Migne Reading Room

PG 53 · cols. 75–80 · Read from the page

In Genesin Homilia IX (ΟΜΙΛΙΑ Θʹ; Gen. 1:26–27)

In Genesin Homilia IX (ΟΜΙΛΙΑ Θʹ; Gen. 1:26–27)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:75Read from the page
γήσεις ποιεῖσθαι πρὸς τὸν Θεὸν, καὶ κατὰ δύναμιν τὴν διὰ τῆς ἐλεημοσύνης βοήθειαν ἑαυτῷ παρέχειν. Αὕτη γὰρ, αὕτη μάλιστα ἡ ἐντολὴ ἀφανίσαι δύναται ἡμῖν πάντα τὰ ἡμαρτημένα, καὶ τοῦ πυρὸς τῆς γεέννης ἐξαρπάσαι, μόνον ἐὰν μετὰ δαψιλείας αὐτὴν ἐπιδειξώμεθα, καὶ μὴ πρὸς ἐπίδειξιν τῶν ἀνθρώπων τοῦτο ποιῶμεν. Καὶ τί λέγω, μὴ πρὸς ἐπίδειξιν; Εἰ γὰρ ἦμεν εὐγνώμονες, καὶ δι' αὐτὸ μόνον τὸ καλὸν, καὶ τὸ περὶ τοὺς ὁμογενεῖς συμπαθὲς, ταύτην ἐπιδείκνυσθαι ἐχρῆν, οὐ διὰ τοὺς ἐπηγγελμένους μισθοὺς παρὰ τοῦ Δεσπότου. Ἀλλ' ἐπειδὴ οὐδὲν ὑψηλὸν φαντασθῆναι δυνάμεθα, κἂν διὰ τοῦτο αὐτὴν μετερχώμεθα, μηδαμοῦ τὴν παρὰ τῶν ἀνθρώπων θηρώμενοι δόξαν, ἵνα μὴ καὶ τὴν δαπάνην ὑπομένωμεν, καὶ τοῦ μισθοῦ ἀποστερηθῶμεν. Καὶ τοῦτο μὴ μόνον ἐπὶ τῆς ἐλεημοσύνης, ἀλλὰ καὶ ἐφ' ἑκάστῳ κατορθώματι πνευματικῷ σκοπῶμεν, καὶ μηδὲν πρὸς τὴν τῶν ἀνθρώπων εὐφημίαν ἀφορῶντες ποιῶμεν· ἐπεὶ οὐδὲν ἡμῖν ὄφελος ἔσται, οὔτε ἐὰν νηστεύωμεν, οὔτε ἐὰν εὐχώμεθα, οὔτε ἐὰν ἐλεῶμεν, οὔτε ὅπερ ἂν ἕτερον ἐργαζώμεθα, ἂν μὴ δι' ἐκεῖνον μόνον γίνεται, τὸν εἰδότα καὶ τὰ λανθάνοντα, καὶ τὰ ἐν τῷ βάθει τῆς διανοίας ἡμῶν ἀποκείμενα. Εἰ γὰρ παρ' ἐκείνου τὰς ἀμοιβὰς ἀναμένεις, ἄνθρωπε, τίνος ἕνεκεν παρὰ τοῦ ὁμογενοῦς βούλει ἐπαινεῖσθαι; Καὶ τί λέγω ἐπαινεῖσθαι; Πολλάκις οὗτος οὐκ ἐπαινεῖ, ἀλλὰ καὶ βασκαίνει. Εἰσὶ γὰρ πολλοὶ οὕτω μοχθηρῶς διακείμενοι, ὅτι καὶ τὰ καλῶς ὑφ' ἡμῶν γινόμενα εἰς τὸ ἐναντίον περιτρέπουσι. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, τὴν διεφθαρμένην τούτων κρίσιν περὶ πολλοῦ ποιῇ; Τὸν γὰρ ἀκοίμητον ἐκεῖνον ὀφθαλμὸν οὐδέν ἐστιν ὃ λανθάνει τῶν παρ' ἡμῶν γινομένων, καὶ δεῖ τοῦτο ἐννοοῦντας μετὰ τοσαύτης ἀκριβείας τὸν ἑαυτῶν βίον οἰκονομεῖν, ὡς μετ' οὐ πολὺ μέλλοντας καὶ ῥημάτων καὶ πράξεων καὶ αὐτῶν τῶν ἐνθυμήσεων εὐθύνας ὑπέχειν. Μὴ τοίνυν καταφρονῶμεν τῆς ἑαυτῶν σωτηρίας. Οὐδὲν γὰρ ἀρετῆς ἴσον, ἀγαπητέ· αὕτη γὰρ ἡμᾶς καὶ ἐν τῷ μέλλοντι αἰῶνι τῆς γεέννης ἐξαρπάζει, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἡμῖν τὴν ἀπόλαυσιν χαρίζεται, καὶ ἐν τῷ παρόντι βίῳ πάντων ἀνωτέρους καθίστησι τῶν μάτην καὶ εἰκῆ ἐπιβουλεύειν ἐπιχειρούντων, καὶ οὐκ ἀνθρώπων μόνον, ἀλλὰ καὶ αὐτῶν τῶν δαιμόνων, καὶ τοῦ ἐχθροῦ τῆς σωτηρίας τῆς ἡμετέρας, τοῦ διαβόλου λέγω, ἰσχυροτέρους ἀπεργάζεται. Τί οὖν ἂν εἴη ταύτης ἴσον, ὅταν μὴ μόνον τῶν ἀνθρώπων τῶν ἐπιβουλευόντων, ἀλλὰ καὶ τῶν δαιμόνων ἀνωτέρους ποιῇ τοὺς αὐτὴν μετιόντας; Ἀρετὴ δέ ἐστι τὸ πάντων τῶν ἀνθρωπίνων ὑπερορᾷν, τὸ τὰ μέλλοντα ἐφ' ἑκάστης ὥρας φαντάζεσθαι, τὸ πρὸς μηδὲν τῶν παρόντων ἐπτοῆσθαι, ἀλλ' εἰδέναι, ὅτι πάντα τὰ ἀνθρώπινα σκιά ἐστι καὶ ὄναρ, καὶ εἴ τι τούτων εὐτελέστερον. Ἀρετή ἐστι τὸ καθάπερ νεκρὸν οὕτω διακεῖσθαι πρὸς τὰ τοῦ βίου τούτου πράγματα, καὶ πρὸς μὲν τὰ λυμαινόμενα τὴν τῆς ψυχῆς σωτηρίαν, ὡσανεὶ νεκρὸν ὄντα, οὕτως εἶναι ἀνενέργητον, πρὸς δὲ τὰ πνευματικὰ μόνον ζῆν καὶ ἐνεργεῖν, καθάπερ καὶ Παῦλος ἔλεγε· Ζῶ δὲ, οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ ὁ Χριστός. Καὶ ἡμεῖς τοίνυν, ἀγαπητοὶ, ὡς τὸν Χριστὸν ἐνδεδυμένοι, οὕτως ἅπαντα πράττωμεν, καὶ μὴ λυπῶμεν τὸ Πνεῦμα τὸ ἅγιον. Ὅταν οὖν ἐνοχληθῶμεν ὑπὸ πάθους, ἢ ἐπιθυμίας ἀτόπου, ἢ ὀργῆς, ἢ θυμοῦ, ἢ βασκανίας, ἐννοῶμεν τὸν ἐν ἡμῖν ἐνοικοῦντα, καὶ φυγαδεύωμεν πόρρω πᾶσαν τὴν τοιαύτην ἐνθύμησιν. Αἰδεσθῶμεν τῆς παρὰ τοῦ Θεοῦ παρασχεθείσης ἡμῖν χάρι-
fessions to God, and according to his strength to afford himself the succour that comes through almsgiving. For this, this commandment above all is able to blot out for us all our sins, and to snatch us from the fire of Gehenna, if only we display it with liberality, and do not do this for display before men. And why do I say, not for display? For if we were well-disposed, even on account of the good itself alone, and sympathy towards those of our own race, we ought to display this, not on account of the rewards promised by the Master. Yet since we are unable to conceive anything lofty, let us pursue it at least on this account, nowhere hunting after glory from men, lest we both undergo the outlay and be deprived of the reward. And let us look to this not only in the case of almsgiving, but also in every spiritual good deed, and let us do nothing looking to the acclaim of men; since there will be no benefit for us, neither if we fast, nor if we pray, nor if we show mercy, nor whatever other thing we may work, unless it is done on account of Him alone Who knows both the things that lie hidden, and the things laid up in the depth of our mind. For if from Him you await your recompenses, O man, on what account do you wish to be praised by one of your own race? And why do I say to be praised? Often this man does not praise, nay, he even envies. For there are many so wickedly disposed that even the things well done by us they turn round to the contrary. On what account, therefore, tell me, do you account their corrupted judgement of great worth? For there is nothing of the things done by us that escapes that unslumbering eye, and, reflecting upon this, we must order our own life with such exactness as being about not long after to undergo a reckoning both of words and of deeds and of our very thoughts. Let us not, therefore, despise our own salvation. For nothing is equal to virtue, beloved; for this both snatches us from Gehenna in the age to come, and bestows upon us the enjoyment of the kingdom of heaven, and in the present life sets us superior to all who attempt vainly and to no purpose to plot against us, and renders us stronger not than men alone, but also than the demons themselves, and than the enemy of our salvation, I mean the devil. What then could be equal to this, when it makes those who pursue it superior not only to men who plot against them, but also to the demons? And virtue is to disregard all human things, to picture the things to come at every hour, to be fluttered at none of the things present, nay, to know that all human things are a shadow and a dream, and whatever is more worthless than these. Virtue is to be disposed just like a corpse towards the affairs of this life, and towards the things that injure the salvation of the soul to be thus inactive as though one were dead, while towards spiritual things alone to live and work, even as Paul also said: Yet I live, no longer I, but Christ lives in me. Let us also, therefore, beloved, as having put on Christ, thus do all things, and let us not grieve the Holy Spirit. When, therefore, we are troubled by passion, or unseemly desire, or wrath, or anger, or envy, let us reflect upon Him Who dwells within us, and banish far away every such thought. Let us reverence the gra-
PG 53:76Read from the page
τος τὴν ὑπερβολὴν, καὶ χαλινώσωμεν πάντα τῆς σαρκὸς τὰ πάθη, ἵνα, νομίμως ἀθλήσαντες ἐν τῷ βραχεῖ τούτῳ καὶ ἐπικήρῳ βίῳ, τῶν μεγάλων ἐκείνων στεφάνων ἀξιωθῶμεν ἐν τῇ μελλούσῃ ἡμέρᾳ ἐκείνῃ, τῇ φοβερᾷ μὲν ἡμῖν τοῖς ἁμαρτωλοῖς, ποθεινῇ δὲ τοῖς τὴν ἀρετὴν ἐνδεδυμένοις, καὶ καταξιωθῶμεν τῶν ἀπορρήτων ἐκείνων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ce bestowed upon us by God in its exceedingness, and let us bridle all the passions of the flesh, so that, having contended lawfully in this brief and perishable life, we may be counted worthy of those great crowns in that coming day, fearful indeed to us sinners, yet longed-for by those who have put on virtue, and may be counted worthy of those unutterable good things, by the grace and loving-kindness towards mankind of our Lord Jesus Christ, with Whom to the Father, together with the Holy Spirit, be glory, might, honour, now and always, and unto the ages of the ages. Amen.
ΟΜΙΛΙΑ Θʹ.
Homily IX.
Εἰς τὰ ἀκόλουθα τοῦ, « Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, » καὶ πρὸς τοὺς λέγοντας, διὰ τί τὰ θηρία ἐδημιουργήθη; καὶ τί τὸ χρήσιμον ἀπὸ τοῦ παραχθῆναι; Καὶ ὅτι καὶ τουτο μάλιστα δείκνυσι καὶ τὴν τιμὴν τὴν εἰς τὸν ἄνθρωπον, καὶ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν.
On the sequel to, « Let us make man according to our image, » and against those who say: why were the wild beasts created, and what is the usefulness from their having been brought forth? And that even this above all shows both the honour towards man, and the unspeakable loving-kindness of God towards mankind.
αʹ. Οἱ φιλόπονοι τῶν γηπόνων, ἐπειδὰν ἴδωσι λιπαρὰν καὶ βαθύγειον ἄρουραν, δαψιλῆ τὰ σπέρματα καταβάλλοντες, πολλὴν καὶ συνεχῆ τὴν ἐπιμέλειαν ποιοῦνται, καθ' ἑκάστην ἡμέραν περισκοποῦντες, μήπου τι τῶν λυμαίνεσθαι δυναμένων τοῖς σπέρμασιν ἀνόνητον αὐτοῖς τὸν προλαβόντα καταστήσῃ πόνον. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς ὁρῶντες ὑμῶν τὸν πόθον τὸν πνευματικὸν, καὶ τὴν πολλὴν φιληκοΐαν, καθ' ἑκάστην ἡμέραν τὰ ἀπὸ τῶν θείων Γραφῶν νοήματα ἐνιέναι ὑμῶν τῇ διανοίᾳ σπουδάζομεν, ὑποδεικνύντες ὑμῖν καὶ τὰ βλάπτειν δυνάμενα τὸν σπόρον τοῦτον τὸν πνευματικὸν, ὥστε μὴ ἁλῶναι, μηδὲ τὴν ὑγιῆ τῶν δογμάτων διδασκαλίαν ἐπιθολῶσαι τῇ λύμῃ τῶν ἐπιχειρούντων τὰ ἐκ τῶν οἰκείων λογισμῶν ἐπεισάγειν τοῖς τῆς Ἐκκλησίας δόγμασιν. Ὑμέτερον δ' ἂν εἴη λοιπὸν μετὰ ἀκριβείας φυλάττειν τὰ παρακατατιθέμενα, καὶ τὴν μνήμην ἀδιάπτωτον διασώζειν, ἵνα καὶ τοῖς ἑξῆς μετ' εὐκολίας δύνησθε παρακολουθεῖν. Εἰ γὰρ μὴ νῦν καὶ ἡμεῖς καταβαίημεν πρὸς τὰ βαθύτερα τῶν νοημάτων, καὶ ὑμεῖς συντείνητε ὑμῶν τὴν διάνοιαν, ὅτε νηστείας καιρὸς, ὅτε κοῦφα μὲν ἡμῖν τὰ κῶλα πρὸς τὸ νήχεσθαι, ὀξύτερον δὲ τὸ ὄμμα τῆς διανοίας, τῷ πονηρῷ τῆς τρυφῆς μὴ ἐνοχλούμενον ῥεύματι, διαρκέστερον δὲ τὸ πνεῦμα πρὸς τὸ μὴ ἀποπνίγεσθαι· πότε δυνησόμεθα τοῦτο ποιῆσαι; ὅτε τρυφὴ, καὶ μέθη, καὶ ἀδηφαγία, καὶ τὰ ἀπὸ τούτων τικτόμενα κακά; Ἢ οὐχ ὁρᾶτε, ὅτι καὶ οἱ τοὺς λίθους τούτους τοὺς ἀπὸ τῆς θαλάσσης εὑρίσκειν βουλόμενοι, οὐκ ἄνω παρὰ τὸν αἰγιαλὸν καθήμενοι, καὶ τὰ κύματα ἀριθμοῦντες, οὕτω τὴν εὕρεσιν ποιοῦνται, ἀλλ' εἰς αὐτὸ τὸ βάθος καθιέντες ἑαυτοὺς, καὶ εἰς αὐτοὺς ὡς εἰπεῖν τοὺς κόλπους τῆς ἀβύσσου κατιόντες, οὕτω τῶν σπουδαζομένων ἐπιτυγχάνουσι; Καίτοι τί μέγα ὄφελος εἰσενέγκοι ἂν εἰς τὸν βίον τὸν ἡμέτερον ἡ τῶν λίθων ἐκείνων εὕρεσις; Εἴθε μὲν οὖν μὴ μεγάλην τὴν βλάβην καὶ πολλὴν τὴν ζημίαν εἰσέφερεν. Ἐντεῦθεν γὰρ τὰ μυρία τίκτεται κακὰ, ἀπὸ τῆς τῶν χρημάτων μανίας, καὶ τῆς περὶ ταῦτα λύσσης. Ἀλλ' ὅμως καὶ τοσαύτης ἐξ ἐκείνων τικτομένης βλάβης, πρὸς οὐδὲν ὀκνοῦσιν οἱ περὶ ταῦτα ἐσχολακότες· ἀλλὰ καὶ κινδύνοις ἑαυτοὺς ἐκδιδόασι, καὶ πολὺν πόνον ὑπομένουσιν, ὥστε δυνηθῆναι εὑρεῖν τὸ ζητούμενον. Ἐπὶ δὲ τῶν θείων ⟨Γ⟩ραφῶν, καὶ τῶν πνευματικῶν τούτων καὶ τιμίων λίθων, οὔτε κίνδυνόν ἐστιν ὑπιδέσθαι, καὶ ὁ πόνος οὐ πολὺς, καὶ τὸ κέρδος ἄφατον, μόνον ἐὰν ἡμεῖς μετὰ προθυμίας τὰ παρὰ ἑαυτῶν εἰσφέρωμεν. Ἡ γὰρ χάρις ἕτοιμός ἐστιν, ἐπιζητοῦσα τοὺς μετὰ δαψιλείας
1. Industrious husbandmen, when they see a rich and deep-soiled tilth, casting down the seeds abundantly, make their care great and continual, looking round each day lest somewhere any of the things able to injure the seeds should render their previous toil unprofitable to them. In the very same way we also, seeing your spiritual longing and great love of hearing, are zealous each day to implant into your mind the thoughts from the divine Scriptures, pointing out to you also the things able to harm this spiritual sowing, so that you may not be caught, nor trouble the sound teaching of the doctrines with the filth of those who attempt to bring in besides from their own reasonings additions to the doctrines of the Church. And it would be your part henceforth to guard with exactness the things deposited with you, and to preserve your memory unfailing, so that you may be able with ease to follow the sequel also. For if we ourselves should not now descend to the deeper thoughts, and you brace your mind, when it is the season of fasting, when our limbs are light for swimming, and the eye of our mind keener, not being troubled by the evil stream of luxury, and our spirit more enduring so as not to be choked—when shall we be able to do this? When luxury, and drunkenness, and gluttony, and the evils born from these prevail? Or do you not see that those also who wish to find these stones from the sea do not make their discovery by sitting above along the seashore and counting the waves, but by letting themselves down into the very depth, and going down, so to speak, into the very bosoms of the abyss, thus attain the things eagerly sought? And yet what great benefit could the discovery of those stones bring into our life? Would that it did not bring in great harm and much loss! For from this are born myriad evils, from the madness for money and the raging concerning these things. Yet nevertheless, even when so great harm is born from them, those who devote their leisure to these things shrink at nothing, nay, they both surrender themselves to dangers and endure much toil, so as to be able to find the thing sought. Whereas in the case of the divine Scriptures, and these spiritual and precious stones, neither is there any danger to suspect, and the toil is not great, and the gain is unspeakable, if only we contribute our own part with eagerness. For grace is ready, seeking out those who with abundance
Notes, col. 76

On the reading

Printed τουτο, for τοῦτο.

PG 53:77Read from the page
αὐτὴν ὑποδεχομένους. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος· ἐπειδὰν ἴδῃ ψυχὴν διεγηγερμένην καὶ πόθον ζέοντα, τὸν οἰκεῖον πλοῦτον μετὰ δαψιλείας χορηγεῖ ὑπερβαίνοντα τὴν αἴτησιν τῇ οἰκείᾳ φιλοτιμίᾳ.
welcome it. For such is our Master: when He sees an awakened soul and a fervent longing, He supplies His own wealth with abundance, surpassing the petition by His own munificence.
βʹ. Ταῦτα τοίνυν εἰδότες, ἀγαπητοὶ, ἐκκαθάραντες ὑμῶν τὸν λογισμὸν ἀπὸ τῶν βιωτικῶν πραγμάτων, καὶ εὐρύναντες ὑμῶν τὸ πλάτος τῆς διανοίας, μετὰ πολλῆς τῆς προθυμίας δέχεσθε τὰ παρὰ τοῦ Πνεύματος χορηγούμενα, ἵνα καθάπερ γῆ λιπαρὰ καὶ γόνιμος πολυπλασιάσητε τὰ καταβαλλόμενα, καὶ ποιήσητε ὁ μὲν ἑκατὸν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα. Ἠκούσατε ἐν ταῖς προλαβούσαις ἡμέραις τὴν ἄφατον σοφίαν τοῦ τὰ ὁρώμενα πάντα τεκτηναμένου, καὶ ὅπως ῥήματι μόνον καὶ θελήματι τὰ πάντα παρήγαγεν. Εἶπε γὰρ, Γενηθήτω, καὶ ἐγένετο, καὶ εὐθέως παρήχθη ἅπαντα τὰ στοιχεῖα, καὶ ἤρκεσε τὸ ῥῆμα πρὸς τὴν τῶν γενομένων σύστασιν, οὐκ ἐπειδὴ ῥῆμα ἦν ἁπλῶς, ἀλλ' ἐπειδὴ ῥῆμα Θεοῦ. Μέμνησθε τῶν τότε κινηθέντων ἡμῖν πρὸς τοὺς ἐξ ὑποκειμένης ὕλης λέγοντας τὰ ὄντα γεγενῆσθαι, καὶ τὴν οἰκείαν ληρωδίαν ἐπεισφέροντας τοῖς τῆς Ἐκκλησίας δόγμασιν. Ἐμάθετε τίνος ἕνεκεν τὸν μὲν οὐρανὸν ἀπηρτισμένον παρήγαγε, τὴν δὲ γῆν ἀμόρφωτον καὶ ἀδιατύπωτον. Καὶ γὰρ δύο αἰτίας τότε εἰρήκαμεν, μίαν μὲν, ἵνα ἐν τῷ βελτίονι στοιχείῳ καταμαθόντες τὴν δύναμιν τοῦ Δεσπότου, μηκέτι ἀμφιβάλλωμεν νομίζοντες δι' ἀσθένειαν δυνάμεως τοῦτο γενέσθαι· ἑτέραν δὲ, ἐπειδὴ αὕτη καὶ μήτηρ καὶ τροφὸς ἡμῖν γεγένηται, καὶ ἐξ αὐτῆς καὶ τρεφόμεθα, καὶ πάντων τῶν ἄλλων ἀπολαύομεν, καὶ πρὸς αὐτὴν πάλιν ἐπάνιμεν· αὕτη γὰρ ἡμῖν καὶ πατρὶς καὶ τάφος ἐστίν· ἵνα γοῦν μὴ τὸ τῆς χρείας ἀναγκαῖον παρασκευάσῃ μέγα τι καὶ περὶ αὐτῆς φαντάζεσθαι, δείκνυσ⟨ι⟩ν αὐτὴν ἐξ ἀρχῆς ἀμόρφωτον· ἵνα παιδευώμεθα καὶ δι' αὐτῶν τῶν πραγμάτων, μηκέτι τῇ φύσει τῆς γης λογίζεσθαι τὰ προειρημένα ἅπαντα, ἀλλὰ τῇ δυνάμει τοῦ παραγαγόντος. Ἐμάθετε πάλιν πῶς τὸν χωρισμὸν τῶν ὑδάτων εἰργάσατο, τὸ στερέωμα τοῦτο τὸ ὁρώμενον παραχθῆναι προστάξας· εἴδετε τὰ ζῶα τὰ ἔμψυχα, καὶ ἐκ τῶν ὑδάτων, καὶ ἐκ τῆς γῆς ἀναδιδόμενα. Ταῦτα οὐχ ἁπλῶς οὐδὲ μάτην νῦν ἀναγκάζομαι ἐπαναλαμβάνειν καὶ δευτεροῦν ἐπὶ τῆς ὑμετέρας ἀγάπης· ἀλλ' ἵνα τοῖς μὲν ἀκηκοόσιν ὑπόθεσις γένηται, καὶ ἀσφαλέστερον αὐτὰ ἐναποθῶνται τῇ διανοίᾳ· τοῖς δὲ τότε μὴ παραγενομένοις ἀρκοῦσα γένηται ἡ διδασκαλία, καὶ μηδεμίαν ἐκ τοῦ μὴ παρεῖναι ζημίαν ὑπομένωσιν. Ἐπεὶ καὶ πατὴρ φιλόστοργος τοῖς ἀπολειφθεῖσι παισὶ τῆς τραπέζης τὰ λείψανα διαφυλάττει, ἵνα παραγενόμενοι παραμυθίαν τῆς ἀπουσίας εὕρωσι τὴν τούτων φυλακήν. Διὰ δὴ τοῦτο καὶ ἡμεῖς πάντων ἐνταῦθα συνιόντων ὡς οἰκείων μελῶν κηδόμενοι, καὶ τὴν ὑμετέραν προκοπὴν οἰκείαν εὐδοκίμησιν τιθέμενοι, ἐπιθυμοῦμεν ἅπαντας τελείους καὶ ἀπηρτισμένους ἀποδειχθῆναι εἰς δόξαν Θεοῦ, καὶ εἰς εὐδοκίμησιν τῆς Ἐκκλησίας, καὶ εἰς καύχημα ἡμέτερον. Καὶ εἰ μὴ δοκῶ παρενοχλεῖν, φέρε δι' ὀλίγων καὶ τῶν χθὲς ἡμῖν εἰρημένων ὑπομνήσωμεν ὑμῶν τὴν ἀγάπην. Εἴδετε τὴν διαφορὰν τῆς δημιουργίας τῶν κτισμάτων, καὶ τῆς τοῦ ἀνθρώπου διαπλάσεως· ἠκούσατε ὅσης τιμῆς ἠξίωσε τὸν ἀρχηγὸν τοῦ γένους τοῦ ἡμετέρου, καὶ ἐν αὐτῇ τῇ διαπλάσει πῶς δι' αὐτῶν τῶν ῥημάτων καὶ τῆς τῶν λέξεων παχύτητος ἐνέφηνε τὴν τιμὴν τὴν εἰς τὸν μέλλοντα δημιουργεῖσθαι, λέγων, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκό-
2. Knowing these things, therefore, beloved, having cleansed your reasoning thoroughly from worldly affairs, and having widened the breadth of your mind, receive with great eagerness the things supplied by the Spirit, so that just like a rich and fruitful earth you may multiply manifold the things cast down, and produce, one a hundred, another sixty, another thirty. You heard in the preceding days the unspeakable wisdom of Him Who framed all visible things, and how by word and will alone He brought forth all things. For He said, Let it be, and it was, and straightway all the elements were brought forth, and the word sufficed for the constitution of the things that came to be, not because it was a word merely, but because it was the word of God. You remember the arguments moved by us at that time against those who say that the things that exist came into being out of underlying matter, and who bring their own nonsense in besides upon the doctrines of the Church. You learned on what account He brought forth heaven completed, while the earth unformed and unfashioned. For we stated two causes at that time: one, so that, having learned thoroughly the power of the Master in the better element, we might no longer doubt, supposing that this came to pass through weakness of power; and the other, since this has become both mother and nurse for us, and from it we are both nourished and enjoy all other things, and unto it we return again—for this is both fatherland and tomb for us—so that the necessity of our need might not prepare us to imagine something great concerning it also, He shows it unformed from the beginning; so that we might be taught through the facts themselves as well no longer to reckon all the aforesaid things to the nature of the earth, but to the power of Him Who brought them forth. You learned again how He wrought the separation of the waters, having commanded this visible firmament to be brought forth; you saw the animate living creatures sent up both from the waters and from the earth. Not merely nor in vain am I now compelled to resume and repeat these things before your charity; nay, so that for those who have heard, there may be a foundation, and they may lay them up more securely in their mind; while for those who were not present at that time, the teaching may become sufficient, and they may endure no loss from not being present. Since an affectionate father too keeps the remnants of the table for the children who were left behind, so that when they arrive they may find the keeping of these a consolation for their absence. On this very account we also, caring for all who gather here as our own members, and reckoning your progress our own good repute, desire all to be shown forth perfect and consummate unto the glory of God, and unto the good repute of the Church, and unto our boasting. And if I do not seem to trouble you unduly, come, in a few words let us remind your charity also of the things spoken by us yesterday. You saw the difference between the creation of the creatures and the fashioning of man; you heard of how great honour He counted worthy the founder of our race, and in the fashioning itself how through the very words and the corporealness of the expressions He made plain the honour towards him who was about to be created, saying, Let us make man according to ima-
Notes, col. 77

On the reading

Printed γης, for γῆς.

PG 53:78Read from the page
να ἡμετέραν, καὶ καθ' ὁμοίωσιν. Ἐμάθετε τί ἐστι τὸ Κατ' εἰκόνα, ὅτι οὐκ οὐσίας ἐστὶν ἀξία, ἀλλ' ἀρχῆς ὁμοιότης, καὶ ὅτι οὐ κατὰ τὴν τῆς μορφῆς εἰκόνα εἶπεν, ἀλλὰ κατὰ τὸν τῆς ἀρχῆς λόγον· διὸ καὶ ἐπήγαγε· Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν θηρίων καὶ τῶν ἑρπετῶν τῆς γῆς.
ge of us, and according to our likeness. You learned what According to the image is: that it is not dignity of essence, but likeness of dominion, and that He spoke not according to the image of form, but according to the principle of dominion; wherefore He also added: And let them rule over the fishes of the sea, and the winged creatures of heaven, and the wild beasts and the creeping things of the earth.
γʹ. Ἀλλ' ἐνταῦθα ἐπιφύονται ἡμῖν Ἕλληνες λέγοντες, ὅτι οὐκ ἀληθὴς ὁ λόγος εὑρίσκεται· οὐ γὰρ ἄρχομεν τῶν θηρίων, καθάπερ ὑπέσχετο, ἀλλ' αὐτὰ ἡμῶν ἄρχει. Μάλιστα μὲν οὖν οὐδὲ τοῦτο ἀληθές. Ἔνθα γὰρ ἂν φανῇ ἄνθρωπος, εὐθέως φυγαδεύεται τὰ θηρία. Εἰ δέ ποτε ἢ λιμοῦ καταναγκάζοντος, ἢ ἡμῶν αὐτοῖς ἐπιόντων τὴν ἀπ' αὐτῶν βλάβην δεξώμεθα, τοῦτο λοιπὸν οὐ παρὰ τὸ ἐκεῖνα ἡμῶν ἄρχειν γίνεται, ἀλλὰ παρὰ τὴν ἡμετέραν αἰτίαν. Ἐπεὶ καὶ ληστῶν ἡμῖν ἐπιόντων, εἰ μὴ ῥᾳθυμήσαιμεν, ἀλλ' ὁπλιζοίμεθα, οὐ τῆς ἐκείνων ἀρχῆς τὸ πρᾶγμά ἐστιν, ἀλλὰ τῆς οἰκείας σωτηρίας ἡ πρόνοια. Ἀκούσωμεν δὲ τέως τῶν εἰρημένων. Ποιήσωμεν, φησὶν, ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν. Ὥσπερ Εἰκόνα εἶπε τὴν τῆς ἀρχῆς δηλῶν εἰκόνα, οὕτω καὶ Ὁμοίωσιν, ὥστε κατὰ δύναμιν ἀνθρωπίνην ὁμοίους ἡμᾶς γίνεσθαι Θεῷ, κατὰ τὸ ἥμερον λέγω καὶ πρᾷον ἐξομοιοῦσθαι αὐτῷ, καὶ κατὰ τὸν τῆς ἀρετῆς λόγον, ὥσπερ καὶ ὁ Χριστός φησι, Γίνεσθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Ὥσπερ γὰρ ἐν τῇ πλατείᾳ ταύτῃ γῇ καὶ εὐρυχώρῳ τῶν ζώων τὰ μέν ἐστιν ἡμερώτερα, τὰ δὲ θηριωδέστερα, οὕτω καὶ ἐν τῷ πλάτει τῆς ψυχῆς τῆς ἡμετέρας τῶν λογισμῶν οἱ μέν εἰσιν ἀλογώτεροι καὶ κτηνώδεις, οἱ δὲ θηριωδέστεροι καὶ ἀγριώτεροι. Δεῖ τοίνυν κρατεῖν καὶ περιγίνεσθαι, καὶ τῷ λογισμῷ τὴν ἀρχὴν τούτων παραδιδόναι. Καὶ πῶς ἄν τις περιγένοιτο, φησὶ, λογισμοῦ θηριώδους; Τί λέγεις, ἄνθρωπε; Λεόντων περιγινόμεθα, καὶ τὰς ψυχὰς αὐτῶν ἡμεροῦμεν, καὶ ἀμφιβάλλεις εἰ λογισμοῦ θηριωδίαν πρὸς ἡμερότητα μεταβαλεῖν δυνήσῃ; Καίτοι τῷ θηρίῳ μὲν κατὰ φύσιν πρόσεστι τὸ ἄγριον, παρὰ φύσιν δὲ τὸ ἥμερον· σοὶ δὲ τὸ ἐναντίον, κατὰ φύσιν μὲν τὸ ἥμερον παρὰ φύσιν δὲ τὸ ἄγριον καὶ θηριῶδες. Ὁ τοίνυν τὸ κατὰ φύσιν ἐκβαλὼν, καὶ τὸ παρὰ φύσιν ἐνθεὶς τῇ τοῦ θηρίου ψυχῇ, τὸ κατὰ φύσιν αὐτὸς οὐ δύνασαι διατηρῆσαι; καὶ πόσης οὐκ ἂν εἴη τοῦτο καταγνώσεως; Καὶ τὸ δὴ τούτου θαυμαστότερον καὶ παραδοξότερον, ἐπὶ μὲν τῆς τῶν λεόντων φύσεως καὶ ἑτέρα δυσκολία μετὰ ταύτης ἐστί· λογισμῶν γάρ ἐστιν ἔρημον τὸ θηρίον, ἀλλ' ὅμως ὁρῶμεν πολλάκις λέοντας ἡμέρους διὰ τῆς ἀγορᾶς ἀγομένους· πολλοὶ δὲ καὶ τῶν ἐπὶ τῶν ἐργαστηρίων καὶ ἀργύριον πολλάκις κατέβαλον τῷ κατέχοντι μισθόν τινα τῆς τέχνης καὶ τῆς σοφίας, δι' ἧς τὸ θηρίον ἡμέρωσεν· ἐπὶ δὲ τῆς σῆς ψυχῆς καὶ λογισμός ἐστι, καὶ Θεοῦ φόβος, καὶ πολλὴ πολλαχόθεν ἡ βοήθεια· μὴ τοίνυν σκήψεις λέγε καὶ προφάσεις. Δυνατὸν γὰρ, ἐὰν θέλῃς ἥμερος εἶναι καὶ πρᾷος καὶ ἐπιεικής. Ποιήσωμεν, φησὶν, ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν.
3. Yet here Greeks spring up upon us, saying that the statement is found untrue: for we do not rule over the wild beasts, even as He promised, nay, they rule over us. Now above all, not even this is true. For wherever a man appears, straightway the wild beasts are put to flight. And if ever, either when famine compels them or when we ourselves attack them, we receive harm from them, this comes to pass henceforth not from their ruling over us, but from our own fault. Since when robbers also attack us, if we are not careless, but arm ourselves, the matter is not a sign of their dominion, but forethought for our own safety. Let us hear in the meantime the things spoken. Let us make, He says, man according to our image, and according to our likeness. Just as He spoke of Image, declaring the image of dominion, so also of Likeness, so that according to human strength we might become like unto God—I mean be assimilated to Him according to gentleness and meekness, and according to the principle of virtue, even as Christ also says, Become like your Father Who is in the heavens. For just as on this broad and spacious earth some of the living creatures are tamer, while others are more beastlike, so also in the breadth of our soul some of the thoughts are more irrational and brutish, while others are more beastlike and savager. One must therefore prevail and get the mastery, and hand over the dominion of these to reasoning. And how, one says, could anyone get the mastery over a beastlike thought? What do you say, O man? We get the mastery over lions, and tame their souls, and do you doubt whether you will be able to change the savagery of a thought towards gentleness? And yet to the wild beast the wild belongs according to nature, and the tame contrary to nature; whereas for you it is the contrary: the tame according to nature, and the wild and beastlike contrary to nature. You, therefore, who cast out what is according to nature and implanted what is contrary to nature in the soul of the wild beast, are you yourself unable to preserve what is according to nature? And of how great condemnation would this not be? And what is more wondrous and more paradoxical than this: in the case of the nature of lions there is another difficulty also along with this—for the wild beast is destitute of reasonings, yet nevertheless we often see tame lions led through the market-place, and many even of those at the workshops have often paid down silver to the keeper as a reward of the art and skill through which he tamed the wild beast; whereas in the case of your soul there is both reasoning, and fear of God, and great help from many quarters; do not, therefore, utter excuses and pretexts. For it is possible, if you will, to be tame and meek and gentle. Let us make, He says, man according to our image, and according to our likeness.
δʹ. Ἀλλ' ἐπὶ τὸ προκείμενον ζήτημα πάλιν ἐπανίωμεν. Δείκνυται γὰρ ἐκ τῶν εἰρημένων, ὅτι ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἀπηρτισμένην εἶχε τὴν ἀρχὴν ὁ ἄνθρωπος τὴν κατὰ τῶν θηρίων. Ἀρχέτωσαν γὰρ, φησὶ, τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν θηρίων καὶ τῶν ἑρπετῶν τῆς γῆς. Ὅτι δὲ νῦν φοβούμεθα τὰ θηρία, καὶ δεδοίκαμεν, καὶ τῆς ἀρχῆς ἐκπεπτώκαμεν, οὐδὲ αὐτὸς ἀντιλέγω· ἀλλ' οὐ τοῦ-
4. Yet let us return again to the inquiry set before us. For it is shown from the things spoken that from the beginning and from the outset man held complete dominion over the wild beasts. For let them rule, He says, over the fishes of the sea, and the winged creatures of heaven, and the wild beasts and the creeping things of the earth. And that we now fear the wild beasts, and are afraid, and have fallen from dominion, neither do I myself gainsay; yet not this
PG 53:79Read from the page
το ψευδῆ τοῦ Θεοῦ τὴν ὑπόσχεσιν δείκνυσι. Παρὰ γὰρ τὴν ἀρχὴν οὐχ οὕτω τὰ πράγματα διέκειτο, ἀλλ' ἐδεδοίκει καὶ ἔτρεμε τὰ θηρία, καὶ ὑπέκυπτε τῷ δεσπότῃ. Ἐπειδὴ δὲ τῆς παρρησίας ἐξέπεσε διὰ τὴν παρακοὴν, καὶ τὰ τῆς ἀρχῆς ἠκρωτηριάσθη. Ὅτι γὰρ ὑποτεταγμένα ἦν ἅπαντα τῷ ἀνθρώπῳ, ἄκουσον τῆς Γραφῆς λεγούσης· Ἤγαγε, φησὶ, τὰ θηρία καὶ πάντα τὰ ἄλογα πρὸς τὸν Ἀδὰμ, ἰδεῖν τί καλέσει αὐτά. Καὶ ὁρῶν πλησίον αὐτοῦ γινόμενα τὰ θηρία, οὐκ ἀπεπήδησεν, ἀλλὰ καθάπερ τις δεσπότης δούλοις ὑποκειμένοις ὀνόματα ἐπιτιθεὶς, οὕτως ἅπασι τὰς προσηγορίας ἐπέθηκεν· Καὶ πᾶν ὃ ἐκάλεσεν αὐτὸ, φησὶν, Ἀδὰμ, τοῦτο ὄνομα αὐτῷ· καὶ τοῦτο γὰρ δεσποτείας σύμβολον. Διὰ τοῦτο καὶ ὁ Θεὸς βουλόμενος καὶ διὰ τούτου διδάξαι αὐτὸν τὸ τῆς ἐξουσίας ἀξίωμα, αὐτῷ τῶν ὀνομάτων τὴν θέσιν ἐπέτρεψεν. Ἱκανὸν μὲν οὖν τοῦτο δεῖξαι τὸ μὴ φοβερὰ εἶναι ἐξ ἀρχῆς τῷ ἀνθρώπῳ τὰ θηρία. Ἔστι δὲ καὶ ἕτερον οὐκ ἔλαττον τούτου, ἀλλὰ καὶ πολλῷ σαφέστερον. Τί δὴ τοῦτό ἐστιν; Ἡ πρὸς τὴν γυναῖκα τοῦ ὄφεως διάλεξις. Εἰ γὰρ ἦν φοβερὰ τὰ θηρία τῷ ἀνθρώπῳ, οὐκ ἂν ἰδοῦσα ἡ γυνὴ τὸν ὄφιν ἔμεινεν, οὐκ ἂν ἐδέξατο τὴν συμβουλὴν, οὐκ ἂν μετὰ τοσαύτης αὐτῷ διελέχθη τῆς ἀδείας, ἀλλ' εὐθέως ἂν τὴν πρόσοψιν ἐξεπλάγη, καὶ ἀπεπήδησε. Νῦν δὲ καὶ διαλέγεται, καὶ οὐ φοβεῖται· οὔπω γὰρ ἦν ὁ φόβος οὗτος. Ἀλλ' ἐπειδὴ ἡ ἁμαρτία εἰσῆλθεν, ἀφῃρέθη λοιπὸν καὶ τὰ τῆς τιμῆς, καὶ τὰ τῆς ἐξουσίας. Καὶ ὥσπερ ἐπὶ τῶν οἰκετῶν οἱ μὲν εὐδοκιμοῦντες φοβεροὶ καὶ τοῖς συνδούλοις εἰσὶν, οἱ προσκεκρουκότες καὶ τοὺς συνδούλους δεδοίκασιν· οὕτω καὶ ἐπὶ τοῦ ἀνθρώπου γέγονεν. Ἕως μὲν γὰρ εἶχε τὴν πρὸς τὸν Θεὸν παρρησίαν, φοβερὸς καὶ τοῖς θηρίοις ἦν· ἐπειδὴ δὲ προσέκρουσε, καὶ τοὺς ἐσχάτους τῶν συνδούλων ἐδεδοίκει λοιπόν. Εἰ δὲ μὴ ἀνέχῃ τῶν παρ' ἡμῶν λεγομένων, σύ μοι δεῖξον πρὸ τῆς ἁμαρτίας, ὅτι φοβερὰ τῷ ἀνθρώπῳ τὰ θηρία ἦν. Ἀλλ' οὐκ ἂν ἔχοις. Εἰ δὲ μετὰ ταῦτα εἰσῆλθεν ὁ φόβος, καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας μέγιστον τεκμήριον. Εἰ γὰρ, καὶ τῆς ἐντολῆς παραβαθείσης ὑπὸ τοῦ ἀνθρώπου, ἡ τιμὴ ἡ δοθεῖσα αὐτῷ ἀκίνητος ἔμεινεν, οὐκ ἂν ἀνέστη ῥᾳδίως ἀπὸ τοῦ πτώματος. Ὅταν γὰρ καὶ παρακούοντες οἱ ἄνθρωποι, καὶ μὴ παρακούοντες τῆς αὐτῆς ἀπολαύωσι τιμῆς, παιδοτριβοῦνται πρὸς πονηρίαν μᾶλλον, καὶ οὐ ταχέως ἀφίστανται τῆς κακίας. Εἰ γὰρ καὶ νῦν φόβων, καὶ τιμωριῶν, καὶ κολάσεων ἐπικειμένων οὐκ ἀνέχονται σωφρονεῖν, τίνες ἂν ἦσαν, ει μηδὲν ἔπασχον ὑπὲρ ὧν ἐπλημμέλουν δεινῶν; Ὥστε κηδόμενος ἡμῶν καὶ φροντίζων ἐξέβαλεν ἡμᾶς τῆς ἀρχῆς.
shows the promise of God to be false. For at the beginning affairs were not thus disposed, nay the wild beasts feared and trembled, and bowed down before their master. Yet after he fell from boldness of speech through disobedience, the prerogatives of his dominion were also mutilated. For that all creatures had been subjected to man, hear Scripture saying: He brought, it says, the wild beasts and all the irrational creatures to Adam, to see what he will call them. And seeing the wild beasts coming near him, he did not leap back, but just like some master imposing names upon subject slaves, so he set the appellations upon them all: And whatsoever Adam called it, it says, this was its name; for this too is a token of mastership. On this account God also, willing through this too to teach him the dignity of his authority, entrusted to him the imposition of the names. This indeed, then, is sufficient to show that from the beginning the wild beasts were not fearsome to man. Yet there is another proof also, no less than this, nay even far clearer. What then is this? The conversation of the serpent with the woman. For if the wild beasts had been fearsome to man, the woman upon seeing the serpent would not have remained, would not have received his counsel, would not have conversed with him with so great fearlessness, but straightway would have been panic-stricken at the sight of him, and would have leapt away. Whereas as it is, she both converses with him, and is not afraid; for not yet did this fear exist. Yet after sin entered in, both the prerogatives of honour and those of authority were thenceforth stripped away. And just as in the case of household servants those in good repute are fearsome even to their fellow slaves, whereas those who have given offence fear even their fellow slaves; so also did it come to pass in the case of man. For so long as he had boldness of speech towards God, he was fearsome to the wild beasts as well; yet after he gave offence, thenceforth he feared even the lowest of his fellow slaves. And if you do not put up with the things spoken by us, show me yourself that before sin the wild beasts were fearsome to man. Yet you could not do so. And if the fear entered in after these things, this too is a greatest proof of the loving-kindness of God. For if, even when the commandment had been transgressed by man, the honour given to him had remained unmoved, he would not easily have risen up from his fall. For whenever men both when disobeying and when not disobeying enjoy the same honour, they are trained all the more for depravity, and do not speedily stand aloof from wickedness. For if even now, when fears, and retributions, and punishments lie upon them, they do not endure to be chaste-minded, what manner of men would they have been, if they suffered nothing grievous for the offences they committed? So that caring for us and taking forethought, He cast us out of our dominion.
εʹ. Σὺ δέ μοι, ἀγαπητὲ, καὶ ἐντεῦθεν σκόπει τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, πῶς ὁ μὲν Ἀδὰμ πᾶσαν ἀνέτρεψε τὴν ἐντολὴν, καὶ πάντα παρέβη τὸν νόμον· ὁ δὲ Θεὸς φιλάνθρωπος ὢν, καὶ ἀγαθότητι νικῶν τὰ ἡμέτερα πλημμελήματα, οὐ πᾶσαν ἔλυσε τὴν τιμὴν, οὐδὲ πάσης ἐξέβαλεν αὐτὸν τῆς δεσποτείας, ἀλλ' ἐκεῖνα μόνον ἔξω τῆς ἀρχῆς ἀφῆκεν εἶναι τὰ ζῶα, ἃ μὴ σφόδρα αὐτῷ συνετέλει πρὸς τὴν τῆς ζωῆς χρείαν· τὰ δὲ ἀναγκαῖα καὶ χρήσιμα, καὶ πολλὴν εἰσφέροντα τὴν λειτουργίαν εἰς τὴν ζωὴν τὴν ἡμετέραν, ταῦτα εἴασε μένειν ἐν τῇ ὑποταγῇ καὶ τῇ δουλείᾳ. Ἀφῆκε γοῦν βοῶν ἀγέλας, ἵνα ἄροτρον ἕλκωμεν, ἵνα τὴν γῆν ἀνατέμνωμεν, ἵνα τὰ σπέρματα καταβάλλωμεν· ἀφῆκε καὶ τῶν ὑποζυγίων τὰ γένη, ἵνα πρὸς τὴν τῶν ἀγωγίμων μετακομιδὴν συναντιλαμβάνηται τῶν πόνων ἡμῖν· ἀφῆκε τῶν προβάτων τὰς ποί-
5. And do you for me, beloved, consider from this too the ineffable loving-kindness of God: how Adam overturned the whole commandment, and transgressed the whole law; whereas God, being man-loving, and overcoming our offences by His goodness, did not annul all the honour, nor cast him out of all his mastership, but suffered only those living creatures to be outside his dominion which did not greatly contribute for him towards the need of life; whereas those that are necessary and useful, and contribute great service unto our life, these He suffered to remain in subjection and servitude. Thus He left herds of oxen, so that we may draw the plough, so that we may cleave the earth, so that we may cast the seeds; He left also the kinds of beasts of burden, so that for the carriage of loads they may take part with us in our labours; He left the flocks of sheep-
Notes, col. 79

On the reading

Printed ει, for εἰ.

PG 53:80Read from the page
μνας, ἵνα ἔχωμεν ἐν τῇ περιβολῇ τῶν ἐνδυμάτων χορηγίαν ἀρκοῦσαν· καὶ ἕτερα δὲ γένη τῶν ζώων εἴασε πολλὴν ἡμῖν τὴν χορηγίαν παρέχοντα. Ἐπειδὴ γὰρ κολάζων τὸν ἄνθρωπον διὰ τὴν παρακοὴν ἔλεγεν, Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου· ἵνα μὴ ὁ ἱδρὼς οὗτος καὶ ὁ πόνος ἀφόρητος ᾖ, ἐπεκούφισε τὸ βαρὺ καὶ φορτικὸν τοῦ ἱδρῶτος τῷ πλήθει τῶν ἀλόγων τῶν συνεφαπτομένων ἡμῖν τοῦ πόνου καὶ τῆς ταλαιπωρίας, καὶ ταὐτὸν πεποίηκεν, οἷον ἂν εἰ καὶ δεσπότης φιλάνθρωπος καὶ κηδεμονικὸς τὸν οἰκέτην τὸν αὐτοῦ μαστίξας, θεραπείαν τινὰ προσαγάγῃ ταῖς μάστιξιν· οὕτω δὴ καὶ ὁ Θεὸς καταδίκην ἐπιτιθεὶς τῷ ἡμαρτηκότι, παντὶ τρόπῳ τὴν καταδίκην ταύτην κουφοτέραν βούλεται ποιῆσαι, ἱδρῶτι μὲν ἡμᾶς καταδικάσας καὶ πόνῳ διηνεκεῖ, τοῦ δὲ πόνου συνεφάπτεσθαι πολλὰ τῶν ἀλόγων γένη παρασκευάσας ἡμῖν. Ὥστε καὶ τὸ δοῦναι τὴν τιμὴν, καὶ τὸ πάλιν ἀφελέσθαι, καὶ τὸ τὸν φόβον ἐπιστῆσαι τῶν θηρίων, καὶ πάντα, ἄν τις ἀκριβῶς ἐξετάζοι καὶ εὐγνωμόνως, πολλῆς γέμει σοφίας, πολλῆς κηδεμονίας, πολλῆς τῆς φιλανθρωπίας. Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστῶμεν αὐτῷ, καὶ εὐγνώμονες γενώμεθα περὶ τὸν τοσαῦτα ἡμᾶς εὐηργετηκότα. Οὐδὲ γὰρ βαρύ τι καὶ ἐπαχθὲς ἐπιζητεῖ παρ' ἡμῶν, ἀλλ' ἢ τὸ ὁμολογεῖν μόνον τὰς τοσαύτας εὐεργεσίας, καὶ τὰς ὑπὲρ τούτων αὐτῷ εὐχαριστίας ἀναφέρειν· οὐκ ἐπειδὴ αὐτὸς δεῖται τούτου· ἀνενδεὴς γὰρ ὑπάρχει· ἀλλ' ἵνα ἡμεῖς παιδευώμεθα τὸν χορηγὸν ἐπισπάσασθαι τῶν ἀγαθῶν, καὶ μὴ ἀγνώμονες γενώμεθα, ἀλλ' ἀξίαν τῶν εὐεργεσιῶν καὶ τῆς τοσαύτης κηδεμονίας τὴν ἀρετὴν εἰσφέρωμεν. Οὕτω γὰρ καὶ αὐτὸν εἰς πλείονα τὴν περὶ ἡμᾶς ἐκκαλεσόμεθα κηδεμονίαν. Μὴ τοίνυν ῥᾳθυμῶμεν, παρακαλῶ, ἀλλ' ἕκαστος ὑμῶν καθ' ἑκάστην ὥραν, ει οἷόν τε, ἀναλογιζέσθω καθ' ἑαυτὸν, μὴ μόνον τὰς κοινὰς εὐεργεσίας, ἀλλὰ καὶ τὰς ἰδίας εἰς αὐτὸν γινομένας, μὴ τὰς ὡμολογημένας, καὶ πᾶσι δήλους, ἀλλὰ καὶ τὰς ἰδιαζούσας καὶ λανθανούσας τοὺς πολλούς· οὕτω γὰρ δυνήσεται διηνεκῆ τὴν εὐχαριστίαν ἀναφέρειν τῷ Δεσπότῃ. Τοῦτο μεγίστη θυσία, τοῦτο προσφορὰ τελεία, τοῦτο παρρησίας ἡμῖν ὑπόθεσις γενήσεται· καὶ πῶς, ἐγὼ λέγω. Ὁ γὰρ ταῦτα διηνεκῶς στρέφων ἐν τῇ διανοίᾳ τῇ ἑαυτοῦ, καὶ τὴν μὲν οἰκείαν εὐτέλειαν καταμανθάνων μετὰ ἀκριβείας, ἐννοῶν δὲ τὴν ἄφατον καὶ ὑπερβάλλουσαν τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ ὅπως οὐ πρὸς ἀξίαν τῶν ἡμαρτημένων ὑφ' ἡμῶν, ἀλλὰ πρὸς τὴν οἰκείαν ἀγαθότητα ἀφορῶν, οὕτω τὰ καθ' ἡμᾶς οἰκονομεῖ, συστέλλεται τὴν διάνοιαν, συντρίβεται τὸν λογισμὸν, πάντα τῦφον καὶ ἀπόνοιαν καταστέλλει, μετριάζειν μανθάνει, ὑπερορᾷν τῆς δόξης τοῦ παρόντος βίου, καταγελᾷν πάντων τῶν ὁρωμένων, φαντάζεσθαι τὰ μέλλοντα ἀγαθὰ, καὶ τὴν ζωὴν τὴν ἀτελεύτητον, καὶ πέρας οὐκ ἔχουσαν. Ὁ δὲ οὕτω τὴν ψυχὴν διακείμενος, τὴν ἀληθῆ καὶ ἐπέραστον θυσίαν τῷ Θεῷ ἀναφέρει, καθὼς ὁ προφήτης φησί· Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Τοὺς γὰρ εὐγνώμονας τῶν οἰκετῶν οὐχ οὕτως αἱ κολάσεις καὶ αἱ τιμωρίαι ἐπιστρέφουσιν, ὡς αἱ εὐεργεσίαι, καὶ τὸ εἰδέναι, ὅτι οὐ πρὸς ἀξίαν τῶν πεπλημμελημένων τὴν δίκην δεδώκασι.
so that in the putting on of garments we may have a sufficient supply; and He suffered other kinds of living creatures also that afford us an abundant supply. For since in punishing man on account of his disobedience He said, In the sweat of your face you shall eat your bread; so that this sweat and labour might not be unbearable, He lightened the weight and burdensomeness of the sweat by the multitude of irrational creatures sharing with us in the labour and hardship, and He has done the very same thing as if some man-loving and caring master, having scourged his own household servant, should bring some treatment to his stripes; just so God also, while imposing sentence upon him who has sinned, wills in every way to render this sentence lighter, having condemned us indeed to sweat and continual labour, yet having prepared for us many kinds of irrational creatures to share in the labour. So that both the giving of the honour, and the taking of it away again, and the setting over us of the fear of the wild beasts, and all things, if anyone examine them accurately and right-mindedly, are fraught with great wisdom, great solicitude, great loving-kindness. For all these things, then, let us give thanks to Him, and prove grateful towards Him Who has done us so great benefits. For neither does He seek anything heavy and burdensome from us, save only to acknowledge so great benefactions, and to offer up thanksgivings to Him for these things—not because He Himself stands in need of this, for He is without need, but so that we may be trained to draw to ourselves the Bestower of good things, and may not prove ungrateful, but may contribute virtue worthy of His benefactions and of so great solicitude. For thus we shall call Him forth unto greater solicitude towards us as well. Let us not be sluggish, therefore, I exhort you, but let each of you at every hour, if possible, reckon up within himself not only the common benefactions, but also the private ones taking place towards him, not only those acknowledged and plain to all, but also those peculiar to him and escaping the notice of the many; for thus he will be able to offer up continual thanksgiving to the Master. This will become the greatest sacrifice, this a perfect offering, this a ground of boldness of speech for us; and how, I tell you. For he who continually revolves these things in his own understanding, both learning with exactness his own meanness, and bearing in mind the ineffable and surpassing loving-kindness of God, and how looking not to the desert of the sins committed by us, but to His own goodness, He thus orders our affairs, draws in his understanding, humbles his reasoning, checks all pride and arrogance, learns to be moderate, to disdain the glory of the present life, to laugh to scorn all the things seen, to envision the good things to come, and the life that is endless and has no terminus. And he who is thus disposed in soul offers up to God the true and lovable sacrifice, just as the prophet says: A sacrifice to God is a crushed spirit; a crushed and humbled heart God will not set at naught. For punishments and retributions do not so turn round the right-minded among household servants as do benefactions, and knowing that they have not paid the penalty according to the desert of their offences.
ϛʹ. Συντρίψωμεν τοίνυν ἡμῶν τὸν λογισμὸν, παρακαλῶ, ταπεινώσωμεν τὴν διάνοιαν, καὶ μάλιστα νῦν ὅτε τῆς νηστείας ὁ καιρὸς πολλὴν ἡμῖν εἰς τοῦτο τὴν συμμαχίαν εἰσφέρει. Ἐὰν γὰρ οὕτως ὦμεν διακείμενοι, δυνησόμεθα καὶ τὰς εὐχὰς μετὰ πολλῆς τῆς νήψεως ποιεῖσθαι, καὶ ἐξομολογούμενοι τὰ πεπλημμελημένα πολλὴν ἐπισπάσασθαι τὴν ἄνωθεν χάριν. Καὶ ἵνα μάθητε ὅτι ταῖς
6. Let us crush our reasoning, therefore, I exhort you, let us humble our understanding, and especially now when the season of the fast contributes for us great alliance unto this. For if we are thus disposed, we shall be able both to make our prayers with great sobriety, and by confessing our offences to draw down great grace from above. And so that you may learn that in such
Notes, col. 80

On the reading

Printed ει, for εἰ.