οὖν ἡμᾶς ἐξαιρήσεται τῆς κολάσεως τῆς ἀπαραιτήτου, ὅταν καὶ τῆς αὐτῆς ἡμῖν κοινωνῶν φύσεως, καὶ τοῖς αὐτοῖς πάθεσιν ὑποκείμενος, καὶ ἐν τοσαύτῃ καιρῶν δυσκολίᾳ γεγονὼς, καθ' ἑκάστην ἡμέραν, ὡς εἰπεῖν, ἑλκόμενος, σπαραττόμενος, καὶ δημοσίᾳ συρόμενος ὑπὸ τῶν τῷ κηρύγματι πολεμούντων, οἳ καὶ νομίσαντες αὐτὸν πολλάκις τεθνάναι, τότε λοιπὸν, ὡς εἰς ἔργον ἀγαγόντες τὴν φονικὴν αὐτῶν γνώμην, οὕτω κατέλιπον; Εὑρίσκεταί τις ἡμῶν τοσοῦτον μέγεθος ἀρετῆς ἐπιδεικνύμενος, οὕτως ἀναπεπτωκότων, καὶ τοσαύτῃ ῥᾳθυμίᾳ ἑαυτοὺς ἐκδεδωκότων; Ἀλλ' ἵνα μὴ παρὰ τῆς ἡμετέρας γλώττης ἀκούητε τὰ παρὰ τοῦ μακαρίου τούτου κατορθώματα, καὶ τὴν ἀνδρείαν, ἣν ὑπὲρ τοῦ τῆς εὐσεβείας κηρύγματος καθ' ἑκάστην ἐπεδείκνυτο, ἀναγκαῖον αὐτοῦ ἀκοῦσαι λέγοντος. Ἡνίκα γὰρ εἰς ἀνάγκην κατέστη διὰ τὴν τῶν ψευδαποστόλων ἀπάτην τὰ ἑαυτοῦ διηγεῖσθαι· οὕτω γὰρ ἦν αὐτῷ τοῦτο βαρὺ καὶ ἐπαχθὲς, ὡς καὶ ἀναδύεσθαι, καὶ μηδέποτε βούλεσθαι ταῦτα εἰς μέσον ἄγειν, ἀλλὰ καὶ τολμᾷν ἑαυτὸν καλεῖν βλάσφημον, καὶ διώκτην· ἐπειδὴ δὲ πολλὴν εἶδε τὴν ἀνάγκην, ὑπὲρ τοῦ ἀπορῥάψαι τὰ στόματα τῶν ἀπατεώνων, καὶ μικρὰν δοῦναι τὴν παραψυχὴν τοῖς μαθητευομένοις, οὕτω πως ἤρξατο μετὰ τὸ πολλὰ ἕτερα εἰπεῖν· Ἐν ᾧ δ' ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. Σκόπει ψυχὴν φιλόθεον, οὐ μόνον τόλμαν, ἀλλὰ καὶ ἀφροσύνην τὸ πρᾶγμα καλεῖ, παιδεύων ἡμᾶς μήποτε ἁπλῶς ἄνευ ἀνάγκης, καὶ μηδενὸς καταναγκάζοντος, τὰ ὑφ' ἡμῶν γεγενημένα ἐκπομπεύειν, εἴ γέ τινες ἐξ ἡμῶν εὑρεθεῖεν ἀγαθόν τι ἐργασάμενοι. Ἐν ᾧ δ' ἄν τις τολμᾷ, φησὶν, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ· τοῦτ' ἔστιν, ἐπειδὴ πολλὴν ὁρῶ τὴν ἀνάγκην, τολμῆσαι βούλομαι, καὶ ἀφροσύνης ἔργον ἐπιδείξασθαι. Ἑβραῖοί εἰσι, κἀγώ· Ἰσραηλῖταί εἰσι, κἀγώ· σπέρμα Ἀβραάμ εἰσι, κἀγώ. Ἐπὶ τούτοις, φησὶ, μέγα φρονοῦσι· μὴ νομιζέτωσαν λείπεσθαι ἡμᾶς· καὶ γὰρ καὶ ἡμεῖς τῶν αὐτῶν μετέχομεν. Εἶτα ἐπήγαγε, Διάκονοι Χριστοῦ εἰσι, παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ.
then will snatch us out from that inexorable punishment, when he, sharing the same nature with us, and subject to the same passions, and having lived in such hardship of times, each day, so to speak, hauled, torn, and dragged in public by those warring against the preaching—who also, having often supposed him to have died, then at last, as having brought their murderous purpose into effect, so left him: is anyone found among us displaying so great a magnitude of virtue, when we have so sunk back, and surrendered ourselves to so great sloth? Yet lest you should hear from our tongue the achievements of this blessed man, and the manliness which he displayed every day on behalf of the preaching of piety, it is necessary to hear him speaking himself. For when he came into necessity, through the deceit of the false apostles, to recount his own matters—for so heavy and burdensome was this to him that he even shrank back, and never wished to bring these things into the midst, but even dared to call himself a blasphemer and a persecutor—yet since he saw the necessity to be great, for the sake of stitching shut the mouths of the cheats, and giving some small comfort to those being made disciples, he began in some such way after saying many other things: Whereinsoever anyone dares—I speak in foolishness—I also dare. Consider a God-loving soul: not only boldness, but also foolishness he calls the matter, instructing us never merely without necessity, and with no one compelling, to parade the things done by us, if indeed some among us should be found having wrought some good thing. Whereinsoever anyone dares, he says—I speak in foolishness—I also dare: that is, since I see the necessity to be great, I wish to dare, and to display a work of foolishness. Are they Hebrews? So am I. Are they Israelites? So am I. Are they the seed of Abraham? So am I. Upon these things, he says, they pride themselves; let them not suppose that we fall short; for we also partake of the same things. Then he added: Are they ministers of Christ? I speak as one beside himself—I more.
ϛʹ. Θέα μοι ἐνταῦθα, ἀγαπητὲ, τοῦ μακαρίου τούτου τῆς ψυχῆς τὴν ἀρετήν. Ἐπειδὴ γὰρ καὶ τόλμαν καὶ ἀφροσύνην ἐκάλεσε τὸ γεγενημένον ὑπ' αὐτοῦ, καίτοι εἰς τοσαύτην ἀνάγκην καταστὰς, οὐδὲ οὕτως ἠρκέσθη τοῖς εἰρημένοις· ἀλλ' ὅτε ἔμελλεν ἑαυτὸν δεικνύναι πολλῷ τῷ μέτρῳ ἐκείνους ὑπερακοντίζοντα, ἵνα μή τις νομίσῃ ἀπὸ φιλαυτίας αὐτὸν ταῦτα φθέγγεσθαι, πάλιν ἀφροσύνην καλεῖ τὸ παρ' αὐτοῦ λεγόμενον, μονονουχὶ λέγων· μὴ γὰρ οὐκ οἶδα, ὅτι πρᾶγμα ποιῶ τοῖς πολλοῖς προσιστάμενον, καὶ οὐκ ἐμοὶ πρέπον; ἀλλ' ἡ πολλή με ἀνάγκη εἰς τοῦτο συνωθήσασα ἐκβιάζεται· διὸ σύγγνωτέ μοι, φησὶ, παραφροσύνης ῥήματα φθεγγομένῳ. Τούτου κἂν τὴν σκιὰν μιμησώμεθα ἡμεῖς οἱ τοσαῦτα φορτία ἁμαρτημάτων ἔχοντες ἐπικείμενα, καὶ πολλάκις ἕν τι βραχὺ κατορθοῦντες, καὶ οὐδὲ τοῦτο εἰς τὰ ταμιεῖα τῆς διανοίας φυλάττειν ἀνεχόμενοι, ἀλλὰ διὰ τὸ τὴν παρὰ τῶν ἀνθρώπων θηρᾶσθαι δόξαν ἐκπομπεύοντες, καὶ εἰς μέσον προτιθέντες, καὶ διὰ τῆς ἀκαίρου ταύτης φλυαρίας τῆς παρὰ τοῦ Θεοῦ ἀμοιβῆς ἑαυτοὺς ἀποστεροῦντες. Ἀλλ' οὐχ ὁ μακάριος οὗτος τοιοῦτόν τι πέπονθεν. Ἀλλὰ τί; Διάκονοι Χριστοῦ εἰσι, φησὶ, παραφρονῶν λέγω, ὑπὲρ ἐγώ· εἶτα λοιπὸν ἐντεῦθεν ἐκεῖνα εἰς μέσον ἄγει, ὧν οἱ ψευδαπόστολοι οὐδὲν ἦσαν ἐπιδεδειγμένοι. Πῶς γὰρ οἱ καὶ τῇ ἀληθείᾳ πολεμοῦντες, πρὸς τὸ ἐμποδίσαι τῷ κηρύγ-
6. Behold for me here, beloved, the virtue of the soul of this blessed man. For since he called what was done by him both boldness and foolishness, although brought into so great necessity, not even so was he content with what had been said; but when he was about to show himself surpassing them in great measure, lest anyone should suppose that he uttered these things out of self-love, again he calls what is said by him foolishness, all but saying: Do I not know that I am doing a thing offensive to the many, and not befitting me? Yet great necessity, thrusting me together into this, forces me; wherefore pardon me, he says, when I utter words of derangement. Let us imitate even the shadow of this man—we who have so great burdens of sins lying upon us, and who often achieve some one small thing, and do not even endure to keep this in the storehouses of our understanding, but on account of hunting after glory from men parade it, and set it forth in the midst, and through this untimely babbling deprive ourselves of the recompense from God. Yet this blessed man suffered no such thing. Nay, what? Are they ministers of Christ? he says—I speak as one beside himself—I more; then henceforth from this point he brings into the midst those things whereof the false apostles had displayed nothing. For how could those who also warred against the truth, in order to hinder the preach-