Migne Reading Room

PG 53 · cols. 119–124 · Read from the page

In Genesin Homilia XV (ΟΜΙΛΙΑ ΙΕʹ; Gen. 2:20–24)

In Genesin Homilia XV (ΟΜΙΛΙΑ ΙΕʹ; Gen. 2:20–24)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:119Read from the page
προθῶμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης. Ἠκούσατε γὰρ ἀρτίως τῆς θείας Γραφῆς λεγούσης· Τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. Τί βούλεται ἡ βραχεῖα αὕτη λέξις, Τῷ δὲ Ἀδάμ; τίνος ἕνεκεν προσέθηκε τὸν σύνδεσμον; οὐ γὰρ ἤρκει εἰπεῖν, τῷ Ἀδάμ; Οὐχ ἁπλῶς ταῦτα διερευνᾶσθαι σπουδάζομεν, φιλοτιμίας ἕνεκεν περιττῆς, ἀλλ' ἵνα μετὰ ἀκριβείας ὑμῖν ἅπαντα ἑρμηνεύοντες παιδεύσωμεν ὑμᾶς μηδὲ βραχεῖαν λέξιν, μηδὲ συλλαβὴν μίαν παρατρέχειν τῶν ἐν ταῖς θείαις Γραφαῖς κειμένων. Οὐ γὰρ ῥήματά ἐστιν ἁπλῶς, ἀλλὰ τοῦ Πνεύματος τοῦ ἁγίου ῥήματα, καὶ διὰ τοῦτο πολύν ἐστι τὸν θησαυρὸν εὑρεῖν καὶ ἐν μιᾷ συλλαβῇ. Προσέχετε οὖν, παρακαλῶ, μετὰ ἀκριβείας· μηδεὶς νωθὴς, μηδεὶς ὑπνηλὸς, πάντες διεγηγερμένην μοι τὴν διάνοιαν παρέχετε· μηδεὶς ἔξω ῥεμβέσθω τὸν λογισμὸν, μηδὲ φροντίδας βιωτικὰς ἐπισυρόμενος ἐνταῦθα στηκέτω, ἀλλ' ἐννοῶν τῆς πνευματικῆς ταύτης συνόδου τὸ ἀξίωμα, καὶ ὅτι διὰ τῆς τῶν προφητῶν γλώττης τοῦ Θεοῦ πρὸς ἡμᾶς διαλεγομένου ἀκούομεν· οὕτω τὴν ἀκοὴν ὑπεχέτω, καὶ συντεταμένον ἐχέτω τὸν νοῦν, ἵνα μηδὲν τῶν παρ' ἡμῶν καταβαλλομένων σπερμάτων εἰς πέτραν κατενεχθῇ, ἢ παρὰ τὴν ὁδὸν, ἢ παρὰ τὰς ἀκάνθας, ἀλλ' ὁλόκληρον τὸ σπέρμα εἰς τὴν γῆν τὴν καλὴν καταβληθὲν, τὸ πλάτος λέγω τῆς διανοίας τῆς ὑμετέρας, δαψιλῆ τὸν καρπὸν ὑμῖν ἐνέγκαι δυνηθῇ, καὶ πολυπλασιάσῃ τὰ παρ' ἡμῶν καταβαλλόμενα. Ἀλλ' ἴδωμεν λοιπὸν τί βούλεται ἡμῖν αὕτη ἡ τοῦ συνδέσμου συμπλοκή. Τῷ δὲ Ἀδὰμ, φησὶν, οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. Θέα μοι τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν. Εἰποῦσα, Τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ προσέθηκεν, Ὅμοιος αὐτῷ, τῇ προσθήκῃ παραδηλοῦσα ἡμῖν τὴν αἰτίαν, δι' ἣν τοῦ συνδέσμου τὴν συμπλοκὴν ἐποιήσατο. Οἶμαι λοιπὸν τοὺς ὀξύτερον ἐπιβάλλειν δυναμένους ἤδη προορᾷν τὸ μέλλον ὑφ' ὑμῶν ῥηθήσεσθαι. Ἀλλ' ἐπειδὴ προσήκει ἡμᾶς κοινὴν πρὸς ἅπαντας ποιουμένους τὴν διδασκαλίαν, πᾶσι σαφῆ ποιεῖν τὰ παρ' ἡμῶν λεγόμενα, φέρε διδάξωμεν ὑμᾶς τίνος ἕνεκεν οὕτως εἴρηκεν· ἀλλὰ μικρὸν ἀνάσχεσθε. Ἐπειδὴ γὰρ ἐν τοῖς πρώην ῥηθεῖσι, καθάπερ μνημονεύετε, εἰποῦσα ἡ θεία Γραφὴ, ὅτι Ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτὸν, εὐθέως ἐδίδαξεν ἡμᾶς τὴν τῶν θηρίων, καὶ τῶν ἑρπετῶν, καὶ τῶν ἀλόγων ἁπάντων δημιουργίαν· φησὶ γὰρ, Καὶ ἔπλασεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ, ἰδεῖν τί καλέσει αὐτά. Καὶ καθάπερ Δεσπότης πᾶσιν ἐπέθηκε τὰ ὀνόματα, καὶ τὴν οἰκείαν προσηγορίαν ἑκάστῳ γένει τῶν θηρίων, καὶ τῶν πετεινῶν, καὶ πάντων τῶν ἀλόγων κατὰ τὴν παρασχεθεῖσαν αὐτῷ σοφίαν ἀπένειμεν· ἵνα εἰδέναι ἔχωμεν λοιπὸν, ὅτι ἐκεῖνα μὲν ἅπαντα τὰ γεγενημένα, εἰ γὰρ ὑπηρεσίαν τινὰ πληροῖ καὶ συνεφάπτεται τῶν καμάτων αὐτῷ, ἀλλ' ὅμως ἄλογά ἐστι, καὶ πολλῷ τῷ μέτρῳ λειπόμενα τοῦ ἀνθρώπου· καὶ ἵνα μὴ νομίζωμεν ὅτι περὶ τούτων εἶπε, Ποιήσωμεν αὐτῷ βοηθόν. Εἰ γὰρ καὶ βοηθεῖ, καὶ πρὸς πολλὰ χρήσιμα καθέστηκε τῇ τοῦ ἀνθρώπου ὑπηρεσίᾳ, ἀλλ' ὅμως ἄλογά ἐστιν. Ὅτι μὲν γὰρ βοηθεῖ, δεικνυσιν αὐτὴ ἡ πεῖρα τῶν πραγμάτων. Καὶ γὰρ τὰ μὲν πρὸς την τῶν ἀγωγίμων μετακομιδὴν ἡμῖν ἐστιν ἐπιτήδεια, τὰ δὲ πρὸς τὴν τῆς γῆς ἐργασίαν. Βοῦς μὲν γὰρ ἄροτρον ἕλκει, καὶ αὔλακας ἀνατέμνει, καὶ πολλὴν ἑτέραν χρείαν πρὸς τὴν γεωργίαν ἡμῖν εἰσφέρει· ὄνος δὲ πάλιν πρὸς την τῶν ἀγωγίμων μετακομιδὴν πολλὴν παρέχει τὴν χρείαν, καὶ ἕτερα δὲ πολλὰ τῶν ἀλόγων
set forth before your charity. For you heard just now divine Scripture saying: Yet for Adam there was not found a helper like unto him. What does this brief expression mean, Yet for Adam? On what account did it add the conjunction? Why, did it not suffice to say, for Adam? Not merely out of superfluous ambition are we zealous to search out these things, but so that, expounding all things to you with exactness, we may train you not to run past even a brief expression, nor a single syllable, of the things contained in the divine Scriptures. For they are not words merely, but words of the Holy Spirit, and on this account one may find much treasure even in a single syllable. Give heed, therefore, I beseech you, with exactness; let no one be sluggish, no one drowsy; do you all present to me an awakened mind; let no one let his reasoning wander outside, nor stand here dragging worldly cares along with him, nay, reflecting upon the dignity of this spiritual gathering, and that through the tongue of the prophets we hear God conversing with us, let him thus lend his hearing and hold his mind intent, so that none of the seeds cast down by us may be carried down upon a rock, or along the way, or along the thorns, but that the whole seed, cast down into the good earth—I mean the breadth of your mind—may be able to bear abundant fruit for you, and multiply manifold the things cast down by us. Yet let us see henceforth what this interweaving of the conjunction means for us. Yet for Adam, it says, there was not found a helper like unto him. Behold for me the exactness of divine Scripture. Having said, Yet for Adam there was not found a helper, it did not halt at this point, but added, Like unto him, indicating to us by the addition the cause on account of which it made the interweaving of the conjunction. I suppose, then, that those able to apprehend more keenly already foresee what is about to be spoken by you. Yet since it is fitting for us, making our teaching common to all, to make plain to all the things spoken by us, come, let us teach you on what account it spoke thus; only bear with me a little. For since in the things spoken recently, even as you remember, divine Scripture, having said, Let us make for him a helper according to him, straightway taught us the creation of the wild beasts, and of the creeping things, and of all the irrational creatures—for it says, And God formed besides out of the earth all the wild beasts, and the winged creatures of heaven, and brought them to Adam to see what he would call them; and just like a Master he set names upon them all, and assigned its own appellation to each kind of the wild beasts, and of the winged creatures, and of all the irrational creatures, according to the wisdom bestowed upon him—so that we might have it in our power to know henceforth that all those things that had come to be, even if they fulfil some service and lay hold of his toils along with him, are nevertheless irrational, and fall short of man by a great measure; and lest we should suppose that concerning these He said, Let us make for him a helper. For even if they help, and have become useful in many respects for the service of man, nevertheless they are irrational. Now that they help, the very experience of affairs shows. For some are suitable to us for the carriage of loads, and others for the tillage of the earth. For an ox draws the plough, and cuts up furrows, and contributes much other usefulness to us towards husbandry; while an ass again affords great usefulness for the carriage of loads, and many other of the irrational creatures
Notes, col. 119

On the reading

Printed δεικνυσιν, for δείκνυσιν.

Printed την, for τὴν.

PG 53:120Read from the page
ἡμῖν ὑπηρετεῖται πρὸς τὰς τοῦ σώματος χρεί⟨α⟩ς. Καὶ γὰρ τὰ πρόβατα την ἐκ τοῦ ἐρίου ἡμῖν χρείαν παρέχει πρὸς τὴν τῶν ἐνδυμάτων κατασκευὴν, καὶ αἱ αἶγες πάλιν ὡσαύτως καὶ τὴν ἀπὸ τῶν τριχῶν ἡμῖν λειτουργίαν εἰσφέρουσι, καὶ τὴν ἀπὸ τοῦ γάλακτος, καὶ ἕτερα πρὸς τροφὴν ἡμῖν ἐπιτήδεια. Ἵν' οὖν μὴ περὶ τούτων εἶναι νομίσῃς τὸ ἀνωτέρω εἰρημένον, ὅτι Ποιήσωμεν αὐτῷ βοηθὸν, διὰ τοῦτο νῦν ἀρχόμενος τοῦ λόγου, φησὶ, Τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ· μονονουχὶ διδάσκων ἡμᾶς ὁ μακάριος Μωϋσῆς, καὶ ταῦτα λέγων τὰ ῥήματα, ὅτι ταῦτα μὲν ἅπαντα παρήχθη, καὶ τὰς τῶν ὀνομάτων προσηγορίας ἔλαβε παρὰ τοῦ Ἀδὰμ, ἀλλ' ὅμως οὐδὲν ἄξιον τούτων αὐτοῦ πρὸς βοήθειαν ηὑρέθη. Διὸ βούλεται ἡμᾶς διδάξαι τοῦ μέλλοντος ζώου παράγεσθαι τὴν διάπλασιν, καὶ ὅτι τοῦτο τὸ μέλλον δημιουργεῖσθαι ζῶον τοῦτό ἐστι περὶ οὗ ἔλεγε, Ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτὸν, ὅμοιον αὐτῷ φησι, τῆς αὐτῆς αὐτῷ οὐσίας, ἄξιον αὐτοῦ, μηδὲν αὐτοῦ λειπόμενον· διὰ τοῦτο ἔλεγε, Τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ· δεικνὺς ἡμῖν ὁ μακάριος οὗτος, ὅτι ὅσην ἂν παρέχηται χρείαν ἡμῖν πρὸς ὑπηρεσίαν ταυτὶ τὰ ἄλογα, ἑτέρα τίς ἐστι βοήθεια καὶ πολλῷ τῷ μέτρῳ ὑπερακοντίζουσα τῷ Ἀδὰμ παρεχομένη παρὰ τῆς γυναικός.
minister to us towards the needs of the body. For the sheep afford us the usefulness from their wool towards the making of garments, and the goats again likewise contribute to us both the service from their hair and that from their milk, and other things suitable to us for nourishment. Lest, therefore, you should suppose what was spoken above—Let us make for him a helper—to be concerning these, on this account, beginning his discourse now, he says, Yet for Adam there was not found a helper like unto him; the blessed Moses all but teaching us and saying these words: that all these things indeed were brought forth, and received the appellations of their names from Adam, yet nevertheless nothing of these was found worthy of him for help. Wherefore he wishes to teach us the fashioning of the living creature about to be brought forth, and that this living creature about to be created is that concerning which He said, Let us make for him a helper according to him—like unto him, he says, of the same essence with him, worthy of him, falling short of him in nothing; on this account he said, Yet for Adam there was not found a helper like unto him; this blessed man showing us that however great usefulness for service these irrational creatures may afford us, there is another help, shooting far beyond by a great measure, afforded to Adam from the woman.
βʹ. Ἐπεὶ οὖν πάντων παραχθέντων τῶν ζώων, καὶ τὰς προσηγορίας δεξαμένων παρὰ τοῦ πρωτοπλάστου ἐπεζήτει τὸν ὅμοιον αὐτῷ βοηθὸν ὁ φιλάνθρωπος Δεσπότης παραγαγεῖν, ὁ πάντα διὰ τὸν δημιουργηθέντα ὑπ' αὐτοῦ οἰκονομῶν, καὶ πᾶσαν τὴν κτίσιν ταύτην τὴν ὁρωμένην διὰ τοῦτον παραγαγὼν, μετὰ τῶν ἄλλων ἁπάντων καὶ τὴν γυναῖκα δημιουργεῖ. Καὶ ὅρα πῶς μετὰ ἀκριβείας ἡμᾶς διδάσκει καὶ τῆς δημιουργίας αὐτῆς τὴν διάπλασιν. Ἐπειδὴ γὰρ ἐδίδαξεν ἡμᾶς, ὅτι βούλεται βοηθὸν αὐτῷ παραγαγεῖν ὅμοιον αὐτῷ· καὶ γὰρ ἀνωτέρω ἔλεγε· Ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτὸν, καὶ ἐνταῦθά φησιν, Οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ· διὰ τοῦτο ἐκ τῆς οὐσίας αὐτοῦ ταύτης τὴν διάπλασιν ἐργάζεται, καί φησι· Καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσε· Καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ' αὐτῆς. Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα, καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδάμ. Μεγάλη τῶν εἰρημένων ἡ δύναμις, καὶ πάντα λογισμὸν ἀνθρώπινον ὑπερβαίνουσα. Οὐδὲ γὰρ δυνατὸν ἑτέρως τούτων συνιέναι τὸ μέγεθος, μὴ τοῖς τῆς πίστεως ὀφθαλμοῖς ἅπαντα κατοπτεύσαντα. Καὶ ἐπέβαλεν ὁ Θεὸς, φησὶν, ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσεν. Ὅρα τὴν ἀκρίβειαν τῆς διδασκαλίας. Ἀμφότερα τέθεικεν ὁ μακάριος οὗτος προφήτης, μᾶλλον δὲ τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῆς τούτου γλώττης, παιδεῦον ἡμᾶς τῶν γεγενημένων τὴν ἀκολουθίαν. Ἐπέβαλε, φησὶν, ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσεν. Οὔτε ἔκστασις μόνον ἦν τὸ συμβὰν, οὔτε ὕπνος ὁ συνήθης, ἀλλ' ἐπειδὴ ὁ σοφὸς καὶ εὐμήχανος τῆς ἡμετέρας φύσεως δημιουργὸς ἔμελλεν ἐκ τῆς πλευρᾶς αὐτοῦ μίαν ἀφαιρεῖσθαι, ἵνα μὴ ἡ αἴσθησις ὀδύνην αὐτῷ ἐργάσηται, καὶ μετὰ ταῦτα πρὸς τὴν ἐξ ἐκείνης τῆς πλευρᾶς διαπλαττομένην ἀπεχθῶς ἔχῃ διακεῖσθαι, καὶ μισήσῃ τὸ πλαττόμενον ζῶον τῆς ὀδύνης μεμνημένης, διὰ τοῦτο τοσοῦτον αὐτῷ ὕπνον ἐπήγαγεν, ἔκστασιν ἐπιβαλὼν, καὶ ὥσπερ κάρῳ τινὶ κατασχεθῆναι προστάξας, ἵνα μηδεμίαν αἴσθησιν δέξηται τοῦ γινομένου, ἀλλὰ καθάπερ τεχνίτης ἄριστος καὶ ἀφέληται τὸ δοκοῦν, καὶ ἀναπληρώσῃ τὸ λεῖπον, καὶ οὕτω τὸ ληφθὲν δημιουργήσῃ κατὰ τὴν οἰκείαν φιλανθρωπίαν. Ἐπέβαλε γὰρ, φησὶν, ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσε. Καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ' αὐτῆς· ἵνα μὴ ἔχῃ μετὰ τὴν τοῦ ὕπνου ἀπαλλαγὴν ἐκ τοῦ λείποντος αἰσθάνεσθαι τοῦ γεγενημένου. Εἰ γὰρ καὶ ἐν τῷ τῆς ἀφ-
2. Since, therefore, after all the living creatures had been brought forth and had received their appellations from the first-formed, the Master Who loves mankind sought besides to bring forth the helper like unto him—He Who orders all things on account of him who had been created by Him, and Who brought forth all this visible creation on account of him—after all the others He creates the woman also. And see how with exactness he teaches us the fashioning of her creation as well. For since he taught us that He wishes to bring forth a helper for him like unto him—for above He said: Let us make for him a helper according to him, and here he says, There was not found a helper like unto him—on this account He works her fashioning out of his own essence, and says: And God cast a trance upon Adam, and he slept; And He took one of his ribs, and filled up flesh in place of it. And the Lord God built the rib, which He took from Adam, into a woman, and brought her to Adam. Great is the power of the things spoken, and surpassing every human reasoning. For neither is it possible otherwise to understand their magnitude unless one surveys all things with the eyes of faith. And God cast, it says, a trance upon Adam, and he slept. See the exactness of the teaching. This blessed prophet—or rather the Holy Spirit through his tongue—has set down both, training us in the sequence of the things that came to pass. He cast, it says, a trance upon Adam, and he slept. What befell was neither a trance alone, nor customary sleep, nay, since the wise and resourceful Creator of our nature was about to take away one from his rib-side, lest the sensation should work pain in him, and afterwards he might be hostilely disposed towards her who was being fashioned out of that rib, and hate the living creature being formed as he remembered the pain, on this account He brought so deep a sleep upon him, casting a trance upon him and commanding him to be held fast as though by some lethargy, so that he might receive no sensation of what was taking place, nay, just like a supreme craftsman He might both take away what seemed good, and fill up what was lacking, and thus create what had been taken according to His own loving-kindness towards mankind. For He cast, it says, a trance upon Adam, and he slept. And He took one of his ribs, and filled up flesh in place of it; so that after his release from sleep he might not have it in his power from what was lacking to perceive what had come to pass. For even if at the time of the ta-
Notes, col. 120

On the reading

Printed την, for τὴν.

PG 53:121Read from the page
αιρέσεως καιρῷ ἠγνόησεν, ἀλλ' ὅμως ἔμελλε μετὰ ταῦτα ἐπιγινώσκειν τὸ γεγονός. Ἵν' οὖν μήτε ἐν τῷ ἀφαιρεῖσθαι ὀδύνην αὐτῷ ἐμποιήσῃ, μήτε μετὰ ταῦτα ἡ ἔλλειψις ἀθυμίαν ἐργάσηται, ἀμφότερα οὕτως ᾠκονόμησε, καὶ ἀφελόμενος ἀνωδύνως, καὶ πληρώσας ⟨τ⟩ὸ λεῖπον, καὶ μὴ συγχωρήσας μηδενὸς αὐτὸν τῶν γεγενημένων αἴσθησιν δέξασθαι. Λαβὼν οὖν, φησὶ, ταύτην τὴν πλευρὰν, ᾠκοδόμησε Κύριος ὁ Θεὸς εἰς γυναῖκα. Παράδοξον τὸ εἰρημένον, καὶ νικῶν μετὰ πολλῆς τῆς ὑπερβολῆς τὸν ἡμέτερον λογισμόν. Τοιαῦτα γὰρ ἅπαντα τὰ παρὰ τοῦ Δεσπότου. Τοῦ γὰρ ἀπὸ τοῦ χοὸς πλασθῆναι τὸν ἄνθρωπον οὐκ ἔλαττον τοῦτο. Καὶ ὅρα τὴν συγκατάβασιν τῆς θείας Γραφῆς, ὅσοις ῥήμασι κέχρηται διὰ τὴν ἡμετέραν ἀσθένειαν. Καὶ ἔλαβε, φησὶ, μίαν τῶν πλευρῶν αὐτοῦ.
king away he was ignorant of it, nevertheless he was about afterwards to recognize what had come to pass. Lest, therefore, either in the taking away He should inflict pain upon him, or afterwards the deficiency should work despondency, He thus dispensed both: both taking away painlessly, and filling up what was lacking, and not suffering him to receive sensation of any of the things that had come to pass. Taking, therefore, it says, this rib, the Lord God built it into a woman. Paradoxical is what has been spoken, and overcoming our reasoning with great excess. For such are all the things that come from the Master. For this is no less than man's having been formed from the dust. And see the condescension of divine Scripture, what expressions it has used on account of our weakness. And He took, it says, one of his ribs.
Μὴ ἀνθρωπίνως δέχου τὰ λεγόμενα, ἀλλὰ τὴν παχύτητα τῶν λέξεων τῇ ἀσθενείᾳ λογίζου τῇ ἀνθρωπίνῃ. Εἰ γὰρ μὴ τούτοις τοῖς ῥήμασιν ἐχρήσατο, πῶς ἂν μαθεῖν ἠδυνήθημεν ταῦτα τὰ ἀπόρρητα μυστήρια; Μὴ τοῖς ῥήμασιν οὖν μόνοις ἐναπομείνωμεν, ἀλλὰ θεοπρεπῶς ἅπαντα νοῶμεν ὡς ἐπὶ Θεοῦ. Τὸ γὰρ, Ἔλαβε, καὶ ὅσα τοιαῦτα, διὰ τὴν ἀσθένειαν τὴν ἡμετέραν εἴρηται. Σκόπει δὲ πῶς καὶ ἐνταῦθα πάλιν τῇ αὐτῇ συνηθείᾳ ἐχρήσατο, ᾗ καὶ ἐπὶ τοῦ Ἀδάμ. Ὥσπερ γὰρ ἐκεῖ καὶ ἅπαξ, καὶ δεύτερον, καὶ πολλάκις εἶπε· Καὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε· καὶ πάλιν, Καὶ ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ Ἀδάμ· καὶ πάλιν, Καὶ εἶπε Κύριος ὁ Θεὸς, Ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτόν· οὕτω καὶ νῦν φησι, Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τὴν πλευρὰν, ἣν ἔλαβε ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα· καὶ ἀνωτέρω, Καὶ ἐπέβαλε Κύριος ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ· ἵνα μάθῃς ὡς οὐδεμία διαφορά ἐστι Πατρὸς καὶ υἱοῦ ἐν ταῖς λέξεσιν, ἀλλὰ διὰ τὸ μίαν εἶναι τὴν οὐσίαν ἀμφοτέρων, ἀδιαφόρως ἡ Γραφὴ κέχρηται τοῖς ὀνόμασιν. Ἰδοὺ γοῦν καὶ ἐπὶ τῆς διαπλάσεως τῆς γυναικὸς τῇ αὐτῇ συνηθείᾳ ἐχρήσατο εἰποῦσα, Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα. Τί ἂν εἴποιεν ἐνταῦθα οἱ αἱρετικοὶ, οἱ πάντα περιεργάζεσθαι βουλόμενοι, καὶ τοῦ δημιουργοῦ τῶν ὅλων τὴν γέννησιν κατειληφέναι οἰόμενοι; Ποῖος λόγος τοῦτο ἑρμηνεῦσαι δύναται; ποῖος νοῦς καταλαβεῖν; Μίαν πλευρὰν, φησὶν, ἔλαβε· καὶ πῶς ἐκ ταύτης τῆς μιᾶς τὸ ὅλον ζῶον διέπλασε; Τί δὲ λέγω, πῶς ἐκ ταύτης τῆς μιᾶς τὸ ζῶον διέπλασεν; Εἰπέ μοι πῶς ἡ ἀφαίρεσις γέγονε; πῶς αἴσθησιν οὐκ ἔλαβε τῆς ἀφαιρέσεως; Ἀλλ' οὐδὲν τούτων δυνήσῃ εἰπεῖν· μόνος γὰρ ἐκεῖνος οἶδεν ὁ τὴν δημιουργίαν ἐργασάμενος. Εἰ τοίνυν ταῦτα τὰ ἐν χερσὶ, καὶ τὰ τῆς διαπλάσεως τοῦ ὁμογενοῦς ἡμῖν εὑρεῖν ζώου οὐ καταλαμβάνομεν, πόσης ἂν εἴη μανίας καὶ παραφροσύνης τὰ κατὰ τὸν δημιουργὸν περιεργάζεσθαι, καὶ ἐκεῖνα φάσκειν κατειληφέναι ὧν οὔτε αἱ ἀσώματοι καὶ θεῖαι δυνάμεις τὴν ἀκριβῆ γνῶσιν ἔχουσιν, ἀλλὰ μετὰ φόβου καὶ τρόμου δοξολογοῦσαι διηνεκῶς διατελοῦσι;
Do not receive the things spoken in a human manner, but reckon the corporealness of the expressions to human weakness. For had it not used these words, how would we have been able to learn these unutterable mysteries? Let us not, therefore, abide in the words alone, but understand all things in a manner befitting God, as in the case of God. For the expression, He took, and as many such as there are, have been spoken on account of our weakness. And observe how here again it used the same custom which it also used in the case of Adam. For just as there it said once, and a second time, and many times: And the Lord God took the man whom He formed; and again, And the Lord God commanded Adam; and again, And the Lord God said, Let us make for him a helper according to him; so now also it says, And the Lord God built the rib, which He took from Adam, into a woman; and above, And the Lord God cast a trance upon Adam; so that you may learn that there is no difference between Father and Son in the expressions, nay, because the essence of both is one, Scripture has used the names indifferently. Behold, at least, in the case of the fashioning of the woman as well it used the same custom, saying, And the Lord God built the rib, which He took from Adam, into a woman. What could the heretics say here, who wish to pry curiously into all things, and suppose that they have comprehended the generation of the Creator of all things? What discourse is able to expound this? What mind to comprehend it? One rib, it says, He took; and how out of this one did He fashion the whole living creature? Nay, why do I say, how out of this one did He fashion the living creature? Tell me how the taking away came to pass; how he did not receive sensation of the taking away? Yet you will be able to say none of these things; for He alone knows Who wrought the creation. If, therefore, we do not comprehend so as to find out these things that are close at hand, and the matters of the fashioning of the living creature akin in race to us, of how great madness and derangement would it be to pry curiously into the things concerning the Creator, and to allege that one has comprehended those things of which neither the bodiless and divine powers hold exact knowledge, nay, they continue unceasingly glorifying Him with fear and trembling?
γʹ. Καὶ ᾠκοδόμησε, φησὶ, Κύριος ο Θεὸς τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα. Ὅρα τῆς Γραφῆς τὴν ἀκρίβειαν. Οὐκέτι γὰρ εἶπεν, ἔπλασεν, ἀλλ' Ὠκοδόμησεν· ἐπειδὴ ἐκ τοῦ ἤδη πλασθέντος τὸ μέρος ἔλαβε, καὶ ὡς ἂν εἴποι τις, τὸ λεῖπον ἐχαρίσατο. Διὰ τοῦτό φησι, Καὶ ᾠκοδόμησεν· οὐκ ἄλλην πλάσιν εἰργά-
3. And the Lord God built, it says, the rib, which He took from Adam, into a woman. See the exactness of Scripture. For it no longer said, He formed, but He built; since out of what had already been formed He took the part, and, as one might say, bestowed what was lacking. On this account it says, And He built; He wrought no other forma-
Notes, col. 121

On the reading

Printed ο, for ὁ.

PG 53:122Read from the page
σατο, ἀλλ' ἐκ τῆς ἤδη γενομένης πλάσεως βραχύ τι μέρος λαβὼν, τοῦτο τὸ μέρος ᾠκοδόμησε, καὶ τέλειον εἰργάσατο τὸ ζῶον. Πόση τοῦ ἀριστοτέχνου Θεοῦ ἡ δύναμις, ἀπὸ τοῦ βραχυτάτου μέρους ἐκείνου τοσούτων μελῶν ἀναλογίαν ἐργάσασθαι, καὶ τοσαύτας αἰσθήσεις δημιουργῆσαι, καὶ τέλειον καὶ ὁλόκληρον καὶ ἀπηρτισμένον ζῶον κατασκευάσαι, τὸ δυνάμενον καὶ προσδιαλέγεσθαι, καὶ τῇ τῆς οὐσίας κοινωνίᾳ πολλὴν αὐτῷ τὴν παραμυθίαν εἰσφέρειν. Διὰ γὰρ τὴν τούτου παράκλησιν τοῦτο τὸ ζῶον ἐδημιουργήθη. Διὸ καὶ Παῦλος ἔλεγεν· Οὐ γὰρ ἐκτίσθη ὁ ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα. Ὁρᾷς πῶς ἅπαντα δι' αὐτὸν γίνεται; Μετὰ γὰρ τὴν δημιουργίαν τῆς κτίσεως, μετὰ τὸ παραχθῆναι τὰ ἄλογα, τὰ πρὸς βρῶσιν ἐπιτήδεια, τὰ πρὸς ὑπηρεσίαν χρησιμεύειν δυνάμενα, ἐπειδὴ ἐδεῖτο ὁ πλασθεὶς ἄνθρωπός τινος τοῦ προσδιαλεγομένου, καὶ δυναμένου τῇ κοινωνίᾳ τῆς οὐσίας πολλὴν αὐτῷ παρέχειν τὴν παραμυθίαν, διὰ τοῦτο ἐκ τῆς πλευρᾶς αὐτοῦ δημιουργεῖται τὸ ζῶον τοῦτο τὸ λογικὸν, καὶ κατὰ τὴν εὐμήχανον αὐτοῦ σοφίαν τέλειον καὶ ἀπηρτισμένον αὐτὸ εἰργάσατο, κατὰ πάντα τῷ ἀνθρώπῳ ὅμοιον, ἀντὶ τοῦ, λογικὸ⟨ν⟩, δυνάμενον ἐν τοῖς καιρίοις αὐτῷ καὶ τοῖς ἀναγκαίοις καὶ συνέχουσι τὴν ζωὴν τὰ τῆς βοηθείας εἰσφέρειν. Θεὸς γὰρ ἦν ὁ τὰ πάντα σοφίᾳ τινὶ καὶ δημιουργίᾳ οἰκονομῶν. Εἰ γὰρ καὶ ἡμεῖς διὰ τὴν τῶν λογισμῶν ἀσθένειαν καταλαμβάνειν μὴ δυνάμεθα τὸν τρόπον τῶν γεγενημένων, ἀλλ' ὅμως πιστεύομεν, ὅτι τῷ βουλήματι αὐτοῦ πάντα εἴκει, καὶ ὅπερ ἂν προστάξῃ, τοῦτο εἰς μέσον παράγεται. Καὶ ᾠκοδόμησε, φησὶ, Κύριος ὁ Θεὸς τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα, καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδάμ· δεικνὺς, ὅτι δι' αὐτὸν αὐτὴν παρήγαγεν. Ἤγαγεν αὐτὴν, φησὶ, πρὸς τὸν Ἀδάμ. Ἐπειδὴ γὰρ οὐδεὶς εὑρέθη, φησὶν, ἐν πᾶσι τοῖς ἄλλοις ὅμοιός σοι βοηθὸς, ἰδοὺ ὅπερ ὑπεσχόμην (ἐπηγγειλάμην γὰρ βοηθὸν ὅμοιόν σοι κατασκευάζειν), τοῦτο πληρώσας παραδίδωμί σοι. Ἤγαγε γὰρ αὐτὴν, φησὶ, πρὸς τὸν Ἀδάμ. Καὶ εἶπεν Ἀδὰμ, Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου, καὶ σὰρξ ἐκ τῶν σαρκῶν μου.
tion, nay, taking a brief part out of the formation that had already come to be, He built this part, and wrought the living creature complete. How great is the power of God the supreme craftsman, out of that tiniest part to work the proportion of so many limbs, and to create so many senses, and to fashion a complete and entire and consummate living creature, able both to converse with him, and by communion of essence to contribute great consolation to him! For on account of his comfort was this living creature created. Wherefore Paul also said: For the man was not created on account of the woman, but the woman on account of the man. Do you see how all things come to be on account of him? For after the creation of the world, after the irrational creatures had been brought forth, those suitable for food, those able to be useful for service, since the man who had been formed stood in need of someone to converse with him, and able by communion of essence to afford him great consolation, on this account out of his rib is created this rational living creature, and according to His resourceful wisdom He wrought it complete and consummate, like unto man in all respects—that is to say, rational, able in things opportune for him and necessary and sustaining life to contribute the parts of help. For it was God Who orders all things by a certain wisdom and creative power. For even if we, through the weakness of our reasonings, are unable to comprehend the manner of the things that have come to pass, nevertheless we believe that all things yield to His counsel, and whatsoever He commands, this is brought forth into the midst. And the Lord God built, it says, the rib, which He took from Adam, into a woman, and brought her to Adam; showing that on account of him He brought her forth. He brought her, it says, to Adam. For since no helper, He says, was found like unto you among all the others, behold, what I promised (for I promised to fashion a helper like unto you), having fulfilled this, I hand over to you. For He brought her, it says, to Adam. And Adam said, This now is bone out of my bones, and flesh out of my flesh.
Θέα μοι ἐνταῦθα, ἀγαπητὲ, πῶς μετὰ τῆς σοφίας ἐκείνης τῆς ἀφάτου, τῆς παρὰ τοῦ Θεοῦ αὐτῷ χορηγηθείσης, τὰ δείγματα ἡμῖν ἐδείκνυ διὰ τῆς τῶν ὀνομάτων θέσεως ἅπερ ἐπέθηκε τοσούτοις τοῖς γένεσι τῶν ἀλόγων ζώων, καὶ προφητικῆς ἠξίωτο χάριτος. Διὰ γὰρ τοῦτο ἐν τοῖς ἀνωτέρω ἐδίδαξεν ἡμᾶς ὁ μακάριος οὗτος προφήτης, ὅτι μετὰ τοῦ ὕπνου καὶ ἔκστασις αὐτὸν ἔλαβεν, ὡς μηδὲ ὅλως αἴσθησιν δέξασθαι τοῦ γενομένου, ἵν' ἐπειδὰν μάθῃς νῦν, ὅτι μετὰ τὴν θέαν τῆς γυναικὸς μετὰ ἀκριβείας ἀπαγγέλλει τὸ γεγονὸς, πεισθῇς ἀκριβῶς, ὅτι προφητικῇ χάριτι ταῦτα φθέγγεται, καὶ ἐνηχούμενος ὑπὸ τῆς τοῦ ἁγίου Πνεύματος διδασκαλίας. Ὁ γὰρ μηδὲν τῶν γεγενημένων εἰδὼς, ἐπειδὴ ἤγαγεν αὐτὴν πρὸς αὐτὸν, φησί· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Ἕτερος δέ τις ἑρμηνευτής φησιν, ἀντὶ τοῦ Νῦν, Τοῦτο ἅπαξ, δηλῶν ὅτι νῦν τοῦτο μόνον γέγονε, καὶ οὐκέτι οὕτως ἔσται τῆς γυναικὸς ἡ διάπλασις. Νῦν, φησὶν, ἐξ ἀνδρὸς γέγονεν ἡ γυνὴ, μετὰ δὲ ταῦτα οὐχ οὕτως, ἀλλ' ἐκ τῆς γυναικὸς ὁ ἀνήρ· μᾶλλον δὲ οὐκ ἐκ τῆς γυναικὸς, ἀλλ' ἐκ τῆς ἀμφοτέρων συνεργίας· ὡς καὶ ὁ Παῦλός φησιν· Οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικὸς, ἀλλὰ γυνὴ ἐξ ἀνδρός· καὶ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν
Behold for me here, beloved, how along with that unspeakable wisdom supplied to him from God, the tokens of which he showed us through the imposition of the names which he set upon so many kinds of the irrational living creatures, he had also been counted worthy of prophetic grace. For on this account in what preceded this blessed prophet taught us that along with sleep a trance also seized him, so that he received no sensation at all of what came to pass, in order that when you learn now that after the sight of the woman he reports with exactness what has come to pass, you may be exactly persuaded that by prophetic grace he utters these things, and inspired in his hearing by the teaching of the Holy Spirit. For he who knew nothing of the things that had come to pass, when He brought her to him, says: This now is bone out of my bones, and flesh out of my flesh. And a certain other translator says, in place of Now, This once, declaring that now alone has this come to pass, and no longer thus shall be the fashioning of the woman. Now, he says, the woman has come to be out of man, but after these things not thus, nay, the man out of the woman—or rather not out of the woman, but out of the co-operation of both; even as Paul also says: For man is not out of woman, but woman out of man; and man was not created on account of the
PG 53:123Read from the page
γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα. Ναί· ἀλλὰ ταῦτα, φησὶ, τὰ εἰρημένα δείκνυσιν, ὅτι ἡ γυνὴ ἐκ τοῦ ἀνδρὸς ἐγένετο. Ἀλλ' ἀνάμεινον, καὶ ὄψει διὰ τοῦ ἐπαγομένου τὴν ἀκριβῆ διδασκαλίαν. Φησὶ γάρ· Πλὴν οὔτε ἀνὴρ χωρὶς γυναικὸς, οὔτε γυνὴ χωρὶς ἀνδρὸς, διδάσκων ἡμᾶς, ὅτι λοιπὸν διὰ τῆς ἀμφοτέρων συνουσίας ἡ σύστασις ἔσται καὶ ἀνδρὸς καὶ γυναικός. Διὰ τοῦτο καὶ ὁ Ἀδὰμ ἔλεγε· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου.
woman, but the woman for the sake of the man. Yes, he says, yet these words that have been spoken show that the woman came into being out of the man. But wait, and you will see through what is added next the exact teaching. For he says: Nevertheless neither is man without woman, nor woman without man, teaching us that henceforth through the intercourse of both shall be the constitution both of man and of woman. On this account Adam also said: This is now bone out of my bones, and flesh out of my flesh.
δʹ. Εἶτα ἵνα μάθῃς αὐτοῦ τῆς προφητείας τὴν ἀκρίβειαν, καὶ ὅπως μέχρι τοῦ νῦν, καὶ μέχρι τῆς συντελείας αὐτῆς διαλάμπει τὸ ὑπ' αὐτοῦ εἰρημένον, ἄκουε καὶ τῶν ἑξῆς· Αὕτη κληθήσεται γυνὴ, φησὶν, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη. Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Εἶδες πῶς ἅπαντα ἡμῖν παρήνοιξε, διὰ τῆς οἰκείας προφητείας ἕκαστον μετὰ ἀκριβείας δηλώσας; Αὕτη, φησὶ, κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. Πάλιν ἡμῖν τὴν ἀφαίρεσιν τῆς πλευρᾶς αἰνίττεται· εἶτα δηλῶν τὰ μέλλοντα συμβήσεσθαι, φησίν· Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Πόθεν, εἰπέ μοι, ταῦτα ἐπῆλθεν αὐτῷ φθέγξασθαι; πόθεν ᾔδει τὰ μέλλοντα, καὶ ὅτι εἰς πλῆθος ἐπιδώσει τὸ τῶν ἀνθρώπων γένος; ὅτι γὰρ συνουσία ἔσται ἀνδρὸς καὶ γυναικὸς, πόθεν ἠπίστατο; Μετὰ γὰρ τὴν παράβασιν τὰ τῆς συνουσίας γέγονεν· ἐπεὶ μέχρις ἐκείνου καθάπερ ἄγγελοι οὕτω διῃτῶντο ἐν τῷ παραδείσῳ, οὐχ ὑπὸ ἐπιθυμίας φλεγόμενοι, οὐχ ὑπὸ ἑτέρων παθῶν πολιορκούμενοι, οὐ ταῖς ἀνάγκαις τῆς φύσεως ὑποκείμενοι, ἀλλὰ δι' ὅλου ἄφθαρτοι κτισθέντες καὶ ἀθάνατοι, ὅπου γε οὐδὲ τῆς τῶν ἱματίων περιβολῆς ἐδέοντο. Ἦσαν γὰρ, φησὶν, οἱ δύο γυμνοὶ, καὶ οὐκ ἠσχύνοντο. Οὐδέπω γὰρ τῆς ἁμαρτίας ὑπεισελθούσης, καὶ τῆς παρακοῆς, τῇ ἄνωθεν ἦσαν δόξῃ ἠμφιεσμένοι, δι' ὃ οὐδὲ ἠσχύνοντο· μετὰ δὲ τὴν παράβασιν τῆς ἐντολῆς, τότε καὶ ἡ αἰσχύνη ἐπεισῆλθε, καὶ ἡ γνῶσις τῆς γυμνότητος. Πόθεν οὖν, εἰπέ μοι, ταῦτα αὐτῷ ἐπῆλθε φθέγγεσθαι; ἢ δῆλον ὅτι προφητικοῦ χαρίσματος μετέχων πρὸ τῆς παρακοῆς, ἅπαντα ταῦτα ἑώρα τοῖς πνευματικοῖς ὀφθαλμοῖς; Ταῦτα δὲ οὐχ ἁπλῶς νῦν μηνύω, ἀλλ' ἵνα ἐντεῦθεν ἤδη καὶ τὴν ὑπερβάλλουσαν τοῦ Θεοῦ φιλανθρωπίαν καταμάθητε, ἣν περὶ τὸν ἄνθρωπον ἐπεδείξατο, ἀγγελικὸν αὐτῷ βίον ἐξ ἀρχῆς χαρισάμενος, καὶ μυρίας εἰς αὐτὸν εὐεργεσίας παραθέμενος, καὶ μετὰ τῶν ἄλλων ἁπάντων καὶ προφητικοῦ χαρίσματος αὐτὸν ἀξιώσας, καὶ τοῦ ἀνθρώπου δὲ τὴν μετὰ τοσαύτας εὐεργεσίας ῥᾳθυμίαν ἰδόντες, μηκέτι ἐπὶ τὸν Θεὸν τὴν αἰτίαν μετάγητε, ἀλλὰ τούτῳ τὸ πᾶν λογίζησθε. Αὐτὸς γὰρ ἑαυτῷ πάντων αἴτιος γέγονε τῶν κακῶν, ὡς καὶ μετὰ ταῦτα μαθήσεσθε, καὶ τῆς ἐκπτώσεως τῶν τοσούτων ἀγαθῶν καὶ τῆς καταδίκης, ἣν διὰ τὴν παρακοὴν ὑπέμεινεν. Ὅταν γὰρ ἐννοήσω τῆς διαγωγῆς αὐτοῦ τὴν κατάστασιν, ἣν ὁ Δεσπότης αὐτῷ ἐχαρίσατο, οὕτω δαψιλεῖς εἰς αὐτὸν εὐεργεσίας ἐπιδειξάμενος· καὶ πρῶτον μὲν, ὅτι, καὶ πρὸ τῆς αὐτοῦ διαπλάσεως, τοῦτον ὅλον τῆς κτίσεως κόσμον δι' αὐτὸν παρήγαγε, καὶ τότε αὐτὸν ἐδημιούργησεν, ἵνα γενόμενος ἀπολαύσῃ
4. Next, so that you may learn the exactness of his prophecy, and how down to the present, and until the consummation itself, what was spoken by him shines forth, hear also what follows: She shall be called woman, he says, because out of her man she was taken. For this cause a man shall leave his father and mother, and shall cleave unto his wife, and the two shall be one flesh. Did you see how he opened up all things to us, setting forth each point with exactness through his own prophecy? She, he says, shall be called woman, because out of her man she was taken. Once more he hints to us at the removal of the rib; then, declaring the things that were about to come to pass, he says: For this cause a man shall leave his father and his mother, and shall cleave unto his wife, and the two shall be one flesh. Whence, tell me, did it come to him to utter these things? Whence did he know the future, and that the race of human beings would increase into a multitude? For how did he know that there would be intercourse of man and woman? For the matters of intercourse came about after the transgression; since up to that time they lived in paradise just like angels, not inflamed by concupiscence, not besieged by other passions, not subject to the necessities of nature, but created wholly incorruptible and immortal, insomuch that they did not even stand in need of the covering of garments. For the two, it says, were naked, and were not ashamed. For with sin and disobedience not yet having crept in, they were clothed in the glory from above, wherefore neither were they ashamed; but after the transgression of the commandment, then both shame entered in, and the knowledge of their nakedness. Whence then, tell me, did it come to him to utter these things? Or is it manifest that, partaking of a prophetic charism before the disobedience, he beheld all these things with spiritual eyes? Yet I do not disclose these things now without purpose, but so that already from this point you may both thoroughly learn the surpassing lovingkindness of God towards humanity, which He displayed towards man, graciously granting him an angelic life from the beginning, and setting before him countless benefits, and along with all the rest deeming him worthy even of a prophetic charism, and so that, having seen man's indolence after so many benefits, you may no longer shift the blame onto God, but reckon the whole of it to this man. For he himself became for himself the cause of all ills, as you will also learn hereafter, both of the fall from so many good things and of the condemnation which he underwent on account of his disobedience. For whenever I consider the state of his way of life, which the Master graciously bestowed upon him, displaying such lavish benefits towards him—and first, that even before his fashioning He brought forth this whole world of creation on his account, and then fashioned him, so that once come into being he might enjoy
PG 53:124Read from the page
πάντων τῶν ὁρωμένων· εἶτα τὸν π⟨α⟩ράδεισον γενέσθαι προστάξας, ἐκεῖ αὐτὸν ἐνδιαιτᾶσθαι ἐβουλήθη, χωρίσας τῶν ἀλόγων ζώων, καὶ πάντων αὐτῷ τὴν ἐξουσίαν δεδωκὼς, καθάπερ δεσπότην τινὰ δούλοις καὶ ὑπηκόοις τὰ ὀνόματα θεῖναι πᾶσιν ἐπέταξεν· εἶτα ἐπειδὴ μόνος ὢν ἐδεῖτό τινος τῆς αὐτῆς αὐτῷ κοινωνοῦντος οὐσίας βοηθοῦ, οὐδὲ τοῦτο παρέλιπεν, ἀλλὰ τὴν γυναῖκα παραγαγὼν, καθ' ὃν αὐτὸς ἐβουλήθη τρόπον, ἐνεχείρισεν αὐτῷ ταύτην, καὶ μετὰ τούτων ἁπάντων καὶ προφητείας αὐτῷ ἀξίωμα χαρισάμενος· καὶ μετὰ τὰς ἀφάτους ταύτας εὐεργεσίας καὶ τὸ κεφάλαιον ἁπάντων ἐδωρήσατο, πάντων αὐτὸν ἐλευθερώσας τῶν τοῦ σώματος φροντίδων, καὶ μήτε ἱματίων περιβολῆς, μήτε ἑτέρας τινὸς χρείας δεῖσθαι συγχωρήσας, ἀλλὰ, καθάπερ ἔφθην εἰπὼν, ὡς ἄγγελον ἐπίγειον, οὕτως αὐτὸν ἐπὶ τῆς γῆς διάγειν βουληθείς· ὅταν τοίνυν πάντα ταῦτα λογίσωμαι, καὶ τοῦ Δεσπότου ἐκπλήττομαι τὴν περὶ τὸ γένος τὸ ἡμέτερον φιλανθρωπίαν, καὶ τοῦ ἀνθρώπου τὴν ῥᾳθυμίαν, καὶ τοῦ διαβόλου τὴν βασκανίαν· οὐ γὰρ ἤνεγκεν ὁ πονηρὸς δαίμων ὁρῶν ἐν σώματι ἀνθρωπίνῳ ἀγγελικὴν διαγωγήν.
all things that are seen; next, having commanded paradise to come into being, He willed him to dwell therein, having separated him from the irrational animals, and having given him authority over them all, He enjoined him, like some master over servants and subjects, to set names upon them all; next, since being alone he stood in need of some helper sharing the same substance with him, neither did He omit this, but having brought forth the woman in the manner that He Himself willed, He entrusted her into his hand, having along with all these things graciously granted him also the dignity of prophecy; and after these ineffable benefits He bestowed even the crowning sum of all, freeing him from all the cares of the body, and permitting him to stand in need neither of a covering of garments nor of any other necessity, but, just as I said before, willing him to pass his life upon the earth thus as an earthly angel—whenever, therefore, I reckon up all these things, I am struck with awe at the Master's lovingkindness towards our race, and at man's indolence, and at the devil's envy; for the wicked demon could not endure seeing an angelic way of life in a human body.
εʹ. Ἀλλ' ἵνα μὴ εἰς πολὺ μῆκος τὸν λόγον ἐκτείνωμεν, εἰ δοκεῖ, τὰ κατὰ τὴν τοῦ πονηροῦ δαίμονος ἐπιβουλὴν εἰς τὴν ἑξῆς ταμιευσάμενοι, ἐνταῦθα καταπαύσωμεν τὸν λόγον, ἐκεῖνο παρακαλέσαντες ὑμῶν τὴν ἀγάπην, μεμνῆσθαι τῶν εἰρημένων μετὰ ἀκριβείας, καὶ καθ' ἑαυτοὺς ἅπαντα ἀναλογίζεσθαι, ἵνα ἔχητε αὐτὰ ἐνιδρυμένα ταῖς διανοίαις ταῖς ὑμετέραις. Ἐὰν γὰρ συνεχῶς ἀναμιμνησκώμεθα τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, ὧν εἰς τὴν ἡμετέραν φύσιν κατέθετο, αὐτοί τε εὐγνώμονες ἐσόμεθα, καὶ πρὸς τὴν τῆς ἀρετῆς ὁδὸν προτροπὴ ἡμῖν μεγίστη τοῦτο γενήσεται. Ὁ γὰρ τῶν εὐεργεσιῶν μεμνημένος τοῦ Θεοῦ, δηλονότι σπουδάσει μὴ ἀνάξιον ἑαυτὸν ἀποφῆναι, ἀλλὰ τοσαύτην ἐπιδείξασθαι τὴν σπουδὴν, καὶ τὴν εὐγνωμοσύνην, ὡς καὶ ἑτέρων πάλιν ἀξιωθῆναι. Φιλότιμος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος, καὶ ἐπειδὰν ἴδῃ περὶ τὰ ἤδη ἡμῖν ὑπάρξαντα παρ' αὐτοῦ εὐγνώμονας γενομένους, πολλὴν ἐπιδαψιλεύεται τὴν χάριν, καὶ μειζόνων ἡμᾶς πάλιν ἀξιοῖ τῶν δωρεῶν· μόνον ἐὰν ἡμεῖς τῆς ἑαυτῶν σωτηρίας φροντίζοντες μὴ ἁπλῶς τὸν χρόνον παρατρέχωμεν, μηδὲ τοῦτο σκοπῶμεν, εἰ τὸ ἥμισυ τῆς ἁγίας Τεσσαρακοστῆς παρέδραμεν, ἀλλ' εἴ τινα ἡμῖν κατώρθωται ἐν τούτῳ τῷ χρόνῳ, καὶ εἴ τι τῶν ἐνοχλούντων ἡμῖν παθῶν διωρθώσαμεν. Εἰ γὰρ μέλλοιμεν καθ' ἑκάστην ἡμέραν τῆς πνευματικῆς διδασκαλίας ἀπολαύοντες οἱ αὐτοὶ διαμένειν, καὶ μὴ ἐπιδιδόναι πρὸς ἀρετὴν, μηδὲ τὰ τῆς κακίας εἴδη ἐξορίζειν τῆς ἑαυτῶν ψυχῆς, οὐ μόνον ἡμῖν οὐδὲν ὄφελος ἔσται, ἀλλὰ καὶ πλείων ἡ βλάβη. Ὅταν γάρ τις καὶ ἐπιμελείας τοσαύτης ἀπολαύων μηδὲν κερδαίνῃ, μεῖζον ἑαυτῷ ἐπισωρεύει τὸ τῆς γεέννης πῦρ. Διὸ, παρακαλῶ, κἂν τῷ ὑπολειπομένῳ χρόνῳ τῆς νηστείας εἰς δέον χρησώμεθα, καὶ καθ' ἑκάστην ἑβδομάδα, μᾶλλον δὲ καθ' ἑκάστην ἡμέραν ἑαυτοὺς περισκοπῶμεν, καὶ τὰ μὲν ἐλαττώματα ἡμῶν ἐξορίζωμεν τῆς ἑαυτῶν ψυχῆς, κατορθωμάτων δὲ κτῆσιν προσλαμβάνωμεν, καθάπερ ὁ προφήτης παρήνεσεν, καὶ ἐκκλίνωμεν ἀπὸ τῶν κακῶν, καὶ μετέλθωμεν ἐπὶ τὴν ἀρετήν· αὕτη γὰρ ἡ ἀληθὴς νηστεία. Ὁ θυμώδης τὸ μὲν πάθος τὸ ἐνοχλοῦν εὐσεβεῖ λογισμῷ ἐξοριζέτω τῆς ψυψῆς, πραότητα δὲ καὶ ἐπιείκειαν ἀσπαζέσθω. Ὁ ῥάθυμος καὶ ἀκόλαστος, καὶ μετὰ ἀδείας πρὸς τὰ κάλλη ⟨τ⟩ῶν σωμάτων ἐπτοημένος, χαλινώσας αὐτοῦ τὸν λογισμὸν, καὶ τὸν νόμον τοῦ Χριστοῦ εἰς τὸ πλάτος αὐτοῦ τῆς διανοίας ἐγγράψας, τὸν λέγοντα, Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ, τὸ μὲν τῆς ἀκολασίας πάθος φυγαδευέτω, τὴν δὲ σωφροσύνην κατορθούτω.
5. But lest we draw out our discourse to great length, if it seems good, reserving the matters concerning the plot of the wicked demon for the next homily, let us bring our discourse to a close here, exhorting your charity to this one thing: to remember with exactness what has been spoken, and to reckon over all things among yourselves, so that you may have them firmly established in your minds. For if we continually call to mind the benefits of God which He laid up for our nature, we ourselves shall be grateful, and this will become for us the greatest incentive towards the way of virtue. For he who is mindful of the benefits of God will manifestly be eager not to show himself unworthy, but to display such zeal and gratitude as to be deemed worthy once more of others besides. For our Master is munificent, and whenever He sees us becoming grateful for the things that have already come to us from Him, He lavishes abundant grace upon us, and deems us worthy once more of greater gifts—if only we, caring for our own salvation, do not merely let the time slip past, nor look at this, whether we have passed half of holy Lent, but whether any good deeds have been rightly accomplished by us in this time, and whether we have amended any of the passions that trouble us. For if, while enjoying spiritual teaching each day, we were to remain the same, and neither advance towards virtue nor banish the forms of wickedness from our soul, not only will there be no benefit to us, but the harm will even be greater. For whenever someone who enjoys even such great care gains nothing, he heaps up a greater fire of Gehenna for himself. Therefore, I beseech you, let us turn at least the remaining time of the fast to needful use, and each week—or rather each day—let us examine ourselves on every side, and let us banish our faults from our own soul, while we acquire the possession of righteous deeds, just as the prophet admonished, and let us turn away from evils and pursue virtue; for this is the true fast. Let the irascible man banish the troubling passion from his soul by pious reasoning, and embrace meekness and gentleness. Let the indolent and licentious man, who flutters without restraint towards the beauties of bodies, bridling his thought and inscribing upon the breadth of his mind the law of Christ that says, He who looks upon a woman so as to covet her has already committed adultery with her in his heart, put to flight the passion of licentiousness and cultivate chastity.
Notes, col. 124

On the reading

Printed μεμνημένης, for μεμνημένος.

Printed ψυψῆς, for ψυχῆς.