μεταθεῖναι τῆς ἀκαθάρτου διατριβῆς καὶ ἀπαγαγεῖν οὐκ ἔνι· λογισμοῦ γάρ ἐστιν ἔρημα· τὸ δὲ ἡμερώτατον τοῦτο γένος, καὶ λογισμῷ καὶ λόγῳ τετιμημένον, τὴν ἀνθρωπείαν λέγω φύσιν, εἰ βουληθείη, ῥᾴδιόν τε καὶ σφόδρα εὔκολον καὶ τοῦ βορβόρου καὶ τῆς δυσωδίας, καὶ τῆς κόπρου καὶ τῆς βδελυγμίας ἀπαλλάξαι ἐκείνης. Διὰ τί γὰρ ὁ πλοῦτος, ἄνθρωπε, περισπούδαστος εἶναί σοι δοκεῖ; Διὰ τὴν ἡδονὴν πάντως τὴν ἀπὸ τῶν τραπεζῶν; διὰ τὴν τιμὴν, καὶ τὴν δορυφορίαν τὴν ἀπὸ τῶν διὰ τοῦτον θεραπευόντων; διὰ τὸ δύνασθαι τοὺς λυποῦντας ἀμύνασθαι, καὶ πᾶσιν εἶναι φοβερόν; Οὐδὲ γὰρ ἂν ἑτέρας αἰτίας ἔχοις εἰπεῖν, ἀλλ' ἢ ἡδονὴν, καὶ κολακείαν, καὶ φόβον, καὶ τιμωρίαν· οὔτε γὰρ σοφώτερον, οὔτε σωφρονέστερον, οὔτε ἐπιεικέστερον, οὔτε συνετώτερον πάντως ὁ πλοῦτος ποιεῖν εἴωθεν, οὐ χρηστὸν, οὐ φιλάνθρωπον, οὐκ ὀργῆς κρείττοντα, οὐ γαστρὸς ἀμείνω, οὐχ ἡδονῶν ἀνώτερον· οὐ μετριάζειν παιδεύει, οὐ συνεστάλθαι διδάσκει, οὐκ ἄλλο τι μέρος τῆς ἀρετῆς εἰς τὴν ψυχὴν εἰσάγει καὶ καταφυτεύει. Οὐδ' ἂν ἔχοις εἰπεῖν διὰ τί τούτων περισπούδαστός ἐστί σοι καὶ ποθεινὸς οὗτος. Οὐ γὰρ δὴ μόνον οὐδὲν οἶδε φυτεύειν ἢ γεωργεῖν τῶν ἀγαθῶν, ἀλλὰ κἂν ἀποκείμενα εὕρῃ, λυμαίνεται καὶ κωλύει καὶ καταμαραίνει· ἔνια δὲ καὶ ἀνασπᾷ, καὶ τὰ ἐναντία τούτων ἐπεισάγει, ἀκολασίαν ἄμετρον, θυμὸν ἄκαιρον, ὀργὴν ἄδικον, ἀπόνοιαν, ὑπερηφανίαν, ἄνοιαν. Ἀλλὰ μὴ εἴπω περὶ τούτων· οἱ γὰρ τῇ νόσῳ ταύτῃ ἑαλωκότες οὐκ ἂν ἀνάσχοιντο περὶ ἀρετῆς καὶ κακίας ἀκούοντες, τῆς ἡδονῆς ὄντες ὅλοι, καὶ διὰ τοῦτο αὐτῆς γινόμενοι δοῦλοι, κατηγορουμένων αὐτῶν ὁμοῦ καὶ ἐλεγχομένων ἰδεῖν. Φέρε οὖν τέως τὸν περὶ τούτων λόγον ἀφέντες, τὰ λοιπὰ εἰς μέσον ἀγάγωμεν, καὶ ἴδωμεν, εἴ τινα ἡδονὴν ὁ πλοῦτος ἔχει, εἴ τινα τιμήν· τοὐναντίον γὰρ ἅπαν ὁρῶ. Καὶ εἰ βούλεσθε, πρῶτον τὰς τραπέζας τῶν πλουτούντων καὶ πενομένων ἐξετάζωμεν, καὶ ἐρώμεθα τοὺς ἑστιωμένους, τίνες μάλιστά εἰσιν οἱ καθαρὰν καὶ γνησίαν καρπούμενοι ἡδονήν; οἱ πρὸς διαμεμετρημένην τὴν ἡμέραν ἐπὶ τῶν στιβάδων κατακείμενοι, καὶ τὰ δεῖπνα τοῖς ἀρίστοις συνάπτοντες, καὶ τὴν γαστέρα διαῤῥηγνύντες, καὶ τὰς αἰσθήσεις πηροῦντες, καὶ τῷ ὑπερόγκῳ τῶν ἐδεσμάτων φορτίῳ τὸ πλοῖον καταποντίζοντες, καὶ ὑπέραντλον ποιοῦντες τὴν ναῦν, καὶ καθάπερ ἐν ναυαγίῳ τῷ τοῦ σώματος κατακλύζοντες αὐτὴν, καὶ πέδας, καὶ χειροπέδας, καὶ γλωσσοπέδας ἐπινοοῦντες, καὶ ἅπαν αὐτῶν καταδεσμοῦντες τὸ σῶμα ἁλύσεως σιδηρᾶς χαλεπωτέρῳ δεσμῷ τῷ τῆς μέθης καὶ τῆς τρυφῆς, καὶ μήτε ὕπνον αἱρούμενοι γνήσιον, εἰλικρινῆ, μήτε ὀνειράτων ἀπηλλαγμένοι φοβερῶν, τῶν τε μαινομένων ὄντες ἀθλιώτεροι, καὶ αὐθαίρετόν τινα δαίμονα ἐπεισάγοντες τῇ ψυχῇ, καὶ γέλως προκείμενοι τῷ θεάτρῳ τῶν οἰκετῶν, μᾶλλον δὲ καὶ τραγῳδία καὶ δακρύων ὑπόθεσις τοῖς ἐπιεικεστέροις αὐτῶν, καὶ μηδένα εἰδότες τῶν παρόντων, μήτε εἰπεῖν τι καὶ ἀκοῦσαι δυνάμενοι, ἀλλὰ φοράδην ἀπὸ τῶν στιβάδων ἐπὶ τὴν κλίνην ἀγόμενοι, ἢ οἱ νήφοντες καὶ οἱ ἐγρηγορότες, καὶ τῇ χρείᾳ τὸ μέτρον ὁρίζοντες, καὶ ἐξ οὐρίας πλέοντες, καὶ μέγιστον ἥδυσμα τὸ πεινῇν καὶ διψῇν ἔχοντες ἐπί τε τῶν
cannot be removed from their unclean way of life and led away—for they are destitute of reasoning—whereas this gentlest race, honoured with both reasoning and speech, I mean human nature, if it should be willing, is both easy and exceedingly ready to rid of that mire and stench, and of that dung and abomination. For why, O man, does wealth seem to you worth eager pursuit? Altogether on account of the pleasure from tables? on account of the honour, and the bodyguard of attendants from those who court you on its account? on account of being able to avenge yourself upon those who grieve you, and being formidable to all? For you could not name any other causes save pleasure, and flattery, and fear, and vengeance; for wealth is altogether not wont to make a man either wiser, or more temperate, or more gentle, or more intelligent—not kind, not humane, not superior to anger, not better than the belly, not above pleasures; it does not train him to be moderate, it does not teach him self-restraint, it does not introduce and plant any other part of virtue into the soul. Neither could you say on account of which of these things it is so eagerly pursued and desired by you. For not only does it know how to plant or cultivate none of good things, but even if it finds them laid up in store, it mars and hinders and withers them; and some things it even plucks up, and brings in their opposites—immeasurable licentiousness, unseasonable wrath, unjust anger, madness, arrogance, folly. Yet let me not speak concerning these things; for those caught by this disease would not endure hearing about virtue and wickedness, being wholly given over to pleasure, and on this account becoming its slaves, so as to see themselves at once accused and convicted. Come then, leaving aside for a while the discourse concerning these things, let us bring the rest forward, and let us see whether wealth has any pleasure, whether it has any honour; for I see the exact opposite in all things. And if you will, let us first examine the tables of the rich and of the poor, and let us ask those who feast, who above all are they that reap pure and genuine pleasure? Those who recline upon couches through the measured-out day, and join dinners to luncheons, and burst their belly, and maim their senses, and sink the vessel with the overgrown cargo of viands, and make the ship waterlogged, and deluge it as though in the shipwreck of the body, and devise fetters, and handcuffs, and tongue-fetters, and bind fast their whole body with the bond of drunkenness and luxury, harsher than an iron chain, and neither take genuine, unalloyed sleep, nor are freed from fearful dreams, being more wretched than madmen, and bringing some self-chosen demon in upon the soul, and set forth as a laughing-stock to the theatre of their domestics—or rather even a tragedy and a matter for tears to the more decent among them—and knowing none of those present, able neither to say anything nor to hear, but carried in a litter from the couches unto their bed; or those who are sober and wakeful, and bound their measure by need, and sail with a fair wind, and have hungering and thirsting as the greatest seasoning both in