Migne Reading Room

PG 53 · cols. 141–146 · Read from the page

In Genesin Homilia XVII (ΟΜΙΛΙΑ ΙΖʹ; Gen. 3:8–19)

In Genesin Homilia XVII (ΟΜΙΛΙΑ ΙΖʹ; Gen. 3:8–19)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:141Read from the page
αὐτῷ παρέχει, οὐδὲ ἐρωτᾷ καθάπερ τὸν ἄνδρα καὶ τὴν γυναῖκα· ἀλλὰ τὰς παρ' ἐκείνων ἀπολογίας δεξάμενος, ἐπὶ τοῦτον ὡς αἴτιον τῶν ὅλων κακῶν γεγενημένον ὁρμᾷ. Καὶ ἐπειδὴ ὡς Θεὸς καὶ τὰ ἀπόρῥητα ἐπιστάμενος ᾔδει, ὅτι αὐτὸς ἦν ὁ ὑπηρετησάμενος τῇ τοῦ διαβόλου ἐπιβουλῇ, καὶ τῇ βασκανίᾳ, ἣν περὶ τὸν ἄνθρωπον ἐπεδείξατο, ἵνα μάθῃς αὐτοῦ τὴν ἀγαθότητα, πῶς ἐπ' ἐκείνων μὲν καὶ εἰδὼς τῷ μὲν ἔλεγε, Ποῦ εἶ; Τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ; τῇ δὲ ἔλεγε, Τί τοῦτο ἐποίησας; ἐπὶ τοῦ πονηροῦ τούτου θηρίου οὐδὲν τοιοῦτον ποιεῖ, ἀλλὰ τί; Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ ὄφει, Ὅτι ἐποίησας τοῦτο. Εἶδες διαφοράν; Τῇ μὲν γυναικὶ ἔλεγε, Τί τοῦτο ἐποίησας; τῷ δὲ ὄφει, Ὅτι ἐποίησας τοῦτο. Ὅτι τὸ κακὸν, φησὶν, τοῦτο εἰργάσω, ὅτι τὴν ὀλέθριον συμβουλὴν ταύτην εἰσήγαγες, ὅτι τοσαύτῃ βασκανίᾳ ὑπηρετήσω, ὅτι οὕτω τὸν φθόνον ἠκόνησας κατὰ τοῦ δημιουργηθέντος ὑπ' ἐμοῦ, Ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν, καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς. Ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ, καὶ γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικὸς, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς. Αὐτός σου τηρήσει κεφαλὴν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν.
does He afford him, nor does He question him just as the man and the woman; but, having received the defences from them, He rushes upon this one as having become the cause of all the evils. And since as God, knowing also the secret things, He knew that it was he who had ministered to the plot of the devil, and to the malice which he displayed concerning man, so that you may learn His goodness—how in their case, though knowing, to the one He said, Where art thou? Who announced to you that you are naked? and to the other He said, Why did you do this?—in the case of this wicked beast He does no such thing; nay, what? And the Lord God said to the serpent: Because you did this. Did you see the difference? To the woman He said: Why did you do this? While to the serpent: Because you did this. Because you wrought, He says, this evil, because you brought in this pernicious counsel, because you ministered to so great malice, because you so whetted envy against him who was fashioned by Me: Cursed are you from all the cattle, and from all the wild beasts of the earth. Upon your breast and belly you shall go, and earth you shall eat all the days of your life. And I will put enmity between you and the woman, and between your seed and her seed. He shall watch your head, and you shall watch his heel.
ϛʹ. Σκόπει μοι ἐνταῦθα τάξιν καὶ ἀκολουθίαν φιλανθρωπίας πεπληρωμένην. Τὴν μὲν γὰρ ἐρώτησιν ποιούμενος ἀπὸ τοῦ ἀνδρὸς ἤρξατο, εἶτα μετῆλθεν ἐπὶ τὴν γυναῖκα. Καὶ ἐπειδὴ εἶπεν αὐτὴ τὸν αἴτιον αὐτῇ γεγενημένον, ἐλθὼν ἐπὶ τὸν ὄφιν, καὶ οὐκέτι αὐτὸν ἀποκρίσεως ἀξιώσας, τὴν τιμωρίαν ἐπάγει, καὶ τοιαύτην ὡς παντὶ τῷ χρόνῳ παρεκτείνεσθαι, καὶ διὰ τῆς ὄψεως διηνεκῆ διδάσκαλον γίνεσθαι τοῖς ἑξῆς ἅπασι, μηκέτι δέχεσθαι τὴν ὀλεθρίαν ἐκείνην συμβουλήν, μηδὲ ἀπατᾶσθαι τοῖς παρ' ἐκείνου μηχανήμασιν. Ἀλλ' ἴσως εἴποι τις ἄν· καὶ εἰ ὁ διάβολος ἐνεργήσας διὰ τοῦ ὄφεως τὴν συμβουλὴν εἰσήγαγε, τίνος ἕνεκεν τὸ θηρίον τοσαύτην ὑπέμεινε τιμωρίαν; Καὶ τοῦτο τῆς ἀφάτου φιλανθρωπίας τοῦ Θεοῦ ἔργον γέγονε. Καθάπερ γὰρ πατὴρ φιλόστοργος τὸν ἀπεκτακότα τὸν υἱὸν τὸν ἑαυτοῦ τιμωρούμενος, καὶ τὴν μάχαιραν καὶ τὸ ξίφος, δι' οὗ τὸν φόνον εἰργάσατο, διασπᾷ, καὶ εἰς πολλὰ κατατέμνει μέρη· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ ἀγαθὸς Θεὸς, ἐπειδὴ ὥσπερ μάχαιρά τις ὑπηρετήσατο τὸ θηρίον τοῦτο τῇ τοῦ διαβόλου πανουργίᾳ, ἐπάγει αὐτῷ διηνεκῆ τὴν τιμωρίαν, ἵνα διὰ τοῦ αἰσθητοῦ τούτου καὶ ὁρωμένου λογιζώμεθα ἐν ὅσῃ ἀτιμίᾳ κἀκεῖνος τυγχάνει. Εἰ γὰρ οὗτος ὁ καθάπερ ὄργανον ὑπηρετησάμενος τοσαύτης ἐπειράθη ἀγ⟨α⟩νακτήσεως, ποίαν εἰκὸς ἐκεῖνον δέξασθαι τιμωρίαν; Μᾶλλον δὲ καὶ τοῦτο ἤδη ἡμᾶς ἐδίδαξεν ὁ Χριστὸς διὰ τῶν θείων Εὐαγγελίων φάσκων πρὸς τοὺς ἐξ εὐωνύμων ἑστῶτας, Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐκείνῳ γὰρ πάλαι τοῦτο ἡτοίμασται, καὶ ἐκεῖνο τὸ ἄσβεστον πῦρ αὐτὸν ἐκδέχεται. Τί οὖν ἂν εἴη ἀθλιώτερον τῶν δι' ἀμέλειαν τῆς οἰκείας σωτηρίας ἑαυτοὺς ἐκείνῃ τῇ τιμωρίᾳ καθιστώντων ὑπευθύνους τῇ ἐκείνῳ ἡτοιμασμένῃ; Ὅτι γὰρ ἡμῖν, εἰ βουληθείημεν ἀρετὴν ἐπιδείξασθαι, καὶ τοῖς παρὰ τοῦ Χριστοῦ τεθεῖσι νόμοις ἕπεσθαι, ἡ βασιλεία ἡτοίμασται, αὐτοῦ πάλιν ἄκουσον λέγοντος· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου· κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Εἶδες ἐκείνῳ μὲν τὸ ἄσβεστον πῦρ ἡτοιμασμένον, ἡμῖν δὲ, εἰ μὴ ῥᾳθυμήσαιμεν, τὴν βασιλείαν; Ταῦτα τοίνυν ἐννοοῦντες καὶ βίου ἐπιμελώμεθα, καὶ τὴν κακίαν
6. Consider for me here an order and sequence filled with loving-kindness. For in making the inquiry He began from the man, then passed over to the woman. And since she named the one who had become the cause for her, having come to the serpent, and no longer deeming him worthy of an answer, He brings on the punishment, and such as to stretch along with all time, and through the sight to become a continual teacher to all coming afterwards no longer to receive that pernicious counsel, nor to be deceived by the contrivances from him. Yet perhaps someone might say: And if the devil, having worked through the serpent, brought in the counsel, for what cause did the beast endure so great punishment? This also has become a work of the ineffable loving-kindness of God. For just as an affectionate father, when punishing the man who has slain his own son, rends in pieces and chops into many parts also the dagger and the sword wherewith he wrought the murder; in the very same way the good God also, since just as some dagger this beast ministered to the craftiness of the devil, brings upon him continual punishment, so that through this sensible and visible being we may reckon in how great dishonour that one also chances to be. For if this one who ministered just as an instrument experienced so great indignation, what punishment is it likely that that one will receive? Or rather, Christ has already taught us this also through the divine Gospels, declaring to those standing at the left hand: Depart from Me, you cursed, into the eternal fire which has been prepared for the devil and his angels. For of old this has been prepared for him, and that unquenchable fire awaits him. What then could be more wretched than those who through neglect of their own salvation render themselves liable to that punishment which has been prepared for him? For that for us, if we should wish to display virtue and to follow the laws laid down by Christ, the kingdom has been prepared, hear Him again saying: Come, you blessed of My Father; inherit the kingdom prepared for you from the foundation of the world. Did you see the unquenchable fire prepared for him, whereas for us, unless we should be slothful, the kingdom? Bearing these things in mind, therefore, let us both take care of our life, and wickedness
PG 53:142Read from the page
φεύγωμεν, καὶ μηδέποτε ἀπατώμεθα ταῖς τοῦ διαβόλου μηχαναῖς. Ἀλλ', εἰ βούλεσθε καὶ μὴ ἀπεκάμετε, πάλιν εἰς μέσον ἀγάγωμεν τὴν τιμωρίαν τὴν τῷ ὄφει ἐπαγομένην, ἵν' οὕτω κατὰ μικρὸν εἰς τὸ τέλος τῆς δίκης φθάσαντες ἴδωμεν τῆς φιλανθρωπίας τοῦ Θεοῦ τὸ μέγεθος. Εἰ γὰρ ἄνθρωποι δικαστὴν ὁρῶντες πολλάκις δημοσίᾳ καθήμενον, καὶ τὴν κατὰ τῶν καταδίκων ψῆφον ἐκφέροντα, διὰ πάσης ἡμέρας παραμένουσι, καὶ οὐκ ἀφίστανται μέχρις ἂν ἴδωσιν ἀναστάντα τὸν δικαστήν· πολλῷ μᾶλλον ἡμᾶς νῦν προσήκει μετὰ πλείονος τῆς προθυμίας ἰδεῖν τὸν ἀγαθὸν Θεὸν, πῶς μὲν τῷ ὄφει σφοδρὰν τὴν τιμωρίαν ἐπιτίθησιν, ἵνα διὰ τοῦ αἰσθητοῦ τούτου θηρίου, ᾧ ὥσπερ ὀργάνῳ ἐχρήσατο ὁ πονηρὸς δαίμων ἐκεῖνος, αἴσθησιν ἡμῖν παράσχῃ τῆς μελλούσης ἐκεῖνον τιμωρίας ἐκδέχεσθαι· πῶς δὲ μετὰ φειδοῦς σύμμετρον ἐπάγει καὶ τῇ γυναικὶ καὶ τῷ ἀνδρὶ τὴν ἐπιτίμησιν, νουθεσίαν μᾶλλον ἔχουσαν, ἢ κόλασιν· ἵνα ταῦτα πάντα μετὰ ἀκριβείας σκοπήσαντες θαυμάσωμεν τὴν τοῦ φιλανθρώπου Θεοῦ κηδεμονίαν, ἣν περὶ τὴν φύσιν ἐπιδείκνυται τὴν ἡμετέραν. Τί οὖν φησι; Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ ὄφει, Ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν, καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς. Ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ σου πορεύσῃ, καὶ γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικὸς, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς. Αὐτός σου τηρήσει κεφαλὴν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν.
let us flee, and never be deceived by the contrivances of the devil. Yet, if you wish and have not grown weary, let us again bring into the midst the punishment brought upon the serpent, so that, having thus little by little reached the end of the trial, we may see the magnitude of the loving-kindness of God. For if men, when seeing a judge often sitting in public and bringing forth the sentence against the condemned, abide through the whole day, and do not depart until they see the judge having risen up; much more does it befit us now with greater eagerness to see the good God, both how He lays a vehement punishment upon the serpent, so that through this sensible beast, which that wicked demon employed just as an instrument, He may afford us a perception of the coming punishment that awaits him; and how with sparing He brings a measured rebuke upon both the woman and the man, holding admonition rather than chastisement; so that, having considered all these things with exactness, we may marvel at the provident care of God Who loves mankind, which He displays concerning our nature. What then does He say? And the Lord God said to the serpent: Because you did this, cursed are you from all the cattle, and from all the wild beasts of the earth. Upon your breast and your belly you shall go, and earth you shall eat all the days of your life. And I will put enmity between you and the woman, and between your seed and her seed. He shall watch your head, and you shall watch his heel.
ζʹ. Μεγάλη καὶ σφοδρὰ ἡ ἀγανάκτησις, ἐπειδὴ καὶ μεγάλη τῆς ἀπάτης ἡ ὑπερβολή, ἣν δι' αὐτοῦ προσήγαγεν ὁ πονηρὸς διάβολος. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ ὄφει, Ὅτι ἐποίησας τοῦτο. Ἐπειδὴ, φησὶ, τοιαύτῃ ὑπηρετήσω πανουργίᾳ, καὶ οὕτω τὴν ἀπάτην εἰς ἔργον ἤγαγες, ὀλεθρίαν συμβουλὴν εἰσαγαγών, καὶ τὸ δηλητήριον αὐτοῖς φάρμακον κεράσας· ἐπειδὴ τοῦτο εἰργάσω, καὶ τῆς ἐμῆς εὐνοίας ἐκβαλεῖν ἠβουλήθης τοὺς ὑπ' ἐμοῦ δημιουργηθέντας, ὑπηρετησάμενος τῇ τοῦ πονηροῦ δαίμονος γνώμῃ, τοῦ διὰ τὴν βασκανίαν καὶ τὴν ὑπερβάλλουσαν ὑπερηφανίαν ἐκ τῶν οὐρανῶν εἰς τὴν γῆν κατενεχθέντος· διὰ τοῦτο, ἐπειδὴ ἐν τούτοις ὀργάνῳ σοὶ ἐχρήσατο, διηνεκῆ σοι τὴν τιμωρίαν ἐπιτίθημι, ἵνα διὰ τῶν εἰς σὲ γενομένων κἀκεῖνος εἰδέναι ἔχῃ οἵα τιμωρία αὐτὸν ἐκδέχεται, καὶ οἱ ἑξῆς ἄνθρωποι παιδεύωνται, μηκέτι ὑπάγεσθαι ταῖς τούτου συμβουλαῖς, μηδὲ τὴν ἀπάτην προσίεσθαι, ἵνα μὴ τοῖς αὐτοῖς περιπέσωσι. Διὰ τοῦτο ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων, ἐπειδὴ οὐκ εἰς δέον ἐχρήσω τῇ φρονήσει, ἀλλὰ τὸ προτέρημα, ὅπερ εἶχες ὑπὲρ ἅπαντα τὰ θηρία, τοῦτό σοι γέγονε τῶν κακῶν ἁπάντων αἴτιον. Ὁ γὰρ ὄφις, φησὶν, ἦν φρονιμώτατος πάντων τῶν κτηνῶν καὶ τῶν θηρ⟨ί⟩ων τῆς γῆς. Διὰ τοῦτο ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν καὶ τῶν θηρίων τῆς γῆς γενήσῃ. Ἀλλ' ἐπειδὴ τὸ τῆς κατάρας οὐκ ἦν αἰσθητὸν, οὐδὲ ὀφθαλμοῖς φαινόμενον, διὰ τοῦτο καὶ αἰσθητὴν αὐτῷ τιμωρίαν ἐπάγει, ἵνα διηνεκῶς πρὸ τῶν ὀφθαλμῶν ἔχωμεν ὁρᾷν τῆς τιμωρίας αὐτοῦ τὰ ὑπομνήματα. Ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ, καὶ γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· ἐπειδὴ, φησὶ, τῇ διαπλάσει οὐ δεόντως ἐχρήσω, ἀλλὰ καὶ εἰς ὁμιλίαν ἐλθεῖν ἐτόλμησας τῷ ὑπ' ἐμοῦ δημιουργηθέντι λογικῷ ζώῳ. Καθάπερ τοίνυν ὁ διάβολος ὁ ἐνεργήσας διὰ σοῦ, καὶ ὀργάνῳ σοὶ χρησάμενος, ἐπειδὴ ὑπὲρ τὴν οἰκείαν ἀξίαν ἐφρόνησεν, ἐκ τῶν οὐρανῶν κατηνέχθη· τὸν αὐτὸν
7. Great and vehement is the indignation, since great also is the excess of the deceit which the wicked devil brought to bear through him. And the Lord God said to the serpent: Because you did this. Since, He says, you ministered to such craftiness, and thus brought the deceit into effect, having brought in pernicious counsel and mingled the deadly drug for them; since you wrought this, and wished to cast out from My goodwill those fashioned by Me, having ministered to the purpose of the wicked demon who on account of malice and surpassing pride was brought down out of the heavens unto the earth; on this account, since in these matters he employed you as an instrument, I lay upon you continual punishment, so that through what has come to pass unto you that one also may be able to know what manner of punishment awaits him, and men coming afterwards may be instructed no longer to be led away under his counsels, nor to admit the deceit, lest they should fall into the same things. On this account cursed are you from all the wild beasts, since you did not employ your sagacity for what was fitting, but the prerogative which you had above all the wild beasts—this has become for you the cause of all evils. For the serpent, it says, was the most sagacious of all the cattle and of the wild beasts of the earth. On this account cursed shall you be from all the cattle and the wild beasts of the earth. Yet since the matter of the curse was not sensible, nor appearing to the eyes, on this account He brings upon him a sensible punishment also, so that we may continually have before our eyes to behold the memorials of his punishment. Upon your breast and belly you shall go, and earth you shall eat all the days of your life: since, He says, you did not fittingly employ your moulding, but even dared to come into converse with the rational living being fashioned by Me. Just as, therefore, the devil who worked through you and employed you as an instrument, since he thought proudly above his own worth, was brought down out of the heavens; in the very same
PG 53:143Read from the page
δὴ τρόπον καὶ σὲ ἕτερον σχῆμα διαπλάσεως ἀναλαβεῖν προστάττω, καὶ ἐπὶ τῆς γῆς σύρεσθαι, καὶ ταύτην ἔχειν τροφήν, ὥστε μὴ ἐξεῖναί σοι λοιπὸν ἀνανεύειν ἄνω, ἀλλὰ διηνεκῶς ἐν ταύτῃ τυγχάνειν τῇ καταστάσει, καὶ παρὰ πάντα λοιπὰ τὰ θηρία τὴν γῆν σιτεῖσθαι· καὶ οὐδὲ τοῦτο μόνον, ἀλλὰ Καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικὸς, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς. Καὶ οὐδὲ τούτῳ ἀρκεσθήσομαι, τῷ ἐπὶ τῆς γῆς σύρεσθαί σε, ἀλλὰ καὶ ἐχθρὰν ἄσπονδόν σοι καταστήσω τὴν γυναῖκα· καὶ οὐκ αὐτὴν μόνην, ἀλλὰ καὶ τὸ σπέρμα αὐτῆς τῷ σπέρματί σου πολέμιον διηνεκῆ ἐργάσομαι. Αὐτός σου τηρήσει κεφαλὴν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν. Καὶ γὰρ τοσαύτην ἐκείνῳ μὲν παρέξω τὴν ἰσχύν, ὡς διηνεκῶς ἐπικεῖσθαι τῇ σῇ κεφαλῇ, σὲ δὲ τοῖς ἐκείνου ποσὶν ὑποκεῖσθαι. Ὅρα, ἀγαπητὲ, διὰ τῆς κατὰ τοῦ θηρίου τούτου τιμωρίας, ὅσην ἡμῖν ἐνδείκνυται τὴν κηδεμονίαν, ἣν περὶ τὴν τῶν ἀνθρώπων φύσιν ἔχει. Καὶ ταῦτα μὲν περὶ τοῦ αἰσθητοῦ ὄφεως· ἔξεστι δὲ τῷ βουλομένῳ μετὰ τοῦτο τηρεῖν τῶν ἐγγεγραμμένων τὴν ἀκολουθίαν, καὶ εἰδέναι, ὅτι εἰ περὶ τοῦ αἰσθητοῦ ταῦτα εἴρηται, πολλῷ μᾶλλον ἐκλαμβάνειν τὰ εἰρημένα δεῖ καὶ περὶ τοῦ νοητοῦ ὄφεως. Καὶ γὰρ καὶ ἐκεῖνον ὑπὸ τοὺς πόδας ἡμῶν ταπεινώσας κατήνεγκε, καὶ ἡμᾶς ἐπικεῖσθαι αὐτοῦ τῇ κεφαλῇ πεποίηκεν. Ἢ οὐχὶ τοῦτο σημαίνει λέγων, Πατεῖτε ἐπάνω ὄφεων καὶ σκορπίων; Εἶτα ἵνα μὴ νομίσωμεν περὶ τῶν αἰσθητῶν θηρίων ταῦτα εἰρῆσθαι, ἐπήγαγε· Καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ. Εἴδετε καὶ ἐκ τῆς ἐπαχθείσης τῷ ὀργάνῳ τοῦ διαβόλου τιμωρίας τὴν ὑπερβάλλουσαν τοῦ Θεοῦ φιλανθρωπίαν; Ἔλθωμεν πάλιν, ει δοκεῖ, ἐπὶ τὴν γυναῖκα. Ἐπειδὴ γὰρ οὗτος τὴν ἀπάτην εἰσήγαγε, διὰ τοῦτο οὗτος πρῶτος τὴν τιμωρίαν ἐδέξατο· καὶ ἐπειδὴ πρώτην τὴν γυναῖκα ἠπάτησε, καὶ τότε ἐκείνη τὸν ἄνδρα συγκατέσπασε, διὰ τοῦτο ἐκείνην πρῶτον τιμωρεῖται τιμωρίαν νουθεσίαν πολλὴν ἔχουσαν. Καὶ τῇ γυναικὶ εἶπε· Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα· καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Ὅρα Δεσπότου ἀγαθότητα, ὅσῃ κέχρηται τῇ ἡμερότητι μετὰ τὴν τοσαύτην παράβασιν. Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου. Ἐγὼ μὲν ἠβουλήθην, φησὶν, ἀνώδυνον καὶ ἀταλαίπωρόν σε ἔχειν ζωήν, πάσης λύπης καὶ ἀθυμίας ἀπηλλαγμένην, καὶ πάσης ἡδονῆς πεπληρωμένην καὶ μηδενὸς αἰσθάνεσθαι τῶν σωματικῶν σῶμα περικειμένην· ἐπειδὴ δὲ οὐκ ἐχρήσω εἰς δέον τῇ τοσαύτῃ ἀνέσει, ἀλλ' ἡ περιουσία τῶν ἀγαθῶν εἰς τοσαύτην σε ἀγνωμοσύνην ἤγαγε, διὰ τοῦτό σοι χαλινὸν ἐπιτίθημι, ὥστε μὴ ἐπὶ πλέον ἀποσκιρτῆσαι, καὶ λύπαις καὶ στεναγμοῖς σε καταδικάζω. Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα. Τὴν ὑπόθεσιν, φησὶ, τῆς πολλῆς εὐφροσύνης, καὶ τῶν τέκνων τὴν διαδοχὴν ἀπὸ λύπης ἄρχεσθαί σοι παρασκευάσω, ἵνα διηνεκῆ ἔχῃς καὶ αὐτὴ τὴν ὑπόμνησιν διὰ τῶν καθ' ἕκαστον καιρὸν ὠδίνων, καὶ τῶν λυπηρῶν τῶν καθ' ἑκάστην τικτομένων, πόσον τῆς ἁμαρτίας ταύτης καὶ τῆς παρακοῆς τὸ μέγεθος, καὶ μὴ τοῦ χρόνου προϊόντος λήθῃ παραδῷς τὸ γεγενημένον, ἀλλ' εἰδέναι ἔχῃς ὡς ἡ ἀπάτη τούτων σοι αἴτιος γεγένηται. Διὰ τοῦτο Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα. Τὰς ὠδῖνας ἐνταῦθα αἰνίττεται καὶ τὸν πολὺν κάματον ἐκεῖνον, ὃν ὑπομένειν ἀνάγκη,
way I command you also to take up another form of moulding, and to be dragged upon the earth, and to have this for nourishment, so that it may no longer be lawful for you henceforth to lift your head upward, but continually to chance to be in this state, and beyond all the rest of the wild beasts to feed upon the earth; and not this alone, but: And I will put enmity between you and the woman, and between your seed and her seed. And not even with this shall I be content—with your being dragged upon the earth—but I shall also render the woman a truceless enemy to you; and not her alone, but her seed also I shall work as a continual foe to your seed. He shall watch your head, and you shall watch his heel. For I shall afford him so great strength as continually to press upon your head, while you lie beneath his feet. Behold, beloved, through the punishment against this beast, how great provident care He displays to us, which He holds concerning the nature of men. And these things indeed are concerning the sensible serpent; yet it is lawful for him who wishes after this to observe the sequence of the things written, and to know that if these things have been said concerning the sensible serpent, much more must we understand what has been said concerning the intelligible serpent also. For He humbled and brought that one also down beneath our feet, and made us to press upon his head. Or does He not signify this when saying: Tread upon serpents and scorpions? Then, lest we should suppose these things to have been said concerning sensible beasts, He added: And upon all the power of the Enemy. Did you see from the punishment brought upon the instrument of the devil also the surpassing loving-kindness of God? Let us come again, if it seems good, to the woman. For since this one brought in the deceit, on this account this one first received the punishment; and since he first deceived the woman, and then she dragged down the man along with her, on this account He first punishes her with a punishment holding much admonition. And to the woman He said: Multiplying I will multiply your sorrows and your groaning; in sorrows you shall bring forth children; and towards your husband shall be your turning, and he shall be lord over you. Behold the goodness of the Master, how great gentleness He employs after so great a transgression. Multiplying I will multiply your sorrows and your groaning. I indeed wished, He says, that you should have a painless and untroubled life, freed from all sorrow and despondency, and filled with every pleasure, and, though clad in a body, to perceive none of bodily things; yet since you did not employ so great ease for what was fitting, but the abundance of good things led you into so great ingratitude, on this account I put a bridle upon you, so that you may not leap away further, and I condemn you to sorrows and groanings. Multiplying I will multiply your sorrows and your groaning; in sorrows you shall bring forth children. The ground, He says, of much gladness, and the succession of children, I shall cause for you to begin from sorrow, so that you yourself also may continually have the remembrance, through the birth-pangs at each season and the grievous things born each day, of how great is the magnitude of this sin and disobedience, and lest as time advances you should hand over to forgetfulness what has come to pass, but may be able to know that the deceit has become for you the cause of these things. On this account: Multiplying I will multiply your sorrows and your groaning; in sorrows you shall bring forth children. Here He hints at the birth-pangs and that much toil which it is necessary to endure,
Notes, col. 143

On the reading

Printed ει, for εἰ.

PG 53:144Read from the page
καθάπερ φορτίον ἐν μησὶ τοσούτοις τὸ βρέφος βαστάζουσαν, καὶ τὰς κατὰ μέρος φυομένας ἐντεῦθεν ἀλγηδόνας, καὶ τῶν μελῶν τὸν διασπασμόν, καὶ τὰς ὀδύνας ἐκείνας τὰς ἀφορήτους, ἃς ἐκεῖναι μόναι ἴσασιν αἱ διὰ τῆς πείρας ἐλθοῦσαι.
carrying the babe just as a burden in so many months, and the pains growing up therefrom part by part, and the rending asunder of the limbs, and those unbearable pangs which those women alone know who have come through experience.
ηʹ. Ἀλλ' ὅμως τοσαύτην ὁ φιλάνθρωπος Θεὸς παρέσχε μετὰ τῶν λυπηρῶν τὴν παραμυθίαν, ὡς ἰσόρῥοπον εἶναι τὴν διὰ τὸ τεχθὲν βρέφος εὐφροσύνην τῶν ὠδίνων ἐκείνων τῶν ἐν τοσούτοις μησὶ τὴν γαστέρα διακοπτουσῶν. Αἱ γὰρ τοσοῦτον πόνον ὑπομένουσαι, καὶ οὕτως ὑπὸ τῶν ἀλγηδόνων σπαραττόμεναι, καὶ ὡς εἰπεῖν πρὸς αὐτὴν τὴν ζωὴν ἀπαγορεύουσαι, μετὰ τὸ τεκεῖν καὶ τῆς ἀπὸ τῶν καμάτων εὐφροσύνης ἀπολαῦσαι, πάλιν ὥσπερ ἐπιλαθόμεναι τῶν γεγενημένων ἁπάντων ἑαυτὰς ἐκδιδόασι πρὸς τὴν τῶν τέκνων γονήν, τοῦ φιλανθρώπου Θεοῦ οὕτως οἰκονομήσαντος πρὸς σύστασιν τῆς τῶν ἀνθρώπων σωτηρίας. Ἡ γὰρ ἐλπὶς ἀεὶ τῶν μελλόντων ἀγαθῶν κούφως ποιεῖ φέρειν τὰ παρόντα λυπηρά. Καὶ τοῦτο ἴδοι τις ἂν καὶ τοὺς ἐμπόρους ὑπομένοντας, καὶ μακρὰ πελάγη διαπερῶντας, καὶ ναυαγίων ἀνεχομένους καὶ πειρατῶν, καὶ μετὰ τοὺς πολλοὺς κινδύνους ἐκείνους πολλάκις καὶ διαμαρτόντας τῆς προσδοκίας, καὶ μηδὲ οὕτως ἀποστάντας, ἀλλὰ πάλιν τῶν αὐτῶν ἁπτομένους. Τοῦτο καὶ ἐπὶ τῶν γηπόνων ἔστιν εἰπεῖν· καὶ γὰρ καὶ οὗτοι ὅτε βαθεῖαν αὔλακα ἀνατέμωσι, καὶ πολλὴν τὴν ἐπιμέλειαν τῆς γῆς ἐπιδείξωνται, καὶ δαψιλῆ τὰ σπέρματα καταβάλωσι, πολλάκις αὐχμοῦ γενομένου ἢ ἐπομβρίας, ἢ πρὸς αὐτῷ τῷ τέλει τῶν δραγμάτων ἐρυσίβης κατενεχθείσης, τῆς ἐλπίδος διήμαρτον· ἀλλ' οὐδὲ οὕτως ἀφίστανται, ἀλλὰ πάλιν τοῦ καιροῦ καταλαβόντος, ἅπτονται τῆς γεωργίας. Καὶ τοῦτο ἐφ' ἑκάστου εὕροι τις ἂν ἐπιτηδεύματος γινόμενον. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ γυνὴ καὶ αὐτὴ πολλάκις μετὰ τοὺς πολλοὺς μῆνας ἐκείνους, μετὰ τὰς ὠδῖνας τὰς ἀφορήτους, μετὰ τὰς νύκτας τὰς ἀΰπνους, μετὰ τὸν τῶν μελῶν διασπασμόν, μικρᾶς τινος περιστάσεως γενομένης, πρὸ τοῦ προσήκοντος καιροῦ τὸ βρέφος ὠθήσασα ἀμόρφωτον καὶ ἀδιατύπωτον, ἢ μεμορφωμένον μὲν, οὐκ ἄρτιον δὲ, οὐδὲ ὑγιὲς, ἢ καὶ νεκρὸν πολλάκις, μόλις τὸν κίνδυνον διέφυγε, καὶ ὅμως ὥσπερ ἐπιλαθομένη τούτων ἁπάντων, τῶν αὐτῶν ἀνέχεται, καὶ τὰ αὐτὰ ὑπομένει. Καὶ τί λέγω τὰ αὐτά; Πολλάκις καὶ συναποθανεῖν τῷ τεχθέντι συνέβη, καὶ οὐδὲ τοῦτο τὰς λοιπὰς ἐσωφρόνισε καὶ ἀνέπεισε φυγεῖν τὸ πρᾶγμα· τοσαύτην ὁ Θεὸς ἐγκατέσπειρε τοῖς λυπηροῖς τὴν ἡδονὴν ὁμοῦ καὶ τὴν εὐφροσύνην. Διὰ τοῦτο ἔλεγε, Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα. Τοῦτο τοίνυν καὶ ὁ Χριστὸς διαλεγόμενος τοῖς μαθηταῖς καὶ δεικνὺς καὶ τῆς ὀδύνης τὸ μέγεθος καὶ τῆς εὐφροσύνης τὴν ὑπερβολήν, ἔλεγεν· Ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· εἶτα παραστῆσαι ἡμῖν βουλόμενος ὅπως τὰ μὲν τῆς λύπης ἀθρόον ἐκποδὼν γίνεται, τὰ δὲ τῆς χαρᾶς καὶ τῆς εὐφροσύνης διαδέχεται, φησίν· Ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν, ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. Εἶδες κηδεμονίαν ὑπερβάλλουσαν; εἶδες τιμωρίαν νουθεσίας πεπληρωμένην; Ἐν λύπαις τέξῃ τέκνα. Εἶτα, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Μονονουχὶ ἀπολογούμενος πρὸς τὴν γυναῖκα ὁ φιλάνθρωπος Θεὸς ταῦτά φησιν, ὅτι Ἐγὼ μὲν ἐξ ἀρχῆς ὁμότιμόν σε ἐδημιούργησα, καὶ τῆς αὐτῆς ἀξίας ἐν ἅπασιν αὐτῷ κοινωνεῖν ἠβουλήθην, καὶ ὥσπερ τῷ ἀνδρὶ, οὕτω καὶ σοὶ τὴν κατὰ πάντων ἀρχὴν ἐνεχείρισα· ἀλλ' ἐπειδὴ οὐκ ἐχρήσω εἰς δέον τῇ ὁμοτιμίᾳ· διὰ τοῦτό σε ὑποτάττω τῷ ἀνδρὶ, Καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Ἐπειδὴ καταλιποῦσα τὸν ὁμότιμον, καὶ τὸν τῆς αὐτῆς σοι φύσεως κοι-
8. Nevertheless God Who loves mankind afforded so great comfort along with the grievous things that the gladness on account of the babe born is equally balanced with those birth-pangs that cut through the womb in so many months. For the women who endure so great toil, and are thus torn by pains, and, so to speak, despair of life itself, after giving birth and enjoying the gladness from their labours, again, just as if having forgotten all that has come to pass, give themselves up to the begetting of children, God Who loves mankind having thus ordered it for the maintenance of the preservation of men. For the hope of coming good things ever makes one bear present grievous things lightly. And one may see merchants also enduring this, and crossing wide seas, and bearing with shipwrecks and pirates, and after those many perils often failing also of their expectation, and not even so standing aloof, but again laying hold of the same things. This it is possible to say in the case of tillers of the soil also; for these too, when they cut up a deep furrow, and display much care of the earth, and cast abundant seeds, often, when drought or heavy rain comes to pass, or at the very end of the sheaves when blight has been brought down, have failed of their hope; yet not even so do they stand aloof, but again, when the season overtakes them, they lay hold of husbandry. And one may find this coming to pass in the case of each pursuit. In the very same way the woman herself also, often after those many months, after the unbearable birth-pangs, after the sleepless nights, after the rending asunder of her limbs, when some slight mishap has come to pass, having thrust forth the babe before the fitting season unformed and unshaped—or formed indeed, yet not sound in limb, nor healthy, or often even dead—scarcely escaped the peril, and nevertheless, just as if having forgotten all these things, she bears with the same things and endures the same things. And why do I say the same things? Often it has befallen her even to die along with the child born, and not even this chastened the rest and persuaded them to flee the matter; so great pleasure at once and gladness did God sow within the grievous things. On this account He said: Multiplying I will multiply your sorrows and your groaning; in sorrows you shall bring forth children. Christ also, therefore, conversing with His disciples and showing both the magnitude of the pain and the surpassing greatness of the gladness, said this: A woman, whenever she gives birth, has sorrow, because her hour has come; then, wishing to set before us how the things of sorrow suddenly pass out of the way, while the things of joy and gladness succeed, He says: Yet whenever she has borne the child, she no longer remembers the affliction on account of the joy that a man has been born into the world. Did you see surpassing provident care? Did you see punishment filled with admonition? In sorrows you shall bring forth children. Then: Towards your husband shall be your turning, and he shall be lord over you. All but making a defence to the woman, God Who loves mankind says these things: I indeed from the beginning fashioned you equal in honour, and wished you to share the same dignity with him in all things, and just as to the man, so to you also I entrusted rule over all things; yet since you did not employ equality of honour for what was fitting, on this account I subject you to the man: And towards your husband shall be your turning, and he shall be lord over you. Since, having left him who is equal in honour, and sharer of the same nature with you-
PG 53:145Read from the page
νωνοῦντα, καὶ δι' ὃν ἐδημιουργήθης, τῷ πονηρῷ θηρίῳ τῷ ὄφει εἰς ὁμιλίαν ἐλθεῖν ἠβουλήθης, καὶ τὴν παρ' ἐκείνου δέξασθαι συμβουλήν· διὰ τοῦτό σε λοιπὸν τούτῳ ὑποτάττω, καὶ τοῦτόν σου κύριον ἀποφαίνω, ὥστε τὴν τούτου δεσποτείαν ἐπιγινώσκειν, καὶ ἐπειδὴ οὐκ ἔγνως ἄρχειν, μάθε καλῶς ἄρχεσθαι. Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Βέλτιόν σε ὑπὸ τοῦτον εἶναι, καὶ ὑπὸ τὴν τούτου δεσποτείαν τυγχάνειν, ἢ ἀδείας ἀπολαύουσαν καὶ ἐξουσίας κατὰ κρημνῶν φέρεσθαι. Ἐπεὶ καὶ ἵππῳ λυσιτελὲς ἂν γένοιτο χαλινὸν ἔχειν, καὶ εὔτακτα βαδίζειν, ἢ ἄνευ τούτου κατὰ κρημνῶν φέρεσθαι. Τὸ συμφέρον τοίνυν σκοπῶν τὸ σὸν, πρὸς τοῦτόν σε ἔχειν τὴν ἀποστροφὴν βούλομαι, καὶ καθάπερ σῶμα κεφαλῇ ἕπεσθαι, καὶ τὴν δεσποτείαν μεθ' ἡδονῆς ἐπιγινώσκειν. Οἶδα ὅτι ἀπεκάμετε πρὸς τὸ μῆκος τῶν εἰρημένων· ἀλλὰ διεγέρθητε μικρὸν, παρακαλῶ, μὴ ἀτέλεστον τὴν δίκην καταλίπωμεν, μηδὲ ἀφέντες ἔτι τὸν δικαστὴν καθήμενον ἀναχωρήσωμεν· καὶ γὰρ πρὸς αὐτὸ τὸ τέλος λοιπὸν ἀπηντήκαμεν.
sharing, and on Whose account you were fashioned, you wished to enter into converse with that wicked beast the serpent and to accept counsel from him; on this account I henceforth subject you to this man, and declare him your lord, so that you may recognize his authority, and since you did not know how to rule, learn to be ruled well. Towards your husband shall be your recourse, and he shall have dominion over you. It is better for you to be under him and to abide under his authority than, enjoying licence and power, to be swept down precipices. Since for a horse too it would be profitable to have a bridle and walk in orderly fashion, rather than without it to be borne down precipices. Looking, therefore, to your own advantage, I will that you have your recourse towards him, and follow him just as a body follows a head, and recognize his authority gladly. I know that you have grown weary at the length of what has been said; yet rouse yourselves a little, I pray, lest we leave the trial unfinished, and lest we depart leaving the Judge still sitting; for indeed we have now arrived at the very end.
θʹ. Ἴδωμεν τοίνυν τί μετὰ τὴν γυναῖκα πρὸς τὸν ἄνδρα φησὶ, καὶ ποίαν καὶ τούτῳ τιμωρίαν ἐπάγει. Τῷ δὲ Ἀδὰμ εἶπεν, Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου, καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες· ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου. Ἐν λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φάγῃ τὸν χόρτον τοῦ ἀγροῦ. Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης· ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. Μεγάλη καὶ ἄφατος καὶ ἐντεῦθεν δείκνυται ἡ περὶ τὸν ἄνθρωπον τοῦ Δεσπότου κηδεμονία· ἀλλ' ἀκούσωμεν ἀκριβῶς ἕκαστον τῶν εἰρημένων· Τῷ δὲ Ἀδὰμ εἶπεν, Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου, καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες. Ἐπειδὴ ἤκουσας, φησὶ, τῆς γυναικός σου καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, καὶ τῆς ἐμῆς ἐντολῆς προετίμησας τὴν παρ' ἐκείνης συμβουλὴν, καὶ οὐκ ἠβουλήθης τοῦ ξύλου τοῦ ἑνὸς τούτου μόνου ἀποσχέσθαι, οὗ ἐνετειλάμην σοι μὴ φαγεῖν (μὴ γὰρ πολλῶν σε ἀπέχεσθαι ἐκέλευσα; Ἑνὸς μόνου, καὶ οὐδὲ τούτου ἠνέσχου, ἀλλ' ἐπιλαθόμενος τῶν ἐμῶν ἐντολῶν ἐπείσθης τῇ γυναικί)· διὰ τοῦτο μαθήσῃ δι' αὐτῶν τῶν ἔργων, ὅσον εἰργάσω κακόν.
9. Let us see, then, what He says to the man after the woman, and what manner of punishment He lays upon him also. And to Adam He said: Because you listened to the voice of your wife, and ate from the tree of which I commanded you of this alone not to eat, from it you ate: cursed is the earth in your works. In sorrows shall you eat of it all the days of your life. Thorns and thistles shall it bring forth to you, and you shall eat the herb of the field. In the sweat of your face shall you eat your bread, until you return into the earth from which you were taken; for earth you are, and to earth you shall depart. Great and ineffable hereby also is shown the Master's care for man; yet let us hear each of the things spoken with precision: And to Adam He said: Because you listened to the voice of your wife, and ate from the tree of which I commanded you of this alone not to eat, from it you ate. Since you listened, He says, to your wife and ate from the tree, and preferred the counsel from her above My commandment, and did not wish to abstain from this one tree alone, from which I commanded you not to eat (for did I bid you abstain from many? From one alone, and not even this did you endure, but forgetting My commandments you obeyed your wife); on this account you shall learn through the very deeds themselves how great an evil you have wrought.
Ἀκουέτωσαν ἄνδρες· ἀκουέτωσαν γυναῖκες· οἱ μὲν, ἵνα μὴ ἀνέχωνται τῶν πονηρὰ συμβουλευουσῶν· αἱ δὲ, ἵνα μὴ τοιαῦτα συμβουλεύωσιν. Εἰ γὰρ οὗτος ἐπὶ τὴν γυναῖκα τὴν αἰτίαν μεταγαγὼν, οὐδεμιᾶς ἠξιώθη συγγνώμης, ποίαν ἄν τις ἀπολογίαν σχοίη λέγων, ὅτι διὰ τὴν γυναῖκα τὸ καὶ τὸ ἥμαρτον, καὶ τὸ καὶ τὸ ἔπραξα; Διὰ τοῦτο γὰρ καὶ ὑπὸ τὴν δεσποτείαν γέγονε τὴν σὴν, καὶ κύριος αὐτῆς ἀπεφάνθης, ἵνα ἐκείνη σοι κατακολουθῇ, καὶ μὴ ἡ κεφαλὴ τοῖς ποσὶν ἕπηται. Ἀλλ' οὖν ἔστιν ἰδεῖν πολλάκις τὸ ἐναντίον συμβαῖνον, καὶ τὸν ἐν τάξει κεφαλῆς εἶναι ὀφείλοντα, οὐδὲ τῶν ποδῶν τὴν τάξιν ἐπέχοντα· καὶ τὴν ἐν τάξει ποδῶν οὖσαν, ταύτην ἐν τάξει λεφαλῆς καθισταμένην. Δι' ὃ καὶ ὁ μακάριος Παῦλος, ὁ τῆς οἰκουμένης διδάσκαλος, ταῦτα πάντα προορῶν ἐβόα· Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις; Ἀλλ' ὅμως καὶ ὁ ἀνὴρ πολλὴν τὴν φυλακὴν ἐπιδεικνύσθω, ὥστε τὰ ὀλέθρια συμβουλεύουσαν ἀποσείεσθσι, καὶ ἡ γυνὴ ἔναυλον
Let husbands hear; let wives hear: the former, that they may not tolerate wives who give evil counsel; and the latter, that they may not give such counsel. For if this man, having shifted the blame onto his wife, was deemed worthy of no pardon, what defence could anyone have in saying: Because of my wife I committed this and that sin, and did this and that? For on this account she also came under your authority, and you were declared her lord, so that she might follow you closely, and the head might not follow the feet. Yet one may often see the contrary happening, and him who ought to be in the rank of head not even holding the rank of the feet, while she who is in the rank of feet is set up in the rank of head. Wherefore the blessed Paul also, the teacher of the inhabited world, foreseeing all these things, cried aloud: For how do you know, wife, whether you will save your husband? Or how do you know, husband, whether you will save your wife? Nevertheless, let the husband also display great vigilance, so as to shake her off when she counsels ruinous things, and let the wife, keeping ringing in her ears
Notes, col. 145

On the reading

Printed λεφαλῆς, for κεφαλῆς.

Printed ἀποσείεσθσι, for ἀποσείεσθαι.

PG 53:146Read from the page
ἔχουσα τὴν τιμωρίαν ἣν ἐδέξατο ἡ Εὔα τὴν ὀλεθρίαν ἐκείνην συμβουλὴν εἰσαγαγοῦσα τῷ ἀνδρὶ, μὴ τολμάτω τοιαῦτα συμβουλεύειν, μηδὲ μιμείσθω τὴν Εὔαν, ἀλλὰ τῷ ὑποδείγματι σωφρονιζέσθω κἀκεῖνα συμβουλευέτω, ἃ καὶ αὐτὴν καὶ τὸν ἄνδρα πάσης ἀπαλλάξει κολάσεως καὶ τιμωρίας. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Τῷ δὲ Ἀδὰμ, φησὶν, εἶπεν ὁ Θεός· Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου, καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες. Ἐπειδὴ, φησὶ, τοσαύτῃ ῥᾳθυμίᾳ ἐχρήσω περὶ τὴν φυλακὴν τῆς παρ' ἐμοῦ δοθείσης ἐντολῆς, καὶ οὔτε ὁ φόβος, οὔτε τὸ προλαβόντα με διαστείλασθαι τὰ μέλλοντα συμβήσεσθαι ὑμῖν ἀπὸ τῆς βρώσεως, ὠφέλησέ τι, ἀλλ' εἰς τοσαύτην κακίαν ἐξώκειλας, ὡς μὴ δυνηθῆναι μηδὲ τοῦ ἑνὸς ἀποσχέσθαι ξύλου μετὰ τὴν τοσαύτην ἀπόλαυσιν· διὰ τοῦτο Ἐπικατάρατος ἔσται ἡ γῆ ἐν τοῖς ἔργοις σου. Ὅρα φιλανθρωπίαν Δεσπότου, πῶς μὲν τὸν ὄφιν τιμωρεῖται, πῶς δὲ τὸ λογικὸν τοῦτο ζῶον. Ἐκείνῳ γάρ φησιν, Ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς; ἐνταῦθα δὲ οὐχ οὕτως. Ἀλλὰ τί; Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου. Καὶ εἰκότως. Ἐπειδὴ γὰρ διὰ τὸν ἄνθρωπον παρήχθη, ἵνα οὕτως ἀπολαύειν δύνηται τῶν ἐξ αὐτῆς ἀναδιδομένων, διὰ τοῦτο πάλιν διὰ τὸν ἄνθρωπον ἁμαρτόντα ταύτῃ τὴν κατάραν ἐπιτίθησιν· ἐπειδὴ ἡ εἰς αὐτὴν κατάρα πάλιν τοῦ ἀνθρώπου ἐλυμαίνετο τῇ ἀνέσει καὶ τῇ ἀδείᾳ, Ἐπικατάρατος, φησὶν, ἡ γῆ ἐν τοῖς ἔργοις σου. Εἶτα ἵνα μάθῃς τί ἐστιν, Ἐπικατάρατος, ἐπήγαγεν, Ἐν λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Ὅρα ἑκάστην τιμωρίαν τῷ αἰῶνι παρεκτεινομένην, ἵνα μὴ μόνον αὐτοὶ κερδάνωσιν, ἀλλὰ καὶ οἱ εἰς τὸ ἑξῆς μέλλοντες γίνεσθαι δι' αὐτῶν τῶν πραγμάτων διδάσκωνται, πόθεν αὐτοῖς τὰ τῆς τιμωρίας ταύτης ἐπήχθη· Ἐν λύπαις, φησὶ, φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Εἶτα ἀκριβέστερον διδάσκων τῆς κατάρας τὸ εἶδος, καὶ τῆς λύπης τὴν αἰτίαν, ἐπήγαγεν· Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι. Ἰδοὺ τῆς κατάρας τὰ ὑπομνήματα. Ἀκάνθας, φησὶν, ἐκδώσει καὶ τριβόλους· ὥστε πολὺν τὸν πόνον καὶ τὴν ταλαιπωρίαν ἐργάσασθαι, καὶ μετὰ λύπης πάντα τὸν χρόνον διάγειν σε ποιήσω, ἵνα τοῦτο χαλινός σοι γένηται τοῦ μὴ ὑπὲρ ἀξίαν φαντάζεσθαι, ἀλλὰ διηνεκῶς ἔχῃς ἐννοεῖν τὴν σαυτοῦ οὐσίαν, καὶ μηδέποτε ἀνάσχῃ τοιαῦτα ἀπατηθῆναι. Καὶ φάγῃ τὸν χόρτον τοῦ ἀγροῦ. Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου. Ὅρα πῶς ἀπεναντίας τῆς προτέρας διαγωγῆς τὰ μετὰ τὴν παρακοὴν ἅπαντα αὐτῷ ἐπήχθη. Ἐγὼ μὲν γὰρ, φησὶ, παραγαγών σε εἰς τόνδε τὸν κόσμον ἠβουλήθην ἄνευ λύπης καὶ μόχθων καὶ ταλαιπωρίας καὶ ἄνευ ἱδρώτων διάγειν σε, καὶ ἐν ἀπολαύσει εἶναι καὶ εὐημερίᾳ, καὶ μηδὲ ταῖς τοῦ σώματος ἀνάγκαις ὑποκεῖσθαι, ἀλλὰ πάντων τούτων ἀπηλλάχθαι, καὶ ἐν ἐλευθερίᾳ πάσῃ τυγχάνειν. Ἐπειδὴ δὲ οὐκ ὤνησέ σε ἡ τοσαύτη ἄδεια, διὰ τοῦτο καὶ τὴν γῆν καταράσομαι, ὥστε μὴ ἄσπαρτά σοι καὶ ἀνήροτα, καθάπερ πρότερον, τὰ ἐξ αὐτῆς ἀναδιδόμενα παρέχειν, ἀλλὰ καὶ μετὰ πολλοῦ τοῦ πόνου, καὶ τοῦ μόχθου, καὶ τῆς ταλαιπωρίας, καὶ λύπαις σε διηνεκέσι καὶ ἀθυμίαις περιβαλῶ, καὶ μετὰ ἱδρώτων πάντα σε κατορθοῦν παρασκευάσω ἵνα τούτοις πιεζόμενος ἔχῃς διδασκαλίαν διηνεκῆ τοῦ μετριάζειν, καὶ τὴν ἑαυτοῦ φύσιν ἐπιγινώσκειν. Καὶ τοῦτο οὐ πρὸς ὀλίγον οὐδὲ πρὸς βραχὺν χρόνον ἔσται, ἀλλὰ παντὶ τῷ τῆς ζωῆς χρόνῳ παρεκταθήσεται. Ἐν ἱδρῶτι γὰρ τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης· ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.
the punishment which Eve received when she introduced that ruinous counsel to her husband, not dare to counsel such things, nor imitate Eve, but let her be chastened by the example and counsel those things as well which will deliver both her and her husband from all chastisement and punishment. Yet let us return to the matter before us. And to Adam, it says, God said: Because you listened to the voice of your wife, and ate from the tree of which I commanded you of this alone not to eat, from it you ate. Since, He says, you employed such great indolence regarding the keeping of the commandment given by Me, and neither fear nor My having forewarned you in advance of the things that would befall you from the eating profited aught, but you ran aground into such great wickedness as not to be able to abstain even from the one tree after so great an enjoyment; on this account Cursed shall be the earth in your works. See the loving-kindness of the Master: how He punishes the serpent on the one hand, and how this rational living being on the other. For to that one He says: Cursed are you from the earth; yet here not so. But what? Cursed is the earth in your works. And rightly so. For since it was brought forth on account of man, so that he might thus be able to enjoy the things yielded up out of it, on this account in turn He lays the curse upon it on account of man who sinned; since the curse upon it in turn marred man's ease and security, Cursed, He says, is the earth in your works. Then, that you may learn what Cursed means, He added: In sorrows shall you eat of it all the days of your life. See each punishment extended along the age, so that not only they themselves may gain, but also those who are to come hereafter may be taught through the very facts themselves whence the things of this punishment were brought upon them: In sorrows, He says, shall you eat of it all the days of your life. Then, teaching more precisely the form of the curse and the cause of the sorrow, He added: Thorns and thistles shall it bring forth to you. Behold the reminders of the curse. Thorns, He says, and thistles shall it yield forth; so as to work great toil and hardship, and I will cause you to pass all your time with sorrow, so that this may become a bridle for you not to imagine things above your worth, but that you may perpetually be mindful of your own substance, and never again endure to be thus deceived. And you shall eat the herb of the field. In the sweat of your face shall you eat your bread. See how in opposition to his former way of life all the things after the disobedience were brought upon him. For I indeed, He says, having brought you forth into this world, willed that you should pass your life without sorrow and toils and hardship and without sweat, and be in enjoyment and prosperity, and not even be subject to the necessities of the body, but be freed from all these and abide in all freedom. Yet since so great security did not profit you, on this account I will also curse the earth, so that it shall not furnish you the things yielded up out of it unsown and unploughed, just as before, but with much toil, and labour, and hardship as well, and I will encompass you with perpetual sorrows and despondencies, and will prepare you to accomplish all things with sweat, so that, pressed hard by these things, you may have a perpetual instruction to be moderate and to recognize your own nature. And this shall not be for a little while nor for a brief time, but shall be extended through the whole time of your life. For in the sweat of your face shall you eat your bread, until you return into the earth from which you were taken; for earth you are, and to earth you shall depart.