαυτὸν ἐλέγχων. Καίτοι εἴ σοι κατὰ ἀκολουθίαν ἅπαντα ἐπέπρακτο, καὶ κατὰ τὸν τῆς φύσεως νόμον, ἐχρῆν σε καὶ φύλακα εἶναι τῆς τοῦ ἀδελφοῦ σωτηρίας. Τοῦτο γὰρ ἡ φύσις ἐπέτρεπε, καὶ ἔδει τοὺς τὰς αὐτὰς λύσαντας ὠδῖνας, ἀλλήλων φύλακας εἶναι. Εἰ δὲ μὴ τοῦτο ἐβούλου, μηδὲ ἤθελες εἶναι φύλαξ τοῦ ἀδελφοῦ, τίνος ἕνεκεν καὶ σφαγεὺς ἐγένου, καὶ τὸν οὐδὲν ἠδικηκότα ἐφόνευσας, καὶ ἐνόμισας μηδὲ τὸν ἐλέγχοντα ἔχειν; Ἀλλ' ἀνάμεινον, καὶ ὄψει αὐτόν σου κατήγορον γινόμενον τὸν ἀνῃρημένον, καὶ νεκρὸν κείμενόν σου τοῦ ζῶντος καὶ βαδίζοντος λαμπρᾷ τῇ φωνῇ κατηγοροῦντα. Καὶ εἶπεν ὁ Θεὸς, Τί ἐποίησας τοῦτο; Πολλὴ καὶ τοῦ ῥήματος ἡ ἔμφασις. Τίνος ἕνεκεν, φησὶ, τοῦτο διεπράξω; τί ἐποίησας τοῦτο τὸ ἀνόσιον τόλμημα, τὸ μιαρὸν ἐπιχείρημα, τὴν πρᾶξιν τὴν ἀσύγγνωστον, τὴν μανίαν τὴν ἀφόρητον, τὸν φόνον τὸν καινὸν καὶ ξένον, καὶ πρῶτον τῷ τῶν ἀνθρώπων βίῳ εἰσενεχθέντα διὰ τῆς σῆς δεξιᾶς; τί ἐποίησας τοῦτο τὸ μέγα καὶ φοβερὸν, τὸ μὴ ἔχον ἑτέραν ὑπερβολὴν ἁμαρτήματος; Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς. Μὴ γὰρ ἄνθρωπός εἰμι, φησὶν, ἐκείνης μόνης τῆς φωνῆς τῆς διὰ γλώττης προφερομένης ἀκούων; Θεός εἰμι δυνάμενος καὶ δι' αἵματος ὑπακούειν βοῶντος, καὶ χαμαί που κάτω κειμένου. Ἰδοὺ γὰρ πόσον ἵπταται τοῦ αἵματος τούτου ἡ φωνὴ, ὡς ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν ἀναβαίνειν, καὶ παρατρέχειν τὸν οὐρανὸν τοῦ οὐρανοῦ, καὶ τὰς ἀνωτέρω δυνάμεις, καὶ παρ' αὐτὸν ἵστασθαι τὸν θρόνον τὸν βασιλικὸν, καὶ τὴν σὴν μιαιφονίαν ἀποδύρεσθαι, καὶ τῆς ἀνοσίας πράξεως κατηγορεῖν. Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς. Μὴ γὰρ, φησὶν, εἰς ξένον καὶ ἀλλότριον τὴν παρανομίαν ταύτην εἰργάσω; Εἰς τὸν ἀδελφὸν τὸν σὸν, τὸν οὐδὲν ἠδικηκότα. Ἀλλ' ἴσως ἡ παρ' ἐμοῦ εὔνοια τὸν φόνον αὐτῷ τοῦτον ἔτεκε, καὶ μὴ δυνάμενος ἐμοὶ μάχεσθαι, εἰς ἐκεῖνον τὸν ἀκάθεκτον θυμὸν ἐξεκένωσας. Διά τοι τοῦτο τοιαύτην ἐπάξω σοι τιμωρίαν, ὡς μηδὲ λήθῃ παραδοθῆναι τὸ τολμηθὲν, καὶ τὴν διὰ τοῦτο ἐπενεχθεῖσάν σοι τιμωρίαν, ἵνα τὰ εἰς σὲ γενόμενα σωφρονισμὸς γένηται τοῖς μετὰ ταῦτα ἅπασι.
And he said, it says, I know not. Am I my brother's keeper? Consider for me here the accusation of conscience, and how, thrust on, so to speak, by his conscience, he did not stop at saying, I know not, but added, Am I my brother's keeper?—all but convicting himself! And yet if all things had been done by thee in due order and according to the law of nature, thou oughtest also to have been a keeper of thy brother's salvation. For nature enjoined this, and those who had loosed the same travail-pangs ought to have been keepers of one another. Yet if thou didst not will this, nor wish to be thy brother's keeper, on what account didst thou become his slayer as well, and murder him who had wronged thee in nothing, and suppose that thou hadst none even to convict thee? Nay, wait, and thou shalt see the slain man himself becoming thine accuser, and though lying dead, accusing with a clear voice thee who livest and walkest about! And God said, What hast thou done? Great too is the force of the saying! On what account, says He, didst thou perpetrate this? Why hast thou done this unholy daring deed, this defiled attempt, this unpardonable act, this unbearable madness, this new and strange murder, brought into human life for the first time through thy right hand? Why hast thou done this great and fearsome thing, which admits no further excess of sin? The voice of thy brother's blood cries out unto Me from the earth. Am I a man, says He, hearing only that voice which is uttered through the tongue? I am God, able to hearken even through blood that cries out and lies somewhere low upon the ground. For behold how high the voice of this blood flies, so as to ascend from the earth into heaven, and pass beyond the heaven of heaven and the powers above, and stand beside the royal throne itself, and bewail thy blood-guiltiness, and accuse thine unholy deed! The voice of thy brother's blood cries out unto Me from the earth. Didst thou work this lawlessness, says He, against a stranger and an alien? Against thine own brother, who had wronged thee in nothing! Yet perchance goodwill from Me begot this murder for him, and being unable to fight against Me, thou didst pour out upon him thine ungovernable wrath. Wherefore I shall bring upon thee such a punishment that neither the daring deed nor the punishment brought upon thee on its account shall be consigned to oblivion, so that what has befallen thee may become a chastening lesson to all who come hereafter.
PG 53:162Read from the page
Καὶ νῦν, ἐπειδὴ τοῦτο εἰργάσω, καὶ εἰς ἔργον ἤγαγες τὰ κακῶς σοι δόξαντα, καὶ ὑπὸ τοῦ φθόνου τοῦ πολλοῦ εἰς τὸν φόνον ὥρμησας, Ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς.
And now, since you have wrought this, and brought into deed the things that wickedly seemed good to you, and out of your great envy rushed headlong into murder, Cursed are you from the earth.
γʹ. Ὁρᾷς τῆς κατάρας τὴν διαφοράν, ἀγαπητέ; Μὴ ἁπλῶς παραδράμῃς, ἀλλ' ἐκ τοῦ μεγέθους τῆς κατάρας ἐννόει τοῦ τολμήματος τὴν ὑπερβολήν. Καὶ ὅσῳ μεῖζον τοῦτο τὸ ἁμάρτημα τῆς παραβάσεως τοῦ πρωτοπλάστου, ἐκ τῆς διαφορᾶς τῆς κατάρας ἔξεστι τῷ βουλομένῳ συνιδεῖν. Ἐκεῖ μὲν γάρ φησιν, Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, καὶ ἐπὶ τὴν γῆν τὴν κατάραν ἐξέχεε, τὴν κηδεμονίαν τὴν περὶ τὸν ἄνθρωπον ἐπιδεικνύμενος· ἐνταῦθα δὲ ἐπειδὴ ἡ πρᾶξις ὀλεθρία, καὶ τὸ τόλμημα παράνομον, καὶ τὸ ἐπιχείρημα ἀσύγγνωστον, αὐτὸς τὴν κατάραν δέχεται· Ἐπικατάρατος γάρ, φησί, σὺ ἀπὸ τῆς γῆς. Ἐπειδὴ γὰρ τὰ αὐτὰ σχεδὸν τῷ ὄφει εἰργάσατο, καθάπερ ὀργάνῳ ὑπηρετησαμένῳ τῇ τοῦ διαβόλου γνώμῃ, καὶ καθάπερ ἐκεῖνος διὰ τῆς ἀπάτης τὴν θνητότητα εἰσήγαγεν· οὕτω καὶ οὗτος ἀπατήσας τὸν ἀδελφόν, καὶ εἰς τὸ πεδίον ἐξαγαγών, τὴν δεξιὰν ὥπλισε κατ' αὐτοῦ, καὶ τὸν φόνον εἰργάσατο. Διὰ τοῦτο ὥσπερ ἐκείνῳ ἔλεγεν· Ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς· οὕτω καὶ τούτῳ, ἐπειδὴ τὰ αὐτὰ ἐκείνῳ εἰργάσατο. Ὥσπερ γὰρ ὁ διάβολος ὑπὸ φθόνου καὶ βασκανίας κινούμενος, καὶ οὐ φέρων τὰς ἀφάτους εὐεργεσίας τὰς εἰς τὸν ἄνθρωπον γεγενημένας ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων, ἀπὸ τοῦ φθόνου ἐπὶ τὴν ἀπάτην ὥρμησε τὴν τὸν θάνατον εἰσάγουσαν· οὕτω καὶ οὗτος θεασάμενος εὐνοϊκῶς τὸν Δεσπότην πρὸς τὸν ἀδελφὸν διακείμενον, ἀπὸ τοῦ φθόνου ἐπὶ τὸν φόνον ὥρμησε. Διό φησι πρὸς αὐτόν· Ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς. Κατηραμένος ἔσῃ, φησί, καὶ αὐτῇ τῇ γῇ ἐκείνῃ. ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου. Καὶ αὐτῇ τῇ γῇ ἔσῃ, φησί, κατηραμένος, τῇ ἀνασχομένῃ τοιούτῳ αἵματι ἀρδευθῆναι τοσούτου μύσους πεπληρωμένῳ, καὶ ὑπὸ χειρὸς οὕτως ἀνοσίας ἐκχεομένῳ. Εἶτα ἑρμηνεύουσα ἡ θεία Γραφὴ σαφέστερον τὴν κατάραν, φησίν· Ὅτε ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι. Μέγα τιμωρίας εἶδος, καὶ πολὺς ὄγκος τῆς ἀγανακτήσεως. Τὸν μὲν πόνον, φησίν, ὑπομενεῖς, καὶ τὰ σαυτοῦ ἅπαντα ἐπιδείξῃ, καὶ ἐργάσῃ τὴν γῆν τοιούτῳ αἵματι μολυνθεῖσαν· οὐ καρπώσῃ δέ τινα αἴσθησιν τῶν πολλῶν πόνων ἐκείνων, ἀλλ' ἀνόνητος ἔσται σοι πᾶς ὁ κόπος, ὃν ἂν ἐπιδείξῃ. Καὶ οὐ μέχρι τούτου τὰ τῆς τιμωρίας στήσεται, ἀλλὰ καὶ Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. Πάλιν καὶ τοῦτο μέγιστον τιμωρίας εἶδος, τὸ διηνεκῶς στένειν καὶ τρέμειν. Ἐπειδὴ γὰρ οὐκ εἰς δέον ἐχρήσω, φησί, τῇ ἰσχύϊ τοῦ σώματος, οὐδὲ τῇ τῶν μελῶν εὐεξίᾳ, διὰ τοῦτο διηνεκῶς σοι τὸν σάλον καὶ τὸν τρόμον ἐπιτίθημι, ἵνα μὴ μόνον αὐτὸς ἔχῃς ἀδιάλειπτον νουθεσίαν, καὶ ὑπόμνησιν τῆς ἀνοσίας πράξεως ταύτης, ἀλλ' ἵνα καὶ πάντες οἱ εἰς σὲ βλέποντες, διὰ τῆς ὄψεως, καθάπερ διὰ φωνῆς τινος λαμπρὰ βοώσης, μανθάνωσι μὴ τὰ τοιαῦτα τολμᾷν, ἵνα μὴ τὰ τοιαῦτα πάθωσι, καὶ ἡ εἰς σὲ τιμωρία διδάσκαλος ἅπασι γένηται, μηκέτι τοιούτῳ αἵματι τὴν γῆν μολῦναί ποτε. Διά τοι τοῦτο οὐδὲ σύντομόν σοι τὴν τελευτὴν ἐπάγω, ἵνα μὴ λήθῃ παραδοθῇ τὸ γεγονός, ἀλλὰ ζωὴν θανάτου βαρυτέραν ὑπομένειν σε ποιῶ, ἵνα δι' αὐτῶν τῶν ἔργων μάθῃς οἷα ἐτόλμησας. Καὶ εἶπε Κάϊν πρὸς Κύριον· Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με. Μέγα τι καὶ σφόδρα λυσιτελὲς πρὸς τὴν σωτηρίαν τὴν ἡμετέραν ἔξεστιν ἐντεῦθεν καταμαθεῖν, ἐὰν βουλώμεθα προσέχειν. Καὶ εἶπε Κάϊν, Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με. Ἰδοὺ ὁμολογία ἀπηρ-
3. Do you see the difference of the curse, beloved? Do not pass over it lightly, but from the magnitude of the curse perceive the excess of the daring deed. And how much greater this sin is than the transgression of the first-fashioned man, anyone who wishes may discern from the difference of the curse. For there it says, Cursed is the earth in your works, and He poured out the curse upon the earth, displaying His solicitude concerning man; whereas here, since the deed was ruinous, and the daring act unlawful, and the undertaking unpardonable, he himself receives the curse: for Cursed, it says, are you from the earth. For since he wrought almost the very same things as the serpent, which like an instrument ministered to the purpose of the devil, and just as that one through deceit brought in mortality, so this man also, having deceived his brother and led him out into the plain, armed his right hand against him and wrought the murder. On this account, just as He said unto that one: Cursed are you from all the wild beasts of the earth; so also unto this man, since he wrought the very same things as that one. For just as the devil, moved by envy and malice, and not enduring the ineffable benefactions that had come to pass towards man from the beginning and from the outset, rushed from envy to deceit — the deceit that brought in death — so this man also, having beheld the Master kindly disposed towards his brother, rushed from envy to murder. Wherefore He says unto him: Cursed are you from the earth. Cursed shall you be, it says, even to that very earth itself, which opened wide its mouth to receive the blood of your brother from your hand. To that very earth also, it says, shall you be cursed, which endured to be drenched with such blood, filled with so great a pollution and poured out by a hand so unholy. Then divine Scripture, interpreting the curse more clearly, says: When you till the earth, it shall no more add to give its strength to you. Great is the form of punishment, and heavy the weight of indignation. You shall indeed endure the toil, it says, and put forth all that lies in your power, and till the earth defiled with such blood; yet you shall reap no perceptible return from all those many toils, but all the labour which you put forth shall be bootless to you. And the measures of punishment shall not stop even at this, but Groaning and trembling also shall you be upon the earth. Again, this too is a very great form of punishment: perpetually to groan and tremble. For since you did not use as was fitting, He says, the strength of your body, nor the vigour of your limbs, on this account I lay upon you perpetual tossing and trembling, so that not only may you yourself have unceasing admonition and remembrance of this unholy deed, but that all who look upon you, through the sight, just as through some voice crying aloud clearly, may learn not to dare such things, lest they suffer such things, and that the punishment upon you may become a teacher to all never again at any time to defile the earth with such blood. For this very reason I do not bring a speedy end upon you either, lest what has come to pass be handed over to oblivion, but I cause you to endure a life more grievous than death, so that through the deeds themselves you may learn what things you dared to do. And Cain said unto the Lord: My guilt is too great for me to be forgiven. Something great and exceedingly profitable towards our salvation we may learn from this, if we are willing to pay heed. And Cain said, My guilt is too great for me to be forgiven. Behold a confession comp-
PG 53:163Read from the page
τισμένη. Τοιοῦτον γάρ ἐστι, φησί, τὸ ἁμάρτημα τὸ παρ' ἐμοῦ γεγονός, ὡς μὴ δύνασθαι συγχώρησιν δέξασθαι. Ἰδού, φησίν, ἐξωμολογήσατο, καὶ ἐξωμολογήσατο μετὰ πολλῆς τῆς ἀκριβείας· ἀλλ' οὐδὲν τὸ κέρδος, ἀγαπητέ· ἄκαιρος γὰρ ἡ ἐξομολόγησις. Τοῦτο γὰρ ἐχρῆν ποιῆσαι ἐν τῷ καιρῷ τῷ δέοντι, ὅτε δυνατὸν ἦν καὶ τῆς παρὰ τοῦ δικαστοῦ τυχεῖν φιλανθρωπίας. Μνημονεύσατέ μοι νῦν ὧν πρὸ μικροῦ ἔλεγον, ὅτι κατὰ τὴν ἡμέραν ἐκείνην τὴν φοβεράν, καὶ τὸ κριτήριον ἐκεῖνο τὸ ἀδέκαστον, καὶ ἡμῶν ἕκαστος μεταγνώσεται ἐπὶ τοῖς ἡμαρτημένοις, ὁρῶν πρὸ τῶν ὀφθαλμῶν τὰ φοβερὰ ἐκεῖνα κολαστήρια, καὶ τὰς εὐθύνας τὰς ἀπαραιτήτους· ἀλλ' οὐδεμίαν ἕξει τὴν ὄνησιν, προδεδομένος ὑπὸ τοῦ καιροῦ.
lete. For of such a kind, he says, is the sin that has been wrought by me, that it cannot receive pardon. Behold, someone says, he confessed, and he confessed with great exactness; yet there is no profit, beloved, for the confession is untimely. For he ought to have done this at the fitting season, when it was possible also to obtain loving-kindness from the Judge. Call to mind for me now the things of which I spoke a little while ago: that on that dreadful day, and before that incorruptible tribunal, each one of us also will repent over the sins he has committed, seeing before his eyes those dreadful places of punishment and the inexorable accountings; yet he will have no benefit, having been betrayed beforehand by the season.
Ἡ γὰρ μετάνοια πρὶν τὴν τιμωρίαν ἐπαχθῆναι καιρὸν ἔχει, καὶ ἰσχὺν ἄφατον. Διὸ παρακαλῶ, ὅτε δυνατὸν ἐνεργῆσαι τὸ θαυμαστὸν τοῦτο φάρμακον, τότε τὴν παρ' αὐτοῦ ὠφέλειαν καρπωσώμεθα, καὶ ὡς ἔτι ἐσμὲν ἐν τῷ παρόντι βίῳ, τὴν ἀπὸ τῆς μετανοίας ἰατρείαν ἑαυτοῖς ἐπάγωμεν, μαθόντες ἀκριβῶς ὡς οὐδὲν ἡμῖν ὄφελος ἔσται τότε μεταγινώσκουσι, μετὰ τὸ λυθῆναι τὸ θέατρον, καὶ τὸν τῶν παλαισμάτων καιρὸν ἀναιρεθῆναι.
For repentance before punishment is inflicted has its season and ineffable strength. Wherefore I exhort you, when it is possible for this wondrous medicine to work, then let us reap the benefit from it, and while we are still in the present life, let us bring upon ourselves the healing that comes from repentance, having learned exactly that there will be no benefit to us repenting then, after the theatre has been dissolved and the season of wrestling-contests has been taken away.
δʹ. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Δέον γὰρ ἡνίκα ἠρωτᾶτο παρὰ τοῦ Δεσπότου, Ποῦ Ἄβελ ὁ ἀδελφός σου; τότε ὁμολογῆσαι τὸ πλημμέλημα, καὶ προσπεσεῖν, καὶ δεηθῆναι, καὶ συγγνώμην αἰτῆσαι· ὁ δὲ τότε μὲν τὴν ἰατρείαν ἀπεπέμψατο, νυνὶ δέ, μετὰ τὴν ἀπόφασιν, μετὰ τὸ λαβεῖν τέλος ἅπαντα, μετὰ τὸ λαμπρᾷ τῇ φωνῇ τὴν κατηγορίαν ὑπὸ τοῦ αἵματος γενέσθαι τοῦ κειμένου, ἐξομολογεῖται, καὶ οὐδὲν ἐντεῦθεν κερδαίνει. Διὸ καὶ ὁ προφήτης ἔλεγε· Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Καὶ οὗτος τοίνυν, εἰ προέλαβε τὸν τοῦ Δεσπότου ἔλεγχον, ἴσως ἂν ἠξιώθη τινὸς φιλανθρωπίας διὰ τὴν ἄπειρον τοῦ Δεσπότου ἀγαθότητα. Οὐδὲν γάρ ἐστιν ἁμάρτημα, κἂν σφόδρα μέγα ᾖ, νικῶν αὐτοῦ τὴν φιλανθρωπίαν, ἐὰν ἡμεῖς ἐν καιρῷ τῷ δέοντι μὲν μετάνοιαν ἐπιδειξώμεθα, καὶ τὴν συγγνώμην αἰτῶμεν. Καὶ εἶπε Κάϊν· Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με. Ἱκανὴ ἐξομολόγησις, ἀλλ' ἄκαιρος. Καὶ εἶπεν, Εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς· καὶ ἔσται, πᾶς ὁ εὑρίσκων με, ἀπολτενεῖ με. Ὅρα πῶς ἐλεεινὰ τὰ ῥήματα, καὶ διὰ τὴν ἀκαιρίαν, καὶ διὰ τὸ προδεδόσθαι ὑπὸ τοῦ καιροῦ οὐδεμίαν τὴν ἰσχὺν κεκτημένα. Καὶ εἶπεν, Εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς· καὶ ἔσται, πᾶς ὁ εὑρίσκων με, ἀποκτενεῖ με. Εἰ τῇ γῇ, φησίν, ἐπικατάρατόν με ἐποίησας, καὶ αὐτός με ἀπεστράφης, καὶ τοσαύτῃ τιμωρίᾳ παρέδωκας, ὥστε στένειν καὶ τρέμειν, οὐδὲν τὸ κωλύον λοιπὸν τὸν ἐν τούτοις ὄντα, καὶ γυμνωθέντα τῆς παρὰ σοῦ ῥοπῆς ὑπὸ τοῦ τυχόντος ἀναιρεθῆναι. Εὐεπιχείρητος, φησίν, ἔσομαι παντὶ τῷ βουλομένῳ με ἀνελεῖν. Οὔτε γὰρ αὐτὸς ἰσχύω ἀντιστῆναι διαλελυμένα τὰ μέλη περιφέρων, καὶ πανταχόθεν σαλευόμενος· καὶ τὸ εἰδέναι ἅπαντας, ὅτι τῆς σῆς ἐγυμνώθην ῥοπῆς, παρασκευάσει τὸν βουλόμενον ἐπὶ τὴν ἀναίρεσιν τὴν ἐμὴν ὁρμῆσαι. Τί οὖν ὁ φιλάνθρωπος καὶ ἀγαθὸς Δεσπότης; Καὶ εἶπεν αὐτῷ Κύριος ὁ Θεός· Οὐχ οὕτω. Μὴ νομίσῃς, φησί, ταῦτα οὕτω γίνεσθαι. Οὐδὲ γὰρ ἔξεστι τῷ βουλομένῳ σε ἀνελεῖν, ἀλλὰ τῇ παρατάσει τῆς ζωῆς τῆς σῆς καὶ σοὶ πλείονα τὴν ὀδύνην ἐργάσομαι, καὶ διδάσκαλον καταλείψω ταῖς εἰς τὸ ἑξῆς γενεαῖς, ἵνα ἡ σὴ θέα
4. Yet let us return to the matter before us. For when he was being asked by the Master, Where is Abel your brother? he ought then to have acknowledged his transgression, and fallen down, and besought Him, and asked for pardon; yet at that time he sent away the healing, whereas now, after the sentence, after all things have reached their end, after the accusation has been made with a clear voice by the blood of him who lay slain, he confesses, and gains nothing thereby. Wherefore the prophet also said: The righteous man is his own accuser at the beginning of his speech. And this man also, therefore, if he had anticipated the Master's reproof, would perhaps have been deemed worthy of some loving-kindness on account of the boundless goodness of the Master. For there is no sin, even though it be exceedingly great, that overcomes His loving-kindness, if we at the fitting season display repentance and ask for pardon. And Cain said: My guilt is too great for me to be forgiven. A sufficient confession, yet untimely. And he said, If Thou castest me out today from the face of the earth, and from Thy face I shall be hidden, and I shall be groaning and trembling upon the earth; and it shall be that every one who finds me will slay me. See how pitiable are the words, and possessing no strength at all, both because of their untimeliness and because they have been betrayed beforehand by the season. And he said, If Thou castest me out today from the face of the earth, and from Thy face I shall be hidden, and I shall be groaning and trembling upon the earth; and it shall be that every one who finds me will slay me. If, he says, Thou hast made me cursed to the earth, and hast Thyself turned away from me, and hast handed me over to so great a punishment as to groan and tremble, there is nothing left to hinder one who is in this plight, and stripped of the aid from Thee, from being slain by anyone who chances by. I shall be easy prey, he says, to every one who wishes to slay me. For neither have I strength myself to withstand, carrying about loosened limbs and tossed on every side; and the fact that all men know that I have been stripped of Thy aid will prepare whoever wishes to rush to slay me. What then says the loving and good Master? And the Lord God said unto him: Not so. Do not suppose, He says, that these things shall be so. For neither is it permitted to whoever wishes to slay you; rather, by the prolongation of your life I will both work greater anguish for you, and leave you behind as a teacher to the generations hereafter, so that the sight of you
Notes, col. 163

On the reading

Printed ἀπολτενεῖ, for ἀποκτενεῖ.