Migne Reading Room

PG 53 · cols. 111–116 · Read from the page

In Genesin Homilia XIV (ΟΜΙΛΙΑ ΙΔʹ; Gen. 2:16–19)

In Genesin Homilia XIV (ΟΜΙΛΙΑ ΙΔʹ; Gen. 2:16–19)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:111Read from the page
ΟΜΙΛΙΑ ΙΔʹ.
HOMILY XIV.
Καὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν.
And the Lord God took the man whom He had fashioned, and set him in the paradise of delight, to work it and to guard it.
αʹ. Πάλιν, εἰ βούλεσθε, καὶ σήμερον τῆς ἀκολουθίας τῶν χθὲς εἰρημένων ἁψάμενοι, ἐντεῦθεν ὑμῖν τὴν διδασκαλίαν τὴν πνευματικὴν ὑφᾶναι σπουδάσομεν. Πολλὴ γὰρ καὶ τῶν πρόσφατον ἀναγνωσθέντων ἡ ἐγκεκρυμμένη δύναμις, καὶ προσήκει πρὸς τὸ βάθος ἡμᾶς καθιέντας, καὶ ἅπαντα μετὰ ἀκριβείας διερευνησαμένους τὸ ἐξ αὐτῶν καρπώσασθαι. Εἰ γὰρ οἱ τοὺς ἀπὸ τῆς θαλάσσης λίθους εὑρίσκειν βουλόμενοι, τοσοῦτον πόνον καὶ ταλαιπωρίαν ὑπομένουσι, τῇ τῶν ὑδάτων ῥύμῃ ἑαυτοὺς ἐκδιδόντες, ἵνα τῶν σπουδαζομένων ἐπιτύχωσι· πολλῷ μᾶλλον ἡμᾶς ἀκόλουθον συντεῖναι τὴν διάνοιαν, καὶ τὰ ἐν τῷ βάθει κατοπτεύσαντας τῶν εἰρημένων, οὕτω τῶν τιμίων τούτων λίθων ἐπιλαβέσθαι. Ἀλλὰ μὴ δείσῃς, ἀγαπητὲ, βάθος ἀκούων. Οὐ γάρ ἐστιν ἐνταῦθα ὑδάτων ἄτακτος φορὰ, ἀλλὰ Πνεύματος χάρις καταυγάζουσα ἡμῶν τὴν διάνοιαν, καὶ τὴν εὕρεσιν τῶν ζητουμένων μετ' εὐκολίας ἡμῖν παρεχομένη, καὶ πάντα πόνον ἐπικουφίζουσα. Ἐκείνων μὲν οὖν τῶν λίθων ἡ εὕρεσις οὐ σφόδρα ὤνησε τὸν ἐπιτυχόντα, πολλάκις δὲ καὶ κατέβλαψε, καὶ μυρίων ναυαγίων ὑπόθεσις αὐτῷ γέγονε, καὶ οὐ τοσαύτην ἀπὸ τῆς εὑρέσεως ἐκαρπώσατο τὴν εὐφροσύνην, ὅσην μετὰ τὴν εὕρεσιν τὴν ἀηδίαν ὑπέμεινε τοὺς τῶν βασκάνων ὀφθαλμοὺς ἀναπτερώσας καθ' ἑαυτοῦ, τοὺς πλεονέκτας διεγείρας εἰς τὸν κατ' αὐτοῦ πόλεμον. Οὕτως οὐ μόνον οὐδὲν ὄφελος εἰς τὸν βίον εἰσάγει τὸν ἡμέτερον ἡ ἐκείνων εὕρεσις, ἀλλὰ καὶ πολλῶν πολέμων ὑπόθεσις γίνεται. Ὕλη γάρ ἐστι πλεονεξίας, καὶ κάμινον ἀνάψασα φιλαργυρίας, πολιορκεῖ τὴν ψυχὴν τῶν ἁλόντων. Ἐπὶ δὲ τῶν πνευματικῶν τούτων καὶ τιμίων λίθων οὐδέν ἐστι δεῖσαί τι τοιοῦτον, ἀλλὰ καὶ ὁ πλοῦτος ὁ ἐντεῦθεν συλλεγόμενος ἄφατος, καὶ ἡ ἡδονὴ ἀμάραντος, καὶ ἐκ πολλοῦ τοῦ περιόντος νικῶσα πᾶσαν τὴν ἐκεῖθεν προσγινομένην τοῖς ἀνθρώποις εὐφροσύνην. Καὶ τοῦτο ἄκουε τοῦ Δαυῒδ λέγοντος, ὅτι Ἐπιθυμητὰ τὰ λόγιά σου ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν. Ὁρᾷς πῶς τὰς τιμιωτέρας νομιζομένας τῶν ὑλῶν εἰς μέσον παραγαγὼν, οὐ μόνον ταύτῃ τῇ συγκρίσει οὐκ ἠρκέσθη, ἀλλὰ καὶ προσέθηκε, Πολὺν, καὶ τότε τὴν ἐντεῦθεν ἡμῖν ὑπεροχὴν ἐδήλωσεν; Ὑπὲρ χρυσίον, φησὶ, καὶ λίθον τίμιον πολύν. Οὐκ ἐπειδὴ τοσοῦτον μόνον ἐστὶν ἐπιθυμητὰ τὰ θεῖα λόγια, ἀλλ' ἐπειδὴ ταύτας μόνας τὰς ὕλας παρὰ τοῖς ἀνθρώποις εἶδε τὴν ἀνωτάτω προεδρίαν ἐχούσας, διὰ τοῦτο ταύτας παραγαγὼν εἰς μέσον, οὕτω τὴν ὑπεροχὴν ἔδειξε, καὶ τὴν ἐπιθυμίαν τῶν τοῦ Πνεύματος λογίων σφοδροτέραν οὖσαν. Καὶ ἵνα μάθητε, ὅτι τοῦτο ἔθος ἀεὶ τῇ θείᾳ Γραφῇ τοῖς αἰσθητοῖς παραβάλλειν πράγμασι τὴν ἐντεῦθεν ὠφέλειαν, καὶ οὕτω τὴν ὑπεροχὴν ἐπιδείκνυσθαι, ἄκουε καὶ τῶν ἑξῆς. Ἐπήγαγε γοῦν· Καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον. Καὶ ἐνταῦθα οὐκ ἐπειδὴ τοσοῦτο μόνον ἐστὶ γλυκύτερα, οὐδὲ ἐπειδὴ τοσαύτην παρέχειν δύναται τὴν ἡδονὴν, ἀλλ' ἐπειδὴ οὐδὲν ἕτερον εἶχεν ἐν τοῖς αἰσθητοῖς παραβάλλειν τῇ ἡδονῇ τῶν θείων λογίων· διὰ τοῦτο τούτων μνημονεύσας, οὕτω πάλιν τὴν ὑπεροχὴν ἔδωκε, καὶ τὴν ἡδονὴν πλείονα ἔφησεν εἶναι τῶν πνευματικῶν διδαγμάτων. Τῷ αὐτῷ κανόνι εὑρήσεις καὶ τὸν Χριστὸν ἐν τοῖς Εὐαγγελίοις κεχρημένον. Ὅτε γὰρ τοῖς μαθηταῖς διελέγετο, καὶ ἐπιθυμοῦσι μαθεῖν τὴν ἑρμηνείαν τῆς παραβολῆς τοῦ
1. Again today also, if you wish, taking hold of the sequence of what was said yesterday, from there we shall endeavour to weave for you the spiritual teaching. For great indeed is the hidden power even of what has just been read, and it befits us, letting ourselves down into the depth and searching out all things with exactness, to reap what comes from them. For if those who wish to find stones from the sea undergo such great toil and hardship, giving themselves over to the rush of the waters so that they may obtain the things sought after, much more is it fitting for us to strain our understanding and, once we have surveyed what lies in the depth of what has been said, thus lay hold of these precious stones. Yet do not fear, beloved, when you hear of depth. For here there is no unruly rush of waters, but the grace of the Spirit illumining our understanding, and affording us with ease the discovery of what is sought, and lightening every toil. Now the discovery of those stones did not greatly benefit him who found them, nay, often even harmed him, and became for him the occasion of myriad shipwrecks, and he did not reap so great gladness from the discovery as the vexation he underwent after the discovery, having roused the eyes of the envious against himself, and stirred up the covetous to war against him. Thus the discovery of those stones not only brings in no profit for our life, but even becomes the occasion of many wars. For it is fuel for covetousness, and, having kindled a furnace of love of money, besieges the soul of those captured by it. Whereas in the case of these spiritual and precious stones there is nothing of that sort to fear, nay, both the wealth gathered from there is ineffable, and the pleasure unfading, vanquishing by a vast surplus all the gladness that accrues to men from yonder. And hear David saying this: Thy oracles are to be desired above gold and much precious stone. Do you see how, having brought forward the matters esteemed most precious, he was not only not content with this comparison, but even added, Much, and then made plain to us the pre-eminence that arises from there? Above gold, he says, and much precious stone—not because the divine oracles are to be desired only to that extent, but because he saw these matters alone holding the highest place of honour among men, on this account, having brought them forward, he thus showed their pre-eminence, and that the desire for the oracles of the Spirit is more vehement. And that you may learn that this is ever the custom of divine Scripture—to compare the benefit that comes from there with perceptible things, and thus to display its pre-eminence—hear also what follows. He added, accordingly: And sweeter above honey and the honeycomb. Here too, not because they are sweeter only to that extent, nor because they can afford only so great a pleasure, but because he had nothing else among perceptible things to compare with the pleasure of the divine oracles; on this account, having made mention of these, he thus again gave them the pre-eminence, and declared the pleasure of spiritual teachings to be greater. You will find Christ also in the Gospels having used the same rule. For when He was conversing with the disciples, and as they desired to learn the interpretation of the parable of him
PG 53:112Read from the page
σπείραντος τὸ καλὸν σπέρμα ἐν τῷ ἀγρῷ, καὶ τοῦ ἐχθροῦ τοῦ τὰ ζιζάνια ἀναμέσον τοῦ σίτου ἐπεμβαλόντος. κατὰ μέρος πᾶσαν διέλυσε τὴν παραβολὴν, εἰπὼν τίς ἦν τὸ καλὸν σπέρμα σπείρας, καὶ τίς ὁ ἀργὸς, καὶ τίνα ἐστὶ τὰ ζιζάνια, καὶ τίς ὁ ταῦτα κατασπείρας, καὶ τίνες οἱ θερίζοντες, καὶ τίς ὁ θερισμὸς, καὶ ὅτε πάντα σαφῶς αὐτοῖς ἐξεκάλυψε, τότε φησίν· Οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν· οὐκ ἐπειδὴ τοσαύτην μόνην τὴν λαμπηδόνα ἕξουσιν οἱ δίκαιοι, ἀλλὰ δεικνὺς ὅτι πολλῷ μείζονα· τοσαύτην δὲ εἶπεν, ἐπειδὴ μείζονα ταύτης εἰκόνα ἐν τοῖς ὁρωμένοις οὐκ ἦν εὑρεῖν. Ἐπειδὰν οὖν τι τοιοῦτον ἀκούσωμεν, μὴ μέχρι τῶν λεγομένων ἐναπομείνωμεν, ἀλλὰ ἀναλογιζώμεθα ἀπὸ τῶν αἰσθητῶν καὶ ὁρωμένων τῶν πνευματικῶν μάλιστα τὴν ὑπεροχήν. Εἰ τοίνυν καὶ τὴν ἐπιθυμίαν σφοδροτέραν ἐστὶν ἐνταῦθα εὑρεῖν, καὶ τὴν ἡδονὴν ἀκριβεστέραν (θεῖα γάρ ἐστι τὰ λόγια καὶ πνευματικὰ, καὶ πολλὴν δυνάμενα τίκτειν τῇ ψυχῇ τὴν εὐφροσύνην τὴν πνευματικήν), μετὰ πολλοῦ τοῦ πόθου, καὶ σφοδρᾶς τῆς ἐπιθυμίας τὰς ἀκοὰς ὑπέχωμεν τοῖς λεγομένοις, ἵνα τὸν ἀληθῆ πλοῦτον ἐντεῦθεν ἑαυτοῖς περιποιησάμενοι, καὶ πρὸς τὴν κατὰ Θεὸν φιλοσοφίαν πολλὰ δεξάμενοι τὰ σπέρματα, οὕτως οἴκαδε ἀναχωρῶμε⟨ν.⟩
who sowed the good seed in the field, and of the enemy who cast in the tares in the midst of the wheat, He resolved the whole parable part by part, saying who he was that sowed the good seed, and what the field was, and what the tares are, and who he was that sowed them over, and who the reapers are, and what the harvest is; and when He had uncovered all things plainly to them, then He says: The righteous shall shine forth like the sun in the kingdom of their Father—not because the righteous shall have only so great a radiance, but showing that they shall have a far greater one; yet He spoke of one so great because a greater image than this was not to be found among things seen. Whenever, therefore, we hear something of this sort, let us not stop short at what is said, but let us reckon proportionately from things perceptible and seen the pre-eminence above all of spiritual things. If, then, one can here find both the desire more vehement and the pleasure more pure (for the oracles are divine and spiritual, and able to beget great spiritual gladness in the soul), with great longing and vehement desire let us lend our ears to what is said, so that, having won for ourselves the true wealth from there, and having received many seeds for philosophy according to God, we may thus withdraw homeward.
βʹ. Ἀκούσωμεν τοίνυν τίνα ἐστὶ τὰ σήμερον ἀναγνωσθέντα· ἀλλὰ συντείνατέ μοι τὴν διάνοιαν, καὶ πᾶσαν ῥᾳθυμίαν ἀποτιναξάμενοι, καὶ φροντίδα βιωτικὴν, οὕτω τοῖς λεγομένοις προσέχετε· θεῖοι γάρ εἰσι νόμοι ἄνωθεν ἐκ τῶν οὐρανῶν κατενεχθέντες διὰ σὴν σωτηρίαν τὴν ἡμετέραν. Εἰ γὰρ βασιλικῶν γραμμάτων ἀναγινωσκομένων πολλὴ γίνεται ἡ ἡσυχία, καὶ πᾶς θόρυβος, καὶ ταραχὴ ἐκποδὼν, πάντων συντεταμέναις ταῖς ἀκοαῖς ἑστώτων καὶ ἐπιθυμούντων ἀκοῦσαι, τίνα ἐστὶν ἃ δηλοῖ τὰ γράμματα τὰ βασιλικὰ, καὶ κίνδυνος μέγιστος ἕπεται τῷ κἂν πρὸς βραχὺ θορυβήσαντι, καὶ δισκόψαντι τῶν ἀναγινωσκομένων τὴν ἀκολουθίαν· πολλῷ μᾶλλον ἐνταῦθα μετὰ φόβου καὶ τρόμου ἑστάναι δεῖ, καὶ πολλὴν παρέχειν τὴν σιγὴν, καὶ τῶν λογισμῶν τὴν ταραχὴν φυγαδεύειν, ἵνα καὶ συνιέναι δυνηθῆτε τὰ λεγόμενα, καὶ τῆς ὑπακοῆς ἀποδεξάμενος ὑμᾶς ὁ βασιλεὺς τῶν οὐρανῶν, μειζόνων καταξιώσῃ τῶν δωρεῶν. Ἴδωμεν τοίνυν τί διδάσκει ἡμᾶς καὶ νῦν ὁ μακάριος Μωϋσῆς, οὐκ οἰκείᾳ γλώττῃ μόνον ταῦτα λέγων, ἀλλ' ὑπὸ τῆς τοῦ Πνεύματος χάριτος ἐνηχούμενος. Καὶ ἔλαβε, φησὶν, Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε. Καλῶς εὐθέως ἐκ προοιμίων τὰ δύο τέθεικεν· οὐδὲ γὰρ εἶπε, Κύριος, καὶ ἐσίγησεν, ἀλλὰ προσέθηκε, Ὁ Θεὸς, λανθάνον τι καὶ κεκρυμμένον ἐντεῦθεν ἡμᾶς διδάσκων, ἵνα εἰδέναι ἔχωμεν, ὅτι κἄν τε Κύριον ἀκούσωμεν, κἄν τε Θεὸν, οὐδεμία ἐν τοῖς ὀνόμασίν ἐστι διαφορά. Τούτου δὲ νῦν οὐχ ἁπλῶς ἐμνημόνευσα, ἀλλ' ἵνα ὅταν ἀκούσῃς Παύλου λέγοντος, Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, μὴ νομίσῃς διαφορὰν εἶναι ἐν ταῖς λέξεσι, καὶ τὴν μὲν μεῖζόν τι δηλοῦν, τὴν δὲ ἔλαττον. Διὰ τοῦτο καὶ ἀδιαφόρως ἡ Γραφὴ τούτοις κέχρηται τοῖς ὀνόμασιν, ἵνα μὴ ἐξῇ τοῖς φιλονείκως διακειμένοις τὸ ἐξ οἰκείας ὑπονοίας ἐπεισφέρειν τῇ τῶν δογμάτων ὀρθότητι. Καὶ ἵνα μάθῃς ὡς οὐδὲν τῶν τοιούτων παρατετηρημένως καὶ ἀποκεκληρωμένως φθέγγεται ἡ θεία Γραφὴ, ἐξ αὐτοῦ τοῦ νῦν λεγομένου σκόπει μετὰ ἀκριβείας. Καὶ ἔλαβε, φησὶ, Κύριος ὁ Θεός. Περὶ τίνος τοῦτο βούλεται εἰρῆσθαι ὁ αἱρετικός; Περὶ τοῦ Πατρὸς μόνου; Καλῶς. Ἄκουε τοίνυν Παύλου λέγον-
2. Let us hear, therefore, what the things are that have been read today; yet strain your understanding for me, and, having shaken off all slackness and worldly care, thus give heed to what is said; for they are divine laws brought down from above out of the heavens for the sake of our salvation. For if when imperial letters are being read great quiet prevails, and every tumult and disturbance is out of the way, while all stand with strained ears and desire to hear what the things are that the imperial letters declare, and the greatest danger follows him who raises a tumult even briefly and breaks off the sequence of what is being read; much more here must one stand with fear and trembling, and afford deep silence, and banish the disturbance of thoughts, so that both you may be able to understand what is said, and the King of the heavens, welcoming you for your obedience, may count you worthy of greater gifts. Let us see, therefore, what the blessed Moses teaches us even now, speaking these things not with his own tongue alone, but inspired by the grace of the Spirit. And the Lord God took, it says, the man whom He had fashioned. Well has he straightway from the outset set down both names: for neither did he say, The Lord, and fall silent, but he added, God, teaching us from there something latent and hidden, so that we may be able to know that whether we hear Lord or God, there is no difference in the names. And I made mention of this now not simply, but so that whenever you hear Paul saying, One God the Father, from Whom are all things, and one Lord Jesus Christ, through Whom are all things, you may not suppose there to be a difference in the expressions, and that the one signifies something greater and the other something less. On this account Scripture also uses these names indifferently, so that it may not be open to those contentiously disposed to bring in out of their own surmise anything against the soundness of doctrines. And that you may learn that divine Scripture utters none of such things by strict observance and exclusive allotment, examine with exactness from the very thing now said. And the Lord God took, it says. Concerning whom does the heretic wish this to have been said? Concerning the Father alone? Well then. Hear Paul, therefore, say-
Notes, col. 112

On the reading

Printed ἀργὸς, for ἀγρὸς.

Printed σὴν, for τὴν.

Printed δισκόψαντι, for διακόψαντι.

PG 53:113Read from the page
τος, Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ Εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα. Ὁρᾷς πῶς τὸ, Κύριος, ὄνομα τῷ Υἱῷ προσένεμε; Τί ἂν οὖν εἴποιεν τὴν, Κύριος, προσηγορίαν μείζονα εἶναι τοῦ Θεός; Ὁρᾶτε ὅσον τὸ ἄτοπον, καὶ ὅση τῆς βλασφημίας ἡ ἐπίτασις. Ὅταν γὰρ μὴ βούληταί τις ἀνέχεσθαι κατακολουθεῖν τῷ κανόνι τῆς θείας Γραφῆς, ἀλλὰ τοῖς οἰκείοις λογισμοῖς ἐθέλοι διδόναι χώραν, ταράττει τὴν διάνοιαν, καὶ λογομαχίας καὶ ζητήσεις ἀπεράντους ἐπιφέρει τῇ ὑγιεῖ τῶν δογμάτων ὀρθότητι. Καὶ ἔλαβε, φησὶν, Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν. Ὅρα πόσῃ κέχρηται προνοίᾳ περὶ τὸν δημιουργηθέντα ἄνθρωπον. Ἐπειδὴ γὰρ χθὲς ἐδίδαξεν ἡμᾶς ὁ μακάριος Μωϋσῆς λέγων, ὅτι Ἐφύτευσεν ὁ Θεὸς τὸν παράδεισον, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον· ἀντὶ τοῦ, Ἐβουλήθη ἐκεῖ αὐτὸν ἔχειν τὸ οἰκητήριον, καὶ ἐνδιαιτᾶσθαι τῇ ἀπολαύσει τοῦ παραδείσου· σήμερον πάλιν δείκνυσιν ἡμῖν τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, ἣν περὶ αὐτὸν ἐπιδείκνυται, καὶ ἐπαναλαμβάνων τὸν λόγον φησί· Καὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς. Οὐχ ἁπλῶς εἶπεν, Ἐν τῷ παραδείσῳ, ἀλλὰ προσέθηκε, Τῆς τρυφῆς, ἵνα τὴν ὑπερβάλλουσαν ἡδονὴν ἧς ἀπήλαυεν ἐκ τῆς αὐτόθι οἰκήσεως, ἐμφήνῃ ἡμῖν· καὶ εἰπὼν, Ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, φησὶν, Ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν. Πολλῆς καὶ τοῦτο κηδεμονίας. Ἐπειδὴ γὰρ τρυφῆς ἁπάσης ἐπεπλήρωτο ἡ αὐτόθι διαγωγὴ, καὶ τὴν ἀπὸ τῆς θέας τέρψιν ἔχουσα, καὶ τὴν ἀπὸ τῆς ἀπολαύσεως εὐφροσύνην, ἵνα μὴ ἀποσκιρτήσῃ ἐκ τῆς ὑπερβαλλούσης ἀνέσεως ὁ ἄνθρωπος (Πᾶσαν γὰρ τὴν κακίαν ἐδίδαξε, φησὶν, ἡ ἀργία), διὰ τοῦτο προσέταξεν αὐτὸν ἐργάζεσθαι καὶ φυλάσσειν. Τί οὖν, φησὶ, τῆς παρ' αὐτοῦ ἐπιμελείας ἐδεῖτο ὁ παράδεισος; Οὐ τοῦτο λέγω, ἀλλὰ ἐβουλήθη τέως μικράν τινα καὶ σύμμετρον αὐτὸν ἔχειν μέριμναν περί τε τὴν φυλακὴν, περί τε τὴν ἐργασίαν. Εἰ γὰρ πόνου παντὸς ἦν ἀπηλλαγμένος, εὐθὺς ἀπέκλινεν ἂν πρὸς ῥᾳθυμίαν πολλῇ κεχρημένος ἀνέσει· νῦν δὲ ἐργαζόμενος ἐργασίαν ἀνώδυνόν τινα, καὶ ταλαιπωρίας ἐκτὸς, σωφρονέστερον ἂν διετέθη. Καὶ τὸ εἰπεῖν δὲ, ὅτι Φυλάσσειν, οὐχ ἁπλῶς πρόσκειται, ἀλλὰ συγκατάβασίς ἐστι τῶν ῥημάτων, ἵνα ὅλως εἰδέναι ἔχῃ, φησὶν, ὅτι ὑπόκειταί τινι δεσπότῃ τῷ τὴν τοσαύτην ἀπόλαυσιν αὐτῷ χαρισαμένῳ, καὶ μετὰ τῆς ἀπολαύσεως τὴν φυλακὴν ἐπιτρέψαντι. Πάντα γὰρ ποιεῖ ὁ Θεὸς καὶ πραγματεύεται διὰ τὴν ὠφέλειαν τὴν ἡμετέραν, καὶ μετὰ τούτου καὶ τὴν ἀπόλαυσιν καὶ τὴν ἄνεσιν δωρεῖται. Εἰ γὰρ διὰ τὴν ὑπερβάλλουσαν αὐτοῦ φιλανθρωπίαν, καὶ πρὶν ἡμᾶς παραγαγεῖν τὰ ἀπόῤῥητα ἐκεῖνα ἡμῖν ἀγαθὰ ηὐτρέπισε, καθὼς αὐτὸς λέγει· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου· πολλῷ μᾶλλον τὰ ἐνταῦθα πάντα μετὰ δαψιλείας παρέξει.
ing: One God the Father, from Whom are all things, and One Lord Jesus Christ, through Whom are all things. Do you see how he assigned the name Lord to the Son? How, then, could they say that the appellation Lord is greater than that of God? See how great the absurdity is, and how great the pitch of blasphemy. For whenever anyone is unwilling to endure following closely upon the rule of divine Scripture, but wishes to give room to his own reasonings, he troubles his understanding, and brings endless word-battles and disputings upon the sound uprightness of doctrines. And the Lord God took, it says, the man whom He had fashioned, and set him in the paradise of delight, to work it and to guard it. See what great forethought He uses towards the man whom He had fashioned. For since yesterday the blessed Moses taught us, saying that God planted the paradise, and set there the man—in place of saying, He willed him to have his dwelling-place there, and to live in the enjoyment of paradise—today again he shows us God's ineffable loving-kindness which He displays towards him, and, taking up the discourse again, he says: And the Lord God took the man whom He had fashioned, and set him in the paradise of delight. Not simply did he say, In the paradise, but he added, Of delight, so that he might declare to us the surpassing pleasure which he enjoyed from his dwelling there; and after saying, He set him in the paradise of delight, he says, To work it and to guard it. This too comes of great care. For since his way of life there had been filled with every delight, having both the charm that came from the sight and the gladness that came from the enjoyment, lest the man should grow unruly from surpassing ease (for idleness, it says, has taught every wickedness), on this account He commanded him to work and to guard. What then, someone says, did paradise stand in need of care from him? I do not say this; rather, He willed him meanwhile to have some small and measured concern regarding both the guarding and the working. For if he had been exempt from every toil, he would straightway have turned aside to slackness through enjoying great ease; whereas now, working a kind of painless work free of hardship, he would have been more soberly disposed. And also his saying, To guard, is not added simply, but is a condescension of the words, so that he might know at all, he says, that he is subject to a master who granted him so great an enjoyment, and along with the enjoyment entrusted to him the guarding. For God does and arranges all things for the sake of our benefit, and along with this He grants both enjoyment and ease. For if on account of His surpassing loving-kindness, even before bringing us forth, He prepared for us those unutterable good things, even as He Himself says, Come, you blessed of My Father, inherit the kingdom prepared for you before the foundation of the world, much more will He furnish all things here below lavishly.
γʹ. Ἐπεὶ οὖν τοσαύτας εὐεργεσίας εἰς τὸν δημιουργηθέντα κατέθετο, πρῶτον ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν αὐτὸν, καὶ ἀπὸ τοῦ χοὸς σῶμα διαπλάσαι καταξιώσας, καὶ μετὰ ταῦτα τὸ κυριώτερον, τὴν ψυχὴν τὴν ἀσώματον διὰ τοῦ ἐμφυσήματος χαρισάμενος, εἶτα τὸν παράδεισον γενέσθαι κελεύσας, καὶ ἐκεῖ αὐτὸν ἐνδιαιτᾶσθαι προστάξας, μετὰ ταῦτα πάλιν καθάπερ πατὴρ
3. Since, therefore, He laid up such great benefactions for him whom He had fashioned—first bringing him forth from non-being into being, and deigning to mould a body from the dust, and after these things granting what was more sovereign, the bodiless soul through His inbreathing, then commanding paradise to come into being, and ordaining that he should live there—after these things again, just as an affectionate father
PG 53:114Read from the page
φιλόστοργος παιδὶ νέῳ πολλῆς ἀδείας καὶ ἀνέσεως ἀπολαύοντι, ὥστε μὴ ἀποσκιρτῆσαι, μικράν τινα καὶ σύμμετρον ἐπινοεῖ φροντίδα· οὕτω καὶ ὁ Δεσπότης Θεὸς τῷ Ἀδὰμ τὴν ἐργασίαν καὶ τὴν φυλακὴν προσέταξεν, ἵνα μετὰ τῆς τρυφῆς τῆς πολλῆς, καὶ τῆς ἀδείας, καὶ τῆς ἀνέσεως, ἠρέμα πως ἔχῃ ταῦτα ἀμφότερα ἐγκόπτοντα αὐτοῦ τὴν εἰς τὸ πρόσω φοράν. Ταῦτα μὲν οὖν τὰ ἤδη ὑπάρξαντα τῷ δημιουργηθέντι· τὰ δέ γε ἑξῆς ἐπαγόμενα πάλιν πολλὴν καὶ ὑπερβάλλουσαν ἡμῖν ἐμφαίνει τὴν περὶ αὐτὸν φιλανθρωπίαν, τήν τε συγκατάβασιν, ἣν διὰ τὴν οἰκείαν ἀγαθότητα ἐπιδείκνυται. Τί γάρ φησιν ἡ Γραφή; Καὶ ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ Ἀδάμ.
full of affection devises some small and measured care for a young child enjoying great security and ease, so that he may not grow unruly; so too the Lord God commanded Adam the working and the guarding, so that along with his great delight, and security, and ease, he might gently have both of these checking his headlong rush. These, then, were the things that had already accrued to him whom He had fashioned; while what is brought in next again declares to us His great and surpassing loving-kindness towards him, and the condescension which He displays through His own goodness. For what does Scripture say? And the Lord God charged Adam.
Ἰδοὺ πάλιν καὶ ἐνταῦθα τῇ αὐτῇ συνηθείᾳ ἐχρήσατο, ἵνα τῇ πυκνότητι τῶν λεγομένων ἀκριβῆ τὴν διδασκαλίαν δεξώμεθα, καὶ μηκέτι ἀνεχώμεθα τῶν τολμώντων ἀποκληροῦν τὰς τῶν ὀνομάτων προσηγορίας, καὶ τὴν μὲν τῷ Πατρὶ, τὴν δὲ τῷ Υἱῷ προσνέμειν. Ἐπειδὴ γὰρ ἀμφοτέρων ἡ οὐσία μία, διὰ τοῦτο καὶ ἡ θεία Γραφὴ ἀδιαφόρως ποτὲ μὲν τῷ Πατρὶ, ποτὲ δὲ τῷ Υἱῷ τὴν αὐτὴν προσηγορίαν εὑρίσκεται ἀποκληροῦσα. Καὶ ἐνετείλατο, φησὶ, Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ λέγων. Ἄξιον ἐνταῦθα ἐκπλαγῆναι τὴν πάντα λόγον ὑπερβαίνουσαν τοῦ Θεοῦ φιλανθρωπίαν, ἣν ἐνδείκνυται ἡμῖν διὰ τῆς βραχείας ταύτης λέξεως. Καὶ ἐνετείλατο, φησί. Βλέπε ἐκ προοιμίων πόσῃ τιμῇ κέχρηται περὶ τὸν ἄνθρωπον. Οὐδὲ γὰρ εἶπε, προσέταξεν, ἢ ἐκέλευσεν, ἀλλὰ τί; Ἐνετείλατο. Καθάπερ φίλος φίλῳ περί τινων ἀναγκαίων ἐντελλόμενος διαλέγεται, οὕτω καὶ ὁ Θεὸς πρὸς τὸν Ἀδὰμ διατίθεται, μονονουχὶ διὰ τῆς τοσαύτης τιμῆς ἐπισπάσασθαι βουλόμενος αὐτὸν πρὸς τὴν ὑπακοὴν τῶν ἐντελλομένων ὑπ' αὐτοῦ. Καὶ ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ λέγων· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ' αὐτοῦ. Ἧ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. Πολὺ τῆς ἐντολῆς τὸ ἀνεπαχθές. Ἀλλὰ δεινὸν, ἀγαπητὲ, ἡ ῥᾳθυμία· ὥσπερ γὰρ αὕτη καὶ τὰ εὔκολα δύσκολα ἡμῖν φαίνεσθαι ποιεῖ, οὕτως ἡ σπουδὴ καὶ ἡ ἀγρυπνία καὶ τὰ δύσκολα εὔκολα ἡμῖν ἀπεργάζεται. Τί γὰρ, εἰπέ μοι, τούτου ἀνεπαχθέστερον; τί ταύτης τῆς τιμῆς μεῖζον γένοιτ' ἄν; Παρέσχεν ἐνδιαιτᾶσθαι τῷ παραδείσῳ, τῷ κάλλει τέρπεσθαι τῶν ὁρωμένων, καὶ τὴν ὄψιν ἐκεῖθεν εὐφραίνειν, καὶ διὰ τῆς ἀπολαύσεως πολλὴν τὴν ἡδονὴν καρποῦσθαι. Ἐννόησον γὰρ ὅσον ἦν ὁρᾷν τὰ δένδρα τοῖς καρποῖς βριθόμενα, τῶν ἀνθῶν τὴν ποικιλίαν, τῶν βοτανῶν τὴν διαφορὰν, τῶν φύλλων τὰς κόμας, τὰ ἄλλα ὅσα εἰκὸς ἐν παραδείσῳ τυγχάνειν, καὶ ἐν παραδείσῳ ὑπὸ τοῦ Θεοῦ φυτευθέντι. Διὰ γὰρ τοῦτο προλαβοῦσα ἡ θεία Γραφὴ εἶπεν, ὅτι Ἐξανέτειλεν ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν, ἵνα εἰδέναι ἔχωμεν ὅσης ἀφθονίας ἀπολαύων, εἰς τὴν δοθεῖσαν αὐτῷ ἐντολὴν ἐξύβρισε διὰ πολλὴν ἀκρασίαν καὶ ῥᾳθυμίαν. Ἐννόησον γάρ μοι, ἀγαπητὲ, τῆς τιμῆς τὴν ὑπερβολὴν, ἧς αὐτὸν ἠξίωσεν, ἰδιάζουσαν καὶ ἀφωρισμένην αὐτῷ τράπεζαν τὴν ἐν τῷ παραδείσῳ δωρησάμενος, ἵνα μὴ νομίσῃ τὴν αὐτὴν τοῖς ἀλόγοις καὶ αὐτῷ τροφὴν ὑπάρχειν, ἀλλ' ἔχῃ καθάπερ βασιλεὺς ἐνδιαιτώμενος τῇ τοῦ παραδείσου διαγωγῇ, ἐντρυφᾷν τῇ ἐκεῖθεν ἀπολαύσει, καὶ καθάπερ δεσπότης κεχωρισμένος ᾖ τῶν εἰς ὑπηρεσίαν αὐτῷ παρασχεθέντων, καὶ ἀφωρισμένην ἔχῃ τὴν διαγωγήν. Καὶ ἐνετείλατο, φησὶ, Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ λέγων· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ' αὐτοῦ. Ἧ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε· μονονουχὶ λέγων πρὸς αὐτὸν, Μὴ γὰρ βαρύ τι καὶ ἐπαχθὲς ἀπαιτῶ παρὰ σοῦ; Πάντων τὴν ἀπόλαυσιν ἐπιτρέπω, ἑνὸς τού-
Behold, here too again he used the same custom, so that by the frequency of what is said we may receive exact teaching, and no longer endure those who dare to apportion the appellations of the names, assigning the one to the Father and the other to the Son. For since the essence of both is one, on this account divine Scripture also is found indifferently apportioning the same appellation now to the Father and now to the Son. And the Lord God charged Adam, it says, saying. It is worthy here to be struck with amazement at God's loving-kindness surpassing all speech, which He exhibits to us through this brief expression. And He charged, it says. See from the outset what great honour He uses towards the man. For neither did it say, He ordained, or He commanded, but what? He charged. Just as a friend speaks with a friend giving charge concerning certain needful matters, so too is God disposed towards Adam, all but wishing through so great an honour to draw him on to obedience to what is charged by Him. And the Lord God charged Adam, saying: From every tree that is in paradise you shall eat for food; yet from the tree of knowing good and evil, you shall not eat from it. And on whatever day you eat from it, you shall surely die. Great is the lightness of the commandment. Yet a dreadful thing, beloved, is slackness; for just as this makes even easy things seem hard to us, so earnestness and sleeplessness render even hard things easy for us. For what, tell me, could be less burdensome than this? what could be greater than this honour? He granted him to live in paradise, to delight in the beauty of things seen, and from there to gladden his sight, and through enjoyment to reap great pleasure. For consider how great a thing it was to behold the trees laden with fruits, the variety of flowers, the diversity of herbs, the foliage of leaves, and all the other things likely to be in paradise, and in a paradise planted by God. For on this account divine Scripture said beforehand that He caused still to spring up out of the earth every tree fair to behold and good for food, so that we might be able to know what great abundance he was enjoying when he treated with insolence the commandment given to him, through great intemperance and slackness. For consider for me, beloved, the surpassing greatness of the honour whereof He counted him worthy, having granted him a special table set apart in paradise, so that he might not suppose that the same nourishment belonged to the irrational beasts and to himself, but might be able, like a king living in the way of life of paradise, to revel in the enjoyment that came from there, and like a master might be separated from those provided for service to him, and have a way of life set apart. And the Lord God charged Adam, it says, saying: From every tree that is in paradise you shall eat for food; yet from the tree of knowing good and evil, you shall not eat from it. And on whatever day you eat from it, you shall surely die—all but saying to him: Do I demand anything heavy and burdensome from you? I permit the enjoyment of all things; this one
PG 53:115Read from the page
του μόνον μὴ ἅψασθαι ἐντέλλομαι· ἀλλὰ καὶ τὸ ἐπιτίμιον μέγα ὁρίζω, ἵνα κἂν τῷ φόβῳ σωφρονιζόμενος φυλάξῃς τὴν παρ' ἐμοῦ σοι δοθεῖσαν ἐντολήν· ταὐτὸν ποιῶν, ὥσπερ ἂν εἴ τις δεσπότης φιλότιμος οἰκίαν μεγάλην τινὶ ἐμπιστεύσειε, καὶ ὑπὲρ τοῦ τὴν δεσποτείαν αὐτῷ ἀκέραιον μένειν, βραχύ τι ἀργύριον τυπώσειε παρ' αὐτοῦ δίδοσθαι. Οὕτω δὴ καὶ ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης πάντων τῶν ἐν τῷ παραδείσῳ τὴν ἀπόλαυσιν αὐτῷ χαρισάμενος, τοῦ ἑνὸς ξύλου μόνου ἀποσχέσθαι ἐκέλευσεν, ἵνα εἰδέναι ἔχῃ, ὅτι ὑπὸ Δεσπότην ἐστὶν, ᾧ προσήκει αὐτὸν πείθεσθαι, καὶ τοῖς ὑπ' ἐκείνου προσταττομένοις εἴκειν.
alone I charge you not to touch; yet I also fix the penalty great, so that, chastened even by fear, you may keep the commandment given to you by Me—doing the very same thing as if some munificent master were to entrust a great house to someone, and, so that the lordship might remain unimpaired for him, were to prescribe that some small piece of silver be given by him. In this very way also our Lord Who loves mankind, having granted him the enjoyment of all the things in paradise, commanded him to abstain from the one tree alone, so that he might be able to know that he is under a Lord, Whom it befits him to obey, and to yield to what is ordained by Him.
δʹ. Τίς ἂν κατ' ἀξίαν θαυμασειε τοῦ κοινοῦ πάντων Δεσπότου τὴν φιλοτιμίαν; Οὐδὲν οὐδέπω ἐπιδειξάμενον πόσης ἀξιοῖ τῆς εὐεργεσίας; Οὐδὲ γὰρ ἐξ ἡμισείας αὐτῷ τὴν ἀπόλαυσιν ἔδωκεν, οὐδὲ τῶν πλειόνων ἀποσχέσθαι ἐκέλευσεν, τῶν δὲ λειπομένων ἔχειν τὴν ἀπόλαυσιν· ἀλλὰ πάντων τῶν ἐν τῷ παραδείσῳ μετέχειν αὐτὸν βουληθεὶς, τοῦ ἑνὸς ξύλου μόνου ἀποσχέσθαι προστάττει, δεικνὺς διὰ τῶν πραγμάτων, ὅτι οὐδενὸς ἑτέρου ἕνεκεν τοῦτο πεποίηκεν, ἀλλ' ἵνα τὸν αἴτιον εἰδέναι ἔχῃ τῶν τοσούτων εὐεργεσιῶν. Καὶ σκόπει μετὰ τῶν ἄλλων καὶ ἐντεῦθεν τοῦ Θεοῦ τὴν ἀγαθότητα, ὅσῃ τῇ τιμῇ κέχρηται καὶ περὶ τὴν μέλλουσαν ἐξ αὐτοῦ διαπλάττεσθαι γυναῖκα. Οὐδέπω γὰρ αὐτῆς παραχθείσης, ὡς πρὸς ἀμφοτέρους τὴν ἐντολὴν ποιεῖται λέγων· Οὐ φάγεσθε ἀπ' αὐτοῦ, καὶ, Ἧ ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε· δηλῶν ἄνωθεν καὶ ἐξ ἀρχῆς, ὅτι ἕν εἰσιν ἀνὴρ καὶ γυνὴ, καθὼς καὶ ὁ Παῦλός φησι· Κεφαλὴ τῆς γυναικὸς ὁ ἀνήρ. Διὰ τοῦτο τοίνυν ὡς πρὸς ἀμφοτέρους διαλέγεται, ἵνα μετὰ ταῦτα διαπλάσας ἐξ αὐτοῦ τὴν γυναῖκα, ἀφορμὰς αὐτῷ παράσχῃ τοῦ γνωρίσαι αὐτῇ τὰ παρ' αὐτοῦ ἐνταλθέντα. Καὶ οἶδα μὲν, ὅτι πολυθρύλλητόν ἐστι τοῦτο τὸ περὶ τοῦ ξύλου ζήτημα, καὶ ὅτι πολλοὶ τῶν ἀπαραφυλάκτως φθεγγομένων ἀπὸ τοῦ ἀνθρώπου ἐπὶ τὸν Θεὸν τὴν αἰτίαν μετάγειν ἐπιχειροῦσι, καὶ λέγειν τολμῶσι· τίνος γὰρ ἕνεκεν ἐδίδου αὐτῷ τὴν ἐντολὴν εἰδὼς ὅτι παραβήσεται; καὶ πάλιν, διὰ τί γὰρ τὸ ξύλον προσέταξε γενέσθαι ἐν τῷ παραδείσῳ; καὶ πολλὰ ἕτερα· ἀλλ' ἵνα μὴ νῦν πρὸ τοῦ καιροῦ τῆς παραβάσεως δόξωμεν προπηδᾷν εἰς τὴν περὶ τούτων ἐξήγησιν, ἀναγκαῖον ἀναμεῖναι καὶ ἡμᾶς τὴν τοῦ μακαρίου Μωϋσέως διήγησιν, ἵν' οὕτως εἰς τὸν τόπον ἀφικόμενοι εὐκαίρως, ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις χορηγήσῃ, περὶ τούτου κινήσαντες, διδάξωμεν τὴν ὑμετέραν ἀγάπην τὸν ἀληθῆ τῆς Γραφῆς νοῦν· ἵν' εἰδότες τὴν ἀλήθειαν τῶν ἐγγεγραμμένων, καὶ τὴν προσήκουσαν δοξολογίαν ἀναφέρητε τῷ Δεσπότῃ, καὶ μὴ καταλιπόντες τὸν ἡμαρτηκότα, ἐπὶ τὸν ἀναίτιον Θεὸν τὴν αἰτίαν μεταγάγητε· τέως δὲ ἐπὶ τοῦ παρόντος, εἰ δοκεῖ, τὰ ἑξῆς τοῦ ἀναγνώσματος ἐπέλθωμεν. Καὶ εἶπε, φησὶ, Κύριος ὁ Θεὸς, οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον. Ἰδοὺ πάλιν ὁμοίως εἶπε, καθάπερ καὶ πρότερον, Κύριος ὁ Θεὸς, ἵνα ἐμπήξαντες ἡμῶν τῇ διανοίᾳ τὰ λεγόμενα, μὴ τὰ ἀπὸ τῶν ἀνθρωπίνων λογισμῶν τῆς θείας Γραφῆς κυριώτερα εἶναι νομίζωμεν. Καὶ εἶπε, φησὶν, Κύριος ὁ Θεὸς, οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον. Σκόπει πῶς οὐχ ἵσταται ὁ ἀγαθὸς Θεὸς, ἀλλ' εὐεργεσίας εὐεργεσίαις προστίθησι, καὶ πλουτῶν ἀγαθότητι, πάσῃ τιμῇ περιβαλεῖν βούλεται τὸ ζῶον τοῦτο τὸ λογικὸν, καὶ μετὰ τῆς τιμῆς καὶ εὐκολίαν αὐτῷ διαγωγῆς χαρίσασθαι. Εἶπε γὰρ, φησὶ, Κύριος ὁ Θεός. Οὐ καλὸν εἶναι τὸν
4. Who could worthily marvel at the munificence of the common Lord of all? Of how great a benefaction does He count him worthy when he has not yet displayed anything at all! For neither did He give him the enjoyment by halves, nor did He command him to abstain from the greater part and have the enjoyment of the remainder; rather, willing him to partake of all the things in paradise, He ordains that he abstain from the one tree alone, showing through the facts themselves that He did this for no other sake than that he might be able to know the Author of such great benefactions. And examine along with the rest from here also the goodness of God: what great honour He uses even towards the woman who was about to be moulded out of him. For though she had not yet been brought forth, He makes the commandment as though to both, saying, You shall not eat from it, and, On whatever day you eat, you shall surely die—making plain from above and from the beginning that man and woman are one, even as Paul also says: The head of the woman is the man. On this account, therefore, He converses as though with both, so that after these things, when He has moulded the woman out of him, He may afford him occasions for making known to her what had been charged by Him. And I know indeed that this question concerning the tree is much talked of, and that many of those who speak unguardedly set their hand to transfer the blame from the man to God, and dare to say: For what sake did He give him the commandment when He knew that he would transgress? and again: Why did He command the tree to come into being in paradise? and many other things; yet, lest now before the season of the transgression we seem to leap ahead into the exposition concerning these matters, it is needful that we too await the narrative of the blessed Moses, so that thus, when we have arrived at the passage seasonably, stirring up concerning this matter whatever the grace of God may supply, we may teach your love the true sense of Scripture; so that, knowing the truth of what stands written, you may both offer up fitting doxology to the Lord, and not, leaving aside him who sinned, transfer the blame to the blameless God; meanwhile for the present, if it seems good, let us go over what follows of the reading. And the Lord God said, it says, that it is not good for the man to be alone. Behold, again in like manner as before he said, The Lord God, so that, fixing firmly in our understanding what is said, we may not suppose what comes from human reasonings to have more authority than divine Scripture. And the Lord God said, it says, that it is not good for the man to be alone. Examine how the good God does not come to a halt, but adds benefactions to benefactions, and, being rich in goodness, wishes to clothe this rational creature with every honour, and along with the honour to grant him ease of life as well. For the Lord God said, it says: It is not good for the
Notes, col. 115

On the reading

Printed θαυμασειε, for θαυμάσειε.

PG 53:116Read from the page
ἄνθρωπον μόνον. Ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτόν.
man to be alone. Let Us make for him a helper according to him.
Ἰδοὺ πάλιν καὶ ἐνταῦθα τὸ, Ποιήσωμεν Καθάπερ γὰρ ἐξ ἀρχῆς ἔλεγεν ἐπὶ τῆς τοῦ ἀνθρώπου διαπλάσεως, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν· οὕτω καὶ νῦν μέλλων τὴν γυναῖκα διαπλάττειν τῷ αὐτῷ κέχρηται ῥήματι, καί φησι, Ποιήσωμεν. Πρὸς τίνα διαλέγεται; Οὐ πρὸς κτιστήν τινα δύναμιν, ἀλλὰ πρὸς τὸν ἐξ αὐτοῦ γεννηθέντα, τὸν θαυμαστὸν σύμβουλον, τὸν ἐξουσιαστὴν, τὸν ἄρχοντα τῆς εἰρήνης, τὸν μονογενῆ αὐτοῦ Παῖδα. Καὶ ἵνα μάθῃ ὁ Ἀδὰμ, ὅτι ὁμότιμον αὐτῷ τὸ ζῶον μέλλει εἶναι τὸ διαπλαττόμενον, διὰ τοῦτο καθάπερ ἐπ' αὐτοῦ ἔλεγε, Ποιήσωμεν, οὕτω καὶ νῦν φησι, Ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτόν. Ἀμφότερα πολλὴν ἔχει τὴν δύναμιν, καὶ τὸ, Βοηθὸν, καὶ τὸ, Κατ' αὐτόν. Οὐ βούλομαι, φησὶ, μόνον αὐτὸν εἶναι, ἀλλ' ἔχειν τινὰ παραμυθίαν ἐκ τῆς συνουσίας, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ κατάλληλον αὐτῷ βοηθὸν παραγαγεῖν δεῖ, τὴν γυναῖκα αἰνιττόμενος. Διὰ τοῦτό φησι, Ποιήσωμεν αὐτῷ βοηθὸν, καὶ προσέθηκε δὲ, Κατ' αὐτὸν, ἵν' ὅταν ἴδῃς εὐθὺς τὰ θηρία παραγόμενα, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, μὴ νομίσῃς περὶ τούτων εἰρῆσθαι. Εἰ γὰρ καὶ συνεφάπτεται τῶν καμάτων αὐτῷ πολλὰ τῶν ἀλόγων, ἀλλ' οὐδὲν ἴσον τῆς λογικῆς γυναικός. Διὰ τοῦτο εἶπε, Βοηθὸν κατ' αὐτὸν, καὶ ἐπήγαγε· Καὶ ἔπλασεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ ἰδεῖν τί καλέσει αὐτά· καὶ πᾶν ὃ ἐκάλεσεν αὐτὸ Ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτῷ. Οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ τοῦτο γίνεται, ἀλλὰ διὰ τα μέλλοντα μετ' οὐ πολὺ συμβαίνειν, ἃ προειδὼς ὁ Θεὸς δείκνυσιν ἡμῖν τὴν πολλὴν σοφίαν, ἣν κεχάρισται τῷ ὑπ' αὐτοῦ δημιουργηθέντι, ἵν' ἐπειδὰν τὰ τῆς παραβάσεως τῆς ἐντολῆς τῆς ὑπὸ τοῦ Θεοῦ δοθείσης γένηται, μὴ νομίσῃς δι' ἄγνοιαν αὐτὸν παραβεβηκέναι, ἀλλ' εἰδέναι ἔχῃς, ὅτι ῥᾳθυμίας ἐστὶ τὸ πτῶμα.
Behold here too again the word, Let Us make. For just as from the beginning He used to say at the moulding of the man, Let Us make man according to Our image and according to likeness; so too now, being about to mould the woman, He has used the same word, and says, Let Us make. With whom does He converse? Not with some created power, but with Him Who was begotten from Him, the Wondrous Counsellor, the Mighty Ruler, the Prince of peace, His Only-begotten Child. And that Adam might learn that the creature being moulded was about to be of equal honour with himself, on this account, just as He said in his case, Let Us make, so too now He says, Let Us make for him a helper according to him. Both expressions have great force—both Helper, and According to him. I do not will him to be alone, He says, but to have some comfort from companionship; and not this alone, nay, one must also bring forth a helper suited to him—hinting at the woman. On this account He says, Let Us make for him a helper, and He added further, According to him, so that whenever you see straightway the wild beasts being brought forth, and all the birds of the heaven, you may not suppose it to have been said concerning them. For even if many of the irrational creatures join with him in helping with his labours, yet none is equal to the rational woman. On this account He said, A helper according to him, and added: And God fashioned still out of the earth all the wild beasts of the field, and all the birds of the heaven, and brought them to Adam to see what he would call them; and whatever Adam called it as a living soul, this was its name. Not simply nor at random does this take place, but on account of what was about to happen not long afterwards, foreknowing which God shows us the great wisdom that He has graciously bestowed upon him whom He had fashioned, so that once the transgression of the commandment given by God takes place, you may not suppose him to have transgressed through ignorance, but may be able to know that the fall comes of slackness.
εʹ. Ὅτι γὰρ σοφίας πολλῆς ἐπεπλήρωτο, μάνθανε ἐκ τῶν νῦν γινομένων. Καὶ ἤγαγεν αὐτὰ, φησὶ, πρὸς τὸν Ἀδὰμ, ἰδεῖν τί καλέσει αὐτά. Ἀπόδειξιν ἡμῖν τῆς πολλῆς αὐτοῦ σοφίας παρασχεῖν βουλόμενος τοῦτο ποιεῖ. Καὶ πάλιν, Ὃ ἐκάλεσεν αὐτὸ, φησὶν, Ἀδὰμ, τοῦτο ὄνομα αὐτῷ.
5. For that he had been filled with great wisdom, learn from what now takes place. And He brought them, it says, to Adam, to see what he would call them. Wishing to afford us a proof of his great wisdom, He does this. And again: Whatever Adam called it, it says, this was its name.
Οὐχ ἵνα δὲ τὴν σοφίαν αὐτοῦ μόνον καταμάθωμεν, τοῦτο γίνεται, ἀλλ' ἵνα καὶ τὸ σύμβολον τῆς δεσποτείας διὰ τῆς τῶν ὀνομάτων θέσεως ἐπιδείξηται. Καὶ γὰρ καὶ τοῖς ἀνθρώποις ἔθος τοῦτο ποιεῖσθαι σύμβολον δεσποτείας, ἐπειδὰν οἰκέτας ὠνήσωνται, μετατιθέναι αὐτῶν τὰς προσηγορίας. Διὰ τοῦτο καὶ τὸν Ἀδὰμ παρασκευάζει καθάπερ δεσπότην πᾶσι τοῖς ἀλόγοις ἐπιθεῖναι τὰς προσηγορίας. Μὴ γὰρ ἁπλῶς παραδράμῃς, ἀγαπητὲ, τὸ εἰρημένον, ἀλλ' ἐννόησόν μοι, πόσης ἦν σοφίας τοσούτοις γένεσι πτηνῶν, ἑρπετῶν, θηρίων, κτηνῶν καὶ τῶν ἄλλων ἀλόγων, τῶν ἡμέρων, τῶν ἀγρίων, τῶν ἐν τοῖς ὕδασι δαιτωμένων, τῶν ἐκ τῆς γῆς ἀναδοθέντων, πᾶσι τούτοις ἐπιθεῖναι τὰς προσηγορίας, καὶ προσηγορίας τὰς κυρίας καὶ καταλλήλους ἑκάστῳ γένει· Πᾶν γὰρ, φησὶν, ὃ ἐκάλεσεν αὐτὸ Ἀδὰμ, τοῦτο ὄνομα αὐτῷ. Εἶδες ἐξουσίαν ἀπηρτισμένην; εἶδες δεσποτείας αὐθεντίαν; Λογίζου μετὰ τῶν ἄλλων καὶ τοῦτο, ὅτι καὶ λέοντες, καὶ παρδάλεις, καὶ ἔχεις, καὶ σκορπίοι, καὶ ὄφεις, καὶ τὰ ἄλλα
Yet this takes place not merely that we may thoroughly learn his wisdom, but that he may also display the token of lordship through the giving of names. For among men also it is the custom to make this a token of lordship: whenever they buy household slaves, to change their appellations. On this account He also arranges for Adam, like a master, to place their appellations upon all the irrational creatures. For do not simply run past what has been said, beloved, but consider for me what great wisdom it took to place their appellations upon so many kinds of winged creatures, creeping things, wild beasts, cattle, and the other irrational creatures—the tame, the wild, those that live in the waters, those sent up out of the earth—upon all these to place their appellations, and appellations proper and suited to each kind; for Whatever, it says, Adam called it, this was its name. Did you see authority fully complete? did you see sovereign right of lordship? Reckon along with the rest this too: that lions, and leopards, and vipers, and scorpions, and serpents, and all the other
Notes, col. 116

On the reading

Printed τα, for τὰ.

Printed δαιτωμένων, for διαιτωμένων.