Migne Reading Room

PG 52 · cols. 463–466 bis · Read from the page

Liber quod nemo laeditur nisi a seipso (ab exsilio Cucuso scriptus)

Liber quod nemo laeditur nisi a seipso (ab exsilio Cucuso scriptus)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 52:463Read from the page
καὶ πλοκάμους χρυσοῖς σχοινίοις συμπεπλεγμένους ἢ τὸ δρομικὸν εἶναι καὶ εὐσκελῆ, καὶ βαδίζειν εὔρυθμα, καὶ ὁπλὰς ἔχειν ἵππῳ πρεπούσας γενναίῳ, καὶ ἀνδρίαν κεκτῆσθαι τὴν ἐν ἀποδημίαις μακραῖς, τὴν ἐν πολέμοις ἁρμόζουσαν, καὶ δύνασθαι καὶ ἐν παρατάξει μετὰ πολλοῦ φαίνεσθαι τοῦ παραστήματος, καὶ τροπῆς γενομένης σώζειν τὸν ἀναβάτην; Οὐκ εὔδηλον ὅτι ταῦτα ἵππου ἀρετὴ, οὐκ ἐκεῖνα; Τί δὲ, ὄνων καὶ ἡμιόνων ποίαν φαίης ἀρετὴν εἶναι; Οὐ τὸ δύνασθαι μετ' εὐκολίας ἀχθοφορεῖν, καὶ ῥᾳδίως τὰς ὁδοὺς διανύειν, καὶ πόδας ἔχειν στεῤῥότητι πέτρας μιμουμένους; Μὴ τὰ ἔξωθεν αὐτοῖς περικείμενα συντελεῖν τι πρὸς τὴν οἰκείαν ἀρετὴν αὐτῶν φήσομεν; Οὐδαμῶς. Ἄμπελον δὲ ποίαν θαυμασόμεθα; Τὴν τοῖς φύλλοις κομῶσαν καὶ τοῖς κλήμασιν, ἢ τὴν τῷ καρπῷ βριθομένην; Ποίαν δὲ ἀρετὴν ἐλαίας εἶναί φαμεν; Ὅταν μεγάλους ἔχῃ τοὺς κλάδους, καὶ πολλὴν τὴν ἀπὸ τῶν φύλλων κόμην, ἢ ὅταν τὸν οἰκεῖον καρπὸν δαψιλῆ καὶ πανταχοῦ διεσπαρμένον ἐμφαίνῃ; Οὕτω δὴ καὶ ἐπὶ τῶν ἀνθρώπων ποιῶμεν· διευκρινήσωμεν τὴν ἀρετὴν τὴν τοῦ ἀνθρώπου, καὶ βλάβην εἶναι ἐκείνην νομίσωμεν μόνην, τὴν αὐτῇ λυμαινομένην. Τί οὖν ἐστιν ἀρετὴ ἀνθρώπου; Οὐ χρήματα, ἵνα πενίαν δείσῃς· οὐδὲ ὑγίεια σώματος, ἵνα φοβηθῇς νόσον· οὐδὲ ἡ τῶν πολλῶν ὑπόληψις, ἵνα ὑπίδῃς δόξαν πονηράν· οὐδὲ τὸ ζῆν ἁπλῶς καὶ εἰκῆ, ἵνα φοβερός σοι γένηται ὁ θάνατος· οὐδὲ ἐλευθερία, ἵνα δουλείαν φύγῃς· ἀλλ' ἡ τῶν ἀληθῶν δογμάτων ἀκρίβεια, καὶ ἡ κατὰ τὸν βίον ὀρθότης. Ταῦτα δὲ οὐδὲ αὐτὸς ὁ διάβολος ἀποσυλῆσαι δυνήσεται, ἐὰν ὁ κεκτημένος αὐτὰ μετὰ τῆς προσηκούσης ἀκριβείας διαφυλάττῃ· καὶ ταῦτα καὶ ὁ πονηρότατος καὶ ἄγριος δαίμων ἐκεῖνος οἶδε. Διὰ γάρ τοι τοῦτο καὶ τὴν οὐσίαν ἐσύλα τοῦ Ἰὼβ, οὐχ ἵνα πένητα ποιήσῃ, ἀλλ' ἵνα βλάσφημόν τι ῥῆμα ἐκβαλεῖν βιάσηται· καὶ τὸ σῶμα κατέτεμεν, οὐχ ἵνα ἀῤῥωστίᾳ περιβάλῃ, ἀλλ' ἵνα ὑποσκελίσῃ τὴν κατὰ ψυχὴν ἀρετήν. Ἀλλ' ὅμως πάντα αὑτοῦ κινήσας τὰ μηχανήματα, καὶ πένητα ἀντὶ πλουτοῦντος ποιήσας (τοῦτο δὴ τὸ πάντων ἡμῖν φρικωδέστατον εἶναι δοκοῦν), ἀντὶ πολύπαιδος ἄπαιδα, καὶ καταξάνας αὐτοῦ τὸ σῶμα ἅπαν, τῶν ἐν δικαστηρίοις δημίων χαλεπώτερον (οὐ γὰρ οὕτω διορύττουσιν οἱ ἐκείνων ὄνυχες τὰς πλευρὰς τῶν ἐμπιπτόντων αὐτοῖς, ὡς κατέξαναν αὐτοῦ τὴν σάρκα τῶν σκωλήκων τὰ στόματα), καὶ πονηρὰν αὐτῷ περιθεὶς δόξαν (οἱ γὰρ φίλοι αὐτῷ παρόντες ἔλεγον, οὐκ ἄξια ὧν ἥμαρτες μεμαστίγωσαι, καὶ πολλοὺς ἐπέτεινον κατ' αὐτοῦ κατηγορίας λόγους), καὶ οὐχὶ τῆς πόλεως ἐκβαλὼν μόνον, οὐδὲ τῆς οἰκίας, καὶ εἰς ἄλλην μεταστήσας πόλιν, ἀλλὰ τὴν κοπρίαν καὶ οἰκίαν αὐτῷ καὶ πόλιν καταστήσας, οὐ μόνον οὐδὲν αὐτὸν ἐλυμήνατο, ἀλλὰ καὶ λαμπρότερον δι' ὧν ἐπεβούλευσεν ἀπέφηνεν. Ὁ δὲ οὐ μόνον τι τῶν ὄντων οὐκ ἀφείλετο, καίτοι τοσαῦτα ἀφελόμενος, ἀλλὰ καὶ μείζονα αὐτῷ τὸν πλοῦτον τῆς ἀρετῆς εἰργάσατο. Καὶ γὰρ πλείονος μετὰ ταῦτα ἀπήλαυσε παῤῥησίας, ἅτε καὶ σφοδρότερον ἀγωνισάμενος ἀγῶνα. Εἰ δὲ ὁ τοσαῦτα παθὼν οὐδὲν ἠδίκηται, καὶ παθὼν οὐ παρὰ ἀνθρώπου, ἀλλὰ παρὰ τοῦ πάντων ἀνθρώπων πονηροτέρου δαίμονος, τίς ἕξει λοιπὸν ἀπολογίαν τῶν λεγόντων, ὅτι ὁ δεῖνά με ἠδίκησε καὶ παρέβλαψεν; Εἰ γὰρ ὁ διάβολος ὁ τοσαύτης γέμων κακίας, πάντα αὑτοῦ κινήσας τὰ ὄργανα, καὶ πάντα ἀφεὶς τὰ βέλη, καὶ ὅσα ἦν ἐν ἀνθρώποις κακὰ, μετὰ πολλῆς τῆς ὑπερβολῆς, καὶ εἰς τὴν οἰκίαν τοῦ δικαίου
and mane-locks braided with golden cords—or is it to be swift of course and sound of limb, and to step in measured rhythm, and to have hooves befitting a noble steed, and to possess courage suited for long journeys and for wars, and to be able both to stand in the line of battle with high spirit and, when a rout occurs, to bring its rider safely through? Is it not quite clear that these things constitute a horse's virtue, and not those trappings? What, again, of asses and mules: what would you say their virtue is? Is it not to be able to bear burdens with ease, and readily accomplish journeys, and have feet rivalling rocks in hardness? Shall we say that the trappings hung round about them from without contribute anything to their own proper virtue? By no means! And what sort of vine shall we admire? One luxuriant with leaves and shoots, or one laden with fruit? And what do we say the virtue of an olive tree is? When it has great boughs and abundant foliage of leaves, or when it displays its proper fruit lavishly and spread on every side? Even so let us do in the case of human beings as well: let us distinguish the virtue of man, and deem that alone to be harm which mars it. What, then, is the virtue of man? Not moneys, that you should dread poverty; nor bodily health, that you should fear sickness; nor the opinion of the many, that you should view ill repute with suspicion; nor merely living on aimlessly and at random, that death should become terrible to you; nor freedom, that you should flee slavery: rather, it is exactness in true doctrines and uprightness of life! And these things not even the devil himself will be able to plunder, if he who possesses them guards them with fitting exactness; and this even that most wicked and savage demon knows full well. For on this very account he plundered Job's substance as well—not in order to make him poor, but in order to force him to fling out some blasphemous word; and he lacerated his body—not in order to wrap him in infirmity, but in order to trip up the virtue of his soul. And yet, though he set in motion all his siege-engines, and made him poor instead of rich (the very thing that seems to us most frightful of all), childless instead of a father of many children, and carded his whole body to shreds more grievously than the executioners in law-courts (for their iron claws do not dig into the flanks of those who fall into their hands in such a way as the mouths of the worms carded his flesh), and cast ill repute round about him (for his friends who were present with him kept saying, Not in full measure for your sins have you been scourged, and pressed home many speeches of accusation against him), and not only cast him out of city and house—not merely removing him to another city, but making the dunghill both house and city for him—not only did he mar him in nothing, but he rendered him all the more radiant by the very means whereby he plotted against him! Nay, not only did he strip him of none of his true possessions, though he stripped away so much, but he wrought for him all the greater wealth of virtue! For after these trials he enjoyed greater boldness before God, inasmuch as he had fought a fiercer contest. Now if he who suffered so many things was wronged in nothing—and suffered them not at the hands of a man, but at the hands of the demon more wicked than all men—what excuse hereafter will anyone have among those who say: So-and-so wronged me and harmed me? For if the devil, brimming with such malice, having set all his instruments in motion, and hurled all his darts, and poured out with great excess every evil found among men both upon the house of that righteous man
PG 52:464Read from the page
καὶ εἰς τὸ σῶμα κενώσας, οὐδὲν τὸν ἄνδρα ἠδίκησεν, ἀλλ', ὅπερ ἔφην, καὶ μᾶλλον ὠφέλησε· πῶς δυνήσονταί τινες τὸν δεῖνα καὶ τὸν δεῖνα αἰτιάσασθαι, ὡς παρ' αὐτῶν, ἀλλ' οὐχ ὡς οἴκοθεν ἠδικημένοι;
and upon his body, wronged the man in nothing, but, as I said, profited him all the more, how will people be able to blame this man or that, as though wronged by them, and not rather from within themselves?
δʹ. Τί οὖν, φησὶ, τὸν Ἀδὰμ οὐκ ἠδίκησε, καὶ ὑπεσκέλισε, καὶ ἐξέβαλε τοῦ παραδείσου; Οὐχ οὗτος, ἀλλ' ἡ τοῦ ἀδικηθέντος ῥᾳθυμία, καὶ τὸ μὴ νήφειν, μηδὲ ἐγρηγορέναι. Ὁ γὰρ τοιαῦτα καὶ τοσαῦτα προσαγαγὼν μηχανήματα, καὶ τὸν Ἰὼβ κατενεγκεῖν μὴ δυνηθεὶς, πῶς ἂν ἐξ ἐλαττόνων ἐκράτησε τοῦ Ἀδὰμ, εἰ μὴ διὰ τῆς οἰκείας ῥᾳθυμίας ἑαυτὸν προέδωκεν ἐκεῖνος; Τί οὖν; ὁ συκοφάνταις περιπεσὼν, καὶ δημευθεὶς τὴν οὐσίαν, οὐκ ἠδίκηται, τὰ ὄντα πάντα ἀφαιρεθεὶς, καὶ πατρῴων ἐκπεσὼν, καὶ πενίᾳ παλαίων ἐσχάτῃ; Οὐκ ἠδίκηται, ἀλλὰ καὶ ἐκέρδανεν, ἐὰν νήφῃ. Τί γὰρ, εἰπέ μοι, τοῦτο παρέβλαψε τοὺς ἀποστόλους; Οὐ λιμῷ καὶ δίψει καὶ γυμνότητι συνεχῶς ἐπάλαιον; καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο καὶ σφόδρα ἦσαν λαμπροὶ καὶ ἐπίσημοι, καὶ πολλὴν παρὰ τοῦ Θεοῦ τὴν βοήθειαν ἐπεσπάσαντο. Τί δὲ τὸν Λάζαρον ἡ νόσος, καὶ τὰ ἕλκη, καὶ ἡ πενία, καὶ ἡ ἐρημία τῶν προστησομένων παρέβλαψεν; Οὐκ ἐντεῦθεν αὐτῷ μειζόνως ἐπλάκησαν οἱ στέφανοι; Τί δὲ τὸν Ἰωσὴφ τὸ πονηρὰν δόξαν κτήσασθαι ἐπὶ τῆς οἰκείας γῆς καὶ ἐπὶ τῆς ἀλλοτρίας; καὶ γὰρ καὶ μοιχὸς καὶ ἑταιρικὸς εἶναι ἐνομίζετο· τί δὲ ἡ δουλεία; τί δὲ τὸ τῆς πατρίδος ἐκπεσεῖν; Οὐ διὰ ταῦτα αὐτὸν μάλιστα θαυμάζομεν καὶ ἐκπληττόμεθα; Καὶ τί λέγω τὴν εἰς τὴν ὑπερορίαν μετάστασιν, καὶ πενίαν, καὶ πονηρὰν δόξαν, καὶ δουλείαν; Αὐτὸς γὰρ ὁ θάνατος τί τὸν Ἄβελ παρέβλαψε, καὶ βίαιος καὶ ἄωρος γενόμενος, καὶ ὑπὸ χειρὸς ἀδελφικῆς τολμηθείς; Οὐ διὰ τοῦτο πανταχοῦ τῆς οἰκουμένης ᾄδεται; Ὁρᾷς πῶς πλέον, ἤπερ ὑπέσχετο, ὁ λόγος ἀπέδειξεν; Οὐ γὰρ δὴ μόνον οὐδένα παρ' οὐδενὸς ἀδικούμενον ἀπέφηνεν, ἀλλὰ καὶ μειζόνως κερδαίνοντας τοὺς ἑαυτοῖς προσέχοντας. Τίνος οὖν ἕνεκεν τιμωρίαι καὶ κολάσεις, φησί; τίνος ἕνεκεν γέεννα; τίνος ἕνεκεν ἀπειλαὶ τοσαῦται, εἰ μηδεὶς μήτε ἀδικεῖται, μήτε ἀδικεῖ; Τί λέγεις; τί συγχέεις τὸν λόγον; Οὐδὲ γὰρ εἶπον ὅτι οὐδεὶς ἀδικεῖ, ἀλλ' ὅτι οὐδεὶς ἀδικεῖται. Καὶ πῶς ἔνι, φησὶν, ἀδικούντων πολλῶν, μὴ ἀδικεῖσθαί τινα; Οὕτως ὡς ἐδίδαξα νῦν. Ἐπεὶ καὶ τὸν Ἰωσὴφ ἠδίκησαν μὲν οἱ ἀδελφοὶ, αὐτὸς δὲ οὐκ ἠδικήθη· καὶ τῷ Ἄβελ ἐπεβούλευσε μὲν ὁ Κάϊν, αὐτὸς δὲ οὐκ ἐπεβουλεύθη. Διὰ τοῦτο τιμωρίαι καὶ κολάσεις. Οὐδὲ γὰρ διὰ τὴν τῶν πασχόντων ἀρετὴν ἀναιρεῖ τὰς τιμωρίας ὁ Θεός· ἀλλὰ διὰ τὴν κακίαν τῶν πονηρευομένων τίθησι τὰς κολάσεις. Εἰ γὰρ καὶ λαμπρότεροι οἱ πάσχοντες κακῶς ἀπὸ τῶν ἐπιβούλων γίνονται, ἀλλ' οὐ τῆς γνώμης τοῦτο τῶν ἐπιβουλευόντων, ἀλλὰ τῆς ἀνδρείας τῶν ἐπιβουλευομένων ἐστί. Διὰ τοῦτο τοῖς μὲν τῆς φιλοσρφίας τὰ βραβεῖα, ἐκείνοις δὲ τῆς πονηρίας αἱ τιμωρίαι εὐτρεπίζονται καὶ παρασκευάζονται. Ἀφῃρέθης τὰ χρήματα; Λέγε, Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι. Καὶ προστίθει τὸ ἀποστολικόν· Οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον τοῦτον· δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Ἤκουσας κακῶς, καὶ μυρίαις σέ τινες ἔπλυναν λοιδορίαις; Ἀναμνήσθητι τῆς ῥήσεως ἐκείνης τῆς λεγούσης· Οὐαὶ ὑμῖν ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι· καὶ, Χαίρετε, καὶ σκιρτᾶτε, ὅταν ἐκβάλωσι καθ' ὑμῶν
4. What then, one asks: did he not wrong Adam, and trip him up, and cast him out of paradise? Not he, but the heedlessness of him who was wronged, and his failure to be sober and watchful! For he who brought up siege-engines of such sort and number, and yet was unable to bring Job down—how could he have prevailed over Adam with slighter weapons, had not that man betrayed himself through his own heedlessness? What then? He who has fallen among sycophants and had his substance confiscated—has he not been wronged, stripped of all his possessions, cast out of his paternal inheritance, and wrestling with extreme poverty? He has not been wronged; nay rather, he has even gained, if he is sober and vigilant! For in what way, tell me, did this harm the apostles? Did they not continually wrestle with hunger, thirst, and nakedness? And on this very account they were exceedingly radiant and renowned, and drew to themselves great help from God! And in what way did sickness, sores, poverty, and desertion by any protectors harm Lazarus? Were not his crowns woven all the more gloriously from these very things? And what harm did it do Joseph to acquire an evil reputation both in his own land and in a foreign land—for he was supposed to be both an adulterer and a fornicator—and what harm did slavery do him, or banishment from his fatherland? Is it not on account of these very things above all that we admire him and are struck with wonder? And why do I speak of removal into exile, and poverty, and evil reputation, and slavery? For in what way did death itself harm Abel, even though it was violent and untimely, and dared by a brother's hand? Is he not on this account sung of throughout the whole inhabited world? Do you see how our argument has proved more than it promised? For not only has it shown that no one is wronged by anyone, but that those who give heed to themselves gain all the more! For what sake, then, are there retributions and chastisements, one asks? For what sake Gehenna? For what sake threats so great, if no one either is wronged or wrongs? What are you saying? Why do you confound the argument? I did not say that no one commits wrong, but that no one suffers wrong! And how is it possible, one asks, when many commit wrong, for no one to suffer wrong? In just the way I have taught now! For Joseph's brothers wronged him, yet he himself suffered no wrong; and Cain plotted against Abel, yet Abel fell prey to no plot. On this account there are retributions and chastisements: God does not do away with retributions on account of the virtue of those who suffer, but appoints chastisements on account of the malice of those who work wickedness. For even if those who suffer ill at the hands of plotters grow more radiant, this comes not from the purpose of the plotters, but from the fortitude of those plotted against! Wherefore for the latter the prizes of true philosophy are made ready and prepared, and for the former the retributions of their wickedness. Have you been robbed of your moneys? Say: Naked I came forth from my mother's womb, and naked shall I depart; and add the apostolic saying: For we brought nothing into this world, and it is clear that neither can we carry anything out. Have you been spoken ill of, and have people drenched you with countless revilings? Call to mind that saying which declares: Woe to you when all men speak well of you; and: Rejoice and leap for joy when they cast out against you
Notes, col. 464

On the reading

Printed φιλοσρφίας, for φιλοσοφίας.

PG 52:465Read from the page
ὄνομα πονηρόν. Πρὸς τὴν ὑπερορίαν μετῳκίσθης; Ἐννόησον ὅτι οὐκ ἔχεις ἐνταῦθα πατρίδα, ἀλλ' εἰ μέλλεις φιλοσοφεῖν, καὶ τὴν γῆν ἅπασαν ξένην ἐκελεύσθης εἶναι νομίζειν. Ἀλλὰ νόσῳ παρεδόθης χαλεπῇ; Εἰπὲ τὸ ἀποστολικὸν ἐκεῖνο· Ὅσῳ ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος διαφθείρεται, τοσούτῳ ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Ἀλλὰ θάνατον ὑπέμεινέ τις βίαιον; Ἐννόησον τὸν Ἰωάννην, καὶ τὴν ἀποτμηθεῖσαν ἐν δεσμωτηρίῳ κεφαλὴν, ἐπὶ πίνακος ἐνεχθεῖσαν, καὶ πορνικῆς ὀρχήσεως γενομένην μισθόν. Ἐννόησον τὰς ἐντεῦθεν ἀμοιβάς· ταῦτα γὰρ ἅπαντα τὰ παθήματα, ὅταν ἀδίκως παρά τινος ἐπάγηταί τινι, καὶ ἁμαρτήματα λύει, καὶ δικαιοσύνην ἐργάζεται. Τοσοῦτον αὐτῶν τῆς ὠφελείας τὸ μέγεθος ἐπὶ τῶν γενναίως αὐτὰ φερόντων.
an evil name. Have you been removed into exile? Reflect that here you have no fatherland, but if you mean to practise true philosophy, you were commanded to deem the whole earth foreign! Have you been given over to a grievous sickness? Speak that apostolic saying: In the measure that our outward man decays, in that measure our inward man is renewed day by day. Has someone endured a violent death? Reflect upon John, and his head severed in prison, borne in upon a platter, and made the wages of a harlot's dance! Reflect upon the recompenses that follow thence; for all these sufferings, whenever they are unjustly brought upon someone by another, both wash away sins and work righteousness. So great is the magnitude of their profit in the case of those who bear them nobly.
εʹ. Ὅταν οὖν μήτε ζημία χρημάτων, μήτε συκοφαντίαι καὶ λοιδορίαι, μήτε τὸ πρὸς τὴν ὑπερορίαν μεταστῆναι, μήτε νόσοι καὶ βάσανοι, μήτε αὐτὸ, ὃ πάντων δοκεῖ φοβερώτερον εἶναι, ὁ θάνατος, βλάπτῃ τοὺς πάσχοντας, ἀλλὰ καὶ ὠφελῇ μειζόνως, πόθεν ἔχεις μοι δεῖξαί τινα ἀδικούμενον, ὅταν ἐντεῦθεν μηδὲν ἀδικῆται; Ἐγὼ γὰρ τοὐναντίον ἀποδεῖξαι πειράσομαι, ὅτι οἱ μάλιστα ἀδικούμενοι καὶ ἐπηρεαζόμενοι, καὶ τὰ ἀνήκεστα πάσχοντες, οἱ ταῦτα ποιοῦντές εἰσι. Τί γὰρ ἀθλιώτερον γένοιτ' ἂν τοῦ Κάϊν, τοῦ τοιαῦτα τὸν ἀδελφὸν διαθέντος; τί δὲ τῆς Φιλίππου γυναικὸς ἐλεεινότερον, τῆς τὸν Ἰωάννην ἀποτεμούσης; τί δὲ τῶν ἀδελφῶν τοῦ Ἰωσὴφ, τῶν ἀπεμπολησάντων αὐτὸν, καὶ πρὸς τὴν ὑπερορίαν μεταστησάντων; τί δὲ τοῦ διαβόλου τοῦ τὸν Ἰὼβ τοσούτοις καταξάναντος κακοῖς; Οὐ γὰρ δὴ μόνον τῶν ἄλλων, ἀλλὰ καὶ οὕτως οὐ τὴν τυχοῦσαν δώσει δίκην τῆς ἐπιβουλῆς. Εἶδες πῶς κἀνταῦθα πλείω τῆς ὑποσχέσεως ὁ λόγος ἀπέδειξεν; οὐ μόνον οὐδεμίαν λύμην ἀπὸ τῶν ἐπιβούλων τούτων ὑπομένοντας τοὺς ἐπηρεαζομένους, ἀλλὰ καὶ τὸ πᾶν εἰς τὴν τῶν ἐπιβουλευόντων περιτρεπόμενον κεφαλήν; Ἐπειδὴ γὰρ οὔτε πλοῦτος, οὔτε τὸ ἐλεύθερον εἶναι, οὔτε τὸ πατρίδα οἰκεῖν, οὔτε τὰ ἄλλα, ἅπερ εἶπον, ἀνθρώπου εἰσὶν ἀρεταὶ, ἀλλὰ τῆς ψυχῆς τὰ κατορθώματα· εἰκότως, ὅταν εἰς ταῦτα ἡ βλάβη γίνηται, οὐδὲν ἡ ἀνθρωπίνη παραβλάπτεται ἀρετή. Τί οὖν, ἂν εἰς αὐτήν τις παραβλαβῇ τῆς ψυχῆς τὴν φιλοσοφίαν; Οὐδὲ ἐνταῦθα, ἂν βλαβῇ, παρ' ἑτέρου βλάπτεται, ἀλλ' οἴκοθεν καὶ παρ' ἑαυτοῦ. Πῶς οἴκοθεν καὶ παρ' ἑαυτοῦ, φησίν; Ὅταν μαστιχθεὶς παρ' ὁτουοῦν, ἢ τὰ ὄντα ἀφαιρεθεὶς, ἢ χαλεπήν τινα ἑτέραν ὑπομείνας ἐπήρειαν, βλάσφημόν τι ῥῆμα ἐξενέγκῃ, ἐβλάβη μὲν ἐνταῦθα, καὶ βλάβην μεγίστην, οὐ μὴν παρὰ τοῦ ἐπηρεάσαντος, ἀλλὰ παρὰ τῆς οἰκείας μικροψυχίας. Ὅπερ γὰρ ἔμπροσθεν εἶπον, καὶ νῦν ἐρῶ, οὐδεὶς ἀνθρώπων κἂν μυριάκις ᾖ πονηρὸς, τοῦ ἀλάστορος ἐκείνου δαίμονος καὶ ἀκαταλλάκτως πρὸς ἡμᾶς ἔχοντος, τοῦ διαβόλου, πονηρότερον ἄν τινι προσβάλοι, οὐδὲ πικρότερον· ἀλλ' ὅμως ὁ χαλεπὸς οὗτος δαίμων οὐκ ἴσχυσε τὸν πρὸ τοῦ νόμου, τὸν πρὸ τῆς χάριτος, τοσαῦτα κατ' αὐτοῦ βέλη καὶ οὕτω πικρὰ πανταχόθεν ἀφεὶς, ὑποσκελίσαι καὶ καταβαλεῖν. Τοσαύτη τῆς ψυχῆς ἐστιν ἡ εὐγένεια. Τί δὲ ὁ Παῦλος; Οὐ τοσαῦτα ἔπαθε δεινὰ, ἃ μηδὲ καταλέξαι ῥᾴδιον; Δεσμωτήρια οἰκῶν, ἁλύσεις περικείμενος, ἀγόμενος καὶ περιαγόμενος, μαστιγούμενος παρὰ Ἰουδαίων, λιθαζόμενος, οὐχ ἱμᾶσι μόνοις, ἀλλὰ καὶ ῥάβδοις τὰ νῶτα ξαινόμενος, καταποντιζόμενος, λῃσταῖς πολλάκις περιπίπτων, ἐμφύλιον ὑπομένων πόλεμον, παρὰ τῶν ἐχθρῶν, παρὰ τῶν γνωρίμων βαλλόμενος διηνεκῶς, μυρίαις ἐπι-
5. When, therefore, neither pecuniary loss, nor sycophantic calumnies and revilings, nor removal into exile, nor sicknesses and tortures, nor death itself, which seems most frightful of all, harms those who suffer them, but rather profits them all the more, whence can you show me anyone who is wronged, when he suffers no wrong from these things? Nay, I shall try to prove the very opposite: that those who are most wronged and insulted, and who suffer incurable calamities, are the very men who inflict these things! For what could be more wretched than Cain, who treated his brother in such a manner? What more pitiable than Philip's wife, who beheaded John? What more pitiable than Joseph's brothers, who sold him into slavery and removed him into exile? What more wretched than the devil, who carded Job with so many evils? For not only for his other crimes, but for this too he will pay no ordinary penalty for his plot! Did you see how here too our argument has proved more than its promise—not only that those who are insulted endure no ruin from these plotters, but that the whole mischief recoils upon the head of the plotters? For since neither wealth, nor being free, nor dwelling in one's fatherland, nor the other things I mentioned are the virtues of man, but rather the righteous deeds of the soul, naturally, when harm befalls those outward things, human virtue is nowise harmed! What then, if someone be harmed in the very philosophy of his soul? Not even here, if he is harmed, is he harmed by another, but from within and by himself! How from within and by himself, one asks? When, upon being scourged by anyone whomsoever, or robbed of his possessions, or enduring some other grievous insult, he utters some blasphemous word, there indeed he has been harmed, and with the greatest harm—yet not by him who insulted him, but by his own pusillanimity! For what I said before, I will say now as well: no human being, though he be ten thousand times wicked, could assail anyone more wickedly or more bitterly than that avenging demon who is implacably hostile towards us, the devil; and yet that fierce demon had not the strength—though he hurled so many and such bitter darts from every side against the man who lived before the law and before grace—to trip him up and bring him down! So great is the nobility of the soul. And what of Paul? Did he not suffer so many terrible things that it is not even easy to recount them? Inhabiting prisons, hung round with chains, led and driven about, scourged by Jews, stoned, his back torn not with thongs alone, but with rods as well, plunged in the deep, often falling among brigands, enduring internecine warfare, pelted continually by enemies and by acquaintances, beset by countless
PG 52:466Read from the page
βουλευόμενος ἐπιβουλαῖς, λιμῷ καὶ γυμνότητι παλαίων, ἑτέρας πυκνὰς καὶ συνεχεῖς ὑπομένων περιστάσεις καὶ θλίψεις· καὶ τί δεῖ τὰ πολλὰ λέγειν; καθ' ἑκάστην ἀποθνήσκων τὴν ἡμέραν· ἀλλ' ὅμως τοσαῦτα πάσχων καὶ τηλικαῦτα, οὐ μόνον οὐδὲν ἐξήνεγκε ῥῆμα βλάσφημον, ἀλλ' ἔχαιρεν ἐπὶ τούτοις καὶ ἐκαυχᾶτο· καὶ νῦν μέν φησι· Χαίρω ἐν τοῖς παθήμασί μου· νῦν δὲ πάλιν· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν. Εἰ τοίνυν τοσαῦτα πάσχων αὐτὸς ἔχαιρε, καὶ ἐκαυχᾶτο, τίνα ἕξεις συγγνώμην, ποίαν δὲ ἀπολογίαν σὺ οὐ τὸ πολλοστὸν αὐτῶν ὑπομένων μέρος, καὶ βλασφημῶν;
plots, wrestling with hunger and nakedness, enduring other frequent and ceaseless distresses and afflictions—and what need is there to speak at length?—dying every day; and yet, though suffering things so many and so great, not only did he utter no blasphemous word, but he rejoiced over these things and gloried in them! At one time he says: I rejoice in my sufferings; and at another again: And not only so, but we also glory in afflictions. If, therefore, while suffering so many things he himself rejoiced and gloried, what pardon will you have, and what defence, when you do not endure the slightest fraction of them, and yet blaspheme?
ϛʹ. Ἀλλ' ἑτέρως ἀδικοῦμαι, φησὶ, κἂν μὴ βλασφημήσω, τὰ χρήματα ἀφαιρεθεὶς ἄχρηστος γίνομαι πρὸς τὴν ἐλεημοσύνην, φησί. Σκῆψις ταῦτα καὶ πρόφασις. Εἰ γὰρ διὰ τοῦτο ἀλγεῖς, μάθε σαφῶς, ὅτι πενία ἐλεημοσύνης οὐ γίνεται κώλυμα. Κἂν γὰρ μυριάκις εἶ πένης, οὐκ εἶ πενέστερος τῆς δράκα ἀλεύρου μόνον κεκτημένης, καὶ τῆς δύο μόνον ἐχούσης ὀβολοὺς, ὧν ἑκατέρα τὴν οὐσίαν ἅπασαν εἰς τοὺς δεομένους κενώσασα παραδόξως ἐθαυμάσθη· καὶ ἡ τοσαύτη πενία τῇ τοσαύτῃ φιλανθρωπίᾳ οὐ γέγονε κώλυμα, ἀλλ' οὕτω δαψιλὴς καὶ φιλότιμος ἡ ἐκ τῶν δύο λεπτῶν γέγονεν ἐλεημοσύνη, ὡς τοὺς πλουτοῦντας ἅπαντας ἀποκρύψαι, καὶ τοὺς πολλοὺς στατῆρας καταβαλόντας ὑπερακοντίσαι τῷ πλούτῳ τῆς γνώμης καὶ τῇ περιουσίᾳ τῆς προθυμίας. Ὥστε οὐδὲ ἐνταῦθα ἠδίκησαι, ἀλλὰ καὶ μειζόνως ἐκέρδανας, δι' ὀλίγης εἰσφορᾶς τῶν τὰ πολλὰ καταθέντων λαμπροτέρους λαβὼν τοὺς στεφάνους. Ἀλλ' ἐπειδὴ, κἂν μυριάκις ταῦτα εἴπωμεν, αἱ φιλοσώματοι ψυχαὶ καὶ τοῖς βιωτικοῖς ἡδέως ἐγκαλινδούμεναι, καὶ τοῖς παροῦσιν ἐνηδυπαθοῦσαι πράγμασιν, οὐκ ἂν ῥᾳδίως ἀνάσχοιντο τῶν κατασηπομένων ἀνθῶν ἀποστῆναι (τοιαῦτα γὰρ τοῦ βίου τὰ φαιδρὰ τούτου), οὐδὲ τὰς σκιὰς ἀφεῖναι ἀνέχονται· ἀλλ' οἱ μὲν ἐπιεικέστεροι κἀκείνων καὶ τούτων ἀντέχονται, οἱ δὲ ἐλεεινότεροι καὶ ἀθλιώτεροι ἐκ πλείονος μὲν ἐκείνων μοίρας, τούτων δὲ ἐξ ἐλάττονος σφόδρα· φέρε δὴ τὰ προσωπεῖα ἀφελόντες τὰ φαιδρὰ καὶ περιφανῆ τῆς αἰσχρᾶς καὶ δυσειδοῦς τῶν πραγμάτων ὄψεως τούτων, δείξωμεν τῆς ἑταιριζομένης γυναικὸς τὴν βδελυγμίαν. Τοιοῦτον γὰρ ἡ τοιαύτη ζωὴ, ἡ τρυφαῖς καὶ πλούτῳ καὶ δυναστείαις προσέχουσα· τὸ αἰσχρὸν καὶ δυσειδὲς καὶ πολλῆς βδελυγμίας γέμον, τὸ ἀηδὲς καὶ φορτικὸν καὶ πικρίας ἐμπεπλησμένον. Καὶ γὰρ δὴ τοῦτο μάλιστά ἐστι τὸ πάσης ἀποστεροῦν τοὺς ἁλόντας συγγνώμης, ὅτι καὶ ἀηδίας καὶ πολλῆς τῆς πικρίας ἐμπεπλησμένος ὁ βίος οὗτος, ποθεινός τε αὐτοῖς καὶ περισπούδαστός ἐστι, καὶ μυρίων γέμων κακῶν, κινδύνων, αἱμάτων, κρημνῶν. σκοπέλων, καὶ φόνων, καὶ φόβων, καὶ τρόμων, καὶ φθόνου, καὶ βασκανίας, καὶ ἐπιβουλῆς, καὶ φροντίδος διηνεκοῦς καὶ μερίμνης, καὶ κέρδος ἔχων οὐδὲν, οὐδὲ καρπὸν τῶν τοσούτων κακῶν οὐδένα φέρων, ἀλλ' ἢ κόλασιν καὶ τιμωρίαν, καὶ τὸ διηνεκῶς βασανίζεσθαι. Καίπερ τοιοῦτος ὢν, ζηλωτὸς εἶναι τοῖς πολλοῖς δοκεῖ καὶ περιμάχητος, ὃ τῆς ἀνοίας τῶν ἁλισκομένων ἐστὶν, οὐ τῆς τοῦ πράγματος μακαριότητος. Ἐπεὶ καὶ τὰ παιδία τὰ μικρὰ πρὸς μὲν τὰ ἀθύρματα κέχηνε καὶ ἐπτόηται, τῶν δὲ τελείοις ἀνδράσι πρεπόντων πραγμάτων οὐδὲ αἴσθησιν λαβεῖν δύναιτ' ἄν. Ἀλλ' ἐκείνοις μὲν συγγνώμη διὰ τὸ τῆς ἡλικίας ἄωρον· οὗτοι δὲ ἀπολογίας ἐκβέβληνται, ἐν ἡλικίᾳ τελείᾳ παιδικὴν ἔχοντες γνώμην, κἀκείνων ἀνοητότερον διακείμενοι.
6. Yet I am wronged in another way, one says: even if I do not blaspheme, when robbed of my moneys I become useless for almsgiving, he says. This is mere excuse and pretext! For if you grieve on this account, learn clearly that poverty does not become a hindrance to almsgiving. For even if you are ten thousand times poor, you are not poorer than she who possessed only a handful of meal, or she who had only two obols—each of whom, having emptied out all her substance upon those in need, was marvellously admired! Such poverty did not prove a hindrance to such loving-kindness; rather, the almsgiving from those two mites proved so lavish and munificent as to eclipse all the rich, and outstrip those who cast in many staters by the wealth of her disposition and the abundance of her eagerness! So not even here have you been wronged; nay rather, you have gained all the more, receiving through a slight contribution crowns more radiant than those who laid down much! Yet since, even though we say these things ten thousand times, body-loving souls that gladly wallow in worldly things and revel luxuriously in present affairs would not easily endure to stand aloof from rotting blossoms (for such are the bright joys of this life), nor do they bear to let go of shadows—rather, the more decent cling to both those spiritual things and these worldly ones, while the more pitiable and more wretched cling in greater part to worldly things and in exceedingly small part to spiritual ones—come now, stripping off the bright and showy masks from the shameful and ugly visage of these things, let us expose the loathsomeness of the harlot woman! For such is a life of that sort, devoted to luxuries, wealth, and domination: a thing shameful, deformed, and brimming with great loathsomeness, unpleasant, burdensome, and filled with bitterness. For this above all is what strips those captivated by it of all pardon: that although this life is filled with unpleasantness and great bitterness, it is longed for and eagerly courted by them, even while brimming with countless evils, dangers, bloodshed, precipices, crags, murders, fears, tremblings, envy, malice, plotting, ceaseless anxiety and care, possessing no gain and bearing no fruit from so many evils save chastisement, retribution, and perpetual torment! Although it is such, it seems enviable and worth fighting over to the many—which comes from the folly of its captives, not from any blessedness in the thing itself. For little children too gape at and are fluttered over playthings, while they could not even form a perception of affairs befitting full-grown men. Yet those children have pardon on account of the immaturity of their age; whereas these men are cast out from all defence, holding in full-grown age a childish mind, and disposed more foolishly than children.
PG 52:465 bisRead from the page
In exsilium ejectus es? Cogita te hic non habere patriam, sed si philosophari velis, jussum esse etiam totam terram pro peregrina ducere. At in gravem incidisti morbum? Dic illud apostolicum: Quanto magis exterior noster homo corrumpitur, tanto magis interior renovatur de die in diem (2. Cor. 4. 16). At violentam quis mortem sustinuit? Cogita Joannem, et abscissum in carcere caput, in lance allatum, et in meretriciae saltationis mercedem datum. Cogita remunerationes inde secuturas: omnia enim isthaec damna cum per injuriam inferuntur, et peccata expiant, et justitiam conferunt. Tanta est utilitatis eorum magnitudo in iis qui generoso ea animo ferunt.
Have you been cast into exile? Reflect that you have no homeland here, and that if you wish to practise true wisdom, you have been bidden to reckon the whole earth foreign. Have you fallen into a grievous sickness? Utter that apostolic word: The more our outward man decays, the more our inward man is renewed day by day (2 Cor. 4:16). Has someone suffered a violent death? Think of John, and of his head cut off in prison, brought in upon a platter, and given as the wages of a harlot's dance! Think of the rewards that follow therefrom: for when all such sufferings are inflicted unjustly, they both purge away sins and procure righteousness—so great is the magnitude of their benefit in those who bear them nobly.
5. Cum igitur neque pecuniae jactura, neque calumniae et convicia, neque exsilium, neque morbi, neque cruciatus, neque id ipsum, quod omnibus terribilius esse videtur, mors, perferentibus damnum afferat, sed utilitatem potius: quibus rebus mihi potes ostendere quempiam laedi, quando his non laeditur? Ego enim contrarium demonstrare conabor: nempe, qui maxima damna ac detrimenta, et incurabiles clades perferant, eos esse qui inferunt. Quid enim miserabilius esse possit, quam Cain, qui talibus modis fratrem accepit? quid infelicius uxore Philippi, quae Joanni caput abscidit? quid fratribus Joseph, qui eum venumdederunt, et in exsilium relegarunt? quid diabolo, qui Job tot malis affecit? Non enim caeterorum dumtaxat scelerum, sed ita quoque non vulgares insidiarum poenas dabit. Cernis etiam hic plura, quam pollicita fuerat, orationem demonstrasse? non modo nullum incommodum eos, qui perferunt insidias, ab insidiatoribus accipere, verum etiam id omne in caput insidiantium converti? Quoniam enim nec in divitiis, neque in libertate, neque in habitanda patria, neque in caeteris, quae dixi, hominis sita est virtus, sed in animae recte factis: merito, cum horum fit jactura, nihil detrimenti accipit virtus hominis. Quid igitur, si ipsius animae philosophiae jacturam quis faciat? Neque hic, si laeditur, ab alio laeditur, sed a seipso. Quomodo, inquies, a seipso? Cum quis caesus a quopiam, aut facultatibus exutus, aut aliquam aliam gravem perpessus injuriam, blasphemum aliquod verbum protulit, hic affectus est ille quidem damno, eoque maximo, non tamen ab injurio, sed a propria pusillanimitate. Quod enim ante dixi, etiamnum dicam, nullum hominem, mille licet nocendi artibus imbutum, infesto illo daemone et implacabili nostro hoste, diabolo, pejus aliquid cuipiam infligere posse, aut acerbius: at istum saevum daemonem tamen non valuisse eum qui ante legem, ante gratiam vixit, tot in illum, tamque gravibus immissis undique jaculis, supplantare et dejicere. Tanta est animae generositas. Quid vero Paulus? Annon pertulit tot mala, quae ne recensere quidem facile est? Carceres inhabitans, vinctus catenis, actus et circumactus, flagellis caesus a Judaeis, lapidatus, non loris tantum, sed etiam virgis humeros laceratus, in mare demersus, saepe in latrones incidens, intestinum bellum ferens, ab inimicis, ab amicis jactatus continenter, infinitis insidiis exagitatus, cum fame ac nuditate luctatus, alios crebros et assiduos casus et afflictiones perpessus: quid opus est multis? quotidie moriens; sed tamen tot tantaque passus, non modo nullum verbum maledicum edidit, sed gaudebat his rebus et gloriabatur; atque alias, Gaudeo, inquit, in passionibus meis (Col. 1. 24); alias: Non solum autem, sed et gloriamur in tribulationibus (Rom. 5. 3).
5. Since, therefore, neither loss of money, nor slanders and insults, nor exile, nor sicknesses, nor tortures, nor death itself—which seems more dreadful than all—brings harm upon sufferers, but rather brings benefit, how can you show me anyone being harmed when he is not harmed by any of these? Nay, I will endeavour to prove the exact opposite: that those who suffer the greatest wrongs, injuries, and incurable disasters are the very ones who inflict them! For what could be more wretched than Cain, who treated his brother in such a fashion? What more pitiable than Philip's wife, who cut off John's head? What more wretched than Joseph's brothers, who sold him and banished him into a foreign land? Or than the devil, who afflicted Job with so many woes—for besides his other crimes, he will pay no ordinary penalty for that plot as well! Do you see here too how our discourse has proved more than its promise: not only that those plotted against suffer no harm from the plotters, but that the whole evil recoils upon the plotters' own heads? For since human virtue resides neither in wealth, nor in freedom, nor in dwelling in one's homeland, nor in the other things I mentioned, but in the upright deeds of the soul, naturally when loss occurs in outward things, human virtue suffers no impairment at all. What then if someone suffers injury in the very wisdom of his soul? Even here, if he is harmed, he is harmed not by another, but from within and by himself! 'How from within and by himself?' you ask. When someone, upon being scourged by anyone, or stripped of his substance, or subjected to some other grievous outrage, utters a blasphemous word, he has indeed suffered harm here, and the gravest harm—yet not from the wrongdoer, but from his own faint-heartedness! For what I said earlier I say now again: no human being, though versed in a thousand arts of malice, could inflict anything worse or more bitter upon anyone than that avenging demon and implacable foe of ours, the devil; and yet that savage demon was unable to trip up and cast down the man who lived before the Law and before grace, despite hurling so many bitter darts at him from every side! Such is the nobility of the soul. And what of Paul? Did he not endure woes too numerous even to recount with ease—dwelling in prisons, bound in chains, driven and dragged from place to place, scourged by Jews, stoned, having his back torn not with thongs only, but with rods as well, plunged into the deep, falling often among robbers, enduring war from his own countrymen, pelted continually by foes and acquaintances alike, harassed by countless plots, wrestling with hunger and nakedness, undergoing other thick and unceasing straits and tribulations, and—what need is there of many words?—dying daily; and yet, though suffering so many great woes, not only did he utter no blasphemous word, he even rejoiced and gloried in them, saying in one place, I rejoice in my sufferings (Col. 1:24), and in another, Not only so, but we also glory in tribulations (Rom. 5:3).
PG 52:466 bisRead from the page
Si igitur ipse tanta perferens gaudebat et gloriabatur, quae venia dabitur, quae excusatio tibi, qui nec minimam illorum partem sustines, et tamen maledicis?
If he, therefore, rejoiced and gloried while enduring such great afflictions, what pardon, what excuse will be granted to you, when you do not endure the smallest fraction of them, and yet utter blasphemy?
6. Num afflictiones vetent eleemosynam impertiri. — Sed variis injuriis afficior, inquies, ac nisi maledicam, direptis bonis ad stipem erogandam nihil mihi fit reliquum. Hoc nihil est aliud, quam praetextus ac species quaedam. Si enim hoc tibi dolet, certo scias paupertatem erogandae stipi non impedimento esse. Etsi enim quam pauperrimus sis, non pauperior es tamen illa, quae farinae tantum pugillum habebat (3. Reg. 17. 12), et illa, quae duos tantum obolos, quarum utraque omni re familiari in egentes collata, magnam sui admirationem reliquit (Luc. 21. 2): nec tanta paupertas tantae liberalitati impedimento fuit, sed duorum minutorum stips adeo larga et gloriosa fuit, ut omnes divites obscuraret, eosque qui multos stateras conjecerant, divitiis mentis, et alacritatis opibus superaret. Quare neque hic damnum passus es, sed lucrum habuisti potius, exigua pensione insigniores, quam qui multa contulerunt, coronas adeptus. Verum quoniam, licet haec sexcenties dicamus, animae corpus nimis amantes, saecularibus negotiis libenter implicitae, praesentium rerum voluptate captae, non facile poterunt marcescentes flores relinquere (talia enim sunt hujus vitae gaudia), neque umbras missas facere: sed honestissimi quique tam illa quam ista mordicus retinent; miseriores vero et infeliciores illa quidem majori, haec vero longe minori ex parte: age vero speciosis larvis a turpi ac deformi harum rerum facie detractis, meretricis mulieris foeditatem ostendamus. Talis enim est vita ad voluptates, divitias, et potentiam attenta; turpis, deformis, multa foeditate referta, molesta, gravis, amaritudine plena. Hoc enim est, quod hac vita captis omnem adimit veniam, quod ea et molestia et magna amaritudine referta, desideratur ab eis, et magnopere expetitur, infinitis malis plena, periculis, sanguine, praecipitiis, scopulis, caedibus, timoribus, terroribus, invidia, livore, insidiis, perpetua cura et sollicitudine, quaeque nullum lucrum, nullum tantorum laborum fructum afferat, nisi poenam, ac supplicium, et aeternos cruciatus. Ac licet ejusmodi sit, multis tamen beata videtur, et maxime appetenda, quae mente captorum opinio est, non vera rei felicitas. Nam et pueruli dediti intentique sunt ludicris, negotia vero adultis viris digna ne percipere quidem possunt. Verum his quidem ob immaturam aetatem venia concedenda est; illi vero omni excusatione carent, in integra aetate puerilem animum gerentes, illisque dementiores.
6. Whether afflictions hinder giving alms. — 'Yet I am wronged in another way,' you will say, 'even if I do not blaspheme: stripped of my money, I become useless for almsgiving!' This is nothing else than an excuse and a pretext. For if this truly grieves you, know full well that poverty is no hindrance to almsgiving. Even if you are poorest of all, you are no poorer than her who possessed only a handful of meal (1 Kings 17:12), or her who had only two mites, each of whom poured out her entire livelihood upon the needy and won marvellous admiration (Luke 21:2); nor did such poverty hinder such generosity, rather the offering of the two mites proved so lavish and munificent that it eclipsed all the rich and surpassed those who had cast in many staters by the wealth of her intention and the abundance of her readiness! Wherefore here too you have suffered no harm, but have gained all the more, winning through a slender contribution brighter crowns than those who laid down great sums. Nevertheless, since even if we say these things ten thousand times over, body-loving souls that gladly wallow in worldly affairs and are enamoured of present things will not easily bear to part from withering flowers (for such are the splendours of this life) nor let go of shadows—whereas nobler souls lay hold of both heavenly and virtuous things, while more pitiable and wretched ones cling mostly to the former and scarcely at all to the latter—come, let us strip the gaudy, showy masks off the foul, misshapen face of these things, and lay bare the loathsomeness of the harlot! For such is the life devoted to luxuries, wealth, and power: foul, misshapen, teeming with loathsomeness, irksome, burdensome, and full of bitterness. Indeed, this above all strips its captives of all pardon: that though filled with irksomeness and deep bitterness, it is longed for and eagerly pursued by them, teeming with countless evils, perils, bloodshed, precipices, crags, murders, fears, tremblings, envy, spite, plots, and unceasing care and anxiety, bringing no gain or fruit from such toils save chastisement, punishment, and unending torment! And although it is such, to the multitude it seems enviable and worth fighting over—which comes from the folly of its captives, not from any real blessedness in the thing itself. For little children too gape and flutter over playthings, while unable even to form a notion of pursuits worthy of grown men; yet children deserve pardon because of their unripe age, whereas those men are bereft of all excuse, harbouring a childish mind in mature years and acting more foolishly than children.