Migne Reading Room

PG 53 · cols. 133–134 · Read from the page

In Genesin Homilia XVI (ΟΜΙΛΙΑ ΙϚʹ; Gen. 2:25–3:7)

In Genesin Homilia XVI (ΟΜΙΛΙΑ ΙϚʹ; Gen. 2:25–3:7)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:133Read from the page
αὐτὸ γέγονεν ἡ παράβασις τῆς ἐντολῆς, καὶ ἐξ ἐκείνου λοιπὸν τῆς ἁμαρτίας ἐπεισῆλθεν ἡ γνῶσις, καὶ ἡ αισχύνη. διὰ τοῦτο οὕτως ἐκέκλητο. Ἔθος γὰρ τῇ θείᾳ Γραφῇ ἀπὸ τῶν συμβαινόντων πραγμάτων τὴν ὀνομασίαν τοῖς τόποις ἐπιτιθέναι, ἔνθα ἂν συμβαίνῃ τὰ πράγματα. Διὰ τοῦτο οὖν καὶ τὸ ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ ὠνόμασεν ἡ θεία Γραφὴ, ἐπειδὴ περὶ αὐτὸ ἦν ἡ παράβασις καὶ ἡ φυλακὴ τῆς ἐντολῆς. Ὁ γὰρ φιλάνθρωπος Δεσπότης ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων παιδεύων τὸν ἄνθρωπον, καὶ διδάξαι βουλόμενος αὐτὸν, ὅτι ἔχει δημιουργὸν καὶ ποιητὴν τὸν τὰ ὁρώμενα πάντα παραγαγόντα, καὶ αὐτὸν διαπλάσαντα, διὰ τῆς μικρᾶς ταύτης ἐντολῆς τὴν οἰκείαν αὐτῷ δεσποτείαν δεικνύναι ἐβούλετο· καὶ ὡσανεὶ δεσπότης φιλότιμος οἶκον μέγαν καὶ θαυμαστόν τινι παρεσχηκὼς πρὸς ἀπόλαυσιν, οὐ τὴν ἀξίαν τιμὴν, ἀλλὰ βραχύ τι μέρος λαμβάνειν βούλεται, ὥστε καὶ αὐτῷ τὰ τῆς δεσποτείας φυλάττεσθαι, κἀκεῖνον ἀκριβῶς ειδέναι, ὡς οὐ τῆς κτήσεως δεσπότης ἐστὶν, ἀλλὰ χάριτι καὶ φιλοτιμίᾳ τῆς χρήσεως ἀπολαύει· οὕτω καὶ ὁ Δεσπότης ὁ ἡμέτερος πάντα τὰ ὁρώμενα ἐμπιστεύσας τῷ ἀνθρώπῳ, καὶ τὴν ἐν τῷ παραδείσῳ διαγωγὴν, καὶ πάντων τῶν ἐν αὐτῷ παρεσχηκὼς τὴν ἀπόλαυσιν, ἵνα μὴ κατὰ μικρὸν ὑποσυρεὶς τὴν διάνοιαν, νομίσῃ αὐτόματα εἶναι τὰ ὁρώμενα, καὶ πλέον τι τῆς οἰκείας ἀξίας φαντασθῇ, κελεύει τοῦ ἑνὸς ἀπέχεσθαι ξύλου, σφοδρὸν τὸ ἐπιτίμιον ὁρίσας, ει παραβαίη, ἵνα ειδέναι ἔχῃ, ὡς ὑπὸ δεσπότην ἐστὶ, καὶ ὅτι καὶ τῶν λοιπῶν μετέχει διὰ τὴν τοῦ δεσπότου φιλοτιμίαν. Ἀλλ' ἐπειδὴ πολλῇ τῇ ἀπροσεξίᾳ χρησάμενος, ἅμα τῇ γυναικὶ εις τὴν ὄλισθον τοῦτον κατέπεσεν ἐκ τοῦ παραβῆναι τὴν δοθεῖσαν ἐντολὴν, καὶ τοῦ ξύλου ἀπογεύσασθαι, διὰ τοῦτο ξύλον αὐτὸ γνωστὸν καλοῦ καὶ πονηροῦ ὠνόμασεν. Οὐκ ἐπειδὴ πρὸ τούτου ἠγνόει τὸ καλὸν καὶ τὸ πονηρὸν (οὕτω γὰρ οὐκ ἠγνόει, ὡς τὴν γυναῖκα πρὸς τὸν ὄφιν διαλεγομένην ειπεῖν, Εἶπεν ὁ Θεὸς, Οὐ φάγεσθε ἀπ' αὐτοῦ, ἵνα μὴ ἀποθάνητε· ὥστε ᾔδει ὅτι τιμωρία ὁ θάνατος ἦν, ει παραβῶσι τὴν ἐντολήν), ἀλλ' ἐπειδὴ μετὰ τὴν τούτου βρῶσιν καὶ τῆς ἄνωθεν ἐγυμνώθησαν δόξης, καὶ τῆς αισθητῆς γυμνώσεως πεῖραν ἔλαβον, διὰ τοῦτο γνωστὸν αὐτὴ καλοῦ καὶ πονηροῦ ὠνόμασεν, ἐπειδὴ περὶ αὐτὸ, ὡς ἂν εἴποι τις, ἡ γυμνασία ἦν τῆς ὑπακοῆς καὶ τῆς παρακοῆς.
it the transgression of the commandment took place, and from that point henceforth there entered in besides the knowledge of sin, and shame; on this account it had been so called. For it is the custom of divine Scripture from the things that happen to set names upon the places where the events happen. On this account, therefore, divine Scripture also named the tree knowing good and evil, because about it took place the transgression and the keeping of the commandment. For the Master, the Lover of mankind, instructing man from the beginning and from the outset, and wishing to teach him that he has as Creator and Maker Him Who brought forth all visible things and fashioned him also, willed through this small commandment to show him His own lordship; and as it were a munificent master who has granted a great and marvellous house to someone for enjoyment wishes to receive not its worthy price, but some small portion, so that both the rights of lordship may be preserved to him, and that other may know exactly that he is not lord of the possession, but enjoys its use by grace and munificence: so also our Master, having entrusted all visible things to man, and the way of life in paradise, and having granted the enjoyment of all the things in it, lest, gradually swept away in mind, he should suppose visible things to be spontaneous, and imagine something more than his own dignity, commands him to abstain from the one tree, appointing a severe penalty if he should transgress, so that he might be able to know that he is under a Master, and that he partakes of the remaining things also through the munificence of the Master. But since, having indulged in great inattention, together with the woman he fell down into this slip from transgressing the given commandment and tasting of the tree, on this account it named the tree itself knowing good and evil—not because before this he was ignorant of good and evil (for so far was he from being ignorant that the woman, conversing with the serpent, said, God said, You shall not eat of it, lest you die, so that she knew death was the punishment if they should transgress the commandment), but because after the eating of it they were both stripped of the glory from above and experienced perceptible stripping; on this account it named it knowing good and evil, because about it, as one might say, was the exercise of obedience and disobedience.
Ἐμάθετε τίνος ἕνεκεν εἶπεν, ὅτι Διηνοίχθησαν αὐτῶν οι ὀφθαλμοὶ, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν; Ἔγνωτε τίνος ἕνεκεν γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται τὸ ξύλον; Ἐννόησον γὰρ ὅσης αισχύνης πλήρεις γεγόνασι λοιπὸν, μετὰ τὴν τούτου βρῶσιν παραβάντες τὴν ἐντολὴν τοῦ Δεσπότου· Ἔρραψαν γὰρ φύλλα συκῆς· καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα. Ὅρα ἀφ' οἵας δόξης εις οἵαν εὐτέλειαν κατηνέχθησαν. Οἱ πρὸ τούτου καθάπερ ἐπίγειοι ἄγγελοι διάγοντες, τὴν ἀπὸ τῶν φύλλων σκέπην ἑαυτοῖς ἐπινοοῦσι. Τοσοῦτόν ἐστιν ἁμαρτία κακόν. Οὐ μόνον γὰρ τῆς ἄνωθεν εὐνοίας ἡμᾶς ἀφίστησιν, ἀλλὰ καὶ εις πολλὴν ἡμᾶς αισχύνην καὶ ταπεινότητα κατάγει, καὶ τῶν ἤδη ὑπηργμένων ἀγαθῶν ἀποστερήσασα, πᾶσαν ἡμῶν ἀφαιρεῖται τὴν παῤῥησίαν. Ἀλλ' ἵνα μὴ δι' ὅλου σκυθρωπὸν ποιῶμεν τὸν λόγον, τὴν ἁμαρτίαν περιστρέφοντες, τὴν ἀπὸ τῆς τοῦ ξύλου βρώσεως καὶ τῆς παρακοῆς καταλαβούσης τὸν ἄνθρωπον, φέρε, ει δοκεῖ, ἀπὸ τοῦ ξύλου
Did you learn for what sake it said that the eyes of them were opened, and they knew that they were naked? Did you know for what sake the tree is called knowing good and evil? For consider with how great a shame they became filled henceforth, having transgressed the commandment of the Master after the eating of it: For they sewed fig leaves, and made themselves girdles. See from what glory into what meanness they were brought down! They who before this lived like earthly angels devise for themselves a covering made of leaves. So great an evil is sin! For it not only estranges us from the goodwill from above, but also brings us down into great shame and abasement, and, having deprived us of the good things already ours, takes away all our boldness of speech. But lest we make our discourse gloomy throughout by turning about the sin from the eating of the tree and the disobedience that overtook man, come, if it seems good, from this tree
Notes, col. 133

On the reading

Printed αισχύνη. διὰ, for αἰσχύνη· διὰ.

Printed ειδέναι, for εἰδέναι.

Printed ει, for εἰ.

Printed εις, for εἰς.

Printed τὴν ὄλισθον, for τὸν ὄλισθον.

Printed ειπεῖν, for εἰπεῖν.

Printed αισθητῆς, for αἰσθητῆς.

Printed αὐτὴ, for αὐτὸ.

Printed οι, for οἱ.

Printed αισχύνης, for αἰσχύνης.

Printed Ἔρραψαν, for Ἔῤῥαψαν.

Printed αισχύνην, for αἰσχύνην.

PG 53:134Read from the page
τούτου ἐφ' ἕτερον μεταγάγωμεν τὸν λόγον, ἀπὸ τοῦ ξύλου τούτου ἐπὶ τὸ ξύλον τοῦ σταυροῦ, καὶ ἴδωμεν τίνα μὲν τοῦτο εισήγαγε τὰ κακὰ, τίνα δὲ ἐκεῖνο προεξένησεν τὰ ἀγαθά· μᾶλλον δὲ οὐδὲ τὸ ξύλον εισήγαγε τὰ κακὰ, ἀλλ' ἡ προαίρεσις ἡ ῥάθυμος καὶ ἡ καταφρόνησις, ἣν περὶ τὴν ἐντολὴν ἐπεδείξατο. Ἐκεῖνα τὸ ξύλον θάνατον ἐπεισήγαγε· μετὰ γὰρ τὴν παράβασιν ὁ θάνατος ἐπεισῆλθεν· ἀλλὰ τοῦτο τὴν ἀθανασίαν ἐχαρίσατο· ἐκεῖνο παραδείσου ἐξέβαλε, τοῦτο εις οὐρανοὺς ἡμᾶς ἀνήγαγεν· ἐκεῖνο διὰ μίαν παράβασιν τοσαύτῃ τιμωρίᾳ ὑπεύθυνον τὸν Ἀδὰμ κατέστησε· τοῦτο τὰ μυρία ἡμῶν φορτία τῶν ἁμαρτημάτων ἀφανίσαν, τὴν πρὸς τὸν Δεσπότην ἡμῶν παῤῥησίαν δεδώρηται. Εἴδετε ξύλου καὶ ξύλου διαφοράν; εἴδετε διαβόλου κακουργίαν, καὶ ἀνθρώπου ῥᾳθυμίαν, καὶ Δεσπότου φιλανθρωπίαν; Καθοπλίσωμεν τοίνυν, παρακαλῶ τὴν ὑμετέραν ἀγάπην, ἑαυτοὺς τῷ ὅπλῳ τοῦ ζωοποιοῦ τούτου ξύλου, καὶ νεκρώσωμεν τὰ ψυχοφθόρα πάθη τῇ τούτου δυνάμει, καθὼς καὶ ὁ Ἀπόστολος οὕτω πώς φησιν· Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οἱ ὁλικῶς ἀναθέντες ἑαυτοὺς τῷ Χριστῷ, ἀπενέκρωσαν πᾶσαν ἐπιθυμίαν ἄτοπον ἐπιγινομένην τῇ σαρκὶ, πρὸς τὸ λυμήνασθαι πάσας τὰς τῆς ψυχῆς ἐνεργείας. Τούτοις οὖν καὶ ἡμεῖς κατακολουθοῦντες, ἀνενέργητα ἡμῶν κατασκευάσωμεν τὰ μέλη πρὸς τὴν τυραννίδα τὴν ἐκ διαβολικῆς ἐνεργείας ἡμῖν ἐπανισταμένην, ἵνα καὶ ἐν τῷ παρόντι βίῳ ἀταράχως διαπλεύσωμεν τὸ ζαλῶδες τοῦτο καὶ ἐπικίνδυνον πέλαγος, καὶ εις τοὺς γαληνοὺς λιμένας καταντήσαντες τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἐπιτυχεῖν ἀξιωθῶμεν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εις τοὺς αιῶνας τῶν αιώνων. Ἀμήν.
let us transfer our discourse to another, from this tree to the tree of the cross, and let us see what evils the one brought in, and what good things the other procured; or rather, not even that tree brought in the evils, but the lax choice and the contempt which man displayed regarding the commandment. That tree brought in death besides—for after the transgression death entered in besides—but this one graciously bestowed immortality; that one cast out of paradise, this one led us up into the heavens; that one through a single transgression rendered Adam liable to so great a punishment, this one, having blotted out the myriad burdens of our sins, has bestowed boldness of speech towards our Master. Did you see the difference between tree and tree? Did you see the malicious craft of the devil, and the laxity of man, and the loving-kindness of the Master? Let us, then, I beseech your charity, arm ourselves with the weapon of this life-giving tree, and mortify soul-destroying passions by its power, even as the Apostle also speaks in some such way: And they that are Christ's have crucified the flesh with its passions and desires. And what he says is of this sort: They who have wholly dedicated themselves to Christ have mortified every unseemly desire springing up in the flesh to mar all the operations of the soul. Following them, therefore, let us too render our members inoperative against the tyranny rising up against us from diabolic working, so that in the present life also we may sail untroubled across this storm-tossed and perilous sea, and, having reached the calm havens of the loving-kindness of God, may be deemed worthy to obtain the good things promised to those who love Him, in Christ Jesus our Lord, to Whom be the glory, with the Father and the Holy Spirit, now and ever, and unto the ages of the ages. Amen.
ΟΜΙΛΙΑ ΙΖʹ.
Homily XVII.
Καὶ ἤκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν.
And they heard the voice of the Lord God walking in paradise in the cool of the evening.
αʹ. Ἱκανῶς, οἶμαι, κατὰ δύναμιν τὴν ἡμετέραν πρώην τὴν διὰ τοῦ ξύλου ἑρμηνείαν διεξήλθομεν, διδάξαντες τὴν ὑμετέραν ἀγάπην, τίνος ἕνεκεν γνωστὸν καλοῦ καὶ πονηροῦ αὐτὸ ἐκάλεσεν ἡ θεία Γραφή· διὸ βούλομαι σήμερον τοῖς ἑξῆς ἐπεξελθεῖν, ἵνα μάθητε τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν, καὶ ὅσῃ κέχρηται συγκαταβάσει διὰ τὴν περὶ τὸ γένος τὸ ἡμέτερον κηδεμονίαν. Πάντα γὰρ ἐποίησε καὶ ἐπραγματεύσατο, ὥστε τὸ ζῶον τοῦτο τὸ λογικὸν τὸ ὑπ' αὐτοῦ δημιουργηθὲν ἐν πάσῃ τιμῇ τυγχάνειν, καὶ κατὰ μηδὲν ἐλαττοῦσθαι τῆς τῶν ἀγγέλων διαγωγῆς, ἀλλὰ καὶ ἐν σώματι τὴν ἐκείνων ἀπάθειαν κεκτῆσθαι. Ἐπειδὴ δὲ διὰ ῥᾳθυμίαν εἶδε παραβάντας ἀμφοτέρους τὰ ὑπ' αὐτοῦ προστεταγμένα, καὶ ταῦτα προαναστείλαντος αὐτοῦ διὰ τῆς ἀπειλῆς, καὶ ἀσφαλεστέρους ἐργασαμένου, οὐδὲ οὕτως ἵσταται τῆς φιλανθρωπίας τῆς ἑαυτοῦ, ἀλλὰ τὴν οἰκείαν ἀγαθότητα μιμούμενος, καθάπερ πατὴρ φιλόστοργος τὸν ἑαυτοῦ παῖδα ὁρῶν διὰ ῥᾳθυμίαν ἀνάξια τῆς ἑαυτοῦ εὐγενείας διαπραττόμενον, καὶ ἀπὸ τῆς ἀνωτάτω τιμῆς εις ἐσχάτην εὐτέλειαν κατενεχθέντα, τοῖς πατρικοῖς σπλάγχνοις διαθερμαινόμενος, οὐδὲ οὕτως αὐτὸν περιιδεῖν ἀνέχεται, ἀλλὰ πάλιν τὰ παρ' ἑαυτοῦ ἐπιδείκνυται, βουλόμενος κατὰ μικρὸν τῆς εὐτελείας ἐκείνης ἀπαλλάξαι, καὶ εις τὴν ἀρχαίαν ἀναγαγεῖν τιμήν. Τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ ἀγαθὸς Θεὸς οικτείρας τὸν ἄνθρωπον τῆς ἐπιβουλῆς, ἧς ὑπέμεινε συναπατηθεὶς τῇ γυναικὶ, καὶ δεξάμενος τὴν τοῦ διαβόλου συμβουλὴν τὴν διὰ τοῦ ὄφεως, καθάπερ ιατρὸς πρὸς ἀῤῥωστοῦντα καὶ κάμνοντα καὶ κείμενον, καὶ δεόμενον πολλῆς τῆς θεραπείας καὶ τῶν τοῦ ιατροῦ χειρῶν, παραγίνεται εὐθέως πρὸς αὐτόν. Ἀλλ' ἵνα καὶ ἐξ αὐτῶν τῶν ῥημάτων
1. Sufficiently, I think, according to our ability, did we lately go through the interpretation regarding the tree, teaching your charity for what sake divine Scripture called it knowing good and evil; wherefore I wish today to proceed to what follows, so that you may learn the unspeakable loving-kindness of God, and how great a condescension He has employed out of His care for our race. For He did and devised everything so that this rational creature created by Him might be in every honour, and in naught fall short of the way of life of the angels, nay even in a body possess their impassibility. And when through laxity He saw them both transgressing the things ordained by Him—and that too after He had checked them beforehand by His threat and made them more secure—not even thus does He cease from His own loving-kindness; rather, imitating His own goodness, just as a tenderly loving father, seeing his own child through laxity committing deeds unworthy of his noble birth and brought down from supreme honour into utter meanness, warmed in his fatherly bowels of compassion, does not endure even thus to overlook him, but once more displays what is his own part, wishing little by little to rid him of that meanness and lead him back up to his ancient honour: in the very same manner also the good God, taking pity on man for the plot which he underwent when deceived along with the woman and receiving the counsel of the devil through the serpent, like a physician to one who is sick and labouring and lying prostrate, and in need of much healing and of the physician's hands, comes straightway unto him. But so that from the words themselves also
Notes, col. 134

On the reading

Printed εισήγαγε, for εἰσήγαγε.

Printed Ἐκεῖνα, for Ἐκεῖνο.

Printed εις, for εἰς.

Printed αιῶνας, for αἰῶνας.

Printed αιώνων, for αἰώνων.

Printed περιιδεῖν, for περιϊδεῖν.

Printed οικτείρας, for οἰκτείρας.

Printed ιατρὸς, for ἰατρὸς.

Printed ιατροῦ, for ἰατροῦ.