Migne Reading Room

PG 53 · cols. 125–126 · Read from the page

In Genesin Homilia XV (ΟΜΙΛΙΑ ΙΕʹ; Gen. 2:20–24)

In Genesin Homilia XV (ΟΜΙΛΙΑ ΙΕʹ; Gen. 2:20–24)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:125Read from the page
Ὁ προπετὴς ἐν γλώσσῃ καὶ ἁπλῶς τὰ ἐπιόντα φθεγγόμενος, μιμείσθω πάλιν τὸν μακάριον προφήτην καὶ λεγέτω· Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου· καὶ μηδέποτε ἁπλῶς καὶ ὡς ἔτυχε προφερέτω τὰ ῥήματα, ἀλλ' ἀκουέτω Παύλου λέγοντος· Πᾶσα κραυγὴ, καὶ θυμὸς, καὶ βλασφημία, καὶ αἰσχρολογία, καὶ εὐτραπελία ἀρθήτω ἀφ' ὑμῶν, σὺν πάσῃ κακίᾳ· καὶ πάλιν· Εἴ τις λόγος ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσι. Καὶ τοὺς ὅρκους δὲ παντελῶς φευγέτω, ἀκούων τῆς ἀποφάσεως τοῦ Χριστοῦ τῆς λεγούσης, ὅτι Ἐῤῥήθη τοῖς ἀρχαίοις, Οὐκ ἐπιορκήσεις· ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως. Μὴ τοίνυν μοι λέγε, ὅτι Ἐπὶ δικαίῳ ὄμνυμι· οὐκ ἔξιστι γὰρ οὔτε ἐπὶ δικαίῳ, οὔτε ἐπὶ ἀδίκῳ ὀμνύναι. Καθαρὸν τοίνυν τηρῶμεν ὅρκῳ τὸ στόμα, καὶ τούτοις ἅπασι τειχίζωμεν ἡμῶν καὶ τὴν γλῶτταν, καὶ τὰ χείλη, καὶ τὴν διάνοιαν, ὥστε μὴ ἔνδοθεν τίκτεσθαί τι τῶν πονηρῶν λογισμῶν, μήτε διὰ γλώττης προφέρεσθαι. Καὶ τὰς ἀκοὰς δὲ ἀσφαλῶς ἀποφράττωμεν, ὥστε μήτε ἀκοὴν ματαίαν παραδέχεσθαι, καθάπερ ὁ μακάριος Μωϋσῆς παρήγγειλε λέγων· Ἀκοὴν ματαίαν μὴ παραδέξῃ· καὶ πάλιν ὁ μακάριος Δαυῒδ ἔλεγε· Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Εἶδες, ἀγαπητὲ, ὅσης ἡμῖν ἀγρυπνίας χρεία, ὅσου πόνου πρὸς τὴν ἀρετήν; πῶς καὶ βραχὺ μέρος ἀμεληθὲν, ὁλόκληρον ἡμῖν ἐπάγει τὸν κίνδυνον; Διὰ τοῦτο καὶ ἑτέρωθι ἐβόα ὁ μακάριος Δαυῒδ ἐγκαλῶν τῷ τοῦτο ποιοῦντι· Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον. Ἐὰν οὕτως ἡμῶν ἅπαντα τὰ μέλη τειχίσωμεν, δυνησόμεθα καὶ πρὸς τὰ τῆς ἀρετῆς ἔργα διεγερθῆναι, καὶ τὴν μὲν γλῶτταν πρὸς δοξολογίαν καὶ ὕμνους τοὺς εἰς τὸν τῶν ὅλων Θεὸν ἀπασχολεῖν, τὴν δὲ ἀκοὴν πρὸς ἀκρόασιν καὶ μάθησιν τῶν θείων λογίων, καὶ τὴν διάνοιαν πρὸς τὴν κατανόησιν τῶν πνευματικῶν διδαγμάτων, καὶ τὰς χεῖρας μὴ πρὸς ἁρπαγὴν καὶ πλεονεξίαν, ἀλλὰ πρὸς ἐλεημοσύνην καὶ τὴν τῶν ἀγαθῶν πράξεων ἐργασίαν, καὶ τοὺς πόδας μὴ εἰς θέατρα καὶ ἱπποδρομίας, καὶ τὰς ἐπιβλαβεῖς θεωρίας, ἀλλ' εἰς ἐκκλησίαν καὶ εἰς εὐκτηρίους οἴκους, καὶ πρὸς τὰς τῶν ἁγίων μαρτύρων θήκας, ἵνα τὴν παρ' αὐτῶν εὐλογίαν καρπούμενοι, ἀχειρώτους ἑαυτοὺς καταστήσωμεν ταῖς τοῦ διαβόλου παγίσιν. Ἐὰν οὕτως ὦμεν μεμεριμνημένοι, καὶ τῆς ἑαυτῶν σωτηρίας φροντίζοντες, δυνησόμεθα καὶ τὸ ἀπὸ τῆς νηστείας κέρδος καρπώσασθαι, καὶ τὰς τοῦ Πονηροῦ μηχανὰς διαφυγεῖν, καὶ πολλὴν τὴν ἄνωθεν ῥοπὴν ἐπισπάσασθαι· ἧς γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Let him who is hasty in tongue and utters simply whatever comes upon his lips imitate in turn the blessed prophet and say: Set, O Lord, a guard upon my mouth and a door of enclosure round about my lips; and let him never put forth his words simply and at random, but let him hear Paul saying: Let all clamour, and wrath, and blasphemy, and filthy speech, and jesting be put away from you, with all malice; and again: If there be any good word for the edification of the need, that it may give grace to those who hear. And let him flee oaths utterly as well, hearing the decree of Christ which says that It was said to them of old: You shall not forswear yourself; but I say to you not to swear at all. Do not, therefore, say to me: I swear in a just matter; for it is not lawful to swear either in a just matter or in an unjust one. Let us, therefore, keep our mouth pure in regard to an oath, and with all these things let us wall round our tongue, and our lips, and our mind, so that no wicked thoughts may either beget themselves from within or be brought forth through the tongue. And let us securely stop up our ears as well, so as not to receive a vain report, just as the blessed Moses enjoined, saying: You shall not receive a vain report; and again the blessed David said: Him who secretly slandered his neighbour, him I drove out. Did you see, beloved, how great a vigilance we need, how great a labour towards virtue? How even a small part neglected brings upon us the peril of the whole? On this account the blessed David cried aloud elsewhere also, accusing him who does this: Sitting down, you spoke against your brother, and against your mother's son you placed a stumbling-block. If we thus wall round all our members, we shall be able both to be roused up to the works of virtue, and to employ our tongue in doxology and hymns unto the God of all, and our hearing in listening to and learning the divine oracles, and our mind in comprehending spiritual teachings, and our hands not in rapine and covetousness, but in almsgiving and the practice of good deeds, and our feet not unto theatres and horse-races and harmful spectacles, but unto the church and houses of prayer, and unto the shrines of the holy martyrs, so that, reaping the blessing that comes from them, we may render ourselves unconquerable by the snares of the devil. If we are thus attentive and caring for our own salvation, we shall be able both to reap the gain from the fast, and to escape the devices of the Evil One, and to draw down upon ourselves abundant favour from above; which may it be granted to us all to enjoy, by the grace and lovingkindness towards humanity of our Lord Jesus Christ, with Whom to the Father, together with the Holy Spirit, be glory, might, honour, now and always, and unto the ages of ages. Amen.
ΟΜΙΛΙΑ ΙϚʹ.
Homily XVI.
Εἰς τὴν παράβασιν τῶν πρωτοπλάστων. Καὶ ἦσαν οἱ δύο γυμνοὶ, ὅ τε Ἀδὰμ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ἠσχύνοντο.
On the transgression of the first-formed. And the two were naked, both Adam and his wife, and were not ashamed.
αʹ. Βούλομαι σήμερον, ἀγαπητοὶ, θησαυρὸν ὑμῖν πνευματικὸν ὑπανοῖξαι, μεριζόμενον, καὶ μηδέποτε δαπανώ-
1. I wish today, beloved, to open up to you a spiritual treasure, which is divided and never exhau-
Notes, col. 125

On the reading

Printed ἔξιστι, for ἔξεστι.

PG 53:126Read from the page
μενον· πάντας πλουτίζοντα, καὶ ἐν μηδενὶ ἐλαττούμενον, ἀλλὰ καὶ προστιθέμενον. Καθάπερ γὰρ ἐπὶ τοῦ αἰσθητοῦ θησαυροῦ κἂν μικρόν τι ψῆγμα λαβεῖν τις δυνηθείη, πολὺν ἑαυτῷ τὸν πλοῦτον ἐργάζεται· οὕτω δὴ καὶ ἐπὶ τῆς θείας Γραφῆς, καὶ ἐν βραχείᾳ λέξει πολλὴν ἔστιν εὑρεῖν τῶν νοημάτων τὴν δύναμιν, καὶ ἄφατον τὸν πλοῦτον. Τοιαύτη γὰρ ἡ φύσις τοῦ θησαυροῦ τούτου· τοὺς ὑποδεχομένους εὐπόρους ἐργαζόμενος οὐδέποτε ἐλλείπει· πηγὴ γὰρ τοῦτον ἀναβλύζει τοῦ Πνεύματος τοῦ ἁγίου. Ὑμέτερον δ' ἂν εἴη λοιπὸν μετὰ ἀκριβείας φυλάττειν τὰ παρακατατιθέμενα, καὶ τὴν μνήμην ἀδιάπτωτον διασώζειν, ἵνα μετ' εὐκολίας δύνησθε παρακολουθεῖν τοῖς λεγομένοις, μόνον μετὰ σπουδῆς τὰ παρ' ἑαυτῶν εἰσφέρωμεν. Ἡ γὰρ χάρις ἕτοιμός ἐστιν ἐπιζητοῦσα τοὺς μετὰ δαψιλείας ταύτην ὑποδεχομένους. Ἀκούσωμεν δὲ καὶ τῶν σήμερον ἀνεγνωσμένων, ἵνα μάθωμεν τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν, καὶ ὅσῃ συγκαταβάσει κέχρηται διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν. Καὶ ἦσαν οἱ δύο γυμνοὶ, ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ἠσχύνοντο. Ἐννόησόν μοι μακαριότητος ὑπερβολὴν, πῶς ἀνώτεροι ἦσαν τῶν σωματικῶν ἁπάντων, πῶς καθάπερ τὸν οὐρανὸν, οὕτω τὴν γῆν ᾤκουν, καὶ ἐν σώματι τυγχάνοντες τὰ τῶν σωμάτων οὐχ ὑπέμενον· οὔτε γὰρ στέγης, οὔτε ὀρόφου, οὔτε ἱματίου, οὔτε ἄλλου οὐδενὸς τῶν τοιούτων ἐδέοντο. Καὶ οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ τοῦτο ἡμῖν ἐπεσημήνατο ἡ θεία Γραφὴ, ἀλλ' ἵνα μαθόντες τὴν ἄλυπον αὐτῶν ταύτην διαγωγὴν, καὶ τὸν ἀνώδυνον βίον, καὶ τὴν ἀγγελικὴν, ὡς εἰπεῖν, κατάστασιν, ἐπειδὰν ἴδωμεν μετὰ ταῦτα τούτων ἁπάντων ἐρήμους αὐτοὺς γενομένους, καὶ καθάπερ ἀπὸ πολλῆς πλούτου περιουσίας εἰς ἐλαχίστην πενίαν κατενεχθέντας, τῇ ῥᾳθυμίᾳ αὐτῶν τὸ πᾶν ἐπιγράψωμεν. Ἀναγκαῖον δὲ ἀκοῦσαι τῶν ἀνεγνωσμένων. Εἰπὼν γὰρ ὁ μακάριος Μωϋσῆς, ὅτι γυμνοὶ ἦσαν, καὶ οὐκ ἠσχύνοντο (οὐδὲ γὰρ ᾔδεισαν ὅτι γυμνοὶ ἦσαν, τῆς δόξης τῆς ἀφάτου περιστελλούσης αὐτοὺς, καὶ παντὸς ἱματίου μᾶλλον αὐτοὺς κοσμούσης), φησίν· Ὁ δὲ ὄφις ἦν φρονιμώτατος τῶν θηρίων πάντων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε Κύριος ὁ Θεός. Καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· Τί ὅτι εἶπεν ὁ Θεὸς, Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου; Ὅρα πονηροῦ δαίμονος βασκανίαν, καὶ πολύπλοκον μηχανήν. Ἐπειδὴ γὰρ εἶδεν ἐν τῇ ἀνωτάτω τιμῇ τυγχάνοντα τὸν δημιουργηθέντα ἄνθρωπον, καὶ οὐδὲν σχεδὸν ἔλαττον ἔχοντα τῶν ἀγγέλων, καθάπερ καὶ ὁ μακάριος Δαυῒδ φησιν, Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους· καὶ τοῦτο δὲ αὐτὸ τὸ Βραχὺ ἡ τῆς παρακοῆς ἁμαρτία εἰσήγαγε· μετὰ γὰρ τὴν παρακοὴν τοῦτο ἐφθέγξατο ὁ προφήτης· ὁρῶν τοίνυν ἄγγελον ἐπίγειον ἐπὶ γῆς τυγχάνοντα, καὶ ὑπὸ τῆς βασκανίας τηκόμενος ὁ ἀρχέκακος δαίμων, ἐπειδὴ αὐτὸς ἐν ταῖς ἄνω δυνάμεσι τελῶν, διὰ μοχθηρίαν προαιρέσεως καὶ κακίας ὑπερβολὴν ἐκ τοῦ ὕψους ἐκείνου ἐῤῥίφη κάτω, πολλῇ κέχρηται τῇ μηχανῇ, ὥστε τῆς εὐνοίας τοῦ Θεοῦ ἀποστερῆσαι τὸν ἄνθρωπον, καὶ ἀγνώμονα αὐτὸν ἀπεργασάμενος γυμνῶσαι τῶν τοσούτων ἀγαθῶν τῶν διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν παρασχεθέντων αὐτῷ. Καὶ τί ποιεῖ; Εὑρὼν τὸ θηρίον τοῦτο, τὸν ὄφιν λέγω, τὰ ἄλλα θηρία τῇ φρονήσει νικῶντα, καθάπερ καὶ ὁ μακάριος Μωϋσῆς ἐμαρτύρησεν εἰπὼν, Ὁ δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν
sted; enriching all, and in no wise diminished, but even increased. For just as in the case of a perceptible treasure, even if someone should be able to take some small grain, he gains great wealth for himself; so indeed with divine Scripture as well, even in a brief expression it is possible to find great power of thoughts and ineffable wealth. For such is the nature of this treasure: making those who receive it wealthy, it never fails; for a fountain of the Holy Spirit pours it forth. It would remain for you, therefore, to guard with exactness the things entrusted to you, and to preserve your memory unerring, so that with ease you may be able to follow closely what is said, if only we bring forth with zeal what lies on our own part. For grace stands ready, seeking out those who welcome it abundantly. Let us hear also what has been read today, so that we may learn the ineffable lovingkindness of God towards humanity, and what great condescension He has employed on account of our salvation. And the two were naked, both Adam and his wife, and were not ashamed. Consider, I pray you, the surpassing measure of their blessedness: how superior they were to all bodily things, how they inhabited the earth just as though it were heaven, and while being in a body did not undergo the things of bodies; for they stood in need neither of shelter, nor of roof, nor of garment, nor of anything else of the kind. And not simply, nor in vain, did divine Scripture signify this to us, but so that, having learned this griefless way of life of theirs, and their painless existence, and their angelic state, so to speak, whenever we afterwards see them become bereft of all these things, and cast down as though from a great abundance of wealth into utter poverty, we may ascribe the whole of it to their own indolence. Now it is necessary to hear what has been read. For after the blessed Moses said that they were naked and were not ashamed (for they did not even know that they were naked, since the ineffable glory clothed them round and adorned them more than any garment), he says: Now the serpent was more prudent than all the beasts upon the earth which the Lord God made. And the serpent said to the woman: Why is it that God said, You shall by no means eat from every tree of paradise? Behold the envy of the wicked demon, and his many-winding device! For since he saw man who had been fashioned standing in the highest honour, and having scarcely anything less than the angels—just as the blessed David also says, Thou hast made him somewhat less than the angels, and even this very 'somewhat less' the sin of disobedience brought in, for it was after the disobedience that the prophet uttered this—seeing, therefore, an earthly angel upon earth, and wasting away with envy, the primeval-evil demon, since he himself, while ranked among the powers above, had been hurled down from that height on account of depravity of choice and excess of wickedness, employs great cunning so as to deprive man of the goodwill of God, and, having rendered him ungrateful, to strip him of these great good things granted to him through God's lovingkindness towards humanity. And what does he do? Having found this beast—I mean the serpent—surpassing the other beasts in prudence, just as the blessed Moses also bore witness, saying, Now the serpent was more prudent than all the beasts upon the earth which