Migne Reading Room

PG 52 · cols. 519–522 bis · Read from the page

Liber ad eos qui scandalizati sunt ob adversitates quae acciderunt (ab exsilio scriptus)

Liber ad eos qui scandalizati sunt ob adversitates quae acciderunt (ab exsilio scriptus)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 52:519Read from the page
περιέκειντο, οἱ δὲ πατρίδος ἐξέπεσον, οἱ δὲ οὐσίαν ἀπέβαλον, οἱ δὲ πρὸς τὴν ὑπερορίαν μετῳκίσθησαν, οἱ δὲ ἐσφάγησαν, οἱ μὲν καὶ τῇ πείρᾳ, οἱ δὲ καὶ μόνῃ τῇ γνώμῃ. Καὶ γὰρ δοράτων γυμνουμένων, καὶ ξιφῶν ἠκονημένων, καὶ ἀπειλῶν καθ' ἑκάστην ἡμέραν γινομένων, καὶ τῶν ἐν ἀρχαῖς θυμοῦ πνεόντων, καὶ φόνων ἐπανατεινομένων, καὶ μυρίων εἰδῶν κολάσεων καὶ τιμωριῶν, οὐκ εἶξαν, οὐδὲ ἐνέδωκαν, ἀλλ' ἔστησαν ἐπὶ τῆς πέτρας ἀκίνητοι, πάντα καὶ ποιῆσαι καὶ παθεῖν αἱρούμενοι, ὥστε μὴ κοινωνῆσαι τῇ παρανομίᾳ τῶν τὰ τοιαῦτα τετολμηκότων, οὐκ ἄνδρες δὲ μόνον, ἀλλὰ καὶ γυναῖκες. Καὶ γὰρ καὶ γυναῖκες πρὸς τὸν ἀγῶνα ἀπεδύσαντο τοῦτον, καὶ ἀνδρῶν πολλαχοῦ μᾶλλον ἠνδρίσαντο. Οὐ γυναῖκες δὲ μόνον, ἀλλὰ καὶ νέοι καὶ μειράκια κομιδῇ. Ταῦτ' οὖν, εἰπέ μοι, μικρὰ, τοσοῦτον δῆμον μαρτύρων κερδᾶναι τὴν Ἐκκλησίαν; Μάρτυρες γὰρ ἅπαντες οὗτοι. Οὐ γὰρ δὴ μόνον ἐκεῖνοι οἱ εἰς δικαστήριον ἑλκυσθέντες, καὶ θῦσαι κελευσθέντες, καὶ μὴ πεισθέντες, παθόντες ἅπερ ἔπαθον, μάρτυρες ἂν εἶεν· ἀλλὰ κἀκεῖνοι οἱ ὑπὲρ ὁτουοῦν τῶν τῷ Θεῷ δοκούντων παθεῖν τι καταδεξάμενοι· καὶ εἴ τις μετὰ ἀκριβείας ἐξετάσειεν, οὗτοι μᾶλλον, ἢ ἐκεῖνοι. Οὐ γάρ ἐστιν ἴσον ὀλέθρου τοιούτου καὶ ἀπωλείας ψυχῆς προτεινομένης καταδέξασθαι παθεῖν τι καὶ μὴ παραπολέσθαι, καὶ ὑπὲρ ἐλάττονος κατορθώματος τὴν αὐτὴν ταύτην ὑπομεῖναι τιμωρίαν. Ὅτι δὲ οὐχ οἱ σφαγέντες μόνον, ἀλλὰ καὶ οἱ παρεσκευασμένοι καὶ γενόμενοι πρὸς τοῦτο ἕτοιμοι, μαρτυρίου στέφανον ἀνεδήσαντο, τοῦτό τε αὐτὸ, καὶ ὃ πρότερον εἴρηκα, ὅτι ὁ ὑπὲρ ἐλαττόνων σφαγεὶς, μάρτυς ἐστὶν ἀπηρτισμένος, ἀπὸ τῆς Παύλου φωνῆς ἀποδεῖξαι τοῦτο πειράσομαι. Ἀρξάμενος γὰρ ἀπαριθμεῖσθαι τοὺς ἐπὶ τῶν προγόνων λάμψαντας ὁ μακάριος Παῦλος, καὶ τὴν ἀρχὴν ἀπὸ τοῦ Ἄβελ ποιησάμενος, εἶτα προελθὼν εἰς τὸν Νῶε, τὸν Ἀβραὰμ, τὸν Ἰσαὰκ, τὸν Ἰακὼβ, τὸν Μωϋσέα, τὸν Ἰησοῦν, τὸν Δαυῖδ, τὸν Σαμουὴλ, τὸν Ἠλίαν, τὸν Ἐλισσαῖον, τὸν Ἰὼβ, ἐπήγαγε λέγων· Τοιγαροῦν καὶ ἡμεῖς τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων. Καίτοιγε οὐ πάντες ἐσφάγησαν οὗτοι, μᾶλλον δὲ οὐδὲ εἷς, πλὴν δυοῖν ἢ τριῶν, τοῦ Ἄβελ καὶ τοῦ Ἰωάννου· οἱ δὲ ἄλλοι πάντες οἰκείᾳ τελευτῇ τὸν βίον κατέλυσαν. Καὶ Ἰωάννης δὲ αὐτὸς οὐ θῦσαι κελευσθεὶς καὶ μὴ καταδεξάμενος ἐσφάγη, οὐδὲ εἰς βωμὸν ἀχθεὶς, οὐδὲ πρὸς εἴδωλον ἑλκυσθεὶς, ἀλλ' ὑπὲρ ῥήματος ἑνός. Ἐπειδὴ γὰρ εἶπε τῷ Ἡρώδῃ, Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου, καὶ τὸ δεσμωτήριον ᾤκησε, καὶ τὴν σφαγὴν ἐκείνην ὑπέμεινεν. Εἰ δὲ ὁ γάμον παρανομούμενον ἐκδικήσας, τό γε εἰς αὐτὸν ἧκον (οὐδὲ γὰρ διώρθωσε τὸ κακῶς γεγενημένον, ἀλλ' εἶπε μόνον, παῦσαι δὲ οὐκ ἴσχυσεν), εἰ τοίνυν ὁ μόνον εἰπὼν, καὶ μηδὲν οἴκοθεν ἢ τοῦτο εἰσενεγκὼν, ἐπειδὴ ἀπετμήθη, μάρτυς, καὶ μαρτύρων ἐστὶ πρῶτος· οἱ τοσαύτας σφαγὰς προσδοκήσαντες, καὶ οὐχὶ πρὸς Ἡρώδην, ἀλλὰ πρὸς τοὺς κρατοῦντας τῆς οἰκουμένης ἁπάσης ἀποδυσάμενοι, καὶ οὐχὶ γάμῳ παρανομουμένῳ, ἀλλὰ νόμοις πατρῴοις καὶ θεσμοῖς Ἐκκλησίας ἐπηρεασθεῖσι παραστάντες, καὶ διὰ τῶν ῥημάτων καὶ διὰ
were encompassed with chains, while others were driven from their fatherland, others lost their substance, others were banished to foreign lands, and others were slain — some in actual deed, and others in resolve alone. For when spears were bared, and swords whetted, and threats uttered every single day, and those in authority were breathing wrath, and slaughters were held over them, and myriad forms of punishments and vengeances, they neither yielded nor gave way, but stood unmoved upon the rock, choosing both to do and to suffer all things so as not to share in the lawlessness of those who had dared such deeds — and not men only, but women also. For women also stripped for this contest, and in many places bore themselves more manfully than men. And not women only, but also youths and mere striplings. Are these things, then, tell me, of small account, that the Church should gain so great a multitude of martyrs? For all these are martyrs. For surely not only those who were dragged before a tribunal, and commanded to sacrifice, and did not obey, suffering what they suffered, would be martyrs; but also those who for the sake of anything whatsoever that seems good to God consented to suffer aught; and if anyone should examine with exactness, these rather than those. For it is not an equal thing, when such destruction and perdition of soul is set before one, to consent to suffer something and not perish utterly, and on behalf of a lesser righteous deed to endure this very same punishment. And that not only those who were slain, but also those who had prepared themselves and made themselves ready for this, bound upon themselves the crown of martyrdom — both this very point, and what I said before, that he who is slain on behalf of lesser things is a consummated martyr — this I shall endeavour to demonstrate from the voice of Paul. For when the blessed Paul began to recount those who shone in the time of our forefathers, and made his beginning from Abel, then proceeded to Noah, Abraham, Isaac, Jacob, Moses, Joshua, David, Samuel, Elijah, Elisha, and Job, he subjoined, saying: Wherefore we also, having so great a cloud of witnesses compassing us about. And yet not all of these were slain — nay rather, not even one, save two or three, Abel and John; while all the others ended their life by a natural death. And John himself too was slain not because he was commanded to sacrifice and refused, nor because he was led to an altar, nor dragged before an idol, but on behalf of a single word. For because he said to Herod, It is not lawful for you to have the wife of Philip your brother, he both dwelt in the prison and endured that slaughter. Now if he who avenged an unlawful marriage, so far as lay in him (for neither did he set right what had been wrongly done, but only spoke, and had not strength to put a stop to it), if, then, he who only spoke, and contributed nothing from himself beyond this, because he was beheaded, is a martyr, and the first of martyrs — those who looked for so many slaughters, and stripped for the contest not against Herod, but against the rulers of the whole habitable earth, and stood by not an unlawful marriage, but ancestral laws and ordinances of the Church that were outraged, and both through words and through
PG 52:520Read from the page
τῶν πραγμάτων παῤῥησίαν ἐπιδειξάμενοι, καὶ καθ' ἑκάστην ἡμέραν ἀποθνήσκοντες, καὶ ἄνδρες καὶ γυναῖκες καὶ παῖδες, πῶς οὐκ ἂν εἶεν δίκαιοι μυριάκις εἰς τὸν τῶν μαρτύρων καταλεγῆναι χορόν; Ἐπεὶ καὶ ὁ Ἀβραὰμ, μὴ σφάξας τῇ πείρᾳ τὸν υἱὸν, τῇ προθέσει ἔσφαξε, καὶ φωνῆς ἤκουσεν ἄνωθεν λεγούσης, ὅτι Οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ. Οὕτω πανταχοῦ καὶ ἡ γνώμη, ὅταν ἀπηρτισμένη ᾖ ἐπὶ τῆς ἀρετῆς, ὁλόκληρον λαμβάνει τὸν στέφανον. Εἰ δὲ ἐκεῖνος, υἱοῦ μὴ φεισάμενος, οὕτως ἀνεκηρύττετο, οὗτοι ἑαυτῶν μὴ φεισάμενοι, ἐννόησον πόσον λήψονται μισθὸν, οὐ μίαν, οὐ δύο, καὶ τρεῖς ἡμέρας, ἀλλ' ὁλόκληρον τὸν βίον ἐπὶ τῆς παρατάξεως ἱστάμενοι ταύτης, βαλλόμενοι λοιδορίαις, ὕβρεσιν, ἐπηρείαις, συκοφαντίαις. Οὐδὲ γὰρ τοῦτο μικρόν. Διὸ καὶ ὡς μέγα Παῦλος αὐτὸ θαυμάζει λέγων· Τοῦτο μὲν ὀνειδισμοῖς καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτω πασχόντων γενηθέντες. Τί ἄν τις εἴποι τοὺς καὶ αὐτοὺς ἀποθνήσκοντας, καὶ τοὺς τὰ τοιαῦτα ἀθλοῦντας ἀλείψαντας, καὶ ἄνδρας καὶ γυναῖκας; Καλῶς δὲ αὐτοὺς καὶ θαυμάζει. Καὶ γὰρ καὶ οὐσίας ἐπέδωκαν πολλοὶ, ὥστε τοὺς δεσμώτας καὶ τοὺς ἐξορίστους ἔχειν τινὰ παραμυθίαν τῆς τοσαύτης ταλαιπωρίας, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ἡδέως ἐδέξαντο, κατὰ τὸ ἀποστολικὸν ἐκεῖνο λόγιον· ἕτεροι, οἱ μὲν πατρίδος, οἱ δὲ καὶ αὐτῆς ἐξεβλήθησαν τῆς ζωῆς. Ὁρῶν τοίνυν τοσοῦτον πλοῦτον, τοσοῦτον κέρδος, τοσαύτην ἐμπορίαν τῇ Ἐκκλησίᾳ συνηγμένην, τοσούτους θησαυροὺς ἀποτιθεμένους, πυρὸς σφοδροτέρους γινομένους τοὺς πρότερον ἀναπεπτωκότας, καὶ τοὺς θεάτροις προσηλωμένους εἰς τὰς ἐρημίας ἐξιόντας, καὶ τὰς νάπας καὶ τὰ ὄρη ποιοῦντας ἐκκλησίας, καὶ οὐδενὸς ἐξάγοντος τὴν ἀγέλην, εἰς τὴν τῶν ποιμένων τάξιν μεταστάντα τὰ πρόβατα, καὶ τοὺς στρατιώτας εἰς τὴν τοῦ στρατηγοῦ, παῤῥησίας ἕνεκεν καὶ ἀνδρείας, καὶ πάντας μετὰ τῆς προσηκούσης θερμότητος, σπουδῆς, ἐμμελείας, τὰς συνάξεις ἐπιτελοῦντας, οὐκ ἐκπλήττῃ καὶ θαυμάζεις, ὅσον ἐκ τούτου κατόρθωμα γέγονεν; Οὐ γὰρ δὴ μόνον οἱ ὀρθῶς βιοῦντες, ἀλλὰ πολλοὶ καὶ τῶν περὶ τὰ θέατρα μεμηνότων καὶ ἱπποδρομίας προσεχόντων, ὑπὸ τοῦ ζήλου πυρὸς σφοδροτέρου πυρωθέντες, πᾶσαν ἐκείνην ἀπέθεντο τὴν μανίαν, καὶ κατ' αὐτῶν τῶν ξιφῶν σχεδὸν ἐπήδησαν, πρὸς ἄρχοντας παῤῥησιαζόμενοι, βασάνων καταφρονοῦντες, ἀπειλῶν καταγελῶντες, δεικνύντες ὅσον ἐστὶν ἀρετὴ, καὶ πῶς ἔνι τὸν σφόδρα ἀπολλύμενον, μετανοήσαντα καὶ μεταστάντα αὐτῆς ἅψασθαι τῶν οὐρανῶν τῆς ἁψῖδος. Τοσαῦτα οὖν βραβεῖα ὁρῶν, τοσούτους στεφάνους πλεκομένους, τοσαύτην διδασκαλίαν γινομένην, πόθεν, εἰπέ μοι, σκανδαλίζῃ; Ἀπὸ τῶν ἀπολωλότων, φησίν. Ἀλλ', ὅπερ ἔφην, καὶ λέγων οὐ παύσομαι, οὗτοι ἑαυτοῖς λογιζέσθωσαν τῆς ἀπωλείας τὴν ὑπόθεσιν. Τοῦτο γὰρ δι' ὅλου ὁ λόγος ἡμῖν ἀγωνιζόμενος ἔδειξεν. Εἴπω καὶ ἕτερον κατόρθωμα. Πόσοι προσωπεῖον εὐλαβείας περικείμενοι, πόσοι πεπλασμένην πραότητα ἔχοντες, πόσοι μεγάλοι τινὲς εἶναι νομιζόμενοι, καὶ οὐκ ὄντες, ἀθρόον ἐπὶ τοῦ παρόντος διηλέγχθησαν καιροῦ, καὶ τὰ τῆς ἀπάτης αὐτοῖς διεῤῥύη, καὶ ὅπερ ἦσαν, ἐφάνησαν, οὐχ ὅπερ ὑπεκρίνοντο καὶ ἠπάτων; Οὐ
deeds displayed boldness of speech, and died every single day — both men and women and children — how should they not ten thousand times over deserve to be enrolled in the choir of the martyrs? Since Abraham also, though he did not slay his son in actual deed, slew him in purpose, and heard a voice from above saying: Thou didst not spare Thy beloved son for My sake. Thus everywhere the resolve also, when it is consummated in virtue, receives the crown entire. Now if he, because he did not spare his son, was thus proclaimed, consider how great a reward these will receive who did not spare themselves, standing in this battle-line not for one, nor two, nor three days, but for their whole life, pelted with revilings, insults, outrages, calumnies! For neither is this a small thing. Wherefore Paul also marvels at it as something great, saying: Partly whilst you were made a gazing-stock both by reproaches and afflictions, and partly whilst you became partakers with those who were so used. What should one say of those who both died themselves, and anointed for the contest those who strove in such struggles, both men and women? And rightly does he marvel at them also. For many also freely gave up their substance, so that the prisoners and the exiles might have some consolation in so great distress, and gladly accepted the plundering of their possessions, according to that apostolic saying; while others were cast out, some from their fatherland, and some from very life itself. Seeing, therefore, so great wealth, so great gain, so great merchandise gathered in for the Church, so many treasures laid up in store, those who formerly had sunk down in slackness becoming fiercer than fire, and those who were riveted to theatres going out into the wildernesses, and turning the glens and the mountains into churches, and when none led out the flock, the sheep passing over into the rank of the shepherds, and the soldiers into that of the general, in boldness of speech and courage, and all celebrating the assemblies with befitting fervour, zeal, and harmony — are you not astounded and filled with wonder at how great an achievement has come to pass from this? For indeed not only those who lived uprightly, but also many of those mad over the theatres and devoted to horse-races, kindled by zeal with a fire more vehement than fire, put off all that madness, and all but leapt against the very swords, speaking boldly before rulers, despising tortures, laughing at threats, showing how great a thing virtue is, and how it is possible for one who was utterly perishing, when he has repented and turned about, to lay hold of the very vault of heaven. Seeing, then, so many prizes, so many crowns being woven, so great teaching taking place, whence, tell me, are you scandalized? From those who have perished, he says. Yet, as I said, and shall not cease saying, let these impute to themselves the occasion of their perdition. For this our discourse, contending throughout, has shown us. Shall I tell of yet another achievement? How many who wore a mask of piety, how many who possessed a feigned meekness, how many who were supposed to be some great men, and were not, were all at once exposed in the present season, and the things of their deceit slipped away from them, and they appeared what they were, not what they feigned and deceived men with? Nor
PG 52:521Read from the page
μικρὸν δὲ τοῦτο, ἀλλὰ καὶ σφόδρα μέγιστον εἰς ὠφέλειαν τῶν ἐθελόντων προσέχειν, τὸ διαγνῶναι τοὺς ἔχοντας τῶν προβάτων τὰς δορὰς, καὶ μὴ ἀναμίγνυσθαι τοὺς λύκους τοὺς οὕτω κρυπτομένους τοῖς ὄντως προβάτοις. Καὶ γὰρ κάμινος γέγονεν ὁ καιρὸς οὗτος, τὰ χαλκὸν ἔχοντα τῶν νομισμάτων διελέγχων, τὸν μόλιβδον κατατήκων, τὴν καλάμην κατακαίων, τὰς τιμίας ὕλας τιμιωτέρας ἀποφαίνων. Τοῦτο καὶ ὁ Παῦλος σημαίνων ἔλεγε· Δεῖ δὲ καὶ αἱρέσεις εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν.
is this a small thing, but rather even the very greatest for the benefit of those who are willing to take heed: to discern those who wear the skins of sheep, and that the wolves thus concealed be not mingled with the true sheep. For indeed this season has become a furnace, exposing those coins that have copper in them, melting down the lead, burning up the stubble, and rendering the precious materials more precious. Signifying this also, Paul said: For there must also be factions, that those who are approved may be made manifest among you.
Κεφ. κʹ. Μηδὲν οὖν σε τούτων σκανδαλιζέτω, μὴ ἱερεὺς νῦν φαῦλος γεγενημένος, καὶ λύκου παντὸς ἀγριώτερον ἐπιπηδῶν τῇ ἀγέλῃ, μὴ τῶν ἀρχόντων, μὴ τῶν κρατούντων τις πολλὴν ὠμότητα ἐνδεικνύμενος. Ἐννόησον γοῦν ὅτι καὶ ἐπὶ τῶν ἀποστόλων συνέβη τούτων χαλεπώτερα. Ὅ τε γὰρ κρατῶν τότε τὸ σκῆπτρον, τὸ μυστήριον τῆς ἀνομίας ἦν (οὕτω γὰρ αὐτὸν ὁ Παῦλος ἐκάλεσε), πᾶν εἶδος κακίας ἐπελθὼν, καὶ πάντας ἀποκρύψας τῇ πονηρίᾳ, ἀλλ' οὐδὲν οὔτε τὴν Ἐκκλησίαν, οὔτε τοὺς γενναίους ἐκείνους ἄνδρας τοῦτο παρέβλαψεν, ἀλλὰ καὶ λαμπροτέρους ἀπέφηνεν· οἵ τε ἱερεῖς τῶν Ἰουδαίων οὕτω φαῦλοι καὶ πονηροί τινες ἦσαν, ὡς κελεύεσθαι τὸν ζῆλον αὐτῶν τοῦ βίου φεύγειν· Ἐπὶ γὰρ τῆς Μωϋσέως καθέδρας, φησὶν, ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν, ὅσα ἂν λέγωσιν ὑμῖν πυιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε· καίτοι τί γένοιτ' ἂν πονηρότερον ἱερέων, ὧν ὁ ζῆλος ἀπολλύειν ἔμελλε τοὺς μιμουμένους; Ἀλλ' ὅμως καὶ τοιούτων ὄντων τῶν τότε κρατούντων, οἱ λάμψαντες, οἱ στεφανωθέντες οὐδὲν παρεβλάβησαν, ἀλλὰ μειζόνως ἐδοξάσθησαν. Οὐ τοίνυν ξενίζεσθαι χρὴ τοῖς γινομένοις. Πανταχοῦ γὰρ πειρασμοὶ τοῖς νήφουσίν εἰσι παρεζευγμένοι ἀπὸ τῶν οἰκείων, ἀπὸ τῶν ἀλλοτρίων. Διὰ τοῦτο καὶ Παῦλος τὰς νιφάδας ὁρῶν τῶν κινδύνων τὰς ἐπαγομένας αὐτοῖς, καὶ δεδοικὼς μή τινες τῶν μαθητῶν ἐντεῦθεν θορυβηθῶσι, γράφων ἔλεγεν· Ἔπεμψα ὑμῖν Τιμόθεον εἰς τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις· αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὗτος ἡμῶν ὁ βίος, αὕτη τῆς ἀποστολικῆς πολιτείας ἡ ἀκολουθία, τὸ μυρία πάσχειν κακά. Εἰς τοῦτο γὰρ κείμεθα, φησί. Τί ἐστιν, Εἰς τοῦτο κείμεθα; Ὥσπερ τὰ ὤνια εἰς τοῦτο παρῆκται, εἰς τὸ πωλεῖσθαι, οὕτω καὶ ὁ ἀποστολικὸς βίος εἰς τὸ λοιδορεῖσθαι καὶ εἰς τὸ πάσχειν κακῶς, εἰς τὸ μηδέποτε ἀναπνεῖν, εἰς τὸ μηδεμίαν ἔχειν ἀνακωχήν. Καὶ ὅσοι νήφουσιν, οὐ μόνον οὐδὲν ἐντεῦθεν βλάπτονται, ἀλλὰ καὶ μειζόνως κερδαίνουσι. Διὸ καὶ τούτους, μετὰ τὸ μαθεῖν, ὅτι ἑστήκασι γενναίως, θαυμάζει· καὶ περὶ ἑτέρων δὲ ταῦτα λέγει, ὅτι μετὰ τὰ δεσμὰ αὐτοῦ καὶ τὰς ἁλύσεις περισσοτέρως ἐτόλμων ἀφόβως τὸν λόγον λαλεῖν. Τί δαὶ ἐπὶ Μωϋσέως, εἰπέ μοι; ἐν μέσῃ βαρβάρων χώρᾳ οὐκ ἀφῆκεν ὁ Θεὸς καὶ μάγους τὰ αὐτῶν ἐπιδείξασθαι; οὐχὶ καὶ ταύτης μέμνηται τῆς ἱστορίας
Chapter XX. Let none of these things, therefore, scandalize you — neither a priest who has now become base and leaps upon the flock more savagely than any wolf, nor any of the magistrates or of those in power displaying great cruelty. Bear in mind, at all events, that in the time of the apostles also things more grievous than these befell. For both he who then wielded the sceptre was the mystery of lawlessness (for so Paul called him), having traversed every form of wickedness and eclipsed all men by his depravity, yet this in no way harmed either the Church or those noble men, but even showed them forth more illustrious; and the priests of the Jews were men so base and wicked that the people were commanded to shun their example of life: For upon the seat of Moses, he says, the scribes and the Pharisees have sat down; all things, therefore, whatsoever they tell you to do, do; but according to their works do not; and yet what could be more wicked than priests whose emulation was destined to destroy those who imitated them? Nevertheless, though those who then held sway were such men, those who shone forth, those who were crowned, suffered no harm at all, but were glorified all the more. One ought not, therefore, to be astonished at the things that take place. For everywhere trials are yoked beside the sober-minded, both from their own and from strangers. On this account Paul also, seeing the snowstorms of perils brought upon them, and fearing lest some of the disciples should be troubled thereby, wrote and said: I sent Timothy to you, that no one should be shaken in these afflictions; for you yourselves know that unto this we are appointed. And what he says is to this effect: This is our life, this is the consequence of the apostolic way of life — to suffer myriad ills. For unto this we are appointed, he says. What is, Unto this we are appointed? Just as wares have been brought forth for this purpose, to be sold, so also is the apostolic life appointed for being reviled and for suffering ill, for never taking breath, for having no respite at all. And all who are sober-minded not only suffer no harm therefrom, but even gain all the more. Wherefore at these men also, after learning that they stand firmly and nobly, he marvels; and concerning others too he says these things, that after his bonds and his chains they more abundantly dared to speak the word without fear. And what in the time of Moses, tell me? In the midst of a land of barbarians, did not God permit magicians also to make a display of their own arts? Does not Paul
Notes, col. 521

On the reading

Printed πυιεῖν, for ποιεῖν.

PG 52:522Read from the page
ὁ Παῦλος; Ὃν τρόπον δὲ Ἰαννῆς καὶ Ἰαμβρῆς, φησὶν, ἀντέστησαν Μωϋσεῖ, οὕτω καὶ οὗτοι ἀντιστήσονται τῇ ἀληθείᾳ. Οὕτος οὐδέποτε ἐπέλιπεν οὔτε τὰ σκάνδαλα, οὔτε οἱ στεφανούμενοι διὰ τούτων. Ταῦτ' οὖν ἅπαντα λογίζου, καὶ μὴ ταῦτα μόνον, ἀλλὰ καὶ ὅσον κέρδος ἀπὸ τοῦ πράγματος γέγονε. Κἀκεῖνο σκόπει, ὅτι καὶ ἕτεροί τινές εἰσιν ἀπόῤῥητοι λόγοι τούτων· οὐ γὰρ πάντα εἰδέναι ἡμᾶς δυνατόν· καὶ ὅτι τὰ χρηστότερα ἀπαντήσεται μετὰ ταῦτα, καὶ πλείων ἡ παραδοξοποιία· ὥσπερ οὖν ἐπὶ τοῦ Ἰωσὴφ ἡ μὲν ἀρχὴ δυσκολίαν εἶχε, καὶ μέχρι πολλοῦ προῄει τὰ πράγματα, ἀπεναντίας εἶναι δοκοῦντα τῇ ὑποσχέσει· ὕστερον δὲ μείζονα τῶν προσδοκηθέντων ἐγένετο. Καὶ ἐπὶ τοῦ σταυροῦ δὲ οὐκ εὐθέως, οὐδὲ ἐν προοιμίοις καὶ ἐν ἀρχῇ τὸ κατόρθωμα ἅπαν ἐβλάστησεν, ἀλλὰ τὸ μὲν σκάνδαλον προῄει, καὶ ὀλίγα τινὰ γέγονε σημεῖα θαύματος ἕνεκεν καὶ τῆς διορθώσεως τῶν ταῦτα τολμησάντων, καὶ εὐθέως ἅπαντα παρέδραμεν. Εἰ γὰρ καὶ τὸ καταπέτασμα ἐσχίσθη τοῦ ναοῦ τότε, καὶ πέτραι ἐῤῥάγησαν, καὶ ἥλιος ἐσκοτίσθη, ἀλλὰ ταῦτα ἐν μιᾷ ἡμέρᾳ καὶ ἐν λήθῃ γέγονε παρὰ τοῖς πολλοῖς. Μετὰ δὲ ταῦτα εὐθέως ἐν φυγῇ οἱ ἀπόστολοι, ἐν διώξει, ἐν πολέμοις, ἐν ἐπιβουλαῖς, λανθάνοντες, κρυπτόμενοι, δεδοικότες, καταλευόμενοι, οὕτω τὸν λόγον ἐκήρυττον· καὶ ἐν δυναστείᾳ πολλῇ τῶν Ἰουδαίων ὁ δῆμος, ἀγόντων, περιαγόντων, ἑλκόντων, σπαραττόντων τοὺς πιστεύοντας. Καὶ γὰρ τοὺς ἄρχοντας μεθ' ἑαυτῶν ἔχοντες, καθ' ἑκάστην ἦγον καὶ περιῆγον τοὺς ἀποστόλους. Καὶ τί λέγω τῶν Ἰουδαίων τὸν δῆμον καὶ ἄρχοντας; Εἷς σκηνορράφος, περὶ δέρματα ἠσχολημένος, ὁ Παῦλος (τί δὲ σκηνοῤῥάφου εὐτελέστερον;) τοσαύτῃ ἐκέχρητο τῇ μανίᾳ, ὡς σύρειν ἄνδρας καὶ γυναῖκας, καὶ παραδιδόναι εἰς φυλακήν· καὶ ὁ σταυρωθεὶς ἠνείχετο ταῦτα ὁρῶν. Ἀλλὰ ὅρα πῶς μετὰ ταῦτα οὗτός τε ὁ διώκτης πάντας ὑπερηκόντισε, καὶ τὸ πρᾶγμα ὑπὲρ τὸν ἥλιον διέλαμψε, καὶ πᾶσαν κατέσχε τὴν οἰκουμένην.
als also make mention of this history? And in the manner that Jannes and Jambres, he says, withstood Moses, so also will these withstand the truth. Thus neither did stumbling-blocks ever fail, nor those who are crowned through them. Reckon up all these things, therefore, and not these things alone, but also how great gain has come to pass from the matter. And consider this too, that there are also certain other unutterable reasons for these things — for it is not possible for us to know all things — and that more auspicious things will meet us hereafter, and greater working of wonders; just as in the case of Joseph, the beginning indeed had difficulty, and for a long while affairs advanced seeming to be contrary to the promise, while afterwards they turned out greater than what had been looked for. And in the case of the Cross also, not straightway, nor in the prelude and at the beginning, did the whole achievement blossom forth, but the stumbling-block led the way, and some few signs took place for the sake of wonder and the amendment of those who had dared these things, and straightway all passed by. For even if the veil of the temple was rent at that time, and rocks were split asunder, and the sun was darkened, yet these things happened in a single day and passed into oblivion with the many. And straightway after these things the apostles were in flight, in persecution, in wars, in plots — keeping out of sight, hiding themselves, in fear, being stoned — thus did they preach the word; and the people of the Jews were in great dominion, haling, dragging about, pulling, tearing the believers. For having the rulers on their side, every single day they led and haled the apostles about. And why do I speak of the people and rulers of the Jews? A single tent-stitcher, busied with hides — Paul (and what is lowlier than a tent-stitcher?) — indulged in such madness as to drag off men and women and deliver them to prison; and the Crucified One endured to behold these things. Yet see how after these things both this very persecutor outstripped all men, and the matter shone forth above the sun, and took possession of the whole habitable earth.
Κεφ. καʹ. Εἰ δὲ λέγοις, Καὶ τίνος ἕνεκεν καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ τοσοῦτοι κίνδυνοι, τοσοῦτοι πειρασμοὶ, τοσαῦται ἐπιβουλαί; μάνθανε καὶ τὴν αἰτίαν. Τίς οὖν ἡ αἰτία; Παλαίστρα ὁ παρὼν βίος ἐστὶ, γυμνάσιον καὶ ἀγὼν, χωνευτήριον, βαφεῖον ἀρετῆς. Ὥσπερ οὖν οἱ σκυτοδέψαι τὰ δέρματα λαμβάνοντες στύφουσι πρότερον, κατατείνουσι, παίουσι καὶ τοίχοις καὶ λίθοις προσαράσσοντες καὶ ἑτέραις μυρίαις θεραπείαις αὐτὰ ποιήσαντες ἐπιτήδεια πρὸς τὴν ὑποδοχὴν τῆς βαφῆς, οὕτω τὸ χρῶμα τὸ τίμιον ἐπάγουσιν· οἵ τε χρυσοχόοι τὸ χρυσίον εἰς τὸ πῦρ ἐμβάλλοντες, τῇ βασάνῳ τῆς καμίνου παραδιδόασιν, ὥστε ποιῆσαι καθαρώτατον· οἵ τε παιδοτρίβαι, ἐν τῇ παλαίστρᾳ πολλοῖς πόνοις τοὺς ἀθλοῦντας γυμνάζουσι, τῶν ἀντιπάλων σφοδρότερον αὐτοῖς ἐμπίπτοντες, ἵνα ἐν τῇ γυμνασίᾳ τὸ πᾶν κατορθώσαντες ἐν τοῖς τῶν διδασκάλων σώμασιν, ἐπὶ τῶν ἀγώνων εὐτρεπεῖς ὦσι καὶ παρεσκευασμένοι πρὸς τὰς λαβὰς τῶν ἐχθρῶν,
Chapter XXI. And if you should say, And on what account both in the Old and in the New Covenant are there so many perils, so many trials, so many plots? — learn the cause also. What, then, is the cause? The present life is a wrestling-school, a gymnasium and a contest, a smelting-furnace, a dye-works of virtue. Just, therefore, as tanners, taking hides, first steep them in astringent, stretch them out, beat them and dash them against walls and stones, and by myriad other treatments having made them fit for the reception of the dye, thus lay on the precious colour; and goldsmiths, casting gold into the fire, deliver it over to the test of the furnace so as to render it most pure; and trainers in the wrestling-school exercise the combatants with many toils, falling upon them more fiercely than their antagonists, so that having accomplished everything in training upon the bodies of their masters, in the contests they may be ready and prepared against the grips of their enemies,
Notes, col. 522

On the reading

Printed Οὕτος, for Οὕτως.

PG 52:521 bisRead from the page
Neque vero id exigui momenti est, sed summopere prodest illis qui velint attendere, ut illos dignoscant qui pellibus ovium tecti sunt, ne sic occultati lupi cum veris ovibus misceantur. Est enim fornax quaedam tempus istud, quae subaeratos nummos patefacit, quae plumbum liquefacit, paleas exurit, pretiosa metalla pretiosiora reddit. Hoc etiam significans Paulus dicebat: Oportet autem et haereses esse, ut qui probati sunt, manifesti fiant in vobis (1. Cor. 11. 19).
Nor is this of slight moment; rather, it profits exceedingly all who are willing to pay heed, enabling them to discern those clad in sheep's clothing lest wolves thus disguised mingle with the true sheep. For this present season is a furnace that exposes copper-cored coins, melts down lead, burns up chaff, and renders precious metals more precious still—signifying which, Paul too said: 'For there must also be heresies, so that those who are approved may become manifest among you' (1 Cor. 11:19).
CAP. XX. Temporibus apostolorum res evenisse graviores; vitae apostolicae praerogativa qualis. — Nihil ergo istorum te scandalizet, non sacerdos nunc depravatus, et lupo quovis saevius in gregem insiliens, non ex magistratibus aut principibus ullus, qui magnam crudelitatem prae se ferat. Veniat tibi in mentem apostolorum temporibus res multo graviores istis accidisse. Nam et is, qui tum sceptrum gerebat Imperator, mysterium erat iniquitatis (sic enim eum Paulus appellavit [2. Thess. 2. 7]), omnia genera vitiorum pervaserat, et omnes improbitate superaverat, at nihil hoc aut Ecclesiam, aut generosos illos viros laesit, imo etiam illustriores effecit: et Judaeorum sacerdotes ita pravi et improbi homines erant, ut juberentur populi eorum vitae imitationem vitare: Super cathedram enim Moysis, inquit, sederunt Scribae et Pharisaei: omnia ergo quae dixerint vobis facienda, facite, secundum opera vero eorum nolite facere (Matth. 23. 2. 3): tametsi quid nequius illis sacerdotibus fingi potest, quorum imitatio poterat perdere sectatores illorum? Attamen licet tales essent principes illius temporis, qui celebriores tum fuerunt, atque coronati evaserunt, nullo modo laesi sunt, imo potius clariores facti sunt. Non igitur oportet ob ea, quae accidunt, obstupescere. Nam ubique tentationes iis, qui vigiles et attenti sunt, adhaerent, sive a domesticis, sive ab alienis. Propterea Paulus etiam, cum ingentem numerum periculorum illis cerneret imminere, ac vereretur, ne qui discipuli inde turbarentur, in haec verba scribebat: Misi ad vos Timotheum, ut nemo moveatur in tribulationibus istis: ipsi enim scitis quod in hoc positi sumus (1. Thess. 3. 2). Quorum hic sensus est: Haec est vita nostra, haec apostolicae conversationis est conditio, ut ferendis malis innumeris sit obnoxia. In hoc enim positi sumus, inquit. Quid est, In hoc positi sumus? Quemadmodum res venales in hoc sunt expositae, ut vendantur: sic et apostolica vita, ut conviciis incessatur, ut mala patiatur, ut numquam respiret, ut nullas inducias nanciscatur. Porro qui vigiles et attenti sunt, non modo nihil inde capiunt detrimenti, sed amplius inde lucrantur. Quam ob causam et istos ubi constanter restitisse cognovit, commendat: et de aliis ista dicit, eos post ejus vincula et catenas abundantius ausos esse sine timore verbum Dei loqui (Philipp. 1. 14). Quid vero tempore Moysis, quaeso? nonne in media regione barbarorum magos etiam permisit Deus rerum suarum specimen exhibere? nonne hujus quoque meminit historiae Paulus?
CHAPTER XX. That graver things came to pass in the days of the apostles; what the prerogative of the apostolic life is. — Let none of these things scandalize you, therefore—neither a priest now grown corrupt and leaping upon the flock more savagely than any wolf, nor any magistrate or ruler displaying great cruelty. Call to mind that in the days of the apostles things far graver than these came to pass. Both the Emperor who then wielded the sceptre was 'the mystery of iniquity' (for so Paul styled him [2 Thess. 2:7]), having ranged through every kind of vice and surpassed all men in wickedness—yet this in no way harmed either the Church or those noble men, nay it rendered them more illustrious still—and the priests of the Jews were men so depraved and wicked that the people were bidden to shun imitating their lives: 'Upon the chair of Moses,' says He, 'have sat the scribes and the Pharisees: all things therefore that they bid you do, do; but do not act according to their works' (Matt. 23:2–3); and what could be imagined viler than priests whose imitation was sure to destroy their followers? Yet even though the rulers of that age were such men, those who shone forth and won the crown suffered no harm at all, but grew all the brighter. One must not be dismayed at what happens, therefore; for everywhere trials cleave to the watchful and attentive, whether from members of the household or from outsiders. Hence Paul too, seeing a vast host of perils hanging over them and fearing lest some of the disciples be troubled thereby, wrote in these words: 'I sent Timothy to you, that no one should be shaken in these tribulations; for you yourselves know that unto this we are appointed' (1 Thess. 3:2–3). The meaning of his words is this: Such is our life, such is the condition of the apostolic calling—to be set for enduring countless ills! 'For unto this we are appointed,' says he. What does 'Unto this we are appointed' mean? Just as wares are set out in the market to be sold, so too the apostolic life is appointed to be assailed with revilings, to suffer ill, never to catch its breath, and never to obtain a truce. Yet those who are watchful and attentive not only suffer no loss therefrom, they gain all the more. Wherefore, upon learning that those disciples had stood firm, he commends them; and of others he relates that after his bonds and chains they dared more abundantly to speak the word of God without fear (Phil. 1:14). And what in the days of Moses, I ask? In the heart of a barbarian land, did not God allow magicians too to make a display of their arts? Does not Paul recall this history as well?
Notes, col. 521 bis

On the reading

Printed apostoloram, for apostolorum.

PG 52:522 bisRead from the page
Quemadmodum autem Jannes et Jambres, inquit, restiterunt Moysi, ita et hi resistent veritati (2. Tim. 3. 8). Ita numquam defuerunt neque scandala, neque qui occasione illorum corona donarentur. Haec igitur omnia cum animo tuo reputa, neque haec tantum, sed et quantum ex hac re lucrum obvenerit. Illud quoque considera, quasdam alias etiam istorum arcanas esse rationes; neque enim fieri potest, ut omnia sciamus; ac res multo prosperiores eventuras postea, multoque plura nos miracula spectaturos: quemadmodum et aetate Joseph principium quidem difficultatibus obseptum fuit, diuque res succedebant, quae penitus promissioni contrariae videbantur: postea tamen omnem exspectationem superavit eventus. Enimvero tempore passionis Christi non statim, neque in exordio et initio prosperi successus omnes germinarunt, sed scandalum quidem prodiit, et pauca quaedam facta sunt miracula, ut corrigerentur qui haec scelera patrabant, ac subito cuncta praeterierunt. Quamvis enim scissum fuerit tum templi velum, et petrae scissae sint, et sol obscuratus: haec tamen intra unum diem acciderunt, et in oblivionem vulgi venerunt. Postea vero confestim in fugam versi sunt apostoli, persequutione, bellis, insidiis divexati, latentes, absconditi, metu correpti, lapidibus appetiti verbum Dei praedicabant: tumque plurimum dominabatur populus Judaeorum, qui fideles abducebant, circumagebant, trahebant, torquebant. Cum enim illis faverent magistratus, quotidie abducebant et circumducebant apostolos. Quid dico populum Judaeorum et magistratus? Unus opifex tabernaculorum, circa pelles occupatus, Paulus (quid porro tabernaculorum opifice vilius?) tanta saeviebat insania, ut viros ac mulieres traheret, et in carcerem conjiceret, et hoc Crucifixus cum cerneret, permittebat (Act. 9. 1. 2). At tu vide quo pacto deinde tum persequutor iste omnes superaverit, et res ista sole ipso clarius refulserit, totumque orbem terrarum occuparit.
'Just as Jannes and Jambres withstood Moses,' says he, 'so also do these men resist the truth' (2 Tim. 3:8). Thus neither stumbling-blocks nor men crowned by occasion of them have ever been wanting. Ponder all these things in your mind, therefore—and not these only, but also how great a gain has accrued from this affair. Reflect too that there are other hidden reasons as well for these events (for it is impossible for us to know all things), and that far more prosperous outcomes will follow hereafter and we shall witness far greater wonders, just as in Joseph's time the outset was hemmed in with hardships and for a long while events unfolded that seemed altogether contrary to the promise, whereas afterwards the issue surpassed every expectation. At the time of Christ's Passion likewise, prosperous successes did not all spring forth immediately at the very beginning and outset; rather, the stumbling-block came first, and a few miracles occurred for the amendment of those perpetrating those crimes, and straightway all passed by. Even though the veil of the temple was rent at that hour, the rocks split asunder, and the sun darkened, all those signs took place within a single day and sank into oblivion among the multitude. Immediately thereafter the apostles were put to flight: harassed by persecution, warfare, and plots, lurking in hiding, gripped by fear, and pelted with stones, thus did they preach the word of God, while the Jewish populace lorded it mightily, haling off, dragging round, hauling, and torturing believers; for with the magistrates favouring them, day after day they haled off and dragged round the apostles. Nay, why speak of the Jewish populace and magistrates? A single tentmaker busied with hides—Paul (and what is humbler than a tentmaker?)—raged with such madness as to hale off men and women and cast them into prison, while the Crucified One beheld and permitted it (Acts 9:1–2)! Yet see how thereafter both that very persecutor outstripped everyone and the Gospel shone out brighter than the sun itself, overspreading the entire world!
CAP. XXI. Cur tam in Veteri quam in Novo Testamento multae fuerint afflictiones. — Quod si forte dicas, quam ob causam et in Veteri et in Novo Testamento tam multa pericula, tam multae afflictiones, tam multae insidiae fuerint, causam cognosce. Quaenam ergo causa est? Palaestra quaedam est haec vita, gymnasium et certamen, fornax conflatoria, et tinctoria virtutis officina. Ut igitur pelles acceptas adstringunt, extendunt, percutiunt, ac parietibus et saxis allidunt coriarii, et aliis innumeris artificiis ad suscipiendam tincturam reddunt idoneas, ac deinde pretiosum colorem inducunt; et aurifices in ignem conjectum aurum fornacis examini tradunt, ut purissimum reddant; tum etiam paedotribae multis laboribus in palaestra exercent athletas, dum acrius quam adversarii in eos impetum faciunt, ut cum in exercitationibus cuncta peregerint, corpore decoro sint et eleganti in certaminibus, et ita comparati, ut facile inimicorum petitiones omnes eludant: ita quoque facit in hac vita Deus, dum animam ad virtutem aptam vult reddere: adstringit, et conflat, et afflictionum tradit examini, ut pusillanimes ac remissi adstringantur, et qui probati sunt probatiores evadant, nec ab ullis daemonum insidiis, aut diaboli laqueis superari possint, sed omnes admodum idonei ad futura bona suscipienda reddantur.
CHAPTER XXI. Why there were so many afflictions in both the Old and the New Testament. — If perhaps you ask why there have been so many perils, so many afflictions, and so many plots in both the Old and the New Testament, learn the reason. What, then, is the reason? This present life is a wrestling-school, a training-ground and contest, a smelting-furnace, and a dye-works of virtue. Just as tanners take hides, steep them in astringent, stretch them, beat them, dash them against walls and stones, and by countless other processes render them fit to take the dye before laying on the precious colour; just as goldsmiths cast gold into the fire and commit it to the trial of the furnace to render it utterly pure; and just as trainers exercise athletes with manifold toils in the wrestling-school, charging upon them more fiercely than real opponents so that once they have mastered every move in practice they may appear comely and well-trained of body in the games, ready to parry every thrust of their foes with ease: even so does God act in this life when He wishes to render the soul fit for virtue—He braces it, smelts it, and commits it to the test of afflictions, so that the faint-hearted and slack may be firmed up, the approved may emerge better proved still, and none may be worsted by any plots of demons or snares of the devil, but all may be rendered thoroughly fit to receive the good things to come.