παρέβλαψεν ἢ τότε, ἢ νῦν; Καθάπερ γὰρ πυρὸς ἄνθρακες ὑπὸ ἀχύρων καλυφθέντες, παρὰ μὲν τὴν ἀρχὴν σκιάζεσθαι δοκοῦσιν, ἀθρόον δὲ διαφαγόντες τὰ ἐπικείμενα, δι' αὐτῶν ἐκείνων τῶν ἀχύρων ὑψηλοτέραν ἀνάπτουσι τὴν φλόγα· οὕτω δὴ καὶ ἡ ἀρετὴ, κἂν ἐπηρεάζεσθαι δοκῇ, ὕστερον δὴ δι' αὐτῶν τῶν κωλυμάτων μειζόνως ἀνθεῖ, καὶ εἰς αὐτὸν φθάνει τὸν οὐρανόν. Τί γὰρ μακαριώτερον γένοιτ' ἂν τοῦ νεανίσκου ἐκείνου διὰ τὴν συκοφαντίαν, διὰ τὴν ἐπιβουλὴν, οὐ διὰ τὸν θρόνον τὸν ἐν Αἰγύπτῳ, οὐδὲ διὰ τὴν ἐκεῖ βασιλείαν; Πανταχοῦ γὰρ τοῖς πάθεσιν αἱ δόξαι, καὶ αἱ εὐδοκιμήσεις, καὶ οἱ στέφανοί εἰσι συγκεκληρωμένοι. Οὐχὶ καὶ τοῦτον πάντες πανταχοῦ τῆς οἰκουμένης ᾄδουσι; Καὶ χρόνου τοσούτου πλῆθος οὐκ ἐμάρανεν αὐτοῦ τὴν μνήμην, ἀλλὰ τῶν βασιλικῶν εἰκόνων λαμπρότερόν τε καὶ διαρκέστερον αἱ τῆς ἀρετῆς καὶ τῆς σωφροσύνης αὐτοῦ πανταχοῦ τῆς οἰκουμένης ἀνάκεινται εἰκόνες, ἐν τῇ Ῥωμαίων, ἐν τῇ βαρβάρων χώρᾳ, ἐν τῷ ἑκάστου συνειδότι, ἐν τῇ ἑκάστου γλώττῃ. Καὶ ὁρῶμεν αὐτὸν ἅπαντες κατεχόμενον, ἀρχόμενον, συμβουλεύοντα τῇ ἀθλίᾳ καὶ ταλαιπώρῳ πόρνῃ τὰ δέοντα, καὶ τὰ παρ' ἑαυτοῦ πάντα εἰσφέροντα εἰς τὴν ἐκείνης σωτηρίαν, ἐντρέποντα αὐτῆς τὴν ἀναισχυντίαν, σβεννύντα τὴν κάμινον, χειμῶνος ἐξαρπάσαι ἐπιχειροῦντα χαλεποῦ, καὶ εἰς τὴν γαλήνην ὁρμίζοντα· εἶτα ἐπειδὴ τὸ κλυδώνιον ὑπερέσχε, καὶ ὑπέραντλον τὸ πλοῖον γέγονε, ναυαγούσης ἐκείνης, φεύγοντα τὰ κύματα, καὶ ἐπὶ τὴν στερεὰν τῆς σωφροσύνης πέτραν τρέχοντα, καὶ τὰ ἱμάτια ἐν ταῖς ἐκείνης καταλιμπάνοντα χερσὶ, καὶ τῶν τὰς πορφυρίδας περιβεβλημένων λαμπρότερον ἐν τῇ γυμνότητι φαινόμενον, καὶ καθάπερ ἀριστέα τινὰ καὶ τροπαιοῦχον φαιδρὸν, τὸ τρόπαιον ἱστῶντα τῆς σωφροσύνης. Καὶ οὐδὲ ἐν τούτοις καταλύομεν τὴν μνήμην, ἀλλὰ περαιτέρω προϊόντες, ὁρῶμεν αὐτὸν πάλιν εἰς δεσμωτήριον ἀπαγόμενον, δεδεμένον, αὐχμῶντα, πολὺν ἐκεῖ τηκόμενον χρόνον. Καὶ διὰ ταῦτα μάλιστα θαυμάζομεν πάλιν αὐτὸν, μακαρίζομεν, ἐκπληττόμεθα, ἐπαινοῦμεν. Κἂν σώφρων τις ᾖ, ἐννοῶν αὐτὸν σωφρονέστερος γίνεται· κἂν ἀκόλαστος, τάχιον τῷ διηγήματι πρὸς σωφροσύνην μεθίσταται, καὶ ὑπὸ τῆς ἱστορίας ἀμείνων καθίσταται. Ταῦτα τοίνυν ἅπαντα ἀναλέγοντες, μηδὲν θορυβεῖσθε, ἀλλὰ καὶ κερδαίνετε ἐκ τῶν γινομένων· καὶ ἡ τῶν ἀθλούντων ὑπομονὴ γινέσθω καρτερίας ὑμῖν διδάσκαλος, καὶ πάντα τὸν βίον τῶν γενναίων καὶ ὑψηλῶν ἀνδρῶν ὁρῶντες διὰ τοιούτων ὑφαινόμενον, μὴ συγχεῖσθε, μηδὲ ταράττεσθε, μήτε τοῖς ἰδίοις, μήτε τοῖς κοινοῖς πειρασμοῖς· καὶ γὰρ καὶ ἡ Ἐκκλησία ἐξ ἀρχῆς οὕτως ἐτράφη, οὕτως ηὐξήθη. Μηδὲν οὖν ξενίζεσθε· οὐδὲν γὰρ ἀπεικὸς γέγονεν. Ἀλλ' ὥσπερ ἐπὶ τῶν βιωτικῶν, οὐκ ἔνθα ἄχυρα καὶ χόρτος, οὐδὲ ἔνθα ἄμμος, ἀλλ' ἔνθα χρυσίον καὶ μαργαρῖται, ἐκεῖ πειραταὶ καὶ καταποντισταὶ καὶ λῃσταὶ καὶ τοιχωρύχοι συνεχῶς ἐνοχλοῦσι καὶ ἐπιβουλεύουσιν· οὕτω καὶ ὁ διάβολος ἔνθα ἂν ἴδῃ πλοῦτον συναγόμενον τὸν κατὰ ψυχὴν, καὶ εὐπορίαν εὐσεβείας ἐπιτεινομένην, ἐκεῖ τὰ μηχανήματα ἵστησι καὶ προσάγει. Ἀλλ' ἐὰν οἱ ἐπιβουλευόμενοι νήφωσιν, οὐ μόνον οὐδὲν ἐλαττοῦνται ἐντεῦθεν,
do him either then or now? For just as coals of fire, when covered by chaff, seem at first to be obscured, yet all at once devouring what lies upon them, kindle a higher flame through that very chaff; so indeed virtue also, even if it seem to suffer outrage, afterwards through the very hindrances blossoms all the more, and reaches unto heaven itself. For what could be more blessed than that youth on account of the slander, on account of the plot — not on account of the throne in Egypt, nor on account of his kingship there? For everywhere glories, and renown, and crowns are allotted in company with sufferings. Do not all men everywhere in the habitable earth sing of him also? And so great a length of time has not withered his memory, but more brightly and more enduringly than royal statues are the images of his virtue and his chastity set up everywhere in the habitable earth — in the land of the Romans, in that of barbarians, in the conscience of each man, on the tongue of each man. And we all behold him held fast, ruled over, counselling what was needful to that wretched and miserable harlot, and bringing everything on his own part towards her salvation, putting her shamelessness to shame, quenching the furnace, endeavouring to snatch her from a fierce tempest, and bringing her to anchor in a calm; then, when the surge prevailed and the vessel became waterlogged, while she suffered shipwreck, fleeing the billows, and running to the firm rock of chastity, and leaving his garments behind in her hands, and appearing more resplendent in his nakedness than those clad in purple robes, and like some champion and radiant victor, setting up the trophy of chastity. And not even at these things do we bring our remembrance of him to a close, but advancing further, we behold him led off again to prison, bound, unkempt in squalour, wasting away there for a long time. And on account of these very things most of all we marvel at him again, we call him blessed, we are struck with awe, we praise him. Even if one be chaste, by pondering upon him he becomes chaster; even if one be licentious, he is swiftly transformed towards chastity by the narrative, and is rendered better by the history. Gathering up all these things, therefore, be in no way troubled, but even gain from the things that take place; and let the endurance of those who contend become for you a teacher of steadfastness, and seeing the whole life of noble and lofty men woven through such things, be neither confounded nor disturbed, whether by private or by common trials; for indeed the Church also from the beginning was thus nourished, thus increased. Do not be astonished at all, therefore; for nothing untoward has happened. But just as in the affairs of this life, not where there is chaff and hay, nor where there is sand, but where there is gold and pearls, there pirates and wreckers and robbers and housebreakers continually harass and lay plots; so also the devil, wherever he sees spiritual wealth being gathered together, and abundance of godliness growing intense, there he plants and brings up his engines. Yet if those plotted against are sober-minded, not only do they suffer no loss therefrom,