Migne Reading Room

PG 53 · cols. 90–95 · Read from the page

In Genesin Homilia XI (ΟΜΙΛΙΑ ΙΑʹ; Gen. 2:1–3)

In Genesin Homilia XI (ΟΜΙΛΙΑ ΙΑʹ; Gen. 2:1–3)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:90Read from the page
τραπέζης τοῖς αὐτῶν γνωρίμοις διαφυλάττοντες, μέγιστον ἀγάπης τεκμήριον ἐκφέρουσι, πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν τοῦτο γινόμενον πολὺν ἡμῖν παρέξει τὸν ἔπαινον· πάλιν γὰρ εἰς ἡμᾶς τὰ τῆς ὠφελείας περιστήσεται. Ὁ γὰρ τὸν πλησίον διδάσκειν σπουδάζων, οὐ τοσοῦτον ἐκεῖνον εὐεργετεῖ, ὅσον ἑαυτῷ μείζονα προξενεῖ τὸν μισθὸν, καὶ διπλοῦν καρποῦται τὸ κέρδος, τῆς τε παρὰ τοῦ Θεοῦ ἀμοιβῆς πλείονος ἀπολαύων, καὶ αὐτὸς δι' ὧν τὸν ἀδελφὸν διδάσκειν ἐπιχειρεῖ, εἰς ὑπόμνησιν ἐρχόμενος, καὶ ἀνανεῶν παρ' ἑαυτῷ τὴν μνήμην τῶν εἰρημένων.
table for their acquaintances, bring forth the greatest token of love, much more when this is done in spiritual matters will it afford us great praise; for the benefit will come round to us once again. He who is eager to teach his neighbour does not benefit that man so much as he procures a greater reward for himself, and reaps a double profit, both enjoying a fuller recompense from God, and himself, through the things whereby he attempts to teach his brother, coming to remembrance and renewing within himself the memory of what has been spoken.
ηʹ. Τὸ κέρδος τοίνυν ἐννοοῦντες τὸ ὑμέτερον, μὴ φθονήσητε τοῖς ἀδελφοῖς τοῖς ὑμετέροις, ἀλλὰ νῦν μὲν τὰ παρ' ἡμῶν λεγόμενα παρ' ὑμῶν μανθανέτωσαν. Ἵνα δὲ μὴ ἐν χάριτος μέρει παρ' ὑμῶν μέλλωσι ταῦτα διδάσκεσθαι, ἕλκετε αὐτοὺς πρὸς ἡμᾶς, πείθοντες ὡς οὐδέποτε κώλυμα γίνεται πρὸς τὴν διδασκαλίαν τὴν πνευματικὴν ἡ τῆς τροφῆς τῆς σωματικῆς μετάληψις· ἀλλὰ δεῖ πάντα καιρὸν ἐπιτήδειον ἡγεῖσθαι πρὸς τὴν τῶν πνευματικῶν λόγων διάλεξιν. Ἂν ταῦτα μετὰ ἀκριβείας ἴδωμεν, δυνησόμεθα καὶ ἐπὶ οἰκίας διατρίβοντες, καὶ μετὰ τὴν ἑστίασιν, καὶ πρὸ τῆς ἑστιάσεως μετὰ χεῖρας λαβόντες τὰ θεῖα βιβλία τὴν ἐξ αὐτῶν καρποῦσθαι ὠφέλειαν, καὶ τὴν πνευματικὴν τροφὴν τῇ ψυχῇ παρέχειν. Ὥσπερ γὰρ τὸ σῶμα δεῖται τῆς αἰσθητῆς τροφῆς, οὕτω καὶ ἡ ψυχὴ χρήζει καθημερινῆς ὑπομνήσεως, καὶ τροφῆς πνευματικῆς, ἵνα νευρουμένη ἀντέχειν δύνηται πρὸς τὰς ἐπαναστάσεις τῆς σαρκὸς, καὶ πρὸς τὸν διηνεκῆ πολέμιον τὸν ἐπικείμενον ἡμῖν, καὶ αἰχμάλωτον ἡμῶν ἀπεργαζόμενον τὴν ψυχὴν, ἐὰν κἂν πρὸς βραχὺ ῥᾳθυμῆσαι βουληθῶμεν. Διὸ καὶ ὁ προφήτης Δαυῒδ μακάριον ἐκεῖνον ἐκάλεσε τὸν ἐν τῷ νόμῳ Κυρίου μελετῶντα ἡμέρας καὶ νυκτός· καὶ ὁ μακάριος δὲ Μωϋσῆς, παιδεύων τὸ τῶν Ἰουδαίων ἔθνος, ἐδίδασκεν αὐτοὺς λέγων, Φαγὼν καὶ πιὼν, καὶ ἐμπλησθεὶς, μνήσθητι Κυρίου τοῦ Θεοῦ σου. Ὁρᾷς πῶς καὶ τότε μάλιστα προσήκει, μετὰ τὴν τῆς τροφῆς ἀπόλαυσιν, τὴν πνευματικὴν ἑστίασιν ἑαυτοῖς παρατιθέναι, ἵνα μηδὲ μετὰ τὴν πλησμονὴν τῆς σωματικῆς τροφῆς ῥᾳθυμήσαντα ἡ ψυχὴ εἰς ὄλεθρόν τινα ἐκπέσῃ, καὶ χώραν δῷ ταῖς τοῦ διαβόλου μηχαναῖς, πάντα καιρὸν ἐπιτηροῦντος καὶ βουλομένου καιρίαν ἡμῖν δοῦναι τὴν πληγήν; Καὶ πάλιν δὲ ἑτέρωθι ἔλεγεν ὁ αὐτὸς οὗτος προφήτης· Κοιταζόμενοι καὶ διανιστάμενοι μνημονεύετε Κυρίου τοῦ Θεοῦ ὑμῶν. Εἶδες πῶς οὐδέποτε ἡμᾶς προσήκει τὴν μνήμην ταύτην ἐκβαλεῖν τῆς ψυχῆς, ἀλλ' ἐγκεκολαμμένην ἔχειν τῷ συνειδότι, καὶ διηνεκῶς ἐναγωνίους εἶναι, καὶ μηδέποτε ἀνακωχὴν ἑαυτοῖς παρέχειν, ἀλλὰ τὴν μανίαν εἰδότας τοῦ τὴν πρὸς ἡμᾶς ἔχθραν ἀραμένου, νήφειν καὶ ἐγρηγορέναι, καὶ ἀποτειχίζειν αὐτῷ τὰς ἐφόδους, καὶ μηδέποτε ἀμελεῖν τροφῆς πνευματικῆς; τοῦτο γὰρ ἡμῶν ἡ σωτηρία, τοῦτο ὁ πλοῦτος ὁ πνευματικὸς, τοῦτο ἡ ἀσφάλεια. Ἐὰν οὕτως ἑαυτοὺς καθ' ἑκάστην ἡμέραν τειχίζωμεν, καὶ δι' ἀναγνώσεως, καὶ δι' ἀκροάσεως, καὶ διαλέξεως πνευματικῆς, δυνησόμεθα καὶ αὐτοὶ ἀχείρωτοι γενέσθαι, καὶ τοῦ πονηροῦ δαίμονος ἄκυρα ποιῆσαι τὰ μηχανήματα, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
8. Considering your own profit, therefore, do not begrudge it to your brethren, but for the present let them learn from you the things spoken by us. Yet lest hereafter they should be taught these things by you by way of favour, draw them to us, persuading them that partaking of bodily food never becomes a hindrance to spiritual teaching; rather, one must deem every season suitable for the discussion of spiritual words. If we look at these things with precision, we shall be able even while spending time at home, both after the meal and before the meal, taking the divine books into our hands, to reap the benefit from them and afford spiritual nourishment to the soul. For just as the body needs sensible food, so too the soul requires daily reminder and spiritual nourishment, that being braced with strength it may be able to hold out against the uprisings of the flesh and against the continual foe who presses upon us and makes our soul captive if we consent to grow slothful even for a brief while. Therefore the prophet David also called that man blessed who meditates in the law of the Lord day and night; and blessed Moses too, instructing the nation of the Jews, taught them, saying: When you have eaten and drunk, and are filled, remember the Lord your God. Do you see how then especially, after the enjoyment of food, it is fitting to set the spiritual feast before ourselves, lest after the fulness of bodily food the soul, having grown slothful, should fall away into some ruin, and give room to the devices of the devil, who watches every season and wishes to deal us a mortal blow? And again elsewhere this very same prophet said: When you lie down and when you rise up, remember the Lord your God. Have you seen how we ought never to cast this remembrance out of our soul, but keep it engraved upon our conscience, and continually stand ready for the fray, and never grant ourselves a truce, but knowing the madness of him who has taken up enmity against us, be sober and watchful, wall off his assaults, and never neglect spiritual nourishment? For this is our salvation, this our spiritual wealth, this our safety. If we thus fortify ourselves each day, through reading, through hearing, and through spiritual converse, we too shall be able to become unconquered, to render void the devices of the wicked demon, and to attain the kingdom of the heavens, by the grace and loving-kindness of our Lord Jesus Christ, with Whom to the Father, together with the Holy Spirit, be glory, dominion, honour, now and always, and unto the ages of ages. Amen.
ΟΜΙΛΙΑ ΙΑʹ.
HOMILY XI.
Ὅτι δεῖ πολὺν τῆς ἀρετῆς ποιεῖσθαι λόγον, καὶ μιμεῖσθαι τοὺς ἁγίους, οἳ τῆς αὐτῆς φύσεως ἡμῖν ὄντες ταύτην μετὰ ἀκριβείας κατώρθωσαν, καὶ ὅτι ῥαθυμοῦσιν ἡμῖν οὐδεμία ἔσται ἀπολογία.
That one must make great account of virtue, and imitate the saints, who, though of the same nature as we, achieved it with precision; and that if we are slothful we shall have no defence.
αʹ. Οἶδα ὅτι κατέτεινα ὑμῶν τὸν λογισμὸν ἐν ταῖς παρελθούσαις ἡμέραις τοῖς βαθυτέροις νοήμασι· διὰ
1. I know that in the past days I strained your understanding with deeper thoughts; on
Notes, col. 90

On the reading

Printed ῥᾳθυμήσαντα, for ῥᾳθυμήσασα.

PG 53:91Read from the page
τοῦτο βούλομαι σήμερον ἀφελεστέραν ὑμῖν παραθεῖναι διδασκαλίαν. Καθάπερ γὰρ τὸ σῶμα ὑπὸ τῆς νηστείας κατεσκληκὸς δεῖται μικρᾶς ἀνέσεως, ἵν' οὕτω πάλιν ἀκμαζούσῃ τῇ προθυμίᾳ πρὸς τοὺς τῆς νηστείας ἀγῶνας ἐπαποδύσηται· οὕτω καὶ ἡ ψυχὴ χρήζει διαναπαύεσθαι καὶ ἀνίεσθαι. Οὔτε γὰρ ἀεὶ κατατείνειν χρὴ, οὔτε δὲ ἀνιέναι, ἀλλὰ ποτὲ μὲν τοῦτο, ποτὲ δὲ ἐκεῖνο ποιεῖν, καὶ οὕτως ἡνιοχεῖν καὶ τῆς ψυχῆς τὴν κατάστασιν, καὶ τῆς σαρκὸς τὰ σκιρτήματα. Ὥσπερ γὰρ τὸ ἀεὶ κατατείνειν τοῖς πόνοις ἀποκναίειν ποιεῖ καὶ ἀναπίπτειν· οὕτω τὸ διηνεκῶς ἀνιέναι εἰς ῥᾳθυμίαν ἄγει. Τοῦτο καὶ ἐπὶ τῆς ψυχῆς, καὶ ἐπὶ τοῦ σώματος συμβαῖνον ἴδοι τις ἄν. Διὰ τοῦτο πανταχοῦ ἡ συμμετρία καλόν. Καὶ τοῦτο αὐτὸ διδάσκει ἡμᾶς ὁ τῶν ὅλων Θεὸς, καὶ δι' αὐτῶν τῶν δημιουργημάτων, ἃ πρὸς τὴν ἡμετέραν σύστασιν παρήγαγε. Καὶ ἵνα μάθητε, ἐπὶ τῆς ἡμέρας καὶ τῆς νυκτὸς, τοῦ φωτὸς λέγω καὶ τοῦ σκότους, τὸν λόγον γυμνάσωμεν. Ἐπειδὴ γὰρ τὴν μὲν ἡμέραν ἀφώρισεν ἐπ' ἐργασίᾳ τῇ τῶν ἀνθρώπων φύσει, τὸ δὲ τῆς νυκτὸς σκότος εἰς ἄνεσιν καὶ ἀνακωχὴν τῶν πόνων, μέτρα καὶ ὅρους ἑκατέροις ἔπηξεν, ὥστε καὶ ἅπαντας ἡμᾶς τῆς ἐκεῖθεν εὐεργεσίας ἀπολαύειν. Ὅτι γὰρ τὸ φῶς τῆς ἡμερινῆς ἐργασίας ἐστὶ καιρὸς, ἄκουε τοῦ Δαυῒδ λέγοντος, Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ, ἕως ἑσπέρας. Καὶ καλῶς εἶπεν, Ἕως ἑσπέρας· καταλαβούσης γὰρ τῆς ἑσπέρας, τὸ φῶς ὑποχωρεῖ, καὶ ἐπελθὸν τὸ σκότος κατακοιμίζει τὴν ἀνθρωπίνην φύσιν, καὶ τὸ σῶμα πεπονηκὸς διαναπαύει, καὶ τὰς αἰσθήσεις ἁπάσας ἀνίησι, καὶ καθάπερ τροφὸς ἀρίστη τὰ αἰσθητήρια ἅπαντα τῇ παρ' ἑαυτῆς ἐπιμελείᾳ τῶν πόνων καὶ τῶν καμάτων ἀνιεῖσα. Ἐπειδὰν δὲ πληρωθῇ τῆς νυκτὸς τὸ μέτρον, ἐπιστάσης τῆς τοῦ φωτὸς παρουσίας καὶ διεγειράσης, παρασκευάζει ἀκμαζούσαις ταῖς αἰσθήσεσι προσβαλεῖν ταῖς ἡλιακαῖς ἀκτῖσι, καὶ τῶν συνήθων ἔργων ἅπτεσθαι νεαρᾷ καὶ ζεούσῃ τῇ προθυμίᾳ. Τοῦτο καὶ ἐπὶ τῶν τροπῶν τοῦ ἐνιαυτοῦ ἔστιν ἰδεῖν γεγενημένον. Τὸν γὰρ χειμῶνα διαδέχεται ἔαρ, καὶ οὕτως ἐπιστάντος τοῦ θέρους καταλαμβάνει τὸ μετόπωρον, ἵνα τῇ ἐναλλαγῇ τῆς τῶν ἀέρων κράσεως διαναπαύηται ἡμῶν τὰ σώματα, καὶ μήτε ἐπὶ πλέον τῷ κρυμῷ πηγνύμενα διαφθείρηται, μήτε ὑπὸ τῆς τοῦ θέρους σφοδρότητος ἐπὶ πολὺ θερμαινόμενα διαλύηται· διὰ τοῦτο ἐγγυμνάζεσθαι παρασκευάζει πρὸ μὲν τοῦ χειμῶνος τῷ μετοπώρῳ, πρὸ δὲ τοῦ θέρους τῷ ἔαρι. Καὶ εἴ τις εὐγνωμόνως ἅπαντα σκοπεῖν βούλοιτο, εὑρήσει ἐν ἅπασι τοῖς δημιουργηθεῖσι τάξιν τινὰ καὶ λόγον, καὶ οὐδὲν ἁπλῶς καὶ εἰκῆ γεγενημένον. Τοῦτο καὶ ἐπὶ τῶν σπερμάτων τῶν ἐκ τῆς γῆς ἀναδιδομένων ἄν τις κατίδοι. Οὔτε γὰρ κατὰ τὸν αὐτὸν καιρὸν ἅπαντα ἐκδίδωσιν ἡ γῆ, οὔτε ὁ αὐτὸς καιρὸς ἐπιτήδειος πρὸς τὴν ἐπιμέλειαν τῶν ἐξ αὐτῆς βλαστανόντων· ἀλλ' οἶδε τὸν ἁρμόζοντα καιρὸν ὁ γηπόνος, παρὰ τῆς τοῦ Θεοῦ δοθείσης σοφίας τοῦτο μεμαθηκὼς, καὶ ἐπίσταται πότε μὲν δεῖ τὰ σπέρματα καταβαλεῖν, πότε δὲ τῶν δένδρων τὰ φυτὰ καὶ τῆς ἀμπέλου τοῖς κόλποις τῆς γῆς παρακαταθέσθαι, καὶ πότε μὲν θήγειν τὴν δρεπάνην πρὸς τὸν ἄμητον, πότε δὲ τὸν καρπὸν τῆς ἀμπέλου δρέπεσθαι, καὶ τοὺς βότρυας ἐκτέμνειν, καὶ κατὰ ποῖον καιρὸν ἐκλέγειν τῆς ἐλαίας τὸν καρπόν. Καὶ εὑρήσεις, ει βού
this account I wish today to set before you a simpler instruction. For just as the body, worn down by fasting, needs a slight relaxation, so that thus once again with vigorous eagerness it may strip for the contests of fasting, so too the soul requires rest and relief. For neither must one always strain, nor always relax, but now do the one and now the other, and thus guide both the condition of the soul and the leapings of the flesh. For just as continually straining in labours wears one out and makes one flag, so continually relaxing leads into sloth. One may see this happening both in the soul and in the body. On this account due proportion is everywhere a good thing. And this very lesson the God of all teaches us even through the works of creation themselves, which He brought forth for our constitution. And that you may learn it, let us exercise our discourse upon day and night—I mean light and darkness. For since He set apart the day for work for human nature, and the darkness of night for relief and truce from labours, He fixed measures and boundaries for each, so that all of us might enjoy the benefit from thence. For that light is the season of daily work, hear David saying: Man shall go forth to his work, and to his labour, until evening. And well did he say, Until evening; for when evening overtakes us, the light withdraws, and the oncoming darkness lulls human nature to sleep, gives rest to the wearied body, relaxes all the senses, and like an excellent nurse releases all the organs of sense from labours and toils by her own care. Yet when the measure of the night has been fulfilled, the presence of the light coming on and rousing us prepares us to meet the sun's rays with vigorous senses, and to set our hand to our accustomed works with fresh and fervent eagerness. One may see this also coming to pass in the turnings of the year. For spring succeeds winter, and thus after summer has come on autumn overtakes it, so that through the alternation of the tempering of the air our bodies may find rest, and neither be destroyed by being frozen stiff too long by frost, nor be dissolved by being heated too long by the vehemence of summer; on this account He prepares us to be seasoned beforehand—before winter by autumn, and before summer by spring. And if anyone should wish thankfully to examine all things, he will find in all the things created a certain order and reason, and nothing come to be simply and at random. One might observe this also in the seeds sent up out of the earth. For neither does the earth yield all things at the same season, nor is the same season suitable for the care of the things sprouting out of it; rather, the husbandman knows the fitting season, having learned this from the wisdom given by God, and knows when one must sow the seeds, when one must entrust the shoots of trees and of the vine to the bosom of the earth, when to whet the sickle for the harvest, when to pluck the fruit of the vine and cut the clusters, and at what season to gather the fruit of the olive. And you will find, if you should
Notes, col. 91

On the reading

Printed ει, for εἰ.

PG 53:92Read from the page
λοιο κατὰ μέρος διερευνᾶσθαι ταῦτα ἅπαντα, πολλὴν σοφίαν καὶ παρὰ τοῖς τὴν γῆν ἐργαζομένοις ἐναποκειμένην. Καὶ οὐκ ἐπὶ τῆς γῆς τοῦτο ἔστιν ἰδεῖν μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς θαλάσσης. Καὶ γὰρ ἐνταῦθα πάλιν ἑτέραν θαυμαστὴν σοφίαν ἔστιν ἰδεῖν. Οἶδε γὰρ ὁ κυβερνήτης, πότε δεῖ καθελκύσαι τὸ πλοῖον, καὶ ἐκ τοῦ λιμένος ἐκβαλεῖν, καὶ τὰ πελάγη περαιώσασθαι. Καὶ πολλὴν μάλιστα παρὰ τούτοις ἔστιν ἰδεῖν τὴν σύνεσιν, ἣν ἡ τοῦ Θεοῦ σοφία ἐναπέθετο τῇ ἀνθρωπίνῃ φύσει. Οὐδὲ γὰρ οὕτως οἱ τὰς λεωφόρους διατρέχοντες ἴσασι μετὰ ἀκριβείας τὰς ἀτραποὺς, ὡς οὗτοι οἱ ἐν τοῖς ὕδασι μετὰ ἀσφαλείας τὴν πορείαν ποιοῦνται. Διὸ καὶ ἡ Γραφὴ ἐκπληττομένη τὴν ὑπερβάλλουσαν τοῦ Θεοῦ σοφίαν ἔλεγεν· Ὁ δοὺς ἐν θαλάσσῃ ὁδὸν, καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον. Ποῖος ἀνθρώπινος λογισμὸς δύναται ταῦτα κατιδεῖν; Κατὰ τὸν αὐτὸν λόγον εὕροι τις ἂν καὶ ἐν τῇ μεταλήψει τῆς τροφῆς τῆς ἀνθρωπίνης ταῦτα διατεταγμένα. Καὶ γὰρ καθ' ἕκαστον καιρὸν, καὶ καθ' ἑκάστην τροπὴν τοῦ ἐνιαυτοῦ, διαφόρους ἡμῖν τροφὰς ὁ Δεσπότης κεχάρισται· καὶ καθάπερ ἀρίστη τροφὸς, οὕτως ἡ γῆ τὰ παρ' ἑαυτῆς ἡμῖν δωροφορεῖ, τῷ ἐπιτάγματι τοῦ δημιουργοῦ ὑπηρετουμένη.
wish to investigate all these things one by one, that great wisdom lies stored up among those who till the earth as well. Nor is this to be seen upon the earth alone, but also upon the sea. For here too once again another marvellous wisdom may be seen. The helmsman knows when one must launch the ship, put out from harbour, and cross the open seas. And especially among these men one may see the great intelligence which the wisdom of God implanted in human nature. Not even those who traverse the public highways know the byways with such precision as these men make their journey upon the waters in safety. Therefore Scripture also, marvelling at the surpassing wisdom of God, said: Who gave a way in the sea, and a path in mighty water. What human reasoning is able to comprehend these things? By the same principle one may find these things ordained in the partaking of human food as well. For at each season and at each turning of the year the Master has graciously granted us diverse foods; and like an excellent nurse, so the earth brings us her gifts, ministering to the Creator's injunction.
βʹ. Ἀλλ' ἵνα μὴ ἐπὶ πλέον τοῦτον ἐκτείνω τὸν λόγον, ἔξεστιν ὑμῖν συνετοῖς οὖσι τὰ λοιπὰ ἅπαντα ἀναλέγεσθαι. Δίδου γὰρ, φησὶ, σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται. Οὐδὲ γὰρ ἐπὶ τῆς ἡμετέρας τροφῆς τοῦτο μόνον ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἐπὶ τῆς τῶν ἀλόγων. Καὶ δυνήσεσθε, ει βουληθείητε, καὶ ἐκ πολλῶν ἑτέρων διερευνώμενοι καταμαθεῖν τοῦ ἀριστοτέχνου Θεοῦ τὴν ἄφατον σοφίαν, καὶ τὴν ὑπερβάλλουσαν ἀγαθότητα, καὶ ὡς ἕκαστον τῶν γεγενημένων λόγῳ τινὶ παρήχθη. Κατὰ τὸ αὐτὸ τοίνυν καὶ ἐπὶ τοῦ καιροῦ τῆς ἁγίας Τεσσαρακοστῆς εὑρήσομεν νῦν ἡμῖν διατετυπωμένον. Καθάπερ γὰρ ἐν ταῖς λεωφόροις εἰσὶ σταθμοὶ καὶ καταγώγια, ὥστε τοὺς ὁδίτας κεκμηκότας διαναπαύεσθαι, καὶ τῶν πόνων λήγοντας, οὕτω πάλιν ἅπτεσθαι τῆς ὁδοιπορίας, καὶ ἐν τῇ θαλάσσῃ δὲ ἀκταὶ καὶ αἰγιαλοὶ καὶ λιμένες εἰσὶν, ὥστε κἀκεῖ τοὺς ναυτιλλομένους μετὰ τὸ πολλὰ κύματα διαδραμεῖν, καὶ πρὸς τὰς τῶν ἀνέμων ἐμβολὰς ἀντιστῆναι, μικρὸν ἀνεθέντας, οὕτω πάλιν τῆς ναυτιλίας ἅπτεσθαι· τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν, ἐπὶ τῆς ἁγίας Τεσσαρακοστῆς, τοῖς τὸν δρόμον τῆς νηστείας καταδεξαμένοις, καθάπερ σταθμοὺς, καὶ καταγώγια, καὶ ἀκτὰς, καὶ αἰγιαλοὺς, καὶ λιμένας, τὰς δύο ταύτας ἡμέρας τῆς ἑβδομάδος βραχύ τι διαναπαύεσθαι κεχάρισται ὁ Δεσπότης, ἵνα καὶ τὸ σῶμα μικρὸν ἀνέντες ἀπὸ τῶν πόνων τῆς νηστείας, καὶ τὴν ψυχὴν παραμυθησάμενοι, πάλιν παρελθουσῶν τῶν δύο τούτων ἡμερῶν, τῆς αὐτῆς ὁδοῦ μετὰ προθυμίας ἅπτωνται οἱ τὴν καλὴν ταύτην καὶ ἐπωφελῆ ὁδοιπορίαν ποιούμενοι. Φέρε οὖν καὶ ἡμεῖς, ἐπειδὴ τῆς ἀνέσεώς ἐστιν ἡμέρα σήμερον, παρακαλέσωμεν ὑμῶν τὴν ἀγάπην, τὰ ἀπὸ τῆς νηστείας συλλεγέντα κέρδη μετὰ ἀσφαλείας φυλάττειν, ἵνα μικρὸν διαναπαυσάμενοι, πάλιν προσθήκην ἐργάσησθε τοῖς προλαβοῦσι, καὶ οὕτω κατὰ μικρὸν μεγάλην τὴν ἐμπορίαν ἑαυτοῖς κατασκευάσαντες, οὕτως εἰς τὴν κυρίαν ἡμέραν ἀπαντήσητε, καὶ πεπληρωμένην ὑμῶν τὴν ὁλκάδα τὴν πνευματικὴν εἰς τὸν λιμένα τῆς ἁγίας ἑορτῆς εἰσαγάγητε. Ὥσπερ γὰρ τὰ παρὰ τοῦ Δεσπότου γεγενημένα ἅπαντα, καθάπερ ὁ λόγος ἀπέδειξε, καὶ ἡ τῶν πραγμάτων διδάσκει μαρτυρία, λόγῳ τινὶ δεδημιούργηται, χρείαν ἀναγκαίαν ἀποπληροῦντα· οὕτω καὶ τὰ παρ' ἡμῶν γινόμενα προσήκει μὴ ἁπλῶς, μηδὲ μάτην γίνεσθαι, ἀλλ' ἐπ' ὠφελείᾳ καὶ
2. Yet lest I draw out this discourse at greater length, it is open to you, being intelligent, to gather all the rest for yourselves. For give an occasion to a wise man, it says, and he will be wiser. Nor is this to be seen in our own food alone, but also in that of irrational creatures. And you will be able, if you wish, by inquiring from many other things as well, to learn thoroughly the unspeakable wisdom of God the supreme Artificer, and His surpassing goodness, and how each of the things that have come to be was brought forth with a certain reason. In the very same way, therefore, in the season of holy Lent as well we shall find it now framed for us. For just as on the public highways there are stations and inns, so that wearied travellers may rest, and ceasing from their toils may thus set out once again upon their journey, and on the sea too there are headlands and shores and harbours, so that there also mariners, after traversing many waves and withstanding the gusts of the winds, may relax a little and thus engage once again in their voyage—in the very same way now also, in holy Lent, for those who have undertaken the course of fasting, the Master has graciously granted, like stations, and inns, and headlands, and shores, and harbours, to rest a little on these two days of the week, so that having relaxed the body a little from the toils of fasting and having comforted the soul, once these two days have passed, those making this noble and profitable journey may set out once again with eagerness upon the same way. Come, then, let us too, since today is a day of relaxation, exhort your charity to guard in safety the gains gathered from fasting, so that having rested a little you may once again make an addition to what went before, and thus little by little having built up great merchandise for yourselves, may thus meet the appointed day and bring your laden spiritual merchant-ship into the harbour of the holy feast. For just as all the things made by the Master, even as our discourse has shown and the testimony of facts teaches, have been created with a certain reason, fulfilling a necessary need, so too it is fitting that the things done by us should not take place simply nor in vain, but for the benefit and
Notes, col. 92

On the reading

Printed ει, for εἰ.

PG 53:93Read from the page
κέρδει τῆς σωτηρίας τῆς ἡμετέρας. Εἰ γὰρ οἱ τὰ βιωτικὰ μετιόντες πράγματα οὐκ ἄν ποτε ἀνάσχοιντο ἐπιτηδεύματος ἅψασθαι, μὴ πρότερον τὸ ἐκεῖθεν κέρδος περισκοπήσαντες· πολλῷ μᾶλλον ἡμᾶς δίκαιον τοῦτο ποιεῖν, καὶ μὴ ἁπλῶς τὰς ἑβδομάδας τῶν νηστειῶν παρατρέχειν, ἀλλὰ διερευνᾶσθαι τὴν ἑαυτῶν συνείδησιν, καὶ τὸν λογισμὸν βασανίζειν, καὶ σκοπεῖν τι μὲν ἐν ταύτῃ τῇ ἑβδομάδι ἡμῖν κατώρθωται, τί δὲ ἐν τῇ ἑτέρᾳ, καὶ τίνα προσθήκην ἐδεξάμεθα εἰς τὴν ἐπιοῦσαν, καὶ ποῖον τῶν ἐν ἡμῖν παθῶν διωρθώσαμεν. Εἰ γὰρ μὴ μέλλοιμεν οὕτω τὰ καθ' ἑαυτοὺς οἰκονομεῖν, καὶ τοσαύτην ποιεῖσθαι ἐπιμέλειαν τῆς ἑαυτῶν ψυχῆς, οὐδὲν ἡμῖν ὄφελος ἔσται τῆς νηστείας, οὐδὲ τῆς ἀσιτίας, ἣν ὑπομένομεν, μάλιστα ει φαινοίμεθα ἐλάττους τῶν περὶ τὴν συλλογὴν τῶν χρημάτων τοσαύτην σπουδὴν ποιουμένων· εὑρήσεις γὰρ ἕκαστον ἐκείνων πᾶσαν ἀγρυπνίαν ἐπιδεικνύμενον, ὥστε ἐφ' ἑκάστης ἡμέρας προστιθέναι τοῖς προτέροις, καὶ οὐδέποτε κόρον λαμβάνοντα, ἀλλ' ὅσῳ ἂν αὔξηται αὐτῷ τὰ τῆς περιουσίας, τοσούτῳ μᾶλλον καὶ τὴν ἐπιθυμίαν καὶ τὴν σπουδὴν ἐκτεινομένην. Εἰ τοίνυν ἔνθα καὶ τὰ τῆς σπουδῆς ἀνόνητα, καὶ τὰ τῆς περιουσίας πολλάκις πολλὴν ἐργάζεται τῇ τῆς ψυχῆς σωτηρίᾳ τὴν λύμην, τοσαύτην ἐπιδείκνυται τὴν ἀγρυπνίαν, πῶς τοῦτο μᾶλλον οὐχὶ ποιεῖν χρὴ, ἔνθα πολλὴ ἀπὸ τῆς σπουδῆς ἡ ὠφέλεια, καὶ ἄφατος ὁ μισθὸς, καὶ τὸ κέρδος ἄπειρον; Ἐκεῖ μὲν γὰρ καὶ μετὰ τούτων ἁπάντων πολλὴ ἡ ἀδηλία· ἀβέβαιος γὰρ τῶν χρημάτων ἡ κτῆσις· οὐκ ἐπειδὴ μόνον, τῆς τελευτῆς ἐπιστάσης, ἐνταῦθα μένοντα, οὐδεμίαν ὄνησιν παρέχει τῷ ταῦτα συνάγοντι, ἀλλ' ὅτι καὶ τῶν χρημάτων ὧδε μενόντων τὰς ὑπὲρ τούτων εὐθύνας μετα πολλῆς τῆς σφοδρότητος ἀπαιτεῖσθαι ἀναγκάζεται. Ἔστι καὶ ὅτε πολλάκις καὶ πρὸ τῆς τελευτῆς μετὰ τοὺς πολλοὺς πόνους, καὶ τοὺς ἱδρῶτας, καὶ τὰς ταλαιπωρίας, καθάπερ καταιγίδος τινὸς προσπεσούσης τῆς τῶν πραγμάτων περιστάσεως, ἀθρόον ὁ πολλὴν τὴν περιουσίαν τοῦ πλούτου κεκτημένος, τῶν σφόδρα πενήτων γέγονε πενέστερος. Καὶ ταῦτα καθ' ἑκάστην ἡμέραν ἔστιν ἰδεῖν συμβαίνοντα. Ἐπὶ μέντοι τῆς πνευματικῆς ἐμπορίας οὐδὲν ἔστι τοιοῦτον δεῖσαί ποτε· αὕτη γὰρ βεβαία μένει καὶ ἀκίνητος, καὶ ἔνθα μάλιστα χρήζομεν αὐτῆς, ἐκεῖ πολλὴν ἡμῖν παρέχει τὴν ἐξ αὐτῆς παραμυθίαν.
profit of our salvation. For if those who pursue worldly affairs could never endure to set their hand to an undertaking without first surveying the profit from thence, much more is it just for us to do this, and not simply let the weeks of the fasts slip by, but search our own conscience, test our reasoning, and examine what has been rightly accomplished by us in this week, what in the next, what addition we have received for the following week, and which of the passions within us we have amended. For if we are not about to order our own affairs in this way and take such great care of our own soul, we shall have no benefit from fasting, nor from the abstinence from food that we endure—especially if we should appear inferior to those who devote so great an earnestness to gathering money; for you will find each of them displaying every vigilance so as each day to add to his former gains, never taking his fill, but the more his substance increases for him, so much the more stretching out both his desire and his zeal. If, therefore, where zeal is unprofitable and affluence often works great ruin to the salvation of the soul, such great vigilance is displayed, how ought one not much more to do this where the benefit from zeal is great, the reward unspeakable, and the profit boundless? For there, even along with all those things, great is the uncertainty; for unstable is the possession of money—not only because, when death comes on, remaining here it affords no advantage to him who gathered it, but also because, while the money remains here, he is compelled with great severity to render an account for it. And oftentimes even before death, after many toils, sweats, and hardships, when a reversal of affairs falls upon him like a squall, all at once he who possessed great abundance of wealth has become poorer than the very poor. One may see these things happening every day. In spiritual merchandise, however, there is never anything of that sort to fear; for it abides firm and unshaken, and where we most have need of it, there it affords us great comfort from itself.
γʹ. Ὡς οὖν καιρὸν ἔχομεν, παρακαλῶ, κἂν γοῦν τὴν αὐτὴν ἐκείνοις εἰσενέγκωμεν σπουδὴν περὶ τὴν πνευματικὴν ταύτην ἐμπορίαν, καὶ μηδέποτε παυσώμεθα τοῦτο μεριμνῶντες, εἴ τι κατώρθωται ἡμῖν, καὶ εἴ τινα τῶν ἐνοχλούντων ἡμῖν παθῶν διὰ τῆς πολλῆς ἀγρυπνίας εἰς φυγὴν ἐτρέψαμεν, ἵν' ἔχοντες τὴν ἀπὸ τοῦ συνειδότος πληροφορίαν, πολλὴν καρπωσώμεθα τὴν ἡδονήν. Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶ τὸ ζητούμενον, ἵνα καθ' ἑκάστην ἡμέραν ἐνταῦθα παραγινώμεθα, καὶ περὶ τῶν αὐτῶν συνεχῶς ἀκούωμεν, καὶ τὴν τεσσαρακοστὴν πᾶσαν νηστεύοντες ὦμεν. Εἰ γὰρ μὴ μέλλοιμέν τι κερδαίνειν ἐκ τῆς ἐνταῦθα συνεχοῦς ἐλεύσεώς τε καὶ παραινέσεως, καὶ ἀπὸ τοῦ τῆς νηστείας καιροῦ προσφέρειν τι τῶν χρησίμων εἰς τὴν ἑαυτῶν ψυχὴν, ταῦτα οὐ μόνον ἡμᾶς οὐδὲν ὠφελήσει, ἀλλὰ καὶ μείζονος ἡμῖν κατακρίσεως ἀφορμὴ γενήσεται, ὅταν τοσαύτης ἐπιμελείας ἀπολαύοντες, οἱ αὐτοὶ διαμένωμεν, καὶ μήτε ὁ ὀργίλος ἐπιεικὴς γένηται, μήτε ὁ θυμώδης εἰς πραότητα μεταβάλλοιτο, μήτε ὁ
3. While we have time, therefore, I beseech you, let us bring to bear upon this spiritual merchandise at least the same zeal as they do, and never cease caring for this—whether anything has been rightly accomplished by us, and whether through great vigilance we have turned to flight any of the passions that trouble us—so that possessing the assurance of conscience we may reap great delight. For this is not the only thing sought: that we should come here each day, hear continually about the same things, and spend the whole of Lent fasting. If we are not about to gain something from our continual coming here and from exhortation, and from the season of fasting to bring something useful to our own soul, not only will these things benefit us nothing at all, but they will even become an occasion of greater condemnation for us, when, though enjoying so great a care, we remain the very same men, and neither the irascible man becomes gentle, nor the hot-tempered man is changed into meekness, nor the
Notes, col. 93

On the reading

Printed τι, for τί.

Printed ει, for εἰ.

Printed μετα, for μετὰ.

PG 53:94Read from the page
βάσκανος εἰς φιλοφροσύνην ἑαυτὸν ἀναγάγῃ, μήτε ὁ περὶ τὰ χρήματα μεμηνὼς, ἀποστὰς τοῦ πάθους, πρὸς ἐλεημοσύνην ἑαυτὸν παρασκευάσῃ καὶ τὴν τῶν πενήτων διατροφὴν, μήτε ὁ ἀκόλαστος σώφρων γένοιτο, μήτε ὁ περὶ τὴν κενὴν ταύτην δόξαν ἐπτοημένος μάθῃ ταύτης ὑπερορᾷν, καὶ τῆς ἀληθοῦς ἐφίεσθαι δόξης, μήτε ὁ περὶ τὴν ἀγάπην τὴν περὶ τὸν πλησίον ῥάθυμος, διαναστήσας αὐτὸν παιδεύσῃ, μὴ μόνον τῶν τελωνῶν μὴ εἶναι ἐλάττων, (Ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, φησὶ, τί περισσὸν ποιεῖτε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν;) ἀλλ' ἵνα παρασκευάζῃ αὐτοῦ τὸν λογισμὸν, καὶ τοὺς ἐχθροὺς ἡμέρως ὁρᾷν, καὶ πολλὴν περὶ αὐτοὺς τὴν ἀγάπην ἐπιδείκνυσθαι. Ἐὰν μὴ τούτων περιγενοίμεθα τῶν παθῶν, καὶ τῶν ἄλλων τῶν ἐν ἡμῖν τικτομένων, καθ' ἑκάστην ἐνταῦθα παραγινόμενοι, καὶ συνεχοῦς ἀκροάσεως ἀπολαύοντες, καὶ τοσαύτης διδασκαλίας μετέχοντες, καὶ τὴν ἀπὸ τῆς νηστείας ἔχοντες βοήθειαν, ποία ἡμῖν ἔσται συγγνώμη; ποία δὲ ἀπολογία; Εἰπὲ γάρ μοι, παρακαλῶ, εἰ τὸν παῖδα τὸν σὸν θεάσῃ καθ' ἑκάστην ἀπιόντα ἡμέραν εἰς τὸ διδασκαλεῖον, καὶ τοῦ χρόνου προϊόντος μηδὲν πλέον ἐκεῖθεν κερδαίνοντα, ἆρα ἀνεκτῶς οἴσεις; οὐχὶ δὲ καὶ τῷ παιδὶ μάστιγας ἐπιθήσεις, καὶ τῷ διδασκάλῳ μέμψῃ; εἶτα εἰ μάθοις, ὅτι τὰ μὲν παρὰ τοῦ διδασκάλου πάντα γεγένηται, καὶ οὐδὲν λέλειπται, ἡ δὲ ῥᾳθυμία τοῦ παιδὸς αἰτία πάντων καθέστηκεν, οὐχὶ πᾶσαν τὴν ἀγανάκτησιν ἐπὶ τὴν παῖδα μεταθήσεις, τῆς αἰτίας ἀφεὶς τὸν διδάσκαλον; Τὸ αὐτὸ δὴ καὶ ἐνταῦθα γίνεσθαι δίκαιον. Ἡμεῖς γὰρ, καθάπερ ἐτάχθημην παρὰ τῆς τοῦ Θεοῦ χάριτος, ὡς τέκνα πνευματικὰ καθ' ἑκάστην ἡμέραν εἰς τὸ διδασκαλεῖον τοῦτο καλοῦντες, τὴν σωτηριώδη διδασκαλίαν ὑμῖν παρατίθεμεν, οὐ τὰ ἀπὸ τῆς οἰκείας διανοίας φθεγγόμενοι, ἀλλὰ τὰ παρὰ τοῦ Δεσπότου διὰ τῶν θείων Γραφῶν ἡμῖν δωρηθέντα διδάγματα, ταῦτα εἰς μέσον προτιθέντες, καὶ ταῦτα συνεχῶς ἐνηχοῦντες. Εἰ τοίνυν, ἡμῶν πᾶσαν σπουδὴν καὶ ἀγρυπνίαν ἐπιδεικνυμένων, καὶ ἐφ' ἑκάστης ἐπὶ τὴν ὁδὸν τῆς ἀρετῆς ὁδηγούντων, ὑμεῖς τοῖς αὐτοῖς ἐπιμένετε, ἐννοήσατε ὅση καὶ ἡμῖν ἔσται ὀδύνη, καὶ ὑμῖν ἡ κατάγνωσις, ἵνα μηδὲν πλέον εἴπω⟨.⟩ Εἰ γὰρ καὶ ἀνευθύνους ἡμᾶς δείκνυσι τὸ μηδὲν παραλιπεῖν τῶν εἰς τὴν ὑμετέραν οἰκοδομὴν ἡκόντων, ἀλλ⟨'⟩ ὅμως ἐπειδὴ κηδόμεθα τῆς ὑμετέρας σωτηρίας, οὐ δυνάμεθα πράως φέρειν. Ἐπεὶ καὶ ὁ διδάσκαλος ἐπειδὰν ἴδ⟨ῃ⟩ τὸν μαθητὴν μηδὲν καρπούμενον παρὰ τῆς αὐτοῦ σπουδῆς, οὐχ ὡς ἔτυχεν ἀλγεῖ καὶ ὀδυνᾶται, ὁρῶν ἑαυτὸ⟨ν⟩ μάτην πονούμενον.
envious man raise himself up to friendliness, nor he who is mad after money stand aloof from his passion and prepare himself for almsgiving and the sustenance of the poor, nor the intemperate man become chaste, nor he who is fluttered over this empty glory learn to despise it and long for true glory, nor he who is slothful in love towards his neighbour rouse himself and train himself not only not to be inferior to the tax-collectors (For if you love those who love you, He says, what more do you do? Do not even the tax-collectors do the same?), but so as to prepare his mind to look gently even upon his enemies and display great love towards them. If we should not overcome these passions and the others that spring up within us, though coming here each day, enjoying continual hearing, partaking of so great an instruction, and having the aid that comes from fasting, what pardon will there be for us? And what defence? Tell me, I beseech you: if you behold your boy going off each day to school, and as time advances gaining nothing more from thence, will you bear it patiently? Will you not lay stripes upon the boy and blame the teacher? Then if you should learn that on the teacher's part all things have been done and nothing left undone, while the boy's slothfulness has become the cause of it all, will you not transfer all your indignation onto the boy, releasing the teacher from blame? It is just that the very same thing should take place here as well. For we, even as we have been stationed by the grace of God, calling you each day as spiritual children to this school, set before you saving instruction—not uttering things from our own understanding, but setting forth in your midst the teachings bestowed upon us by the Master through the divine Scriptures, and continually sounding them in your ears. If, therefore, while we display every zeal and vigilance and each day guide you onto the way of virtue, you persist in the same faults, consider how great will be our grief, and how great your condemnation, that I may say nothing harsher. For although omitting nothing of what conduces to your edification shows us to be free from blame, nevertheless, since we care for your salvation, we cannot bear it mildly. For a teacher too, whenever he sees his disciple reaping no fruit from his zeal, grieves and sorrows in no ordinary way, seeing himself labouring in vain.
εʹ. Ταῦτα λέγω νῦν, οὐχ ἵνα λυπήσω τὴν ὑμετέραν ἀγάπην, ἀλλ' ἵνα διεγείρω καὶ παρασκευάσω, μήτε ἁπλῶς κατατείνειν τὸ σῶμα τῇ νηστείᾳ, μήτε εἰκῆ κα⟨ὶ⟩ μάτην τὰς ἡμέρας τῆς ἁγίας τεσσαρακοστῆς παρατρέχειν. Καὶ τί λέγω τὰς ἡμέρας τῆς ἁγίας τεσσαρακοστῆς, ὅπου γε ἡμᾶς προσήκει, μήτε μίαν ὅλως ἡμέραν παραπέμπεσθαι, εἰ οἷόν τε, ἐν παντὶ τῷ χρόνῳ τῆς ζωῆς, ἐν ᾗ μὴ κέρδος πνευματικὸν ἑαυτοῖς ἐναποτιθέμεθα, ἢ δι' εὐχῆς, ἢ δι' ἐξομολογήσεως, ἢ δι' εὐποιΐας, ἢ δι' ἑτέρας τινὸς ἐργασίας πνευματικῆς; Εἰ γὰρ Παῦλος ὁ τοσοῦτος καὶ τηλικοῦτος, ὁ τὰ ἄῤῥητα ἐκεῖνα ῥήματα ἀκούσας, ἃ μέχρι τῆς σήμερον οὐδεὶς ἔγνω, ἐβόα λέγων· Καθ' ἑκάστην ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν· διδάσκων ἡμᾶς, ὅτι οὕτως ἑαυτὸν τοῖς κινδύνοις τοῖς ὑπὲρ τῆς εὐσεβείας ἐξεδίδου, ὡς παρ' αὐτὸν
4. I say these things now not to grieve your charity, but to rouse and prepare you neither simply to wear down the body by fasting, nor to let the days of holy Lent slip by at random and in vain. And why do I say the days of holy Lent, seeing that we ought not to let even a single day pass by at all, if possible, in the whole time of our life, in which we do not lay up some spiritual gain for ourselves, whether through prayer, through confession, through beneficence, or through some other spiritual work? For if Paul, who was so great and of such stature, who heard those unutterable words which to this day no one has known, cried aloud, saying, Every day I die, by my boasting in you—teaching us that he so gave himself up to perils on behalf of godliness as in his own
Notes, col. 94

On the reading

Printed τὴν, for τὸν.

Printed ἐτάχθημην, for ἐτάχθημεν.

Printed εʹ., for δʹ..

PG 53:95Read from the page
τὸν θάνατον γίνεσθαι ἐφ' ἑκάστης ἡμέρας, καὶ ὅπερ ἡ φύσις οὐκ ἐδέχετο (ἑνὶ γὰρ θανάτῳ πάντες ὑποκείμεθα) τοῦτο ἡ φιλονεικία τῆς προαιρέσεως αὐτοῦ κατώρθου, εἰ καὶ ὁ φιλάνθρωπος Θεὸς ἐπὶ πλέον αὐτὸν διετήρει διὰ τὴν τῶν λοιπῶν σωτηρίαν· εἰ τοίνυν ἐκεῖνος ὁ τοσούτοις κομῶν κατορθώμασι, καὶ καθάπερ ἄγγελος ἐπὶ γῆς φαινόμενος, καθ' ἑκάστην ἐσπούδαζε κερδαίνειν, καὶ πρὸς τοὺς ὑπὲρ τῆς ἀληθείας κινδύνους παρατάττεσθαι, καὶ τὴν ἐμπορίαν τὴν πνευματικὴν ἑαυτῷ συλλέγειν, καὶ μηδέποτε ἵστασθαι· ποίαν ἂν σχοίημεν ἡμεῖς ἀπολογίαν, οἱ μὴ μόνον πάντων ὄντες ἔρημοι τῶν κατορθωμάτων, ἀλλὰ καὶ τοσούτοις ἐλαττώμασιν ὑποκείμενοι, ὧν καὶ ἓν μόνον ἡμῖν προσὸν ἱκανὸν εἰς αὐτὸ τῆς ἀπωλείας τὸ βάραθρον καταγαγεῖν, καὶ μηδεμίαν ποιούμενοι σπουδήν, κἂν γοῦν ταῦτα διορθοῦν; ὅταν δὲ ὁ αὐτὸς πολλάκις εὑρίσκοιτο, μὴ μόνον ἓν ἐλάττωμα ἔχων, ἀλλὰ καὶ πλείονα, καὶ ὀργίλος ᾖ, καὶ ἀκόλαστος, καὶ πλεονέκτης, καὶ βάσκανος, καὶ θυμώδης, καὶ μήτε ταῦτα διορθοῦν βούλοιτο, μήτε τῶν τῆς ἀρετῆς ἔργων ἐφάπτεσθαι, ποία λοιπὸν ἂν γένοιτο σωτηρίας ἐλπίς; Ταῦτα λέγω, καὶ λέγων οὐ παύσομαι, ἵνα ἕκαστος τῶν ἀκουόντων τὸ κατάλληλον ἑαυτῷ φάρμακον δεχόμενος ἐκ τῶν παρ' ἡμῶν λεγομένων, σπουδάσῃ ταχέως, καὶ τῶν ἐνοχλούντων παθῶν ἀπαλλαγεὶς πρὸς ὑγίειαν ἐπανελθεῖν, καὶ πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν ἑαυτὸν ἐπιτήδειον καταστῆσαι. Καὶ γὰρ ἐπὶ τῶν καμνόντων τὰ σώματα, κἂν μυριάκις ὁ ἰατρὸς ἐπιθῇ τὰ φάρμακα, ὁ δὲ ἄρῥωστος μὴ ἀνέχηται ἐπιμένειν τὴν ἀπὸ τοῦ φαρμάκου θεραπείαν, ἀλλὰ πολλάκις δυσχεραίνων μετὰ τὸ ἐπιθεῖναι τὸν ἰατρόν, οὐκ ἀνεχόμενος τῆς ἀλγηδόνος ἀπορῥίπτοι τοῦτο, καὶ μὴ καταδέξοιτο τὴν ἐξ αὐτοῦ ὠφέλειαν, οὐδεὶς ἂν τῶν εὖ φρονούντων μέμψοιτο τῷ ἰατρῷ τῷ τὰ παρ' ἑαυτοῦ πάντα εἰσαγαγόντι· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐνταῦθα ἡμεῖς μὲν τὸ φάρμακον τὸ ἀπὸ τῆς διδασκαλίας τῆς πνευματικῆς κατασκευάσαντες ἐπιτίθεμεν· ὑμέτερον δὲ ἂν εἴη λοιπὸν καὶ ἀνέχεσθαι τῶν ἀλγηδόνων, καὶ τῆς θεραπείας ἀπόνασθαι, καὶ ἀπαλλαγέντας τῆς νόσου πρὸς τὴν ἀληθῆ ὑγίειαν ἐπανελθεῖν. Οὕτω γὰρ καὶ αὐτοὶ πολλὴν τῆς ὠφελείας τὴν αἴσθησιν λήψεσθε, καὶ ἡμεῖς οὐ μικρὰν ἕξομεν τὴν παραμυθίαν, ὁρῶντες τοὺς πρότερον κάμνοντας, οὕτω ταχέως πρὸς ὑγίειαν ἐπανελθόντας.
death to come to pass each day, and what nature did not admit (for to one death we are all subject), this the eager rivalry of his choice achieved, even if God Who loves mankind preserved him longer on account of the salvation of the rest; if, therefore, that man, exulting in so great achievements, and appearing just as an angel upon earth, was zealous every day to gain, and to array himself against perils on behalf of the truth, and to gather to himself spiritual merchandise, and never to stand still: what defence could we have, who not only are bereft of all achievements, but also lie subject to so many faults, of which even a single one attaching to us is sufficient to bring us down into the very pit of perdition, and yet make no zealous effort at all even to amend these? And when the same man is often found having not only one fault, but also several, and is irascible, and licentious, and covetous, and envious, and passionate, and neither wishes to amend these things nor to lay hold of the works of virtue, what hope of salvation could henceforth remain? These things I say, and I shall not cease saying, so that each one of my hearers, receiving the medicine suited to himself from the things said by us, may hasten speedily, both, having been freed from troubling passions, to return to health, and to render himself fit for the practice of virtue. For in the case of those sick in their bodies also, even if the physician should apply medicines ten thousand times, while the infirm man does not endure to abide the healing from the medicine, but often, growing vexed after the physician has applied it, not enduring the pain, should fling it away, and not accept the benefit therefrom, no one of those who judge well would blame the physician who brought in all that lay with himself; in the very same way here also we, having prepared the medicine from spiritual teaching, apply it; and it would henceforth be your part both to endure the pains, and to profit from the healing, and, having been freed from the disease, to return to true health. For thus both you yourselves will receive much perception of the benefit, and we shall have no small consolation upon seeing those who formerly were sick having returned so speedily to health.
Ἕκαστος τοίνυν ὑμῶν, παρακαλῶ, εἰ καὶ μὴ πρότερον, κἂν γοῦν ἐκ τοῦ παρόντος σπουδαζέτω, ὅπερ οἶδεν ἐνοχλοῦν αὐτῷ ἐλάττωμα τῶν ἄλλων πλέον παθῶν, τοῦτο ἐκτέμνειν τῆς ψυχῆς, καὶ τῷ εὐσεβεῖ λογισμῷ, καθάπερ μαχαίρᾳ τινὶ πνευματικῇ χρώμενος, οὕτως ἑαυτὸν τοῦ πάθους ἀπαλλαττέτω. Δέδωκε γὰρ ἡμῖν ὁ Θεὸς λογισμὸν ἀρκοῦντα, καὶ δυνάμενον, εἰ βουληθείημεν μικρὸν διαβλέψαι, ἑκάστου τῶν ἐν ἡμῖν τικτομένων παθῶν περιγίνεσθαι. Διὰ τοῦτο καὶ τῶν ἁγίων ἡμῖν ἁπάντων τοὺς βίους καὶ τὴν πολιτείαν διὰ τῶν θείων Γραφῶν ἀνάγραπτον καταλέλοιπεν ἡ τοῦ Πνεύματος χάρις, ἵνα μαθόντες, ὡς τῆς αὐτῆς ἡμῖν ὄντες φύσεως, ἅπαντα τὰ τῆς ἀρετῆς κατώρθωσαν, μὴ ῥᾳθυμῶμεν περὶ τὴν ταύτης ἐργασίαν.
Let each one of you, therefore, I beseech you, even if not before, at least from the present time be zealous to cut out of his soul whatever fault he knows troubles him more than the other passions, and, employing pious reasoning just as some spiritual sword, let him thus free himself from the passion. For God has given us reasoning sufficient, and able, if we should wish to look clearly a little, to prevail over each of the passions born within us. On this account also the grace of the Spirit has left us the lives and conduct of all the saints recorded through the divine Scriptures, so that, having learned that, though being of the same nature with us, they achieved all the things of virtue, we may not be slothful concerning the practice thereof.
εʹ. Ἢ οὐχὶ τῆς αὐτῆς ἡμῖν φύσεως ἦν ὁ μακάριος Παῦλος; Ἐκκαίομαι γὰρ εἰς τὸν τοῦ ἀνδρὸς πόθον, καὶ διὰ τοῦτο συνεχῶς αὐτὸν περιστρέφων οὐ παύομαι, καὶ ὥσπερ εἰς ἀρχέτυπον εἰκόνα τινὰ, εἰς τὴν τούτου ψυχὴν ἐνορῶν, ἐκπλήττομαι τῶν παθῶν τὴν ὑπεροψίαν, τῆς ἀνδρείας τὴν ὑπερβολήν, τοῦ φίλτρου τοῦ πρὸς τὸν Θεὸν τὸ διάπυρον, καὶ λογίζομαι, ὅτι πᾶσαν τῶν ἀρετῶν τὴν συναγωγὴν εἷς ἄνθρωπος βουληθεὶς κατώρθωσε· κλὶ ἡμῶν ἕκαστος οὐδὲ τὸ τυχὸν κατορθοῦν βούλεται. Τίς
5. Or was not the blessed Paul of the same nature with us? For I am kindled unto longing for the man, and on this account I do not cease continually turning him about in mind, and, gazing into his soul just as into some archetypal image, I am struck with amazement at his disdain of the passions, the surpassing greatness of his manliness, the fiery white-heat of his love-charm towards God, and I reckon that one man, because he willed it, achieved the whole assemblage of virtues; while each one of us does not wish to achieve even the slightest thing. Who
Notes, col. 95

On the reading

Printed κλὶ, for καὶ.