Migne Reading Room

PG 53 · cols. 117–118 · Read from the page

In Genesin Homilia XIV (ΟΜΙΛΙΑ ΙΔʹ; Gen. 2:16–19)

In Genesin Homilia XIV (ΟΜΙΛΙΑ ΙΔʹ; Gen. 2:16–19)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:117Read from the page
ἅπαντα τὰ τούτων θηριωδέστερα, καθάπερ πρὸς δεσπότην μετὰ πάσης ὑποταγῆς παραγεγονότα τὰς προσηγορίας ἐδέξαντο, καὶ οὐδὲν τῶν θηρίων τούτων ἐδεδοίκει ὁ Ἀδάμ. Μὴ τοίνυν ἐπισκηπτέτω τις τοῖς γεγενημένοις παρὰ τοῦ Δεσπότου, καὶ τὴν γλῶτταν ἀκονάτω κατὰ τοῦ δημιουργοῦ, μᾶλλον δὲ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς, καὶ λεγέτω τὰ ἀνόνητα ἐκεῖνα ῥήματα· τίνος ἕνεκεν τὰ θηρία παρήχθη; Ὅτι γὰρ ἅπαντα ὁμοίως τοῖς ἡμέροις τὴν δουλείαν ἐπεγίνωσκε καὶ τὴν δεσποτείαν, δείκνυσιν ἡμῖν ἀκριβῶς ἡ τῶν ὀνομάτων θέσις. Αἱ γὰρ προσηγορίαι ἐκεῖναι ἃς ἔθετο αὐτοῖς μέχρι τοῦ παρόντος διαμένουσιν· οὕτως αὐτὰς ἐκύρωσεν ὁ Θεὸς, ἵνα διηνεκῆ ὑπόμνησιν ἔχωμεν καὶ τῆς τιμῆς, ἣν ἐξ ἀρχῆς ἐδέξατο παρὰ τοῦ Δεσπότου πάντων, τούτων τὴν ὑποταγὴν λαβὼν, καὶ τῆς ἀφαιρέσεως αὐτῷ τὴν αἰτίαν ἐπιγράφωμεν διὰ τῆς ἁμαρτίας τὴν ἐξουσίαν ἀκρωτηριάσαντι. Καὶ ἐκάλεσεν Ἀδὰμ, φησὶν, ὀνόματα πᾶσι τοῖς κτήνεσι, καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς. Ἐντεῦθεν ἤδη σκόπει μοι, ἀγαπητὲ, τῆς προαιρέσεως τὸ αὐτεξούσιον, καὶ τῆς συνέσεως αὐτοῦ τὴν ὑπερβολὴν, καὶ μὴ λέγε, ὅτι ἠγνόει τὶ μὲν καλὸν, τί δὲ κακόν. Ὁ γὰρ δυνηθεὶς καταλλήλους τὰς προσηγορίας τοῖς κτήνεσιν ἐπιθεῖναι, καὶ τοῖς πετεινοῖς, καὶ τοῖς θηρίοις, καὶ μὴ συγχέας τὴν τάξιν, μηδὲ τὰς μὲν τοῖς ἡμέροις ζώοις ἁρμοζούσας προσηγορίας τοῖς ἀγρίοις ἐπιθεῖναι, μηδὲ τὰς τοῖς ἀγρίοις προσηκούσας τοῖς ἡμέροις ἀφορίσαι, ἀλλὰ πᾶσι τὰς καταλλήλους ὀνομασίας δοῦναι, πῶς οὐ πάσης σοφίας καὶ συνέσεως πεπλήρωτο; Λογίζου ἐντεῦθεν λοιπὸν ὅση τοῦ ἐμφυσήματος ἐκείνου ἡ δύναμις, καὶ πόση τῆς ἀσωμάτου ψυχῆς ἡ σοφία, ἣν ὁ Δεσπότης αὐτῇ κεχάρισται, ζῶον τοιοῦτον καὶ θαυμαστὸν καὶ λογικὸν ἐκ δύο οὐσιῶν συστησάμενος, καὶ τὴν ἀσώματον οὐσίαν τῆς ψυχῆς συμπλέξας τῷ σώματι, καθάπερ ὀργάνῳ τινὶ, τεχνίτην ἄριστον. Ὅταν οὖν ἐννοήσῃς τοῦ ζώου τούτου τὴν τοσαύτην σοφίαν, ἐκπλήττου τοῦ δημιουργήσαντος τὴν δύναμιν. Εἰ γὰρ τοῦ οὐρανοῦ τὸ κάλλος ὁρώμενον, εὐγνώμονα θεατὴν εἰς τὴν τοῦ δημιουργήσαντος παραπέμπει δοξολογίαν· πολλῷ μᾶλλον τὸ λογικὸν τοῦτο ζῶον ὁ ἄνθρωπος δυνήσεται τὰ κατὰ τὴν οἰκείαν διάπλασιν ἀναλογιζόμενος, καὶ τῆς τιμῆς τῆς παρασχεθείσης αὐτῷ τὴν ὑπερβολὴν, καὶ τῶν δωρεῶν τὰ μεγέθη, καὶ τὰς ἀφάτους εὐεργεσίας διηνεκῶς ἀνυμνεῖν τὸν παραγαγόντα, καὶ τὴν κατὰ δύναμιν δοξολογίαν ἀναφέρειν τῷ Δεσπότῃ.
creatures even fiercer than these, having come forward with all subjection as though to a master, received their appellations, and Adam feared none of these wild beasts. Let no one, therefore, find fault with what has come into being from the Lord, nor whet his tongue against the Creator—nay rather, against his own head—and utter those unprofitable words: For what sake were the wild beasts brought forth? For that all alike, just like the tame ones, recognized their servitude and his lordship, the giving of names shows us with exactness. For those appellations which he set upon them abide down to the present; thus did God ratify them, so that we may have a continual reminder both of the honour which he received from the beginning from the Lord of all when he received the subjection of these creatures, and may ascribe the cause of its removal to him who maimed his own authority through sin. And Adam called names, it says, for all the cattle, and for all the birds of the heaven, and for all the wild beasts of the earth. From here already examine for me, beloved, the self-governing freedom of his choice, and the surpassing greatness of his understanding, and do not say that he was ignorant of what was good and what was evil. For he who was able to place suited appellations upon the cattle, and the birds, and the wild beasts, and did not confound the order, nor place upon the wild ones the appellations fitting for tame creatures, nor set apart for the tame ones those befitting the wild, but give suited namings to all—how had he not been filled with all wisdom and understanding? Reckon from here henceforth how great is the power of that inbreathing, and how great the wisdom of the bodiless soul which the Lord has graciously bestowed upon it, having put together out of two essences such a wondrous and rational creature, and having interwoven the bodiless essence of the soul with the body—a master craftsman with some instrument, as it were. Whenever, therefore, you consider so great a wisdom in this creature, be struck with amazement at the power of Him Who fashioned him. For if the seen beauty of heaven sends on a right-minded beholder to doxology of Him Who fashioned it, much more shall this rational creature, man, reckoning up the matters of his own moulding, and the surpassing greatness of the honour afforded him, and the greatness of the gifts, and the ineffable benefactions, be able continually to hymn Him Who brought him forth, and to offer up doxology according to his strength to the Lord.
Ἐβουλόμην καὶ τοῖς ἑξῆς ἐπεξελθεῖν· ἀλλ' ἵνα μὴ τῷ πλήθει τῶν λεγομένων καταχώσωμεν τὴν μνήμην τῶν ἤδη λεχθέντων, ἀναγκαῖον ἐνταῦθα στῆσαι τὸν τῆς διδασκαλίας λόγον. Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶν ἡμῖν τὸ σπουδαζόμενον ἁπλῶς πολλὰ εἰπεῖν· ἀλλὰ διὰ τοῦτο λέγομεν, ὥστε αὐτὰ διηνεκῶς ὑμᾶς ἔχειν ἐμπεπηγότα ταῖς διανοίαις ταῖς ὑμετέραις, ἵνα μὴ μόνον αὐτοὶ εἰδῆτε τὰ ἐν ταῖς θείαις Γραφαῖς ἐγκείμενα, ἀλλὰ καὶ ἑτέροις διδάσκαλοι γίνησθε, δυνάμενοι καὶ ἄλλους νουθετεῖν. Ἕκαστος τοίνυν ὑμῶν, παρακαλῶ, ἐντεῦθεν ἐξιὼν, μετὰ τοῦ πλησίον ἀναλαμβανέτω τῶν εἰρημένων τὴν μνήμην, καὶ τὰ παρ' ἑαυτοῦ εἰσφέρων, δεχέσθω καὶ τὰ παρ' ἑτέρου μνημονευθέντα. Καὶ οὕτω συλλέγοντες ἅπαντα, καὶ ἔναυλον αὐτῶν ἔχοντες τὴν μνήμην, οἴκαδε ἀναχωρεῖτε, καὶ καθ' ἑαυτοὺς ἀναμηρυκώμενοι τὰ θεῖα ταῦτα διδάγματα· ἵνα ἐν τούτοις ἔχοντες τὴν μέριμναν ἅπασαν, καὶ ἀσχολοῦντες ὑμῶν τὴν διάνοιαν, δύνησθε μετ' εὐκολίας
I wished also to go through what follows; yet, lest by the multitude of what is said we bury the memory of what has already been spoken, it is needful to halt the discourse of teaching here. For neither is this alone our aim, simply to say many things; rather, on this account do we speak, so that you may continually have these things fixed firmly in your understandings, so that not only may you yourselves know what lies in the divine Scriptures, but you may also become teachers to others, able to admonish others as well. Let each of you, therefore, I exhort you, when going out from here, take up again with his neighbour the memory of what has been said, and, contributing what comes from himself, let him receive also what is recalled by another. And thus gathering all things together, and keeping the memory of them ringing fresh in your ears, withdraw homeward, ruminating also among yourselves upon these divine teachings; so that, keeping all your care upon these things and occupying your understanding with them, you may be able with ease
Notes, col. 117

On the reading

Printed τὶ, for τί.

PG 53:118Read from the page
περιγενέσθαι καὶ τῶν παθῶν τῶν ἐνοχλούντων, καὶ τὰς τοῦ διαβόλου μηχανὰς διαφυγεῖν. Ἔνθα γὰρ ἂν ἴδῃ ὁ πονηρὸς δαίμων ἐκεῖνος ψυχὴν τὰ τοῦ Θεοῦ μεριμνῶσαν, καὶ διηνεκῶς ἐκεῖνα φανταζομένην, καὶ ταῦτα περιστρέφουσαν, οὐδὲ προσεγγίσαι τολμᾷ, ἀλλὰ ταχέως ἀποπηδᾷ, καθάπερ ἀπὸ πυρός τινος, ὑπὸ τῆς τοῦ Πνεύματος ἐνεργείας φυγαδευόμενος. Ἵν' οὖν καὶ αὐτοὶ τὰ μέγιστα κερδαίνωμεν, κἀκείνου περιγενέσθαι δυνηθῶμεν, καὶ τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν μειζόνως ἐπισπασώμεθα, ἐν τούτοις ἀσχολῶμεν ἡμῶν τὴν διάνοιαν. Οὕτω γὰρ ἡμῖν καὶ τὰ ἐν χερσὶ πάντα ἐξευμαρισθήσεται, καὶ τὰ δύσκολα εὔκολα γενήσεται, καὶ τὰ δοκοῦντα εἶναι λυπηρὰ χρηστὸν λήψεται τέλος. καὶ οὐδὲν ἡμᾶς τῶν παρόντων λυπῆσαι δυνήσεται. Ἐὰν γὰρ τὰ τοῦ Θεοῦ μεριμνῶμεν, τὰ ἡμέτερα αὐτὸς μεριμνήσει, καὶ μετὰ πολλῆς ἀδείας τὸ πέλαγος τοῦ παρόντος βίου διαπλεύσομεν, καὶ ὑπὸ τοῦ μεγάλου κυβερνήτου τοῦ ἐπὶ πάντων Θεοῦ ὁδηγούμενοι, καταντήσομεν εἰς τὸν λιμένα τῆς τούτου φιλανθρωπίας, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
both to master the passions that trouble you, and to escape the devices of the devil. For wherever that wicked demon sees a soul caring for the things of God, and continually picturing those things, and revolving them, he does not even dare to draw near, but quickly leaps away, put to flight by the working of the Spirit just as from some fire. So that we ourselves also, therefore, may gain the greatest profit, and may be able to master him, and may draw to ourselves in greater measure the favouring turn from God, let us occupy our understanding with these things. For thus all the matters in our hands shall be made smooth for us, and hard things shall become easy, and things that seem grievous shall receive a good end, and none of present things shall be able to grieve us. For if we care for the things of God, He Himself will care for ours, and with great security we shall sail across the open sea of the present life, and, guided by the great Pilot, the God over all, we shall reach the haven of His loving-kindness, to Whom be glory and might, now and ever, and unto the endless ages of ages. Amen.
ΟΜΙΛΙΑ ΙΕʹ.
HOMILY XV.
Τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. Καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσε. Καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ' αὐτῆς. Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα.
Yet for Adam there was not found a helper like him. And God cast a trance upon Adam, and he slept. And He took one of his ribs, and filled up flesh in its place. And the Lord God built the rib which He took from Adam into a woman.
αʹ. Πολλὰς ὑμῖν ἔχω χάριτας, ὅτι μετὰ πολλῆς τῆς προθυμίας χθὲς ἐδέξασθε τὴν παρ' ἡμῶν παραίνεσιν, καὶ πρὸς τὸ μῆκος τῶν εἰρημένων οὐ μόνον οὐκ ἐδυσχεράνατε, ἀλλὰ καὶ μέχρι τοῦ τέλους οὕτω παρηκολουθήσατε, ὡς ἀκμάζοντα ὑμῖν ἐναπομεῖναι τὸν τῆς ἀκροάσεως πόθον· ὅθεν καὶ χρηστὰς ἡμῖν τὰς ἐλπίδας ὑπεφήνατε, ὡς διὰ τῶν ἔργων ἐπιδειξάμενοι τὰ τῆς ἡμετέρας συμβουλῆς. Ὁ γὰρ μετὰ τοσαύτης ἡδονῆς ἀκούων, δῆλος ἂν εἴη καὶ πρὸς τὴν διὰ τῶν ἔργων πρᾶξιν παρεσκευασμένος· ἄλλως δὲ καὶ ἡ νῦν ὑμῶν συνδρομὴ τεκμήριον ἂν γένοιτο τῆς κατὰ ψυχὴν ὑμῶν ὑγιείας. Ὥσπερ γὰρ τὸ πεινῆν σωματικῆς εὐεξίας σημεῖόν ἐστιν, οὕτω τὸ λογίων θείων ἐρᾷν ψυχικῆς ὑγιείας τεκμήριον ἂν γένοιτο μέγιστον. Ἐπεὶ οὖν ὁ καρπὸς τῆς ὑμετέρας σπουδῆς δείκνυσι τῆς ὑπακοῆς τὴν ἐκπλήρωσιν, φέρε καὶ ἡμεῖς τὸν μισθὸν, ὃν ὑπεσχόμεθα χθὲς, καταβάλωμεν ὑμῶν τῇ ἀγάπῃ· τὴν πνευματικὴν ταύτην λέγω διδασκαλίαν τὸν μισθὸν, καί μοι τῷ καταβάλλοντι δυνάμενον αὐξῆσαι τὴν περιουσίαν, καὶ ὑμᾶς τοὺς ὑποδεχομένους πλουσίους ἀπεργαζόμενον. Τοιαῦτα γὰρ ἅπαντα τὰ πνευματικά· ὅπερ ἐπὶ τῶν αἰσθητῶν πραγμάτων οὐκ ἔνι. Ἐκεῖ μὲν γὰρ ὁ καταβαλὼν ἠλάττωσεν αὐτοῦ τὴν οὐσίαν, καὶ τὸν ὑποδεχόμενον εὐπορώτερον κατέστησεν· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ καὶ ὁ καταβαλὼν ταύτῃ μᾶλλον τὸν οἰκεῖον πλοῦτον αὔξει, καὶ τοῖς ὑποδεχομένοις μείζων ἡ περιουσία γίνεται. Ἐπεὶ οὖν καὶ ἡμεῖς ἕτοιμοι πρὸς εὐγνωμοσύνην, καὶ ὑμεῖς οἱ ὑποδέχεσθαι μέλλοντες τὸν πλοῦτον τοῦτον τὸν πνευματικὸν, εὐτρεπισμένους ἔχετε τοὺς κόλπους τῆς διανοίας· φέρε τὴν ὑπόσχεσιν πληρώσωμεν, καὶ τῆς ἀκολουθίας πάλιν τῶν παρὰ τοῦ μακαρίου Μωϋσέως ἀνεγνωσμένων ἁψάμενοι, ἐντεῦθεν ὑμῖν τὸν μισθὸν καταβάλωμεν. Τίνα οὖν ἐστι τὰ σήμερον ἀνεγνωσμένα ἀναγκαῖον εἰς μέσον προθεῖναι, ἵν' οὕτω μετὰ ἀκριβείας διερευνώμενον τὸν τοῖς ῥήμασι ἐναποκεκρυμμένον πλοῦτον τῶν νοημάτων,
1. Great thanks I hold towards you, because yesterday with great eagerness you received our exhortation, and not only were you not vexed at the length of what was said, but even right down to the end you followed so closely that your longing for listening remained at its height within you; whence you also held out good hopes to us, as having displayed through your deeds the matters of our counsel. For he who listens with such great pleasure would plainly be prepared also for action through deeds; and besides, your present flocking together would also be a sure sign of your health of soul. For just as hungering is a sign of bodily well-being, so loving the divine oracles would be the greatest sure sign of health of soul. Since, therefore, the fruit of your zeal shows the fulfilment of obedience, come, let us also pay down to your love the wage which we promised yesterday—I mean this spiritual teaching as the wage, which is able both to increase the abundance for me who pay it down, and to render you who receive it rich. For such are all spiritual things—which is not possible in the case of perceptible things. For there he who pays down has diminished his own substance, and has rendered him who receives better off; whereas here it is not so, but both he who pays down thereby all the more increases his own wealth, and for those who receive their abundance becomes greater. Since, therefore, both we are ready for good faith, and you who are about to receive this spiritual wealth have the bosoms of your understanding made ready, come, let us fulfil our promise, and, taking hold again of the sequence of what has been read from the blessed Moses, from there let us pay down the wage to you. It is needful, therefore, to set forward what the things are that have been read today, so that thus, as the wealth of thoughts hidden away in the words is searched out with exactness,