Migne Reading Room

PG 53 · cols. 127–132 · Read from the page

In Genesin Homilia XVI (ΟΜΙΛΙΑ ΙϚʹ; Gen. 2:25–3:7)

In Genesin Homilia XVI (ΟΜΙΛΙΑ ΙϚʹ; Gen. 2:25–3:7)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:127Read from the page
ἐποίησε Κύριος ὁ Θεός· τούτῳ ὥσπερ ὀργάνῳ τινὶ χρώμενος, δι' αὐτοῦ τὸ ἄπλαστον καὶ ἀσθενέστερον σκεῦος, τὴν γυναῖκα λέγω, διὰ τῆς ὁμιλίας εἰς τὴν ἑαυτοῦ ἀπάτην ἐκκαλεῖται. Καὶ εἶπε, φησὶν, ὁ ὄφις τῇ γυναικί. Λογίζου, ἀγαπητὲ, ἐκ τούτου, πῶς οὐδὲν ἦν ἐν προοιμίοις φοβερὸν τῶν θηρίων τῶν γεγενημένων, οὔτε τῷ ἀνδρὶ, οὔτε τῇ γυναικὶ, ἀλλὰ τὴν ὑποταγὴν καὶ τὴν δεσποτείαν ἐπεγίνωσκον, καὶ καθάπερ νῦν τὰ ἥμερα, οὕτω καὶ τὰ ἄγρια καὶ ἀτίθασσα τότε χειροήθη ἐτύγχανεν.
the Lord God made; using this one as though some instrument, through it he lures forth by conversation the guileless and weaker vessel—I mean the woman—into his own deceit. And the serpent, it says, said to the woman. Reckon from this, beloved, how at the outset none of the beasts that had come into being was fearsome, either to the man or to the woman, but they recognized subjection and dominion, and just as tame animals are now, so too even the wild and unruly ones were then gentle to the hand.
βʹ. Ἀλλ' ἴσως ἐνταῦθα διαπορήσειεν ἄν τις, καὶ μαθεῖν ζητήσειεν, εἰ καὶ τὸ θηρίον λόγου μετεῖχεν. Οὐ τοῦτο· μὴ γένοιτο· ἀλλ' ἀεὶ ἀκολουθοῦντας τῇ Γραφῇ τοῦτο λογίζεσθαι χρὴ, ὅτι τὰ μὲν ῥήματα ἦν τοῦ διαβόλου τοῦ διὰ τον οἰκεῖον φθόνον πρὸς τὴν ἀπάτην ταύτην διεγερθέντος· τῷ δὲ θηρίῳ τούτῳ ὥσπερ ἐπιτηδείῳ ὀργάνῳ ἐχρήσατο, ἵνα δυνηθῇ τὸ δέλεαρ τῆς οἰκείας ἀπάτης ἐνιεὶς, ὑποσκελίσαι πρότερον μὲν τὴν γυναῖκα, ἅτε ἀεὶ εὐκολώτερον δυναμένην ἀπατηθῆναι, ἔπειτα δὲ δι' αὐτῆς καὶ τὸν πρωτόπλαστον. Τῷ οὖν ἀλόγῳ τούτῳ χρησάμενος πρὸς τὴν τῆς ἐπιβουλῆς κατασκευὴν, δι' αὐτοῦ τῇ γυναικὶ διαλέγεται, καί φησι· Τί ὅτι εἶπεν ὁ Θεὸς, Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου; Σκοπεῖτε ἐνταῦθα κακουργίας ὑπερβολὴν λεπτοτάτην. Τὸ μὴ ῥηθὲν ὑπὸ τοῦ Θεοῦ ἐν τάξει συμβουλῆς καὶ ἐρωτήσεως εἰσάγει, καὶ ὡσανεὶ τὴν ὑπὲρ αὐτῶν κηδεμονίαν ποιούμενος· τοῦτο γάρ ἐστιν ἐνδεικνυμένου, τὸ λέγειν, Τί ὅτι εἶπεν ὁ Θεὸς, Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου; μονονουχὶ λέγων ὁ πονηρὸς οὗτος δαίμων, Τίνος ἕνεκεν ἀπεστέρησεν ὑμᾶς τῆς τοσαύτης ἀπολαύσεως; διὰ τί οὐ συγχωρεῖ μετέχειν τῶν ἐν τῷ παραδείσῳ ἀγαθῶν, ἀλλὰ τῆς μὲν θέας τὴν ἀπόλαυσιν ἐδωρήσατο, οὐκ ἀφίησι δὲ μεταλαβεῖν, καὶ πλείονα καρπώσασθαι τὴν ἡδονήν; Τί ὅτι εἶπεν ὁ Θεός; Διὰ τί, φησὶ, τοῦτο; τί τὸ ὄφελος τῆς ἐν τῷ παραδείσῳ διαγωγῆς, ὅταν μὴ ἐξῇ τῶν ἐν αὐτῷ ἀπολαύειν, ἀλλὰ ταύτῃ μάλιστα πλείονα τὴν ὀδύνην ἔχειν, ὅταν θέα μὲν ᾖ, ἀπόλαυσις δὲ ἡ ἀπὸ τῆς μεταλήψεως μὴ γίνηται; Εἶδες πῶς, καθάπερ δέλεαρ, διὰ τῶν ῥημάτων ἐνίησιν αὐτοῦ τὸν ἰόν; Δέον τὴν γυναῖκα ἐξ αὐτῆς τῆς ἐπιχειρήσεως κατανοῆσαι τῆς μανίας τὴν ὑπερβολὴν, καὶ ὅτι τὰ μὴ ὄντα ἐπίτηδες λέγει, καὶ ἐν τάξει δῆθεν κηδεμονίας, ἵνα μαθεῖν δυνηθῇ τὰ παρὰ τοῦ Θεοῦ αὐτοῖς ἐνταλθέντα, καὶ οὕτω πρὸς τὴν παράβασιν αὐτοὺς ἑλκύσῃ. Δυναμένη τοίνυν εὐθέως συνιδεῖν αὐτοῦ τὴν ἀπάτην, καὶ ἀποστραφῆναι λοιπὸν τὴν πρὸς αὐτὸν διάλεξιν ὡς περιττὰ λέγοντα, καὶ μὴ ἑαυτὴν εἰς τοσαύτην ταπεινότητα καταγαγεῖν, οὐκ ἠθέλησεν. Ἔδει μὲν γὰρ μηδὲ ἐξ ἀρχῆς ἀνασχέσθαι τῆς πρὸς αὐτὸν διαλέξεως, ἀλλ' ἐκείνῳ μόνῳ διαλέγεσθαι, δι' ὃν παρήχθη, καὶ κοινωνὸς κατὰ τὴν ἀξίαν γέγονε, καὶ εἰς βοήθειαν ἐδημιουργήθη. Ἐπειδὴ δὲ οὐκ οἶδ' ὅπως παρασυρεῖσα ἠνέσχετο τῆς ὁμιλίας τῆς πρὸς τὸν ὄφιν, καὶ ἐδέχετο τὰ ὀλέθρια ῥήματα τοῦ διαβόλου διὰ τούτου ὡς δι' ὀργάνου, ἀκόλουθον ἦν εὐθέως μαθοῦσαν ἐκ τῶν παρ' αὐτοῦ λεχθέντων τὴν ἐναντίωσιν τῶν ῥημάτων, καὶ ὅτι ἕτερα μὲν ὁ δημιουργήσας προσέταξεν, ἕτερα δὲ οὗτος καὶ ἀπεναντίας τῷ δημιουργῷ ἔλεγεν, ἀποστραφῆναι καὶ φυγεῖν λοιπὸν τὴν πρὸς αὐτὸν ὁμιλίαν, καὶ βδελύξασθαι τὸν τολμήσαντα τὴν οἰκείαν γλῶσσαν ἀκονῆσαι κατὰ τῆς δοθείσης αὐτοῖς ἐντολῆς. Ἀλλὰ διὰ τὴν πολλὴν ἀπροσεξίαν οὐ μόνον οὐκ ἀπεστράφη, ἀλλὰ καὶ τὴν ἐντολὴν ἅπασαν αὐτῷ ἐκκαλύπτει, καὶ τοὺς μαργαρίτας τῷ χοίρῳ προτίθησι, καὶ
2. Yet perhaps someone might be in doubt here, and seek to learn whether the beast also partook of reason. Not so—far be it!—but always following Scripture we must reckon this: that the words belonged to the devil, who was roused up to this deceit through his own envy, while he made use of this beast as a fitting instrument, so that, injecting the bait of his own deceit, he might be able first to trip up the woman, inasmuch as she was always able to be more easily deceived, and then through her the first-formed man as well. Having, therefore, made use of this irrational creature for the contriving of his plot, through it he converses with the woman, and says: Why is it that God said, You shall by no means eat from every tree of paradise? Observe here the most subtle excess of malice. What was not spoken by God he introduces by way of counsel and questioning, and as though exercising solicitude on their behalf; for to say, Why is it that God said, You shall by no means eat from every tree of paradise? is the mark of one making a show of this—this wicked demon all but saying: For what sake did He deprive you of so great an enjoyment? Why does He not permit you to partake of the good things in paradise, bestowing the enjoyment of the sight indeed, yet not allowing you to partake and to reap greater pleasure? Why is it that God said? Why, says he, is this? What is the benefit of passing your life in paradise when it is not permitted to enjoy the things therein, nay rather in this very way to have greater pain, when there is sight indeed, yet enjoyment from partaking does not take place? Did you see how, just like a bait, he injects his venom through his words? The woman ought from the very attempt to have perceived the excess of his madness, and that on purpose he says things that are not so, and forsooth under the guise of solicitude, so that he might be able to learn what had been enjoined upon them by God, and thus draw them on towards the transgression. Though able, therefore, to see through his deceit at once, and henceforth to turn away from conversing with him as one speaking superfluous things, and not bring herself down to such abjection, she was not willing. For she ought not even from the outset to have endured conversing with him, but to have conversed with Him alone on Whose account she was brought forth, and became a partner equal in dignity, and was fashioned for help. Yet since, swept along I know not how, she endured conversation with the serpent, and received the destructive words of the devil through this one as through an instrument, it was fitting that, having learned at once from what was spoken by him the contradiction of the words—and that He Who fashioned them enjoined one thing, whereas this one spoke another and in opposition to the Creator—she should turn away and henceforth flee conversation with him, and abhor him who dared to whet his own tongue against the commandment given to them. Yet through great inattention not only did she not turn away, but she even discloses the whole commandment to him, and sets the pearls before the swine, and
Notes, col. 127

On the reading

Printed τον, for τὸν.

PG 53:128Read from the page
πληροῦται τὸ παρὰ τοῦ Χριστοῦ ειρημένον· Μὴ βάλητε γὰρ, φησὶ, τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς· ὃ δὴ καὶ νῦν γέγονε. Παρέθηκε γὰρ τῷ χοίρῳ, τῷ πονηρῷ τούτῳ θηρίῳ, ἤτοι τῷ δαίμονι τῷ δι' αὐτοῦ ἐνεργοῦντι, τοὺς θείους μαργαρίτας, καὶ οὐ μόνον αὐτοὺς κατεπάτησε, καὶ ἀντετάξατο τοῖς ῥηθεῖσιν, ἀλλὰ καὶ στραφεὶς οὐκ αὐτὴν μόνον, ἀλλὰ μετ' αὐτῆς καὶ τὸν πρωτόπλαστον εις τὸ τῆς παρακοῆς ῥῆγμα κατήγαγε. Τοσοῦτόν ἐστι κακὸν ἁπλῶς καὶ ὡς ἔτυχε πᾶσιν ἐκκαλύπτειν τὰ θεῖα μυστήρια. Ἀκουέτωσαν οἱ ἁπλῶς καὶ ἀδιαφόρως πρὸς ἅπαντας διαλεγόμενοι. Οὐδὲ γὰρ ἐκεῖ περὶ χοίρου αισθητοῦ ὁ Χριστὸς λέγει, ἀλλὰ τοὺς χοιρώδεις τῶν ἀνθρώπων αινιττόμενος, καὶ ὁμοίως τοῖς ἀλόγοις ἐγκυλινδουμένους τῷ τῆς ἁμαρτίας βορβόρῳ, παιδεύων ἡμᾶς ειδέναι καὶ προσώπων διαφορὰν, καὶ πολιτείας ἐπιζητεῖν ἀκρίβειαν, ἡνίκα ἂν δέῃ τι τῶν θείων λογίων ἐκκαλύπτειν, ἵνα μὴ κἀκείνους καὶ ἑαυτοὺς λυμαινώμεθα. Οἱ γὰρ τοιοῦτοι οὐ μόνον οὐδὲν κερδαίνουσιν ἀπὸ τῶν λεγομένων, ἀλλὰ καὶ τοὺς ἀνεξετάστως παραθέντας τοὺς καλοὺς τούτους μαργαρίτας, εις τὸ αὐτὸ αὐτοῖς βάραθρον τῆς ἀπωλείας πολλάκις κατήγαγον. Διὸ χρὴ μετὰ ἀκριβείας ταῦτα παραφυλάττεσθαι, ἵνα μὴ τὰ αὐτὰ τοῖς νῦν ἀπατηθεῖσιν ὑπομένωμεν. Εἰ γὰρ καὶ νῦν ἡ γυνὴ ἐβουλήθη τοὺς θείους μαργαρίτας μὴ προθεῖναι τῷ χοίρῳ, οὐκ ἂν οὔτε αὐτὴ εις τὸν κρημνὸν τοῦτον κατηνέχθη, οὔτε τὸν ἄνδρα συγκατέσπασεν.
there is fulfilled that which was spoken by Christ: Cast not, He says, your pearls before swine, lest haply they trample them under their feet, and turning rend you; which very thing has now also come to pass. For she set the divine pearls before the swine, that wicked beast, namely the demon working through it; and he not only trampled them down and arrayed himself against the things spoken, but also turning brought down not her alone, but with her the first-formed man as well, into the breach of disobedience. So great an evil is it simply and at random to unveil the divine mysteries to all. Let those hear who converse simply and indiscriminately with everyone. For neither is Christ speaking there concerning a perceptible swine, but riddling at the swinish among men, who like irrational creatures wallow in the mire of sin, instructing us both to know the difference of persons and to seek exactness of conduct whenever it is needful to unveil any of the divine oracles, lest we ruin both them and ourselves. For such men not only gain nothing from the things said, but have often also brought down those who unexaminingly set forth these fair pearls into the very same pit of perdition with themselves. Wherefore one must guard these matters with exactness, lest we undergo the same things as those who were now deceived. For if the woman too had now willed not to set the divine pearls before the swine, neither would she herself have been borne down into this precipice, nor would she have dragged her husband down with her.
γʹ. Ἀλλ' ἀκούσωμεν τί πρὸς αὐτὸν ἀποκρίνεται. Εἰπόντος γὰρ ἐκείνου, Τί ὅτι εἶπεν ὁ Θεὸς, Ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου οὐ μὴ φάγητε; φησὶν ἡ γυνὴ τῷ ὄφει· Ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου φαγόμεθα· ἀπὸ δὲ τοῦ καρποῦ τοῦ ξύλου τοῦ ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ Θεὸς, Οὐ φάγησθε, οὐδὲ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ ἀποθάνητε. Εἶδες κακουργίαν; Εἶπε τὸ μὴ ὂν, ἵνα ἐκκαλεσάμενος αὐτὴν εἰς διάλεξιν μάθῃ τὸ ὄν. Ἡ γὰρ γυνὴ λοιπὸν, ὡς εὐνοϊκῶς περὶ αὐτὴν διακειμένου, θαρρήσασα πᾶσαν ἐκκαλύπτει τὴν ἐντολὴν, καὶ λέγει πάντα μετὰ ἀκριβείας, καὶ δι' ὧν ἀπεκρίνατο πάσης ἑαυτὴν ἀποστερεῖ ἀπολογίας. Τί γὰρ ἂν ἔχοις ειπεῖν, ὦ γύναι; Εἶπεν ὁ Θεὸς, Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου. Δέον σὲ ὡς ἐναντία εἰρηκότα ἀποστραφῆναι καὶ εἰπεῖν πρὸς αὐτόν· Ἄπαγε, ἀπατεὼν εἶ σὺ, οὐκ οἶσθα οὐδὲ τῆς ἐντολῆς τῆς δεδομένης ἡμῖν τὴν δύναμιν, οὐδὲ τῆς ἀπολαύσεως τὸ μέγεθος, οὐδὲ τὴν δαψίλειαν τῆς χορηγίας. Σὺ μὲν γὰρ ἔφης εἰρηκέναι τὸν Θεὸν, ἀπὸ μηδενὸς ξύλου ἡμᾶς ἀπογεύσασθαι, ὁ δὲ Δεσπότης καὶ Δημιουργὸς διὰ πολλὴν ἀγαθότ⟨η⟩τα πάντων ἡμῖν ἀνεὶς τὴν ἀπόλαυσιν καὶ τὴν ἐξουσ⟨ίαν⟩, ἑνὸς μόνου ἀποσχέσθαι ἐκέλευσε, καὶ τοῦτο πάλιν διὰ τὴν περὶ ἡμᾶς κηδεμονίαν, ὥστε μὴ μετασχόντας ἁλῶναι θανάτῳ. Δέον, εἴπερ εὐγνώμων ἦν, ταῦτα πρὸς αὐτὸν εἰποῦσα τὰ ῥήματα, πάντη ἀποστραφῆναι, καὶ μηκέτι μήτε διαλεχθῆναι, μήτε ἀκοῦσαί τι τῶν παρ' αὐτοῦ λεγομένων· ἀλλὰ τὴν ἐντολὴν ἐκκαλύψασα καὶ εἰποῦσα τὰ παρὰ τοῦ Θεοῦ αὐτοῖς ῥηθέντα, ἄλλην δέχεται παρ' αὐτοῦ συμβουλὴν ὀλεθρίαν καὶ θανάσιμον. Ἐπειδὴ γὰρ εἶπεν ἡ γυνὴ, ὅτι Ἀπὸ παντὸς τοῦ ξύλου τοῦ παραδείσου φαγόμεθα, ἀπὸ δὲ τοῦ καρποῦ τοῦ ξύλου τοῦ ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ Θεὸς, Οὐ φάγητε ἀπ' αὐτοῦ, οὐδ' οὐ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ ἀποθάνητε· πάλιν ὁ πονηρὸς καὶ ἐχθρὸς τῆς ἡμετέρας
3. But let us hear what she answers unto him. For when he had said, Why is it that God said, From every tree of paradise you shall not eat? the woman says to the serpent: From every tree of paradise we may eat; but from the fruit of the tree that is in the midst of paradise, God said, You shall not eat, neither shall you touch it, lest you die. Did you see his malicious craft? He spoke what was not so, in order that, having drawn her forth into conversation, he might learn what was so. For the woman henceforth, supposing him to be kindly disposed towards her, took courage and unveils the whole commandment, and tells everything with exactness, and through the things she answered deprives herself of all defence. For what could you have to say, O woman? God said, You shall not eat from every tree of paradise. When you ought to have turned away from him as having spoken things contrary to the truth, and to have said to him: Begone, you are a deceiver; you know neither the force of the commandment given to us, nor the greatness of our enjoyment, nor the bounteousness of the provision. For you indeed asserted that God had said we were to taste of no tree; whereas the Master and Creator, out of His great goodness granting us the enjoyment and authority over all, commanded us to abstain from one alone, and this again out of His care for us, so that we might not, by partaking, be captured by death. Whereas, if she had been well-minded, after speaking these words to him she ought utterly to have turned away, and no longer either to have conversed with him or to have heard any of the things said by him; instead, having unveiled the commandment and told the things spoken to them by God, she receives from him another counsel, ruinous and deadly. For since the woman said, From every tree of paradise we may eat, but from the fruit of the tree that is in the midst of paradise, God said, You shall not eat of it, neither shall you touch it, lest you die, once more the wicked one and enemy of our
Notes, col. 128

On the reading

Printed ειρημένον, for εἰρημένον.

Printed εις, for εἰς.

Printed αισθητοῦ, for αἰσθητοῦ.

Printed αινιττόμενος, for αἰνιττόμενος.

Printed ειδέναι, for εἰδέναι.

Printed ειπεῖν, for εἰπεῖν.

PG 53:129Read from the page
σωτηρίας ἐναντίαν τῷ Δεσπότῃ την συμβουλὴν εισάγει. Τοῦ γὰρ φιλανθρώπου Θεοῦ διὰ πολλὴν κηδεμονίαν τὴν μετάληψιν κωλύσαντος, ἵνα μὴ διὰ τῆς παρακοῆς θνητοὶ γένωνται, οὗτός φησι τῇ γυναικί· Οὐ θανάτῳ ἀποθανεῖσθε. Ποίας ἄν τις ἀξιώσειε συγγνώμης τὴν γυναῖκα, ὅτι ὅλως κἂν ὑποσχεῖν ἠνέσχετο τὰς ἀκοὰς τῷ οὕτω τολμηρὰ φθεγγομένῳ; Εἰπόντος γὰρ τοῦ Θεοῦ, Μὴ ἅψησθε, ἵνα μὴ ἀποθάνητε, οὗτός φησιν· Οὐ θανάτῳ ἀποθανεῖσθε. Εἶτα οὐκ ἀρκεσθεὶς τῷ ἀντιφθέγξασθαι τοῖς παρὰ τοῦ Θεοῦ ῥηθεῖσι, καὶ ὡς φθονερὸν διαβάλλει τὸν Δημιουργὸν, ἵν' οὕτω τὴν ἀπάτην εισαγαγεῖν δυνηθείη, καὶ τὴν γυναῖκα ὑποσκελίσας τὸν οἰκεῖον σκοπὸν ἀποπληρώσῃ. Οὐ θανάτῳ, φησὶν, ἀποθανεῖσθε. Ἤδει γὰρ ὁ Θεὸς, ὅτι ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. Ἰδοὺ τὸ δέλεαρ ἅπαν. Πληρώσας γὰρ τὴν κύλικα δηλητηρίου φαρμάκου, ἐπέδωκε τῇ γυναικὶ, ἡ δὲ τὸ θανάσιμον ἰδεῖν οὐ βουληθεῖσα (ἐδύνατο γὰρ, εἴπερ ἐβούλετο, ἐκ προοιμίων τοῦτο γνῶναι), ἀλλ' ἀκούσασα παρ' αὐτοῦ, ὅτι Διὰ τοῦτο τὴν μετάληψιν ἐκώλυσεν ὁ Θεὸς, ἐπειδὴ Ἤδει ὅτι διανοιγήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρὸν, τῇ ἐλπίδι τῆς ισοθεΐας φυσηθεῖσα, μεγάλα ἦν λοιπὸν φανταζομένη. Τοιαῦτα γὰρ τὰ παρὰ τοῦ Ἐχθροῦ μηχανήματα· ὅταν εις πολὺ ὕψος διὰ τῆς ἀπάτης ἀναγάγῃ, τὸ τηνικαῦτα εις τὸν βαθὺν κρημνὸν κατάγει. Φαντασθεῖσα γὰρ ισοθεΐαν, ἐπὶ τὴν μετάληψιν ἔσπευδε, καὶ ἐκεῖ λοιπὸν ἔτεινε καὶ τὸν λογισμὸν καὶ τὴν διάνοιαν, καὶ οὐδὲν ἕτερον περιεσκόπει, ἢ πῶς τὴν κύλικα ἐκπίῃ, τὴν παρὰ τοῦ πονηροῦ δαίμονος κερασθεῖσαν. Μετὰ γὰρ τὸ δέξασθαι τὸν ὀλέθριον ἐκεῖνον ἰὸν διὰ τῆς συμβουλῆς τοῦ ὄφεως, ἵνα μάθῃς ὅτι περὶ τούτων τὴν σπουδὴν εἶχεν, ἄκουε τῆς Γραφῆς λεγούσης· Καὶ εἶδεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εις βρῶσιν, καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν, καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι· καὶ ἔλαβεν ἀπὸ τοῦ καρποῦ αὐτοῦ, καὶ ἔφαγεν. Ἀληθῶς Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. Διὰ τί γὰρ πρὸ τῆς συμβουλῆς τοῦ πονηροῦ δαίμονος ἐκείνου μηδὲν τοιοῦτον ἔπαθε, μηδὲ κατενόησε τὸ ξύλον, μηδὲ εἶδεν αὐτοῦ τὴν ὡραιότητα; Ἐπειδὴ ἐδεδοίκει τοῦ Θεοῦ τὴν ἐντολὴν, καὶ τὸ μέλλον ἐπιτίμιον ἔσεσθαι ἐκ τῆς μεταλήψεως· νυνὶ δὲ ἐπειδὴ ἠπατήθη παρὰ τοῦ πονηροῦ θηρίου τούτου, ὅτι οὐ μόνον τοῦτο πείσονται, ἀλλὰ καὶ ισόθεοι ἔσονται, τότε λοιπὸν ἡ ἐλπὶς τῆς ὑποσχέσεως ἐπὶ τὴν μετάληψιν αὐτὴν παρώρμησε, καὶ οὐκ ἀνασχομένη μεῖναι ἐπὶ τῶν οἰκείων ὅρων, ἀλλὰ τὸν ἐχθρὸν καὶ πολέμιον τῆς σωτηρίας τῆς ἡμετέρας ἀξιοπιστότερον εἶναι νομίσασα τῶν παρὰ τοῦ Θεοῦ ῥημάτων, ἐμάνθανε διὰ τῆς πείρας αὐτῆς μετ' οὐ πολὺ τῆς συμβουλῆς τὸ ὀλέθριον, καὶ τὴν ἐκ τῆς μεταλήψεως καταληψομένην αὐτοὺς συμφοράν. Ἰδοῦσα γὰρ, φησὶν, ὅτι καλὸν το ξύλον εις βρῶσιν, καὶ τοῖς ὀφθαλμοῖς ἀρεστὸν ἰδεῖν, καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι, λογισαμένη πρὸς ἑαυτὴν, ἴσως ἐκ τῆς παρὰ τοῦ διαβόλου ἀπάτης, ἣν διὰ τοῦ ὄφεως αὐτῇ προσήγαγεν· Εἰ καὶ εις βρῶσιν καλὸν τὸ ξύλον, καὶ τοὺς ὀφθαλμοὺς οὕτω τέρπειν δύναται, καὶ ὡραιότης τίς ἐστιν ἄφατος ἐν αὐτῷ, παρέχει δὲ ἡμῖν ἡ τούτου μετάληψις καὶ τὴν ἀνωτάτω τιμὴν, καὶ τὴν αὐτὴν ἀξίαν τῷ Δημιουργῷ ἕξομεν, τίνος ἕνεκεν οὐ μεταληψόμεθα τούτου;
salvation introduces counsel contrary to the Master. For whereas God, the Lover of mankind, out of His great care forbade the partaking, lest through disobedience they should become mortal, this one says to the woman: You shall not die by death. Of what pardon could anyone deem the woman worthy, in that she endured at all even to lend her ears to one uttering things so audacious? For when God had said, Touch it not, lest you die, this one says: You shall not die by death. Then, not content with speaking against the things spoken by God, he also slanders the Creator as envious, that thus he might be able to bring in the deceit, and, having tripped up the woman, might fulfil his own aim. You shall not, he says, die by death. For God knew that in whatever day you eat of it, your eyes will be opened, and you will be as gods, knowing good and evil. Behold the whole bait! For having filled the cup with deadly poison, he handed it to the woman; and she, not willing to see what was lethal (for she was able, had she willed, to know this from the outset), but having heard from him that God had hindered the partaking for this reason, because He knew that your eyes will be opened, and you will be as gods, knowing good and evil, puffed up by the hope of equality with God, was henceforth imagining great things. For such are the devices that come from the Enemy: whenever through deceit he leads one up to a great height, then it is that he brings one down into the deep precipice. For having imagined equality with God, she hastened to the partaking, and henceforth strained both her reasoning and her mind thither, and looked about for nothing else than how she might drink off the cup mingled by the wicked demon. For after receiving that ruinous venom through the counsel of the serpent, that you may learn that her zeal was concerned with these things, hear Scripture saying: And the woman saw that the tree was good for food, and that it was pleasing to the eyes to behold, and fair to contemplate; and she took of its fruit, and ate. Truly, Evil companies corrupt good habits. For why before the counsel of that wicked demon did she suffer nothing of the sort, nor contemplate the tree, nor see its comeliness? Because she feared the commandment of God, and the penalty that was to come from the partaking; whereas now, since she was deceived by this wicked beast into supposing that they would not only suffer naught of this, but would even be equal to God, then henceforth the hope of the promise urged her on to the partaking; and not enduring to remain within her own bounds, but supposing the enemy and foe of our salvation to be more trustworthy than the words spoken by God, she learned through experience itself not long afterwards the ruinousness of the counsel, and the calamity that would overtake them from the partaking. For having seen, it says, that the tree was good for food, and pleasing to the eyes to behold, and fair to contemplate, reasoning with herself—perhaps from the deceit of the devil, which he brought to her through the serpent: If the tree is both good for food, and is able thus to delight the eyes, and there is a certain ineffable comeliness in it, and the partaking of it affords us also the supreme honour, and we shall have the same dignity as the Creator, for what sake shall we not partake of it?
δʹ. Εἶδες πῶς αὐτὴν αιχμάλωτον ὁ διάβολος ἀπήγαγε, καὶ ὑπέσυρε τὸν λογισμὸν, καὶ παρεσκεύασε μείζονα τῆς οἰκείας ἀξίας φρονῆσαι, ἵνα κεναῖς ἐλπίσι φυ-
4. Did you see how the devil led her away captive, and swept away her reasoning, and prepared her to think things greater than her own dignity, so that, puffed up with vain hopes,
Notes, col. 129

On the reading

Printed την, for τὴν.

Printed εισάγει, for εἰσάγει.

Printed εισαγαγεῖν, for εἰσαγαγεῖν.

Printed ισοθεΐας, for ἰσοθεΐας.

Printed εις, for εἰς.

Printed ισοθεΐαν, for ἰσοθεΐαν.

Printed ισόθεοι, for ἰσόθεοι.

Printed το, for τὸ.

Printed αιχμάλωτον, for αἰχμάλωτον.

PG 53:130Read from the page
σωμένη ἐκπέσῃ καὶ τῶν ἤδη παρασχεθέντων; Καὶ ἔλαβε, φησὶν, ἀπὸ τοῦ καρποῦ αὐτοῦ, καὶ ἔφαγε· καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς· καὶ ἔφαγον, καὶ διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ, καὶ ἔγνωσαν, ὅτι γυμνοὶ ἦσαν. Τί πεποίηκας, ὦ γύναι; Οὐ μόνον αὐτὴν τὴν ὀλεθρίαν συμβουλὴν δεξαμένη τὸν παρὰ τοῦ Θεοῦ δεδομένον νόμον κατεπάτησας, καὶ ἐξύβρισας εις τὴν ἐντολὴν, καὶ τοσαύτῃ ἐχρήσω τῇ ἀκρασίᾳ, ὡς μὴ ἀρκεσθῆναι τῇ τοσαύτῃ ἀπολαύσει, ἀλλὰ καὶ τοῦ ἑνὸς ξύλου, οὗ προσέταξεν ὁ Δεσπότης μὴ ἐφάψασθαι, ἐτόλμησας ἐπιλαβέσθαι, καὶ ἐπίστευσας τοῖς παρὰ τοῦ ὄφεως ειρημένοις, καὶ ἀξιοπιστοτέραν τὴν τούτου συμβουλὴν ἐνόμισας τῆς παρὰ τοῦ δημιουργήσαντος δοθείσης ἐντολῆς, καὶ τοσαύτην ἀπατηθεῖσα ἀπάτην, ὡς μηδὲ συγγνώμης εἶναι ἀξίαν; Μὴ γὰρ ὁμογενής σοι ἦν ὁ τὴν συμβουλὴν εισαγαγών; Τῶν ὑποτεταγμένων ἐτύγχανε, τῶν δούλων τῶν ὑπὸ τὴν σὴν ἐξουσίαν τυγχανόντων. Τίνος ἕνεκεν οὕτω σαυτὴν κατήσχυνας, καὶ ἐκεῖνον καταλιποῦσα, δι' ὃν ἐδημιουργήθης, ᾧ πρὸς βοήθειαν παρήχθης, ᾧ κοινωνὸς τῆς ἀξίας ἐγένου, καὶ ὁμοούσιος, καὶ ὁμόφωνος, τῷ ὄφει εις ὁμιλίαν ἐλθεῖν κατεδέξω, καὶ διὰ τοῦ θηρίου τούτου τὴν παρὰ τοῦ διαβόλου δέξασθαι συμβουλὴν, καὶ φανερῶς ἀπεναντίας οὖσαν τῆς τοῦ δημιουργήσαντος νομοθεσίας, οὐδὲ οὕτως ἀπεστράφης, ἀλλὰ τῇ ἐλπίδι τῆς ὑποσχέσεως κατετόλμησας τῆς μεταλήψεως; Ἔστω τοίνυν· σαυτὴν εις τοσοῦτον κρημνὸν κατήγαγες, καὶ τῆς τιμῆς τῆς ὑπερβαλλούσης ἀπεστέρησας· τίνος ἕνεκεν καὶ τὸν ἄνδρα κοινωνὸν λαμβάνεις τοῦ χαλεποῦ τούτου πταίσματος, καὶ ᾧ βοηθὸς εἶναι ἐτάχθης, τούτου ἐπίβουλος γίνῃ, καὶ διὰ μικρᾶς βρώσεως τῆς εὐνοίας τῆς παρὰ τοῦ Θεοῦ ἀλλοτριοῖς κἀκεῖνον μετὰ σαυτῆς; Ποία μανίας ὑπερβολὴ εις τοσαύτην σε τὴν τόλμαν ἤγαγεν; Οὐκ ἤρκει σοι τὸν ἀταλαίπωρον ζῆν βίον, τὸ σῶμα μὲν περικεῖσθαι, μηδενὸς δὲ δεῖσθαι τῶν σωματικῶν; τὸ πάντων τῶν ἐν τῷ παραδείσῳ ἀπολαύειν πλὴν ἑνὸς ξύλου; τὸ πάντα τὰ ὁρώμενα ὑπὸ τὴν ἐξουσίαν εἶναι τὴν ὑμετέραν, καὶ τὴν κατὰ πάντων ἀρχὴν κεκτῆσθαι; ἀλλ' ἀπατηθεῖσα ταῖς ἐλπίσι προσεδόκησας καὶ εις αὐτὴν τὴν ἀνωτάτω κορυφὴν ἥξειν; Διὰ τοῦτο μαθήσῃ δι' αὐτῶν τῶν πραγμάτων, ὅτι οὐ μόνον ἐκείνων οὐκ ἐπιτεύξῃ, ἀλλὰ καὶ πάντων τῶν ἤδη δεδομένων ἀποστερήσεις καὶ σαυτὴν, καὶ τὸν ἄνδρα, καὶ εις τοσαύτην ἥξετε μεταμέλειαν ὡς ὑμᾶς μὲν ἄπρακτα μεταγινώσκειν, τὸν δὲ πονηρὸν δαίμονα τὸν τὴν ὀλεθρίαν ταύτην συμβουλὴν εισαγαγόντα ἐπιγελᾷν, καὶ ἐπεμβαίνειν, ἅτε δὴ λοιπὸν κειμένοις, καὶ τὰ αὐτὰ ἐκείνῳ πεπονθόσι. Καθάπερ γὰρ ἐκεῖνος τὰ ὑπὲρ τὴν ἀξίαν φρονήσας, καὶ τῆς παρασχεθείσης ἀξίας ἐξεβλήθη, καὶ ἐκ τῶν οὐρανῶν εις τὴν γῆν κατηνέχθη· τὸ αὐτὸ δὴ καὶ ὑμᾶς ἐργάσασθαι ἐβουλήθη, καὶ διὰ τῆς παραβάσεως τῆς ἐντολῆς εις τὸ τοῦ θανάτου ἐπιτίμιον ἀγαγεῖν, καὶ τὸν οἰκεῖον φθόνον πληρῶσαι, καθὼς καὶ σοφός τις ἔλεγε· Φθόνῳ δὲ διαβόλου θάνατος εις τὸν κόσμον εισῆλθε. Καὶ ἔδωκε, φησὶ, καὶ τῷ ἀνδρὶ αὐτῆς· καὶ ἔφαγον, καὶ διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοί. Πολλὴ καὶ τοῦ ἀνδρὸς ἡ ῥᾳθυμία. Εἰ γὰρ καὶ ὁμογενὴς ἦν, καὶ γυνὴ ἦν, ἀλλ' ἐχρῆν ἔναυλον ἔχοντα τοῦ Θεοῦ τὴν ἐντολὴν, προτιμοτέραν ταύτην ποιήσασθαι τῆς ἀκαίρου ἐπιθυμίας ἐκείνης, καὶ μὴ κοινωνῆσαι τῆς παραβάσεως, μηδὲ διὰ βραχεῖαν ἡδονὴν τῶν τοσούτων ἀγαθῶν ἑαυτὸν ἀποστερῆσαι, καὶ προσκροῦσαι τῷ οὕτως εὐεργέτῃ, καὶ τοσαύτην φιλανθρωπίαν ἐπιδειξαμένῳ, καὶ οὕτως ἀνώδυνον
she might fall away even from the things already granted? And she took, it says, of its fruit, and ate; and she gave also to her husband; and they ate, and the eyes of them were opened, and they knew that they were naked. What have you done, O woman? Not only, having received that ruinous counsel itself, did you trample down the law given by God, and insolently rage against the commandment, and indulge in such intemperance as not to be contented with so great an enjoyment, but dared also to lay hold of the one tree which the Master ordered you not to touch, and believed the things spoken by the serpent, and supposed his counsel more trustworthy than the commandment given by Him Who created you, deceived with so great a deceit as not even to be worthy of pardon? For was he who brought in the counsel of one race with you? He was one of those subjected, one of the servants placed under your authority. For what sake did you thus disgrace yourself, and, having forsaken him on whose account you were created, to whose aid you were brought forth, of whose dignity you became a sharer, and with whom you are of one substance and of one speech, did you deign to enter into conversation with the serpent, and through this beast to receive the counsel from the devil, and though it was manifestly opposed to the legislation of Him Who created you, not even thus did you turn away, but in the hope of the promise brazenly ventured upon the partaking? Be it so, then: you brought yourself down into so great a precipice, and deprived yourself of surpassing honour; for what sake do you also take your husband as a sharer in this grievous stumble, and become a plotter against him whose helper you were appointed to be, and through a small morsel alienate him too along with yourself from the goodwill that comes from God? What excess of madness led you into so great a boldness? Did it not suffice you to live a life free from hardship, to be clothed with a body and yet need none of bodily things; to enjoy all the things in paradise save one tree; to have all visible things under your authority, and possess dominion over all? But deceived by hopes, did you expect to arrive even at the very supreme summit? Therefore you shall learn through the events themselves that not only will you not attain those things, but you will also deprive both yourself and your husband of all the things already given, and you will come into so great a remorse that you indeed will repent in vain, while the wicked demon who brought in this ruinous counsel will laugh at you and trample upon you, as now lying prostrate and having suffered the same things as he. For just as he, having thought things above his dignity, was both cast out from the dignity granted him and borne down from the heavens to the earth, the very same thing he willed to work upon you also, and through the transgression of the commandment to lead you into the penalty of death, and to fulfil his own envy, even as a certain wise man also said: By the envy of the devil death entered into the world. And she gave, it says, also to her husband; and they ate, and the eyes of them were opened. Great too was the laxity of the husband. For even though she was of one race with him, and was his wife, yet he ought, having the commandment of God ringing in his ears, to have accounted it more precious than that unseasonable desire, and not to have shared in the transgression, nor for a brief pleasure to have deprived himself of so many good things, and given offence to so great a Benefactor, Who had displayed so great a loving-kindness towards man, and had graciously bestowed a life so free from pain
Notes, col. 130

On the reading

Printed εις, for εἰς.

Printed ειρημένοις, for εἰρημένοις.

Printed εισαγαγών, for εἰσαγαγών.

Printed εισαγαγόντα, for εἰσαγαγόντα.

Printed ἐπιγελᾷν, for ἐπιγελᾶν.

Printed εισῆλθε, for εἰσῆλθε.

PG 53:131Read from the page
καὶ μόχθου παντὸς ἀπηλλαγμένον βίον χαρισαμένῳ. Μὴ γὰρ οὐκ ἐξῆν τῶν ἄλλων ἁπάντων τῶν ἐν τῷ παραδείσῳ μετὰ δαψιλείας ἀπολαύειν; τίνος ἕνεκεν οὕτως εὔκολον οὖσαν τὴν ἐντολὴν φυλάξαι οὐδὲ αὐτὸς ἐβουλήθης; Ἀλλ' ἴσως ἀκούσας παρὰ τῆς γυναικὸς τῆς ὀλεθρίου συμβουλῆς τὴν ὑπόσχεσιν, καὶ τῇ ἐλπίδι καὶ αὐτὸς φυσηθεὶς, ἑτοίμως ἐκοινώνησας τῆς βρώσεως. Διὰ ⟨τ⟩οῦτο καὶ τὸ ἐπιτίμιον ἀμφοτέρους διαδέχεται, καὶ τῶν πραγμάτων ἡ πεῖρα διδάξει ὑμᾶς, μὴ τοῦ Θεοῦ ἀξιοπιστοτέραν ἡγεῖσθαι τὴν τοῦ πονηροῦ δαίμονος συμβουλήν Καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς· καὶ ἔφαγον, καὶ διηνοίχθησαν οι ὀφθαλμοὶ τῶν δύο, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν.
and rid of every toil. For was it not lawful to enjoy abundantly all the other things in paradise? For what sake were not even you yourself willing to keep the commandment when it was so easy? But perhaps, having heard from the woman the promise of that ruinous counsel, and puffed up by hope yourself also, you readily shared in the eating. Wherefore the penalty also awaits you both, and the experience of events will teach you not to deem the counsel of the wicked demon more trustworthy than God. And she gave also to her husband; and they ate, and the eyes of the two were opened, and they knew that they were naked.
εʹ. Ζήτημα μέγιστον ἡμῖν ἐντεῦθεν τίκτεται, ὅπερ πρώην ὑπεσχόμην τῇ ὑμετέρᾳ ἀγάπῃ. Δικαίως γὰρ ἄν τις ἔροιτο, τίνα ισχὺν εἶχε τὸ ξύλον ἐκεῖνο, ὥστε τὴν ἐξ αὐτοῦ βρῶσιν τοὺς ὀφθαλμοὺς αὐτῶν διανοῖξαι, καὶ διὰ τί γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται. Καὶ ει βούλεσθε, ἀνάσχεσθε· μικρὰ γὰρ ὑμῖν καὶ περὶ τούτου διαλεχθῆναι βούλομαι, καὶ διδάξαι τὴν ὑμετέραν ἀγάπην, ὅτι ει βουληθείημεν εὐγνωμόνως δέχεσθαι τὰ ἐν τῇ θείᾳ Γραφῇ λεγόμενα, οὐδὲν ἡμῖν τῶν ειρημένων δυσχερὲς φανεῖται. Οὐδὲ γὰρ ἡ ἐκ τοῦ ξύλου βρῶσις αὐτῶν τοὺς ὀφθαλμοὺς διήνοιξε· καὶ γὰρ καὶ πρὸ τῆς βρώσεως ἔβλεπον· ἀλλ' ἐπειδὴ ἡ τούτου βρῶσις παρακοῆς ἦν ὑπόθεσις, καὶ τῆς παρὰ τοῦ Θεοῦ δοθείσης ἐντολῆς παράβασις, δι' ἣν αιτίαν λοιπὸν καὶ τὴν δόξαν τὴν περιστέλλουσαν αὐτοὺς ἀφῃρέθησαν, ἀναξίους ἑαυτοὺς τῆς τιμῆς τῆς τοσαύτης καταστήσαντες· διὰ τοῦτο τῇ οἰκείᾳ συνηθείᾳ κατακολουθοῦσα ἡ Γραφή φησιν· Ἔφαγον, καὶ διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν· διὰ τὴν παράβασιν τῆς ἐντολῆς γυμνωθέντες τῆς ἄνωθεν ῥοπῆς, αἴσθησιν λαμβάνουσι καὶ τῆς αισθητῆς γυμνότητος, ἵνα διὰ τῆς καταλαβούσης αὐτοὺς αισχύνης γνῶσιν ἀκριβῶς, εις οἷον αὐτοὺς ὄλισθον ἤγαγε τὸ παραβῆναι τὴν ἐντολὴν τοῦ Δεσπότου. Οἱ γὰρ πρὸ τούτου τοσαύτης παῤῥησίας ἀπολαύσαντες, καὶ οὐδὲ ειδότες ὅτι γυμνοὶ τυγχάνουσιν (οὐδὲ γὰρ ἦσαν γυμνοί· ἡ γὰρ ἄνωθεν δόξα παντὸς ἱματίου μᾶλλον αὐτοὺς περιέσκεπε), μετὰ δὲ τὴν βρῶσιν, τοῦτ' ἔστι, μετὰ τὴν παράβασιν τῶν προσταχθέντων, εις τοσαύτην ταπεινότητα κατηνέχθησαν, ὡς σκέπην λοιπὸν ἐπιζητεῖν διὰ τὸ μὴ φέρειν τὴν αισχύνην. Ἡ γὰρ παράβασις τῆς ἐντολῆς ἐπεισελθοῦσα, τὸ ἱμάτιον ἐκεῖνο τὸ καινὸν καὶ παράδοξον, τὸ τῆς δόξης λέγω καὶ τῆς ἄνωθεν εὐνοίας, ὅπερ ἦσαν ἠμφιεσμένοι, περιελοῦσα, καὶ τῆς γυμνότητος αἴσθησιν παρέσχε, καὶ αισχύνῃ ἀφάτῳ περιέβαλε. Καὶ ἔρραψαν, φησὶ, φύλλα συκῆς, καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα. Ἐννόησόν μοι, ἀγαπητὲ, ἀπὸ ποταποῦ ὕψους πῶς εις βαθὺν κρημνὸν αὐτοὺς κατήγαγεν ἡ παρὰ τοῦ διαβόλου συμβουλή. Οἱ γὰρ τοσαύτῃ δόξῃ περιεσταλμένοι, νῦν φύλλα συκῆς ῥάππτουσι, καὶ ποιοῦσιν ἑαυτοῖς περιζώματα. Τοῦτο τῆς τοῦ διαβόλου ἀπάτης τὸ κέρδος· αὕτη τῆς συμβουλῆς ἐκείνου ἡ μηχανὴ, τὸ μὴ μόνον τὰ μείζονα μὴ προξενῆσαι, ἀλλὰ καὶ τῶν ὄντων γυμνὸν καὶ ἔρημον ἀποφῆναι. Ἐπεὶ οὖν ἡ τοιαύτη πρόφασις τῆς βρώσεως τὴν παρακοὴν ειργάσατο, διὰ τοῦτό φησιν ἡ Γραφὴ, Καὶ ἔφαγον, καὶ διηνοίχθησαν αὐτῶν οι ὀφθαλμοὶ, οὐ περὶ τῶν αισθητῶν ὀφθαλμῶν φάσκουσα, ἀλλὰ περὶ ⟨τ⟩ῆς κατὰ διάνοιαν αισθήσεως. Ἐπειδὴ γὰρ παρέβησαν
5. A very great question is born for us therefrom, which I lately promised to your charity. For one might justly ask what power that tree possessed, so that eating from it opened their eyes, and why it is called knowing good and evil. And if you will, bear with me; for I wish to converse briefly with you about this also, and to teach your charity that if we should be willing gratefully to receive the things spoken in divine Scripture, none of the things said will appear hard to us. For neither did the eating from the tree open their eyes—for indeed even before the eating they saw—but since the eating of it was an occasion of disobedience and a transgression of the commandment given by God, on account of which cause they were henceforth also stripped of the glory that clothed them round about, having rendered themselves unworthy of so great an honour: therefore Scripture, following its own custom, says: They ate, and the eyes of them were opened, and they knew that they were naked; stripped of the aid from above through the transgression of the commandment, they receive perception also of their perceptible nakedness, so that through the shame that overtook them they might know exactly into what a slip transgressing the commandment of the Master had led them. For they who before this had enjoyed so great a boldness of speech, not even knowing that they were naked (for neither were they naked, since the glory from above sheltered them more than any garment), after the eating—that is, after the transgression of the things ordained—were brought down into so great an abasement as henceforth to seek a covering because they could not bear the shame. For the transgression of the commandment, coming in besides and stripping off that new and marvellous garment—I mean that of glory and of the goodwill from above—with which they were arrayed, both afforded perception of their nakedness and encompassed them with unspeakable shame. And they sewed, it says, fig leaves, and made themselves girdles. Consider for me, beloved, from how great a height and in what manner the counsel from the devil brought them down into a deep precipice! For they who were clothed round with so great a glory now sew fig leaves and make themselves girdles. This is the gain of the devil's deceit; this the device of his counsel: not only to procure none of the greater things, but also to render one naked and bereft of the things one has. Since, therefore, such an occasion of eating wrought disobedience, on this account Scripture says, And they ate, and the eyes of them were opened, speaking not concerning the perceptible eyes, but concerning perception in the mind. For since they transgressed
Notes, col. 131

On the reading

Printed συμβουλήν Καὶ, for συμβουλήν. Καὶ.

Printed οι, for οἱ.

Printed ισχὺν, for ἰσχὺν.

Printed ει, for εἰ.

Printed ειρημένων, for εἰρημένων.

Printed αιτίαν, for αἰτίαν.

Printed αισθητῆς, for αἰσθητῆς.

Printed αισχύνης, for αἰσχύνης.

Printed εις, for εἰς.

Printed ειδότες, for εἰδότες.

Printed αισχύνην, for αἰσχύνην.

Printed αισχύνῃ, for αἰσχύνῃ.

Printed ἔρραψαν, for ἔῤῥαψαν.

Printed ῥάππτουσι, for ῥάπτουσι.

Printed ειργάσατο, for εἰργάσατο.

Printed αισθητῶν, for αἰσθητῶν.

Printed αισθήσεως, for αἰσθήσεως.

PG 53:132Read from the page
τὰ προστεταγμένα, αισθάνεσθαι αὐτοὺς λοιπὸν ἐποίησεν, ὧν πρότερον οὐκ ἐλάμβανον αἴσθησιν διὰ τὴν εὔνοιαν, ἣν περὶ αὐτοὺς ὁ Δεσπότης ἐπεδείκνυτο. Ὅταν οὖν ἀκούσῃς, ὅτι Διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ, τοῦτο νόει, ὅτι παρεσκεύασεν αὐτοὺς αἴσθησιν λαβεῖν λοιπὸν τῆς γυμνότητος, καὶ τῆς ἐκπτώσεως τῆς δόξης, ἧς πρὸ τῆς βρώσεως ἀπήλαυον. Ὅτι δὲ τοῦτο τῆς Γραφῆς ἐστι τὸ ἔθος, ἄκουε αὐτῆς καὶ ἀλλαχοῦ λεγούσης· ἡνίκα γὰρ ἡ παιδίσκη τῆς Σάρρας ἀποδιδράσκουσα τὴν δεσποτείαν ἐπλανᾶτο, ῥίψασα τὸ παιδίον πλησίον μιᾶς ἐλάτης, ἀπὸ διαστήματος περιεσκόπει τούτου τὴν τελευτὴν, καί φησι· Διήνοιξεν ὁ Θεὸς τοὺς ὀφθαλμοὺς τῆς Ἄγαρ, οὐκ ἐπειδὴ πρὸ τούτου οὐκ ἔβλεπεν, ἀλλ' ὅτι τὴν διάνοιαν αὐτῆς διήγειρεν. Ὁρᾷς ὅτι τὸ, Διήνοιξεν, οὐ περὶ τῶν σωματικῶν ὀφθαλμῶν λέγει, ἀλλὰ περὶ τῆς αισθήσεως τῆς κατὰ διάνοιαν;
the things ordained, He henceforth caused them to perceive the things of which they formerly took no perception on account of the goodwill which the Master displayed towards them. Whenever, then, you hear that the eyes of them were opened, understand this: that He prepared them henceforth to receive perception of their nakedness, and of their falling away from the glory which they enjoyed before the eating. And that this is the custom of Scripture, hear it speaking elsewhere also: for when the handmaid of Sarah, running away from her mistress's rule, was wandering about, having cast the child near a fir tree, she watched from a distance for his end, and it says: God opened the eyes of Hagar, not because before this she did not see, but because He roused her mind. Do you see that the phrase, He opened, speaks not concerning the bodily eyes, but concerning perception in the mind?
Τὸ αὐτὸ ἂν εἴποιμεν καὶ περὶ τοῦ ἑτέρου ζητήματος τοῦ ἐντεῦθεν ἀνακύπτοντος. Φασὶ γάρ· Διὰ τί τὸ ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται; Καὶ γὰρ πολλοὶ τῶν φιλονείκως διακειμένων λέγειν ἐπιχειροῦσιν, ὅτι μετὰ τὴν βρῶσιν τοῦ ξύλου τὴν γνῶσιν ἔσχεν ὁ Ἀδὰμ τοῦ διακρίνειν τὸ καλὸν καὶ τὸ χεῖρον· τοῦτο δὲ τῆς ἐσχάτης ἂν εἴη ἀνοίας. Διὰ τοῦτο γὰρ πρώην ταῦτα προορῶντες, τοσαῦτα περὶ τῆς σοφίας τῆς παρὰ τοῦ Θεοῦ παρασχεθείσης τῷ ἀνθρώπῳ διεξήλθομεν, δεικνύντες ταύτην ἐκ τῆς τῶν ὀνομάτων θέσεως, ἣν τοῖς θηρίοις πᾶσι, καὶ τοῖς πετεινοῖς, καὶ τοῖς ἀλόγοις ἐπέθηκεν, καὶ ὅτι μετὰ τῆς ἀφάτου ταύτης σοφίας καὶ προφητικοῦ χαρίσματος ἦν ἠξιωμένος, ἵνα μηδενὶ ἐξῇ τοῦτο λέγειν. Ὁ τοίνυν καὶ τὰς προσηγορίας ἐπιθεὶς, καὶ προφητεύσας τὴν οὕτω θαυμαστὴν προφητείαν περὶ τῆς γυναικὸς, καθάπερ ἤδη εἰρήκαμεν, πῶς ἂν ἠγνόει τί μὲν καλὸν, τί δὲ πονηρόν; Εἰ γὰρ δὴ τοῦτο καταδεξώμεθα (ὃ μὴ γένοιτο), πάλιν εις τὸν Δημιουργὸν τὰ τῆς βλασφημίας μετενεχθήσεται. Πῶς γὰρ καὶ ἐνετέλλετο ἀγνοοῦντι, ὅτι κακὸν ἡ παράβασις; Ἀλλ' οὐκ ἔστι τοῦτο, μὴ γένοιτο· ἀλλ' ᾔδει σαφῶς. Διὰ γὰρ τοῦτο ἐξ ἀρχῆς αὐτεξούσιον τουτὶ τὸ ζῶον κατεσκεύασεν. Εἰ γὰρ μὴ τοῦτο ἦν, οὔτε παραβάντα τὴν ἐντολὴν κολασθῆναι ἔδει, οὔτε φυλάξαντα ἀποδοχῆς ἀξιωθῆναι. Ὅτι γὰρ διὰ τὴν παράβασιν θνητὸς γέγονε, δῆλον καὶ ἐξ αὐτῆς τῆς ἐντολῆς, καὶ ἐκ τῶν μετὰ ταῦτα συμβάντων. Ἄκουε γὰρ αὐτῆς τῆς γυναικὸς λαλούσης τῷ ὄφει· Ἀπὸ καρποῦ τοῦ ξύλου τοῦ ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ Θεὸς, οὐ μὴ φάγεσθε ἀπ' αὐτοῦ, ἵνα μὴ ἀποθάνητε. Ὥστε πρὸ τῆς βρώσεως ἀθάνατο⟨ι⟩ ἐτύγχανον· εἰ γὰρ μὴ τοῦτο ἦν, οὐκ ἂν μετὰ τὴν βρῶσιν ἐν τάξει τιμωρί⟨ας⟩ αὐτοῖς ἐπήγαγε τὸν θάνατον.
We might say the same thing also concerning the other question that emerges from this. For they say: Why is the tree called knowing good and evil? For indeed many of those contentiously disposed attempt to say that after the eating of the tree Adam acquired the knowledge of discerning good and worse; yet this would be a mark of the utmost folly. For on this account we lately, foreseeing these things, went through so many points concerning the wisdom granted by God to man, showing it from the giving of names which he set upon all the wild beasts, and the birds, and the irrational creatures, and that along with this unspeakable wisdom he had also been deemed worthy of a prophetic gift, so that it might be lawful for no one to say this. How then could he who both set the names and prophesied so marvellous a prophecy concerning the woman, just as we have already said, be ignorant of what was good and what was evil? For if indeed we should admit this (which God forbid!), once more the charge of blasphemy will be transferred against the Creator. For how too did He give command to one ignorant that transgression is an evil? But this is not so, far be it; rather, he knew clearly. For on this account from the beginning He fashioned this creature with free will. For if this had not been so, neither ought he when transgressing the commandment to have been punished, nor when keeping it to have been deemed worthy of acceptance. For that he became mortal through the transgression is clear both from the commandment itself and from the things that happened afterwards. For hear the woman herself speaking to the serpent: From the fruit of the tree that is in the midst of paradise, God said, you shall not eat of it, lest you die. So that before the eating they were immortal; for if this had not been so, He would not after the eating have brought death upon them by way of punishment.
ϛʹ. Τίς ἂν οὖν ἀνάσχοιτο τῶν λέγειν βουλομένων, ὅτι μετὰ τὴν ἀπὸ τοῦ ξύλου βρῶσιν ἔσχε τὴν γνῶσιν τοῦ τε καλοῦ καὶ τοῦ πονηροῦ ὁ ἄνθρωπος, ὁπότε καὶ πρὸ τῆς βρώσεως τοσαύτης ἦν σοφίας πεπληρωμένος, καὶ μετὰ τῆς σοφίας καὶ προφητικοῦ χαρίσματος ἠξιωμένος; Καὶ πῶς ἂν ἔχοι ταῦτα λόγον, αἶγας μὲν καὶ πρόβατα, καὶ πᾶσαν τὴν τῶν ἀλόγων φύσιν ειδέναι, ποία μὲν βοτάνη πρὸς τροφὴν ἐπιτηδεία, ποία δὲ ὀλεθρία, καὶ τῶν μὲν ἀπέχεσθαι μετὰ πολλῆς τῆς σπουδῆς, ταῖς δὲ ἐπιτρέχειν· τὸν δὲ ἄνθρωπον, τὸ λογικὸν ζῶον, ἀγνοεῖν τί μὲν καλὸν, τί δὲ πονηρόν; Ἀλλ' ιδοὺ, φησὶ, ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ αὐτὸ ἐκάλεσεν ἡ Γραφή. Οἶδα κἀγώ· ἀλλ' ἐὰν τὰ ιδιώματα τῆς θείας Γραφῆς μαθεῖν βουληθῇς, εἴσῃ τίνος ἕνεκεν τὴν ὀνομασίαν ταύτην ἐπέθηκε τῷ ξύλῳ. Οὐ γὰρ ἐπειδὴ αὐτὸ τὴν γνῶσιν παρεῖχεν, οὕτως ἐκαλεῖτο ἀλλ' ἐπειδὴ περὶ
6. Who then could endure those who wish to say that after the eating from the tree man acquired the knowledge of both good and evil, when even before the eating he was filled with so great a wisdom, and along with wisdom had also been deemed worthy of a prophetic gift? And how could these things make sense—that goats and sheep and the whole nature of irrational creatures should know what herb is suitable for nourishment and what is deadly, and abstain from the one with great earnestness while running to the other, whereas man, the rational creature, should be ignorant of what is good and what is evil? But behold, one says, Scripture called it the tree of knowing good and evil. I know it too; but if you should wish to learn the idioms of divine Scripture, you will know for what sake it set this name upon the tree. For not because it itself afforded the knowledge was it so called, but because about
Notes, col. 132

On the reading

Printed αισθάνεσθαι, for αἰσθάνεσθαι.

Printed Σάρρας, for Σάῤῥας.

Printed αισθήσεως, for αἰσθήσεως.

Printed εις, for εἰς.

Printed ειδέναι, for εἰδέναι.

Printed ιδοὺ, for ἰδοὺ.

Printed ιδιώματα, for ἰδιώματα.

Printed ἐκαλεῖτο ἀλλ', for ἐκαλεῖτο, ἀλλ'.