Migne Reading Room

PG 53 · cols. 81–82 · Read from the page

In Genesin Homilia IX (ΟΜΙΛΙΑ Θʹ; Gen. 1:26–27)

In Genesin Homilia IX (ΟΜΙΛΙΑ Θʹ; Gen. 1:26–27)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:81Read from the page
τοιαύταις ἀρέσκεται ψυχαῖς ὁ Δεσπότης, ἄκουε αὐτοῦ λέγοντος· Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν πρᾶον, καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους; Διὰ τοῦτο καὶ ὁ Χριστὸς διαλεγόμενος ἔλεγε· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός ειμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ὄντως ταπεινῶν ἑαυτὸν οὐκ ἂν δυνηθείη ποτὲ εἰς θυμὸν ἐξενεχθῆναι, οὐδὲ τῷ πλησίον ὀργισθῆναι, τῆς ψυχῆς κατεσταλμένης, καὶ τὰ καθ' ἑαυτὴν σκοπουμένης. Τῆς δὲ οὕτω διακειμένης ψυχῆς τί ἂν γένοιτο μακαριώτερον; Ὁ τοιοῦτος ἐν λιμένι διηνεκῶς κάθηται παντὸς χειμῶνος ἀπηλλαγμένος, καὶ ἐντρυφῶν τῇ ἀπὸ τῶν λογισμῶν γαλήνῃ Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγε· Καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὥσπερ οὖν ὁ τὰ πάθη ταῦτα κατευνάσας πολλῆς ἀπολαύει τῆς ἀναπαύσεως, οὕτως ὁ ῥάθυμος, καὶ ἀναπεπτωκὼς, καὶ μὴ δυνάμενος δεόντως ἡνιοχεῖν τὰ ἐν αὐτῷ τικτόμενα πάθη, ἐν διηνεκεῖ σάλῳ καθέστηκεν, οἴκοθεν τὸν πόλεμον ἔχων, καὶ οὐδενὸς παρόντος ταραττόμενος, καὶ πολὺν τὸν χειμῶνα ὑπομένων· διὸ καὶ τῶν κυμάτων κορυφουμένων, καὶ τῆς τῶν πονηρῶν πνευμάτων καταιγίδος ἐπιούσης, πολλάκις ὑποβρύχιος γίνεται, καταβαπτισθέντος τοῦ σκάφους διὰ τὴν ἀπειρίαν τοῦ κυβερνήτου. Διὸ χρὴ νήφειν, καὶ ἐγρηγορέναι, καὶ διηνεκῆ τὴν μέριμναν ἔχειν καὶ ἀδιάλειπτον τῆς κατὰ ψυχὴν σωτηρίας. Τὸν γὰρ Χριστιανὸν ἀεὶ παρατετάχθαι χρὴ πρὸς τὰ πάθη τῆς σαρκὸς, καὶ τοὺς νόμους τοὺς τεθέντας ἡμῖν παρὰ τοῦ κοινοῦ πάντων Δεσπότου ἐναύλους ἔχειν, καὶ τούτοις τειχίζεσθαι, καὶ τῇ πολλῇ αὐτοῦ περὶ ἡμᾶς μακροθυμίᾳ εἰς δέον κεχρῆσθαι, καὶ μὴ ἀναμένειν τὴν διὰ τῶν ἔργων πεῖραν, καὶ τότε συστέλλεσθαι, ἵνα μὴ καὶ περὶ ἡμῶν λέγηται, Ὅταν ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτόν. Ἔχοντες οὖν, ἀγαπητοὶ, σύμμαχον τῆς νηστείας τὴν παρουσίαν, πάντες ἐπὶ τὴν ἐξομολόγησιν τῶν πεπλημμελημένων ἐπειγώμεθα, καὶ ἀπεχώμεθα μὲν πάσης κακίας, μετίωμεν δὲ πᾶσαν ἀρετήν. Οὕτω γὰρ καὶ ὁ μακάριος προφήτης Δαυῒδ διδάσκει λέγων· Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Ἂν οὕτω τὰ καθ' ἑαυτοὺς οἰκονομῶμεν, καὶ μετὰ τῆς ἀποχῆς τῶν βρωμάτων καὶ τὴν ἀποχὴν τῆς κακίας ἐπιδειξώμεθα, δυνησόμεθα καὶ αὐτοὶ πλείονος ἀπολαῦσαι τῆς παρρησίας, καὶ δαψιλεστέρας ἀξιωθῆναι τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας, καὶ ἐν τῷ παρόντι βίῳ, καὶ ἐν τῇ μελλούσῃ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ, εὐχαῖς καὶ πρεσβείαις τῶν εὐαρεστησάντων αὐτῷ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος. τιμὴ, νῦν καὶ αεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αιώνων. Ἀμήν.
souls the Master takes pleasure, hear Him saying: Upon whom shall I look, save upon him who is meek, and quiet, and trembles at My words? On this account Christ also in conversing said: Learn from Me, for I am meek and humble in heart, and you will find rest for your souls. For he who truly humbles himself could never at any time be carried away into wrath, nor grow angry with his neighbour, his soul being composed, and examining its own affairs. And than a soul thus disposed what could prove more blessed? Such a man sits continually in a harbour, freed from every tempest, and revelling in the calm that comes from his reasonings. On this account Christ also said: And you will find rest for your souls. Just as, then, he who has lulled these passions to sleep enjoys great rest, so the sluggish man, who has grown slack, and is unable duly to rein in the passions engendered in him, stands in a continual swell, having his war from within, and being troubled though no one is present, and enduring a heavy tempest; wherefore also when the waves rise to a crest, and the squall of wicked spirits comes on, he often becomes submerged, the vessel having been sunk through the inexperience of the helmsman. Wherefore one must be sober, and keep awake, and maintain continual and unceasing care for the salvation of one's soul. For the Christian must always stand drawn up in battle array against the passions of the flesh, and keep ringing in his ears the laws laid down for us by the common Master of all, and fortify himself with these, and use to due purpose His great long-suffering towards us, and not await experience through deeds, and only then draw in himself, lest concerning us also it be said, When He slew them, then they sought Him out. Having, therefore, beloved, the presence of the fast as an ally, let us all hasten unto the confession of our offences, and let us both abstain from all wickedness, and pursue every virtue. For thus the blessed prophet David also teaches, saying: Turn aside from evil, and do good. If thus we order our own affairs, and along with abstinence from foods display abstinence from wickedness as well, we too shall be able to enjoy greater boldness of speech, and to be counted worthy of more lavish loving-kindness from God, both in the present life, and in that fearful coming day, through the prayers and intercessions of those who have well-pleased Him, by the grace and loving-kindness of our Lord Jesus Christ, with Whom to the Father, together with the Holy Spirit, be glory, might, honour, now and always, and unto the ages of ages. Amen.
ΟΜΙΛΙΑ Ιʹ.
Homily 10.
Προτροπὴ πρὸς τοὺς ἐρυθριῶντας μετὰ τὴν ἑστίασιν παραβαλεῖν τῇ συνάξει κατὰ τὴν ἑσπέραν, καὶ εἰς τὰ ἑξῆς τοῦ, « Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν· » καὶ εις τὸ, Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ' εικόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.
Exhortation to those who blush after their meal to attend the assembly in the evening, and on the sequel to, "Let Us make man according to Our image, and according to likeness;" and on the words, And God made man; according to the image of God He made him; male and female He made them.
αʹ. Ἐλάττων ἡμῖν ὁ σύλλογος σήμερον, καὶ βραχὺ τὸ θέατρον τῶν συνδεδραμηκότων. Τίνος ἕνεκεν, καὶ διὰ τί; Τάχα τινὲς ἠρυθρίασαν μετὰ τὴν αισθητὴν τράπεζαν εἰς τὴν πνευματικὴν ταύτην ἑστίασιν παραγενέσθαι, καὶ τοῦτο αὐτοῖς αἴτιον γεγένηται τῆς ἀπολείψεως· ἀλλ' ακουέτωσαν σοφοῦ τινος λέγοντος· Ἔστιν αισχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αισχύνη δόξα καὶ χάρις. Οὐκ ἔστιν αισχύνης ἄξιον, τραπέζης μετασχόντα
1. Smaller is our gathering today, and scant the audience of those who have flocked together. For the sake of what, and wherefore? Perhaps certain persons blushed after their perceptible table to present themselves at this spiritual banquet, and this has become for them the cause of their absence; yet let them hear a certain wise man saying: There is a shame that brings on sin, and there is a shame that is glory and grace. It is not worthy of shame, after partaking of a
Notes, col. 81

On the reading

Printed ειμι, for εἰμι.

Printed γαλήνῃ Διὰ, for γαλήνῃ. Διὰ.

Printed κράτος., for κράτος,.

Printed αεὶ, for ἀεὶ.

Printed αιώνων, for αἰώνων.

Printed εις, for εἰς.

Printed εικόνα, for εἰκόνα.

Printed αισθητὴν, for αἰσθητὴν.

Printed ακουέτωσαν, for ἀκουέτωσαν.

Printed αισχύνη, for αἰσχύνη.

Printed αισχύνης, for αἰσχύνης.

PG 53:82Read from the page
σωματικῆς ἐλθεῖν ἐπὶ τὴν πνευματικὴν ἑστίασιν. Οὐδὲ γὰρ καθάπερ τὰ ἀνθρώπινα πράγματα, οὕτω καὶ τὰ πνευματικὰ καιροῖς ἀφωρισμένοις διατετύπωται. Ἡ γὰρ περὶ τῶν πνευματικῶν διάλεξις πάντα τῆς ἡμέρας τὸν καιρὸν ἐπιτήδειον ἔχει. Καὶ τί λέγω τῆς ἡμέρας τὸν καιρόν; Κἂν νὺξ καταλάβῃ, οὐδὲ οὕτω κώλυμα γίνεται τῇ πνευματικῇ διδασκαλίᾳ. Διὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγε Τιμοθέῳ γράφων· Ἐπίστηθι εὐκαίρως, ἀκαίρως· ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον. Καὶ πάλιν ἄκουε τοῦ μακαρίου Λουκᾶ λέγοντος, ὅτι Μέλλων ἐξιέναι, φησὶ, τῇ ἐπαύριον ὁ Παῦλος ἀπὸ τῆς Τρωάδος, διελέγετο αὐτοῖς, καὶ παρέτεινε τὸν λόγον μέχρι μεσονυκτίου. Μή τι ὁ καιρὸς ἐλυμήνατο, εἰπέ μοι, ἢ διέκοψε τὸν τῆς διδασκαλίας λόγον; Ὁ νήφων ἀκροατὴς, κἂν ἠριστηκὼς ᾖ, ἄξιος ἂν εἴη τοῦ συλλόγου τούτου τοῦ πνευματικοῦ, ὥσπερ οὖν ὁ ῥάθυμος καὶ ἀναπεπτωκὼς, κἂν ἄσιτος διαμείνῃ, οὐδεμίαν ἐντεῦθεν δέξεται τὴν ὠφέλειαν. Καὶ ταῦτα λέγω οὐ τὸν τόνον τῆς νηστείας ἐκλύων, μὴ γένοιτο, ἀλλὰ καὶ σφόδρα ἐπαινῶν καὶ ἀποδεχόμενος τοὺς νηστεύοντας· ἀλλὰ βουλόμενος διδάξαι ὑμᾶς, λογισμῷ τινι νήφοντι μετιέναι τὰ πνευματικὰ, καὶ μὴ συνηθείᾳ κατακολουθεῖν. Οὐ γὰρ τὸν μεταλαβόντα τροφῆς αισχρὸν παραλαβεῖν τῇ πνευματικῇ ταύτῃ διδασκαλίᾳ, ἀλλὰ τὸ ῥᾳθυμούσῃ διανοίᾳ, καὶ τὸ ὑπὸ τῶν παθῶν πολιορκεῖσθαι, καὶ μὴ καταστέλλειν τὰ τῆς σαρκὸς σκιρτήματα. Οὐ τὸ φαγεῖν κακὸν, μὴ γένοιτο, ἀλλ' ἡ ἀδηφαγία βλαβερὸν, καὶ τὸ ὑπὲρ τὴν χρείαν ἐμπίπλασθαι, καὶ διαρρήγνυσθαι τὴν γαστέρα· τοῦτο γὰρ καὶ τὴν ἡδονὴν τὴν ἀπὸ τῆς τροφῆς λυμαίνεται· ὥσπερ οὖν οὐδὲ τὸ οἴνου συμμέτρου μετασχεῖν πονηρὸν, ἀλλὰ τὸ μέθῃ ἑαυτὸν ἐκδοῦναι, καὶ τῶν λογισμῶν τὸ κριτήριον παρατρέψαι διὰ τῆς ἀμετρίας. Εἰ δὲ δι' ἀσθένειαν σωματικὴν, ἀγαπητὲ, μὴ δύναιο ἄσιτος παρατείνειν τὴν ἡμέραν, οὐδεὶς εὖ φρονῶν ὑπὲρ τούτου σοι ἐγκαλέσαι δυνήσεται. Δεσπότην γὰρ ἔχομεν ἥμερον καὶ φιλάνθρωπον, καὶ οὐδὲν τῶν ὑπὲρ δύναμιν παρ' ἡμῶν ἐκζητοῦντα. Οὐδὲ γὰρ τὴν ἀποχὴν τῶν βρωμάτων, καὶ τὴν νηστείαν ἁπλῶς ἀπαιτεῖ παρ' ἡμῶν γίνεσθαι, οὐδὲ δι' αὐτὸ τοῦτο, ἵνα ἄσιτοι διαμένωμεν μόνον, ἀλλ' ἵνα ἀφιστῶντες ἑαυτοὺς ἀπὸ τῶν βιωτικῶν πραγμάτων, πᾶσαν τὴν σχολὴν ἐν τοῖς πνευματικοῖς ἀναλίσκωμεν. Ὡς εἰ μετὰ νηφούσης διανοίας τὸν ἑαυτῶν βίον οἰκονομῶμεν, καὶ περὶ τὰ πνευματικὰ πᾶσαν τὴν σχολὴν ἐπιδεικνύμεθα, καὶ τῇ τροφῇ οὕτω προσίωμεν, ὡς τὴν χρείαν μόνον πληροῦν, καὶ ἐν ταῖς ἀγαθαῖς πράξεσιν ἅπαντα τὸν βίον καταναλίσκειν, οὐδὲ χρεία ἡμῖν ἦν τῆς βοηθείας τῆς ἀπὸ τῆς νηστείας. Ἀλλ' ἐπειδὴ ῥάθυμός ἐστιν ἡ φύσις ἡ ἀνθρωπίνη, καὶ τῇ ἀνέσει καὶ τῇ τρυφῇ μᾶλλον ἑαυτὴν ἐπιδίδωσι, διὰ τοῦτο καθάπερ πατὴρ φιλόστοργος τὴν ἀπὸ τῆς νηστείας ἡμῖν ιατρείαν ἐπενόησεν ὁ φιλάνθρωπος Δεσπότης, ἵνα καὶ τὰ τῆς τρυφῆς ἡμῖν ἐκκόπτηται, καὶ τὴν περὶ τὰ βιωτικὰ φροντίδα μεταγάγωμεν ἐπὶ τὴν τῶν πνευματικῶν ἐργασίαν. Ἂν τοίνυν ὦσί τινες τῶν ἐνταῦθα συνιόντων ὑπὸ ἀσθενείας σωματικῆς κωλυόμενοι, καὶ μὴ δυνάμενοι, ἄσιτοι διαμένειν, τούτοις παραινῶ καὶ τὴν ἀσθένειαν τὴν σωματικὴν παραμυθεῖσθαι, καὶ τῆς διδασκαλίας ταύτης τῆς πνευματικῆς
bodily table, to come to the spiritual banquet. For not just like human affairs, so too have spiritual things been marked out by set seasons. For conversation concerning spiritual things holds every season of the day suitable. And why do I speak of the season of the day? Even if night overtakes us, not even so does a hindrance arise for spiritual teaching. On this account Paul also said in writing to Timothy: Stand by in season, out of season; reprove, rebuke, exhort. And again hear the blessed Luke saying that Being about to depart, he says, on the morrow from Troas, Paul conversed with them, and prolonged his discourse until midnight. Did the season mar aught, tell me, or cut short the discourse of teaching? The sober hearer, even if he has breakfasted, would be worthy of this spiritual gathering, just as, then, the sluggish man who has grown slack, even if he remains without food, will receive no benefit therefrom. And I say these things not relaxing the rigour of the fast—far be it!—nay both exceedingly praising and welcoming those who fast; but willing to teach you to pursue spiritual things with a certain sober reasoning, and not to follow along by habit. For it is not shameful to receive him who has partaken of nourishment into this spiritual teaching, but to come with a sluggish understanding, and to be besieged by the passions, and not to check the leaping impulses of the flesh. Not eating is evil—far be it!—but gluttony is harmful, and filling oneself beyond need, and bursting one's belly; for this mars even the pleasure that comes from nourishment; just as, then, neither is partaking of moderate wine wicked, but giving oneself up to drunkenness, and perverting the tribunal of one's reasonings through excess. And if through bodily weakness, beloved, you should be unable to hold out through the day without food, no one of sound mind will be able to bring a charge against you on this account. For we have a gentle and man-loving Master, Who demands nothing beyond our power from us. For neither does He demand that abstinence from foods and fasting take place from us absolutely, nor on this very account, that we remain without food alone, but so that withdrawing ourselves from the affairs of this life, we may spend all our leisure upon spiritual things. Since if with a sober understanding we order our own life, and display all our leisure concerning spiritual things, and approach nourishment only so as to fulfil need, and spend all our life in good deeds, there would not even have been need for us of the help that comes from the fast. Yet since human nature is sluggish, and gives itself over rather to relaxation and luxury, on this account like an affectionate father the man-loving Master devised for us the healing remedy from the fast, so that both the things of luxury may be cut off for us, and we may transfer our care concerning the things of this life unto the working of spiritual things. If, therefore, there are certain of those coming together here hindered by bodily weakness, and unable to remain without food, I exhort these both to comfort their bodily weakness, and of this spiritual teaching
Notes, col. 82

On the reading

Printed αισχρὸν, for αἰσχρὸν.

Printed ιατρείαν, for ἰατρείαν.