τὸν ἀγαθὸν Δεσπότην, πόσῃ τῇ συγκαταβάσει πάλιν κέχρηται, καὶ ἀξιοῖ καὶ ταύτην τῆς παρ' αὐτοῦ ἀποκρίσεως. Καὶ εἶπε, φησὶν, ὁ Θεὸς τῇ γυναικί· Τί τοῦτο ἐποίησας; Ἤκουσας, φησὶ, τοῦ ἀνδρὸς ἐπὶ σὲ τὴν αἰτίαν μεταφέροντος, καὶ τὸ πᾶν ἐπιγράφοντός σοι τῇ πρὸς βοήθειαν αὐτοῦ δεδομένῃ, καὶ διὰ τοῦτο παραχθείσῃ, ἵνα τὴν παρὰ σαυτῆς παραμυθίαν εἰσαγάγῃς αὐτῷ, οἷα δὴ ὁμογενὴς καὶ τῆς αὐτῆς αὐτῷ φύσεως κοινωνοῦσα. Τίνος οὖν ἕνεκεν τοῦτο ἐποίησας, ὦ γύναι; καὶ διὰ τί καὶ σαυτῇ καὶ τῷ ἀνδρὶ τοσαύτης αἰσχύνης αἰτία κατέστης; Τί σοι τὸ ὄφελος γέγονεν ἀπὸ τῆς τοσαύτης ἀκρασίας; τί σοι τῆς ἀπάτης τὸ κέρδος, ἣν ἑκοῦσα ἠπατήθης, καὶ τὸν ἄνδρα κοινωνὸν τῆς ἀπάτης εἰργάσω; Τί οὖν ἡ γυνή· Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον. Ὅρα καὶ ταύτην ἐν πολλῇ δειλίᾳ καθεστῶσαν, καὶ ἀπολογουμένην ὑπὲρ τῶν ἡμαρτημένων. Καθάπερ γὰρ ὁ ἀνὴρ τὴν αἰτίαν ἐπὶ τὴν γυναῖκα ἔδοξε μετάγειν λέγων· Ἡ γυνὴ ἤνεγκε, καὶ ἔδωκέ μοι, καὶ ἔφαγον· οὕτω καὶ αὕτη οὐδεμίαν εὑρίσκουσα ἀποφυγὴν ὁμολογεῖ τὸ γεγενημένον, καί φησιν, Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον. Τὸ πονηρὸν ἐκεῖνο, φησὶ, θηρίον τοῦτον ἡμῖν τὸν ὄλισθον προεξένησεν, ἐκείνου ἡ ὀλέθριος συμβουλὴ εἰς ταύτην ἡμᾶς τὴν αἰσχύνην ἤνεγκεν, ἐκεῖνός με ἠπάτησε, καὶ ἔφαγον. Μὴ ἁπλῶς παρατρέχωμεν, ἀγαπητοὶ, τὰ λεγόμενα, ἀλλ' ἀκριβῶς διερευνώμενοι πολλὴν ἐντεῦθεν καρπωσώμεθα τὴν ὠφέλειαν. Δικαστήριον γάρ ἐστι φοβερὸν, καὶ φρίκης γέμον, καὶ δεῖ πάντα μετὰ ἀσφαλείας ἀκούσαντας πολὺν τὸν ἀπὸ τῶν λεγομένων θησαυρὸν ἐναποτίθεσθαι τῇ διανοίᾳ. Σκόπει γὰρ καὶ τὸν ἄνδρα λέγοντα, ὅτι Ἡ γυνὴ ἣν ἔδωκας μετ' ἐμοῦ, αὕτη μοι ἔδωκε, καὶ ἔφαγον. Οὐδαμοῦ ἀνάγκη, οὐδαμοῦ βία, ἀλλὰ προαίρεσις καὶ γνώμη· ἔδωκε μόνον, οὐκ ἠνάγκασεν, οὐκ ἐβιάσατο. Καὶ αὕτη πάλιν ἀπολογίαν συντιθεῖσα, οὐκ εἶπεν· Ὁ ὄφις ἠνάγκασέ με, καὶ ἔφαγον. Ἀλλὰ τί; Ὁ ὄφις ἠπάτησέ με· τοῦ δὲ ἀπατηθῆναι, καὶ μὴ ἀπατηθῆναι κυρία ἦν. Ὁ ὄφις, φησὶν, ἠπάτησέ με. Ὁ γὰρ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡμετέρας ἐνεργήσας διὰ τοῦ πονηροῦ ἐκείνου θηρίου, καὶ τὴν συμβουλὴν εἰσαγαγὼν ἠπάτησεν, οὐκ ἠνάγκασεν, οὐδὲ ἐβιάσατο, ἀλλὰ διὰ τῆς ὀλεθρίας συμβουλῆς τὴν ἀπάτην εἰς ἔργον ἤγαγεν, ἐπειδὴ εὗρε τὴν γυναῖκα εὐκόλως δυναμένην δέξασθαι τὴν ἀπάτην τὴν πάσης συγγνώμης ἀπεστερημένην. Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον. Ὅρα τοίνυν τὸν ἀγαθὸν Δεσπότην ἀρκούμενον αὐτῶν τοῖς ῥήμασι, καὶ οὐδὲν περαιτέρω καταναγκάζοντα λέγειν. Ἐπειδὴ γὰρ οὐκ ἀγνοῶν ταῦτα ἠρώτα, ἀλλ' εἰδὼς, καὶ σφόδρα εἰδὼς, ἵνα δὲ τὴν οἰκείαν φιλανθρωπίαν ἐπιδείξηται, συγκαταβαίνει αὐτῶν τῇ ἀσθενείᾳ, καὶ ἐκκαλεῖται αὐτοὺς εἰς ὁμολογίαν τῶν ἐπταισμένων. Διὰ τοῦτο οὖν οὐδὲν πλέον ἐρωτᾷ. Ἐχρῆν γὰρ ἄρα μαθεῖν καὶ τὸ εἶδος τῆς ἀπάτης· ἀλλ' ἵνα ἡμῖν δείξῃ ὅτι οὐκ ἀγνοίας ἦν ἡ ἐρώτησις, ἀρκεῖται τοῖς ῥηθεῖσιν. Εἰποῦσα γὰρ, Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον, ἐκείνην ᾐνίξατο τὴν ὀλεθρίαν συμβουλὴν, ἣν ἐδέξατο παρὰ τοῦ διαβόλου διὰ τοῦ ὄφεως, ὅτι Ἔσεσθε μετὰ τὴν βρῶσιν ὡς θεοί. Εἴδετε μεθ' ὅσης ἀκριβείας ἠρωτήθη ὁ Ἀδάμ; μεθ' ὅσης ἀνεξικακίας εἰσήχθη εἰς τὸ δικαστήριον καὶ ἡ γυνή; πῶς ἑκάτερος αὐτῶν τὴν ἀπολογίαν ἐποιήσατο; Βλέπετε λοιπὸν ἐνταῦθα τῆς ἀφάτου φιλανθρωπίας τοῦ δικαστοῦ τὴν ὑπερβολήν. Ἐπειδὴ γὰρ εἶπεν ἡ γυνὴ, ὅτι Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον· οὐκέτι λοιπὸν ἀποκρίσεως ἀξιοῖ τὸν ὄφιν, οὐδὲ ἀπολογίας χώραν
the good Master, how great condescension He again employs, and deems her also worthy of the answer from Him. And God said, it says, to the woman: Why did you do this? You heard, He says, your husband transferring the blame unto you, and inscribing the whole to you who were given for his help, and brought forth on this account, so that you might bring in for him the comfort from yourself, inasmuch as akin and sharing the same nature with him. For what cause, then, did you do this, O woman? And why did you become the cause of so great shame both to yourself and to your husband? What profit has come to you from so great incontinence? What gain to you from the deceit wherewith of your own will you were deceived, and wrought your husband also a sharer of the deceit? What then says the woman? The serpent deceived me, and I ate. Behold her also set in much cowardice, and making a defence on behalf of her sins. For just as the man seemed to shift the blame unto the woman, saying: The woman brought, and gave to me, and I ate; so she also, finding no escape, confesses what has come to pass, and says: The serpent deceived me, and I ate. That wicked beast, she says, procured this slip for us; his pernicious counsel brought us into this shame; he deceived me, and I ate. Let us not merely run past the things said, beloved, but, searching them out exactly, let us reap much benefit therefrom. For it is a fearful tribunal, and full of shuddering, and we must, having heard all things with secure care, store up in our understanding much treasure from the things said. For consider the man also saying: The woman whom Thou gavest to be with me, she gave to me, and I ate. Nowhere is there necessity, nowhere force, but choice and purpose: she merely gave, she did not compel, she did not force. And she again, putting together a defence, did not say: The serpent compelled me, and I ate. Nay, what? The serpent deceived me; whereas she was mistress of being deceived and not being deceived. The serpent, she says, deceived me. For the enemy of our salvation, having worked through that wicked beast, and having brought in his counsel, deceived—he did not compel, nor did he force, but through his pernicious counsel brought the deceit into effect, since he found the woman easily able to receive the deceit that is deprived of all pardon. The serpent deceived me, and I ate. Behold, therefore, the good Master content with their words, and compelling them to say nothing further. For since He inquired these things not in ignorance, but knowing, and knowing full well, yet so that He might display His own loving-kindness, He condescends to their weakness and calls them forth unto confession of their stumblings. On this account, therefore, He inquires nothing more. For else He ought to have learned also the kind of deceit; yet so that He may show us that the inquiry was not out of ignorance, He is content with what has been spoken. For having said, The serpent deceived me, and I ate, she hinted at that pernicious counsel which she received from the devil through the serpent: You shall be after the eating as gods. Did you see with how great exactness Adam was questioned? With how great forbearance the woman also was brought into the tribunal? How each of them made his defence? Behold henceforth here the surpassing greatness of the ineffable loving-kindness of the judge. For since the woman said, The serpent deceived me, and I ate, no longer henceforth does He deem the serpent worthy of an answer, nor room for a defence