Migne Reading Room

PG 52 · cols. 805–810 · Read from the page

Letters of St John Chrysostom and some others

Letters of St John Chrysostom and some others

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 52:805Read from the page
Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν. Ἠθέλησας· ἐγένετό σοι ἀνήρ· Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Πόρνη ἦς, καὶ ἐγένου παρθένος. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Ἐπὶ τῶν ἔξωθεν ὁ γάμος τὴν παρθενίαν διαλύει, ἐπὶ δὲ τῶν πνευματικῶν πόρνην ἔλαβε, καὶ παρθένου ἐποίησε σεμνοτέραν. Ἑρμήνευσον, ὦ αἱρετικὲ, πῶς ἡ πόρνη παρθένος. Περιεργάσασθαι οὐ δύναμαι· πίστει δὲ κατέχομαι. Ταῦτα δὲ πάντα ἡ τοῦ Πνεύματος ἐποίησε χάρις. Ἐξεχύθη ἡ χάρις, Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι αἱ γλωσσαι ὡσεὶ πυρός· οὐχὶ πυρὸς, ἀλλ' Ὡσεὶ πυρός. Εἰ πῦρ, πῶς οὐκ ἐκαίοντο; ἐρωτᾷ ὁ Ἰουδαῖος. Μᾶλλον δὲ ἐγὼ τὸν Ἰουδαῖον ἐρωτῶ, πῶς οὐκ ἔκαιε τὴν βάτον φρυγανῶδες ξύλον; Τί πυρὸς σφοδρότερον; τί βάτου εὐτελέστερον; καὶ οὔτε τὸ ξύλον ἐκαίετο, οὔτε τὸ πῦρ ἐσβέννυτο. Καὶ πάλιν, πῶς τὰ σώματα τῶν τριῶν παίδων οὐ κατέκαυσεν, ἀλλ' ἡ κάμινος εἰς δρόσον μετεβάλλετο, καὶ τοὺς ἄνθρακας ῥοδῶνα ἐνόμιζον; Μάχη ἦν πυρὸς καὶ σωμάτων, καὶ ἡ νίκη τῶν σωμάτων ἐγίνετο· κηροῦ γὰρ ὄντα μαλακώτερα, σιδήρου ἐγένετο στερεώτερα. Ἑρμήνευσόν μοι τὰ τῶν παλαιῶν· ἀλλ' ἐκεῖνα προέλαβεν, ἵνα πιστευθῇ ἡ ἀλήθεια. Διὰ τί ἐν πυρὶ τὸ Πνεῦμα τὸ ἅγιον; Διὰ τὸ γοργὸν τῆς διανοίας τῶν δεχομένων. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ὥσπερ τὸ πῦρ τὰς ἀκάνθας ἀναλίσκει, οὕτω τὸ Πνεῦμα τὰ ἁμαρτήματα δαπανᾷ. Ἐνεβλήθη ὁ ἅγιος εἰς λάκκον, καὶ τοὺς λέοντας ἐφίμωσε. Περιῆλθον οἱ ἁλιεῖς τὴν οἰκουμένην, νοσοῦσαν αὐτὴν παραλαβόντες, καὶ πρὸς ὑγίειαν ἐπανήγαγον· στασιάζουσαν παραλαβόντες, πρὸς εὐταξίαν ἐχειραγώγησαν, οὐ δόρατα κινοῦντες, οὐ τόξα βάλλοντες, οὐ βέλος ἀφιέντες, οὐ χρημάτων ἔχοντες περιουσίαν, οὐ λόγων ῥητορικῶν· ἀλλ' ἦσαν γυμνοὶ ἀπὸ ἱματίων, καὶ ἐνδεδυμένοι τὸν Χριστόν· πένητες καὶ πλούσιοι, χρημάτων ἀπεστερημένοι, τὴν δὲ βασιλείαν κεκτημένοι· μόνοι καὶ οὐ μόνοι, μόνοι ἀνθρώπων, ἔχοντες δὲ τὸν ἑαυτῶν Δεσπότην. Ἐγὼ γάρ εἰμι, φησὶ, μεθ' ὑμῶν ἕως τῆς συντελείας τοῦ μιῶνος. Περιῆλθον τὴν οἰκουμένην πᾶσαν τὰ πρόβατα μεταξὺ τῶν λύκων. Τίς εἶδε; τίς ἤκουσε; Λέγει· Ἀποστέλλω ὑμᾶς ὥσπερ πρόβατα ἐν μέσῳ λύκων. Ποῖος ποιμὴν πρόβατα ἐν μέσῳ λύκων πέμπει; Ἀλλ' ὅταν ἴδῃ τὸν λύκον ὁ ποιμὴν, συνελαύνει τὰ πρόβατα· ὁ δὲ Χριστὸς τὸ ἐναντίον ἐποίησε· τὰ πρόβατα εἰς τοὺς λύκους ἀπέστειλε, καὶ οὐκ ἐγένετο θηριάλωτα τὰ πρόβατα, ἀλλ' οἱ λύκοι εἰς τὴν τῶν προβάτων ἡμερότητα μετέστησαν. Καὶ ἵνα μὴ λέγωσιν ἐκεῖνοι, Πρόβατά ἐσμεν, καὶ πέμπεις ἡμᾶς κατάβρωμα τοῖς λύκοις, καὶ τράπεζαν τοῖς θηρίοις, μιᾷ λέξει περιεῖλεν αὐτῶν τὴν διάνοιαν. Οὐκ εἶπεν· Ἀπέλθετε· οὐδὲ γὰρ τῇ ἑαυτῶν δυνάμει ἔπεμπεν αὐτούς· ἀλλ', Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς. Ἀσθενεῖς ὑμεῖς· ἀλλὰ δυνατὸς ὁ ἀποστέλλων ὑμᾶς. Τίς εἶ σύ; Ἐγώ εἰμι ὁ τὸν οὐρανὸν πήξας, ὁ τὴν γῆν θεμελιώσας, ὁ τὴν θάλασσαν διαλύσας, ὁ τὸ καθ' ὑμῶν χειρόγραφον τῷ σταυρῷ προσηλώσας, ὁ τὸν παλαιὸν νόμον ἀνατρέψας, ὁ εἰς τὴν ἀρχαίαν ἐπαναγαγὼν ὑμᾶς πατρίδα, ὁ τὰ ἰσχυρὰ παραλύων, καὶ τὰ παραλελυμένα ἐνισχύων. Τί τῆς θαλάσσης ἰσχυρότερον; Ἀλλὰ ἡ μικρὰ ψάμμος τὴν ἀφόρητον βίαν ἐκείνην κατέχει. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Τεῖχος τὰ θηρία τοῖς πρόβασι γίνεται, ἵνα μηδὲ φυγῇ τὴν σωτηρίαν πορίσωνται. Ὢ δύναμις τοῦ ἀποστείλαντος! ἐν μέσῳ τὰ πρόβατα, καὶ κύκλῳ οἱ λύκοι· ἀλλὰ μετεβλήθησαν, καὶ ἐγένοντο πρόβατα. Οὐ γὰρ ἦσαν φύσει λύκοι, ἀλλὰ προαιρέσει. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς. Τί οὖν κελεύεις; Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Τί λέγεις, Φρόνιμοι ὡς οἱ ὄφεις; Ὁ ὄφις κἂν μυρία λάβῃ τραύματα, τὴν δὲ κεφαλὴν διασώσῃ, ὅλος ἐστὶν ὑγιής. Οὕτω καὶ σὺ, κἂν χρήματα θέλῃ λαβεῖν ὁ ἐναντίος, δός· κἂν κτήματα, κἂν αὐτὴν τὴν ζωήν· μόνον τὴν πίστιν σου διατήρησον. Γίνεσθε φρόνιμοι. Ἐκείνης μενούσης πάντα ῥᾴδια καὶ εὐχερῆ. Γυμνὸς ἐξῆλθες ἐκ κοιλίας μητρός σου, γυμνὸς καὶ ἀπελεύσῃ. Ἀλλ' ἐξορίζει σέ τις; Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς. Ἀλλ' ἀποθνήσκεις; Ἀλλ' ὁ
He that has the bride is the bridegroom. You wished it: He became a husband to you; For I espoused you to one husband, to present you as a chaste virgin to Christ. You were a harlot, and you became a virgin. O new and paradoxical things! Among outward men marriage dissolves virginity, whereas in spiritual things it took a harlot and made her more venerable than a virgin. Interpret, O heretic, how the harlot is a virgin. I cannot pry curiously into it, but I am held fast by faith. And all these things the grace of the Spirit wrought. Grace was poured out, And there appeared to them divided tongues as of fire; not of fire, but As of fire. If fire, how were they not burned? asks the Jew. Nay rather, I ask the Jew: how did it not burn the bush, brushwood timber as it was? What is fiercer than fire? what meaner than a bush? and neither was the wood burned, nor was the fire quenched. And again, how did it not burn up the bodies of the three children, but the furnace was changed into dew, and they deemed the coals a rose-garden? There was a battle of fire and bodies, and the victory fell to the bodies; for though softer than wax, they became firmer than iron. Interpret for me the things of the ancients; nay, those things went before so that the truth might be believed. Why was the Holy Spirit in fire? Because of the swiftness of understanding of those who receive Him. And not because of this alone, but also just as fire consumes thorns, so the Spirit consumes sins. The holy man was cast into a pit, and he muzzled the lions. The fishermen went round the inhabited world; receiving it sick, they brought it back to health; receiving it torn by faction, they led it by the hand to good order, not brandishing spears, not shooting bows, not hurling a dart, not possessing abundance of money or of rhetorical speeches; nay, they were naked of garments, and clothed with Christ; poor and rich, stripped of money, yet possessing the kingdom; alone and not alone — alone as regards men, yet having their own Master. For I am with you, says He, until the consummation of the age. The sheep went round the whole inhabited world in the midst of the wolves. Who has seen? who has heard? He says: I send you forth as sheep in the midst of wolves. What shepherd sends sheep in the midst of wolves? Nay, whenever the shepherd sees the wolf, he drives the sheep together; whereas Christ did the opposite: He sent the sheep out to the wolves, and the sheep did not become prey to the wild beasts, but the wolves changed over into the gentleness of the sheep. And lest those men should say, We are sheep, and You send us as food for the wolves and a table for the wild beasts, by a single word He embraced their understanding. He did not say, Depart — for He was not sending them in their own power — but, Behold, I send you forth. You are weak, but mighty is He Who sends you forth. Who are You? I am He Who fixed the heaven, Who founded the earth, Who loosed the sea, Who nailed the bond against you to the cross, Who overturned the old law, Who led you back to your ancient fatherland, Who unstrings strong things and strengthens palsied things. What is stronger than the sea? Yet the little sand holds back that unbearable violence. Behold, I send you forth as sheep in the midst of wolves. The wild beasts become a wall for the sheep, so that not even by flight may they procure safety. O power of Him Who sent them! in the midst are the sheep, and round about are the wolves; yet they were changed and became sheep. For they were not wolves by nature, but by choice. Behold, I send you forth. What then do You command? Be wise as serpents, and harmless as doves. What do You mean, Wise as serpents? Even if the serpent receives ten thousand wounds, yet preserves its head, it is wholly sound. So you also, even if the adversary wishes to take your money, give it; even if your possessions, even if life itself; only preserve your faith. Be wise. While that remains, all things are easy and light. Naked you came forth from your mother's womb, and naked you shall depart. Does someone banish you? The earth is the Lord's, and the fulness thereof. Are you dying? Nay,
Notes, col. 805

On the reading

Printed γλωσσαι, for γλῶσσαι.

Printed μιῶνος, for αἰῶνος.

PG 52:806Read from the page
θάνατός σοι ἀποδημία. Μόνον τὴν πίστιν μὴ ἀπολέσῃς, τὸν θησαυρὸν τὸν ἀνάλωτον, τὴν πίστιν τὴν ἀδαπάνητον. Μάρτυρες τούτων οἱ μάρτυρες οὗτοι· ἐπειδὴ τὴν πίστιν οὐκ ἀπώλεσαν, καὶ μετὰ τελευτὴν τῶν ζώντων εἰσὶ δυνατώτεροι. Διὰ τοῦτο ἄνθρωπος ἐγενόμην, διὰ τοῦτο σάρκα ἀνέλαβον, ἵνα τὴν οἰκουμένην Ἐκκλησίαν ἐργάσωμαι. Πολὺ γὰρ περισπούδαστον τῷ Θεῷ Ἐκκλησία, οὐ τοίχοις ἀσφαλιζομένη, ἀλλὰ πίστει τειχιζομένη. Διὰ τὴν Ἐκκλησίαν οὐρανὸς ἑστάθη, καὶ ἡ θάλασσα ἐξεχύθη, καὶ ἀὴρ ἡπλώθη, καὶ γῆ ἐθεμελιώθη, παράδεισος ἐφυτεύθη, νόμος ἐδόθη, προφῆται ἀπεστάλησαν, θαύματα ἐγένετο, πέλαγος ἐσχίζετο καὶ ἐῤῥάπτετο, πέτρα ἐῤῥήγνυτο, καὶ πάλιν συνήπτετο, μάννα κατεφέρετο, καὶ σχεδιαζομένη παρεσκευάζετο τράπεζα. Διὰ τὴν Ἐκκλησίαν προφῆται, διὰ τὴν Ἐκκλησίαν ἀπόστολοι· καὶ τί πολλὰ λέγω; Διὰ τὴν Ἐκκλησίαν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος ἐγένετο, ὥς φησιν ὁ Παῦλος· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο. Τοῦ Υἱοῦ οὐκ ἐφείσατο, ἵνα τῆς Ἐκκλησίας φείσηται· τὸ αἷμα τοῦ Υἱοῦ ἐξέχεε διὰ τὴν Ἐκκλησίαν. Τοῦτο ἀρδεύει αὐτὴν τὸ αἷμα· διὰ τοῦτο τὰ φυτὰ μαρανθῆναι οὐ δύναται, οὐδὲ φυλλοῤῥοεῖ. Οὐχ ὑπόκειται καιρῶν ἀνάγκαις, οὐδὲ δουλεύει χρόνοις, ἐν θέρει μὲν κομωσα τὰ φύλλα, ἐν δὲ χειμῶνι γυμνουμένη. Οὐ γὰρ καιρῶν ἀνάγκη, ἀλλ' ἡ τοῦ Πνεύματος χάρις αὐτὴν γεωργεῖ· διὰ τοῦτο οὐκ ἀνασπᾶται. Ἀλλ' οὐκ ἔστι θαυμαστὸν, ὅτι οὐκ ἀνασπᾶται, ἀλλ' ὅτι καὶ πολεμούντων πολλῶν οὐκ ἀνασπᾶται. Πόσοι ἐξ ἀρχῆς ἐπολέμησαν τὴν Ἐκκλησίαν; Ὅτε νεόφυτος ἦν, πολλὰ κατ' αὐτῆς ἐκινήθη. Νῦν μὲν γὰρ διὰ τὴν τοῦ Θεοῦ χάριν, καὶ τὴν του Πνεύματος δύναμιν, καὶ βασιλεῖς εὐσεβεῖς, καὶ στρατηλάται, καὶ ἡ οἰκουμένη πᾶσα τῆς πίστεως ἐμπέπλησται· τὸ δὲ ἐν ἀρχῇ καὶ ἐν προοιμίοις βασιλεῖς ἐν ἀσεβείᾳ, στρατηλάται ἀσεβεῖς, διατάγματα ἀρχόντων, βωμοὶ ἀναπτόμενοι, καπνὸς πανταχοῦ καὶ κνῖσσα. Ὁ ἀὴρ ἐμολύνετο, ἡ γῆ ἐμιαίνετο, δαίμονες ἐβάκχευον, διάβολος ἐχόρευε, πατὴρ ἀπέκτεινεν υἱὸν, υἱὸς ἠτίμαζεν· ἡ φύσις ἐσχίζετο, καὶ ἡ εὐσέβεια οὐκ ἐμερίζετο. Ποῦ νῦν οἱ τολμήσαντες τῇ Ἐκκλησίᾳ ἀντιπαρατάττεσθαι; Ὅτε νεόφυτος ἦν, οὐκ ἠδικήθη· ὅτε τοῦ οὐρανοῦ ἥψατο, προσδοκᾷς αὐτῆς περιγενέσθαι; Ὅτε ἕνδεκα οἱ ἀπόστολοι, οὐδεὶς αὐτῶν ἐκράτησεν, ἀλλὰ οἱ ἕνδεκα τοσαύτας μυριάδας ἐσαγήνευσαν· νῦν ὅτε ἡ θάλαττα, καὶ ἡ οἰκουμένη, καὶ ἡ ἀοίκητος χώρα, καὶ πόλεις, καὶ πάντα τὰ πέρατα τῆς εὐσεβείας ἐμπέπλησται, τότε ἐλπίζεις αὐτῆς κρατῆσαι; Ἀλλ' οὐ δύνασαι· ὁ Χριστὸς γὰρ ἀπεφήνατο· Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Εὐκολώτερον τὸν οὐρανὸν ἀφανισθῆναι, καὶ τὴν γῆν ἀπολέσθαι, ἢ τὴν Ἐκκλησίαν τι παθεῖν. Αὐτὸς ὁ Χριστός· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Καὶ καλῶς· ὁ γὰρ λόγος τοῦ Θεοῦ, αὐτοῦ τοῦ οὐρανοῦ δυνατώτερος· ὁ γὰρ οὐρανὸς ἔργον τοῦ λόγου. Εἶπεν ὁ Θεὸς, Γενηθήτω οὐρανός· καὶ ὁ λόγος ἔργον ἐγένετο. Ἔτρεχεν ἡ φύσις, καὶ τὸ κωλύον οὐδέν. Καὶ γὰρ Δεσπότης ἦν τῆς φύσεως, καὶ τοιαύτην ποιῆσαι, καὶ τοιαύτην μεταβαλεῖν. Ἐγὼ αὐτὴν ᾠκοδόμησα ὁ τοὺς οὐρανοὺς στήσας· ἀλλ' ὑπὲρ οὐρανοῦ σῶμα οὐκ ἂν ἔλαβον, ἵνα μάθῃς ὅτι καὶ οὐρανοῦ καὶ ἀγγέλων καὶ πάσης τῆς κτίσεως ἡ Ἐκκλησία τιμιωτέρα. Διὰ τοῦτο Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Παρέστω ὁ Ἰουδαῖος, παρέστω ὁ Ἕλλην. Εἰ κόμπος τὰ ῥήματα, ἐλεγχέτω· εἰ δὲ ἀλήθεια τὰ εἰρημένα, προσκυνείτω τὴν δύναμιν. Εἶπεν ὁ Χριστός· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Τί δέ ἐστιν, οἱ λόγοι αὐτοῦ; Προχειρίσωμεν ἐν μέσῳ, ἴδωμεν μὴ διέπεσαν. Οὐκ ἀμφιβάλλων λέγω, ἀλλὰ τὸν αἱρετικὸν ἐπιστομίζων. Διὰ τοῦτο, Ὁ οὐρανὸς καὶ ἡ γη παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Ποῖοι λόγοι; Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Ἐπὶ ταύτῃ τῇ πέτρᾳ. Οὐκ εἶπεν, Ἐπὶ τῷ Πέτρῳ· οὔτε γὰρ ἐπὶ τῷ ἀνθρώπῳ, ἀλλ' ἐπὶ τὴν πίστιν τὴν ἑαυτοῦ Ἐκκλησίαν ᾠκοδόμησε. Τί δὲ ἦν ἡ πίστις; Σὺ εἶ ὁ Χρι-
death is to you a journey abroad. Only do not lose the faith, the inexhaustible treasure, the unspendable faith. Witnesses of these things are these martyrs: since they did not lose the faith, even after death they are mightier than the living. On account of this I became man, on account of this I took up flesh, so that I might make the inhabited world a Church. For exceedingly cherished by God is the Church, not secured by walls, but walled round by faith. For the sake of the Church heaven was set up, and the sea was poured out, and air was spread wide, and earth was founded, paradise was planted, the law was given, prophets were sent forth, miracles took place, the deep was cleft and stitched together again, a rock was rent and joined together again, manna was brought down, and an improvised table was made ready. For the sake of the Church were prophets, for the sake of the Church apostles; and why do I say many things? For the sake of the Church the only-begotten Son of God became man, as Paul says: He Who spared not His own Son. He spared not the Son, that He might spare the Church; He poured out the blood of the Son for the sake of the Church. This blood waters her; on account of this her plants cannot wither, nor shed their leaves. She is not subject to necessities of seasons, nor is she enslaved to times, luxuriant with leaves in summer while stripped naked in winter. For not necessity of seasons, but the grace of the Spirit tills her; on account of this she is not plucked up. Yet it is no marvel that she is not plucked up, nay, rather that even when many make war on her she is not plucked up. How many from the beginning made war on the Church? When she was newly planted, many things were stirred up against her. For now indeed, through the grace of God and the power of the Spirit, both emperors are pious, and generals, and the whole inhabited world has been filled with the faith; whereas in the beginning and at the outset emperors were in impiety, generals impious, edicts of rulers, altars kindled, smoke everywhere and savour of burnt fat. The air was defiled, the earth was polluted, demons revelled, the devil danced, father slew son, son dishonoured; nature was rent, and piety was not divided. Where now are those who dared to range themselves against the Church? When she was newly planted, she suffered no wrong; now that she has touched heaven, do you expect to overcome her? When the apostles were eleven, no one mastered them, nay, the eleven caught so many myriads in their net; now when the sea, and the inhabited world, and the uninhabited land, and cities, and all the ends of the earth have been filled with piety, do you then hope to master her? Nay, you cannot; for Christ declared: The gates of Hades shall not prevail against her. It is easier for heaven to vanish and the earth to perish than for the Church to suffer anything. Christ Himself says: Heaven and earth shall pass away, but My words shall in no wise pass away. And rightly; for the word of God is mightier than heaven itself, since heaven is a work of the word. God said, Let there be heaven; and the word became a work. Nature ran its course, and there was nothing to hinder. For He was Master of nature, both to make it such and to transform it such. I Who set up the heavens built her; yet for heaven's sake I would not have taken a body, that you may learn that the Church is more honourable than heaven and angels and all creation. On account of this, Heaven and earth shall pass away, but My words shall in no wise pass away. Let the Jew stand by, let the Greek stand by. If the sayings are a boast, let him refute them; if what has been spoken is truth, let him worship the power. Christ said: Heaven and earth shall pass away, but My words shall in no wise pass away. What then are His words? Let us bring them forth in the midst, let us see whether they fell to the ground. Not in doubt do I speak, but stopping the mouth of the heretic. On account of this, Heaven and earth shall pass away, but My words shall in no wise pass away. What words? You are Peter, and upon this rock I will build My Church, and the gates of Hades shall not prevail against her. Upon this rock. He did not say, Upon Peter; for neither did He build His Church upon the man, but upon the faith. And what was the faith? Thou art
Notes, col. 806

On the reading

Printed κομωσα, for κομῶσα.

Printed του Πνεύματος, for τοῦ Πνεύματος.

Printed ἡ γη, for ἡ γῆ.

PG 52:807Read from the page
στὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Πέτραν τὴν Ἐκκλησίαν ἐκάλεσε, δεχομένην κύματα, καὶ μὴ σαλευομένην. Καὶ γὰρ ἡ Ἐκκλησία δέχεται πειρασμοὺς, ἀλλ' οὐ νικᾶται. Τί οὖν ἐστιν, Ἐπὶ τῇ πέτρᾳ; Ὁμολογία ἐπὶ τοῖς ῥήμασιν. Οὐ λίθους βάλλεις; οὐ ξύλα; οὐ σίδηρον; Οὐχὶ, φησίν· οὐ γάρ ἐστιν οἰκοδομὴ τοιαύτη, ἣ, οἵα ἂν ᾖ, τῷ χρόνῳ λύεται· ὁμολογίαν δὲ οὔτε δαίμονες νικῆσαι δύνανται. Καὶ μαρτυροῦσιν οἱ μάρτυρες, οἱ τὰς πλευρὰς ξεόμενοι, καὶ τὴν πίστιν οὐκ ἀπολλύντες. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων. Ὁ τοῖχος διορύττεται, καὶ ὁ θησαυρὸς οὐ συλᾶται· ἡ σὰρξ δαπανᾶται, καὶ ἡ πίστις οὐκ ἀναλίσκεται· τοιαύτη τῶν μαρτύρων ἡ δύναμις. Ἐπὶ γὰρ τῇ πέτρᾳ ταύτῃ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν· καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Προσέχετε τῇ ἀκριβείᾳ τοῦ ῥήματος. Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Διὰ τί γὰρ, φησὶ, μὴ κωλύει τοὺς πειρασμοὺς τῇ Ἐκκλησίᾳ προσέρχεσθαι; Οὐχ ἵνα δείξω μου τὴν δύναμιν; Ἂν μή τις αὐτὴν πολεμήσῃ, ἔχουσιν εἰπεῖν· Εἰ ἐπολεμήθη, ἐνικᾶτο. Διὰ τοῦτο ἀφίησιν αὐτὴν πολεμηθῆναι, ἵνα μὴ τῇ ἐρημίᾳ τῶν πολεμούντων τὰ τῆς νίκης ἐπιγράφηται. Καὶ πύλαι ᾅδου, οὐκ εἶπεν, Οὐ προσβάλωσιν αὐτῇ, ἀλλ', Οὐ κατισχύσουσιν αὐτῆς· πολεμηθήσεται μὲν, οὐ νικηθήσεται δέ. Χειμάζεται ἡ Ἐκκλησία, ἀλλ' οὐ καταποντίζεται· κλυδωνίζεται, ἀλλ' οὐ γίνεται ὑποβρύχιος· δέχεται βέλη, ἀλλ' οὐ δέχεται τραύματα· δέχεται μηχανήματα, ἀλλ' ὁ πύργος οὐ σαλεύεται. Καὶ τί λέγω ἡ Ἐκκλησία; Ἕνα λόγον ἐφθέγξατο ὁ ἁλιεὺς, καὶ ἕστηκεν ὡς πύργος ἄσειστος. Πόσοι τύραννοι ἐφιλονείκησαν ἀφανίσαι τὸ ῥῆμα τοῦτο, ἀλλ' οὐκ ἴσχυσαν; Ἐπὶ γὰρ τῇ πέτρᾳ τεθεμελίωτο. Ἐννόη-
the Christ, the Son of the living God. He called the Church a rock, receiving billows and not shaken. For the Church receives trials, yet is not conquered. What then is, Upon the rock? Confession upon the words. Do You not lay stones? not timbers? not iron? By no means, says He; for it is not a building of such a kind as, whatever it may be, is dissolved by time; whereas confession not even demons are able to conquer. And the martyrs bear witness, who have their sides scraped and do not lose their faith. O new and paradoxical things! The wall is dug through, and the treasure is not plundered; the flesh is consumed, and the faith is not spent; such is the power of the martyrs. For upon this rock I will build My Church, and the gates of Hades shall not prevail against her. Give heed to the exactness of the saying: The gates of Hades shall not prevail against her. Why, says one, does He not hinder trials from approaching the Church? Is it not that I may show My power? Unless someone makes war on her, men have wherewith to say: Had she been warred upon, she would have been conquered. On account of this He suffers her to be warred upon, lest the victory be ascribed to the lack of assailants. And as for the gates of Hades, He did not say, They shall not assail her, but, They shall not prevail against her: she shall be warred upon indeed, yet she shall not be conquered. The Church is storm-tossed, yet is not drowned; she is buffeted by waves, yet does not sink underwater; she receives darts, yet receives no wounds; she receives siege-engines, yet the tower is not shaken. And why do I say the Church? A single word did the fisherman utter, and it has stood like an unshaken tower. How many tyrants strove contentiously to blot out this saying, yet did not prevail? For upon the rock had it been founded. Pon-
ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΠΕΝΤΗΚΟΣΤΗΝ.
ON THE HOLY PENTECOST.
Λόγος βʹ.
Discourse II.
Ἐπεφοίτησεν ἡ τοῦ Πνεύματος χάρις· ἀληθὴς γὰρ ὁ τὴν δωρεὰν τοῦ Πνεύματος ὑποσχόμενος. Ἐπεδήμησεν ὁ Παράκλητος ὁ παρὰ τοῦ Δεσπότου Χριστοῦ κηρυττόμενος· ἀψευδὴς γὰρ ὁ τὴν ἄφιξιν προμηνύσας, οὐ δοῦλος δούλου παρουσίαν προλέγων, ἀλλὰ Δεσπότης ὁμοτίμου Δεσπότου γενόμενος μηνυτὴς, καὶ διδάσκαλος ἀγαθὸς, ἀγαθῷ παραχωρῶν διδασκάλῳ, μᾶλλον δὲ συμπαρόντι παρὼν καὶ συνανιὼν ἀνιόντι, καὶ συγκατιὼν ἐρχομένῳ. Ἀδιαίρετος γὰρ τῆς Τριάδος ἡ χάρις· καὶ οὔτε ἀναβὰς ἀπέστη, οὔτε ἐρχόμενος οὐ παρῆν. Ἀλλ' ἀνῆλθεν ὡς ἄνθρωπος ὁ Θεὸς Λόγος, καὶ πάρεστι· κατῆλθε δὲ ὁ Παράκλητος, καὶ τοὺς οὐρανοὺς οὐ κατέλιπεν· ἀλλὰ σὺν τῷ Πατρὶ βασιλεύει, καὶ τὴν γῆν καταυγάζει, καὶ τὴν οἰκονομίαν ἐπλήρωσε, καὶ γένη γλωσσῶν τοῖς ἀποστόλοις ἀπέστειλε· καὶ φωνῆς μέγεθος ἐξαίφνης ἠκούετο, καὶ βιαίας αὔρας ἦχος ἀπετελεῖτο, καὶ βροντῆς τύπον ἡ τοῦ Πνεύματος ἄφιξις ἐμιμεῖτο· ἐπὶ γὰρ τοὺς υἱοὺς τῆς βροντῆς περιεγίνετο. Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός· καὶ ἦν τὸ φαινόμενον φοβερὸν, τὸ δὲ γινόμενον ποθεινόν· φλὸξ ἐφιζάνουσα, καὶ μὴ καίουσα, πῦρ ἐπικαθήμενον, καὶ μὴ φλέγον· πῦρ τὴν ἐπουράνιον σοφίαν δωρούμενον, πῦρ εἰς ἀπείρους μεριζόμενον γλώσσας, πῦρ εἰς μυρίας ἰδέας ῥημάτων τεμνόμενον· φλὸξ σοφιστεύειν τοὺς ἁλιέας διδάσκουσα, καὶ ῥήτορα τὸν σκυτοτόμον ἀπαρτίζουσα. Μᾶλλον δὲ οὐδὲν τοσοῦτον οἱ σοφισταί. Οἱ μὲν γὰρ ἑνός τινος ἦσαν ἔθνους διδάσκαλοι, οἱ δὲ τῆς οἰκουμένης γεγένηνται παιδευταί. Καὶ Γαλιλαῖος ἀνὴρ τὰ Μήδων ἐφθέγγετο, καὶ τὰ τῶν Πάρθων ἐπίστατο, καὶ τὰ τῶν Ἐλαμιτῶν οὐκ ἠγνόει· ἀλλ' εἶχεν ἐπὶ τοῦ στόματος πάσης εἰκόνας φωνῆς. Καὶ οὐδεὶς αὐτῶν τῶν ἀκροατῶν ἐνόμιζε βάρβαρον, οὐδὲ ὡς νόθους τοὺς λόγους τῆς ἀκοῆς ἀπέφυγεν· ἀλλ' ὡς παντὸς ἔθνους πολίτης ἠκούετο, πάσης τῆς οἰκουμένης γλῶτταν ἑαυτῷ περιφέρων, καὶ πρῶτον τοῦτον τῆς εὐσεβείας εἰλήφαμεν καρπόν. Ἐπὶ μὲν γὰρ τῆς τοῦ πύργου κατασκευῆς τὰ τῆς φωνῆς ἐμερίσθη, καὶ τὰς ἀλλήλων ἠγνόησαν γλώττας οἱ ἄνθρωποι. Ἔδει γὰρ
The grace of the Spirit has visited us; for true is He Who promised the gift of the Spirit. The Paraclete proclaimed by Christ the Master has come to dwell among us; for undeceiving is He Who foretold His arrival, not a servant foretelling the presence of a servant, but a Master becoming herald of a Master equal in honour, and a good Teacher giving place to a good Teacher — nay rather, being present with Him Who is present together, and going up together with Him as He ascends, and coming down together with Him as He comes. For undivided is the grace of the Trinity; and neither on ascending did He stand aloof, nor on coming was He absent. Nay, God the Word went up as man, and is present; and the Paraclete came down, and did not leave the heavens; but He reigns together with the Father, and illuminates the earth, and fulfilled the dispensation, and sent forth kinds of tongues to the apostles; and a mighty voice was suddenly heard, and the sound of a rushing breeze was produced, and the arrival of the Spirit imitated the form of thunder, for upon the sons of thunder did it come round. And there appeared to them divided tongues as of fire; and what appeared was fearful, while what took place was longsought: a flame settling upon them and not burning, a fire sitting upon them and not blazing; a fire bestowing heavenly wisdom, a fire divided into boundless tongues, a fire cloven into myriad forms of words; a flame teaching fishermen to discourse with skill, and fashioning the cobbler into an orator. Nay rather, the sophists are nothing so great as this. For those men were teachers of some single nation, whereas these have become instructors of the inhabited world. And a Galilaean man uttered the tongue of Medes, and knew that of Parthians, and was not ignorant of that of Elamites, but had upon his mouth the likenesses of every voice. And none of the hearers themselves deemed him a barbarian, nor shunned his words from hearing as spurious; nay, he was heard as a citizen of every nation, carrying about with himself the tongue of the whole inhabited world; and we received this first fruit of piety. For at the building of the tower the matters of speech were divided, and men knew not one another's tongues. For it needed
PG 52:808Read from the page
σον· τύραννοι, βασιλεῖς, διαδήματα, ξίφη ἠκονημένα, θηρίων ὀδόντες, θάνατοι ἀπειλούμενοι, τήγανα, κάμινοι. Καὶ μὴν τὴν βελοθήκην αὐτοῦ ἐξεκένωσεν ὁ διάβολος, τὴν δὲ Ἐκκλησίαν οὐκ ἔβλαψε. Διὰ τί; Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Πόσοι ἐξ ἀρχῆς ἐπολέμησαν την Ἐκκλησίαν; ποῦ οἱ πολεμήσαντες; Σεσίγηνται, καὶ λήθῃ παραδίδονται· ἡ Ἐκκλησία ἀνθεῖ. Ποῦ Κλαύδιος; ποῦ Αὔγουστος; ποῦ Νέρων; ποῦ Τιβέριος; Ὀνόματά εἰσι ψιλά· τούτων δὲ οὐδεὶς μέμνηται. Ἐπειδὴ τὴν Ἐκκλησίαν ἐπολέμησαν, καὶ τὴν μνήμην ἀπώλεσαν· ἡ δὲ Ἐκκλησία ὑπὲρ τὸν ἥλιον λάμπει. Ὅπου δ' ἂν ἀπέλθῃς, εἰς Ἰνδοὺς, εἰς Μαυροὺς, εἰς Βρετανοὺς, εἰς τὴν οἰκουμένην, εὑρήσεις, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ βίον ἐνάρετον. Πρὸ γὰρ τούτου καὶ πόλεις ἐν ἀσεβείᾳ πεπληρωμέναι· νῦν δὲ καὶ ἡ ἔρημος εὐσεβείας ἐμπέπλησται. Πρὸ τούτου καὶ βασιλίδες ὠρχοῦντο· γενεσίων δὲ γενομένων Ἡρώδου ὠρχήσατο ἡ θυγάτηρ Ἡρωδιάδος· σήμερον δὲ θεράπαινα οὐ καταξιοῖ τοῦτο ποιῆσαι. Πρὸ τούτου Πέρσαι μητέρας ἐγάμουν· σήμερον παρθενίαν ἀσκοῦσι. Πρὸ τούτου Γότθοι πατέρας ἀπέκτειναν· σήμερον τὸ αἷμα αὐτῶν ὑπὲρ εὐσεβείας ἐκχύειν σπουδάζουσι. Πρὸ τούτου καὶ ἰδιῶται ἀσεβεῖς· σήμερον καὶ βασιλεῖς εὐσεβεῖς, καὶ δῆμοι. Ὁ παρὼν βασιλεὺς διάδημα ἀποθέμενος, καὶ λαβὼν σταυρὸν, ἐν ἀώρῳ ἡλικίᾳ, πεπολιωμένην δὲ σοφίαν ἐνδεικνύμενος, ἐν ἐκκλησίᾳ βασιλείαν οὐκ ἐπιγινώσκων· ἔξω δόρατα, καὶ ἐνταῦθα μυστήρια· ἔξω ἀσπίδες, καὶ ἐνταῦθα μυσταγωγίαι· Θεοδοσίου υἱὸς, καὶ ὁ πατὴρ Θεοδοσίου. Ὑπὲρ δὲ τούτων εὐχαριστήσωμεν τῷ Θεῷ· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
der: tyrants, kings, diadems, whetted swords, teeth of wild beasts, threatened deaths, frying-pans, furnaces. And indeed the devil emptied out his quiver, yet did not harm the Church. Why? The gates of Hades shall not prevail against her. How many from the beginning made war on the Church? where are those who made war? They have been silenced and handed over to oblivion; the Church flourishes. Where is Claudius? where is Augustus? where is Nero? where is Tiberius? They are bare names, and no one remembers them. Since they made war on the Church, they lost even their memory; whereas the Church shines above the sun. And wheresoever you depart — to Indians, to Moors, to Britons, to the inhabited world — you will find, In the beginning was the Word, and a virtuous life. For before this even cities were filled in impiety; whereas now even the wilderness has been filled with piety. Before this even queens danced — and when Herod's birthday came, the daughter of Herodias danced — whereas today a handmaid does not deign to do this. Before this Persians married their mothers; today they practise virginity. Before this Goths slew their fathers; today they are eager to pour out their blood for piety. Before this even private men were impious; today both emperors and peoples are pious. The present emperor, having laid aside his diadem and taken up the cross, though at an unripe age, displaying hoar-headed wisdom, recognizing no royalty in church: spears outside, and mysteries here; shields outside, and mystagogies here; son of Theodosius, and the father of Theodosius. And for these things let us give thanks to God, to Whom be the glory and the dominion unto the ages of the ages. Amen.
τῆς θεομάχου βουλῆς τὴν ὁμόνοιαν ἀγνωσίαις συναχθῆναι ῥημάτων, καὶ τοὺς κακῶς ἀλλήλοις συμπράξαντας τῇ τῆς γλώττης μεταβολῇ διαστῆναι, καὶ τῶν ἀλογίστων ἐγχειρημάτων λόγῳ τὴν πεῖραν λαβεῖν, καὶ μήτε λέγοντα λέγειν, μήτε ἀκούοντα συνιέναι, μηδὲ μάτην προσαπολλύναι τοὺς χρόνους. Τί γάρ σοι τῆς ἀπονοίας τὸ κέρδος; τί σοι τῆς μεγαλουργίας τὸ τέλος; Τί τὸ ἀκατάληπτον βιάζῃ καταλαβεῖν; Τί τὸν οὐρανὸν ἁρπάζειν φιλονεικεῖς, ὁ μηδὲ τῆς γῆς ἄξιος ὢν ἀπολαύειν; Τί μετεωρολογεῖς, ὁ μηδὲ τῆς τοῦ πλησίον φωνῆς ἐπακούων; Μερίζω σοι τὴν φωνὴν, καὶ καταλύω τὴν πρᾶξιν, οὐ τὴν σὴν ἀνάβασιν δεδοικὼς, οὐδὲ ὑπὲρ τῆς ἐμοῦ βασιλείας φοβούμενος, ἀλλὰ σοῦ τοῦ μάτην πονοῦντος καὶ κοπτομένου κηδόμενος. Οὐδὲ γὰρ λίθων οἰκοδομὴ, καὶ πολυχειρίᾳ συντιθέμενος πύργος εἰς οὐρανὸν ἀνάγειν πέφυκεν, ἀλλὰ ἅρματα θεογνωσίας, καὶ πολλοὶ δικαιοσύνης, καὶ φωτὸς καθαρώτερος βίος, καὶ πτέρυγες ἀρετῆς πρὸς ἐκείνην τὴν ὁδὸν ἀνάγουσιν. Ἐκείνους μὲν ἡ γλῶττα μερισθεῖσα τῆς τόλμης κατέπαυσε, σοφῶς τε ὁμοῦ καὶ φιλανθρώπως τοῦτο τοῦ Θεοῦ κυβερνήσαντος. Ὃ δὲ παρ' ἐκείνων ἔλαβεν ὡς κακῶν, τοῦτο τοῖς ἀποστόλοις ὡς ἀγαθοῖς ἐδωρήσατο, καὶ ὁ διὰ γλώττης κολάσας τοὺς ἀσεβεῖς, διὰ γλώττης τοὺς ἁγίους ἐδόξασε· καὶ οἱ τοῦ λόγου διάκονοι τὰς τοῦ λόγου μορφὰς ὑποδέχονται, οὐ πρὸς ἐπίδειξιν τῆς χάριτος ἀπολαύσαντες, ἀλλ' ἐπὶ χρείᾳ τὸ δῶρον ἐπιδεξάμενοι. Ἔδει γὰρ τοὺς τῆς οἰκουμένης παιδευτὰς τὰ τῆς οἰκουμένης ἐπίστασθαι. Ἀσθενὴς γὰρ διδάσκαλος ὁ τοῖς μανθάνουσιν ἀσαφής. Ἀλλ' ὡς τηλικούτων μυστηρίων πιστευόμενοι, ἀναγκαίως πρότερον τῶν γλωσσῶν τὴν γνῶσιν ἐλάμβανον. Οὐδὲ γὰρ δύναταί τις μυσταγωγεῖν τὸν μὴ πιστεύσαντα πρότερον· πιστεύει δ' ἂν οὐδεὶς, ἀπείρως ἔχων τῶν λεγομένων. Ἐντεῦθεν ἡ τοῦ Πνεύματος ἤρξατο χάρις, καὶ διὰ τοῦτο τὰ περὶ τῶν φθόγγων πρότερον ἐθαυματούργησεν. Εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. Ἔμελλε
that the concord of the God-fighting counsel should be drawn together into ignorance of words, and that those who wickedly wrought together with one another should be sundered by the change of tongue, and receive through speech the trial of their senseless undertakings, and that neither he who spoke should speak aught, nor he who heard should understand, nor waste his times further in vain. For what is the gain to you of your madness? what is the end to you of your grand enterprise? Why do you strive by force to lay hold of the incomprehensible? Why do you contend to seize heaven, you who are not worthy to enjoy even the earth? Why do you prate of high things, you who do not even hearken to your neighbour's voice? I divide your voice, and dissolve your work, not fearing your ascent, nor afraid for My kingdom, but caring for you who toil and wear yourself out in vain. For neither is a building of stones nor a tower put together by many hands fitted by nature to lead up to heaven, but chariots of the knowledge of God, and many men of righteousness, and a life purer than light, and wings of virtue lead up towards that way. Those men, on the one hand, the divided tongue checked from their audacity, God steering this at once wisely and lovingly towards mankind. What He took from those men as wicked, however, this He bestowed upon the apostles as good, and He Who punished the impious through tongue glorified the saints through tongue; and the ministers of the word welcome the forms of speech, not having enjoyed the grace for display, but having received the gift for need. For the instructors of the inhabited world needed to know the tongues of the inhabited world. For weak is a teacher who is unclear to those who learn. Nay, as men entrusted with mysteries so great, they necessarily received first the knowledge of tongues. For no one is able to initiate into mysteries him who has not first believed; and no one would believe while unacquainted with the things spoken. From thence did the grace of the Spirit begin, and on account of this it wrought wonders first in the matter of sounds. For into all the earth went forth their sound. It was about
Notes, col. 808

On the reading

Printed την Ἐκκλησίαν, for τὴν Ἐκκλησίαν.

PG 52:809Read from the page
καὶ τὴν οἰκουμένην καταλαμβάνειν, καὶ τοῖς ὁρίοις τῆς γῆς μετρεῖσθαι, καὶ οὐδένα ἀδίδακτον παρεῖναι, οὐδὲ ἀμαθήτευτον παρατρέχειν. Ὤφθησαν δὲ ἐν εἴδει πυρὸς μεριζόμεναι γλῶσσαι. Καὶ γὰρ τὰ τοῦ πυρὸς ἔμελλον ἐνεργεῖν τῶν ἀποστόλων αἱ γλῶσσαι, καὶ διπλῆν τὴν χρῆσιν δείκνυσθαι· καὶ τὸν μὲν διάβολον καταφλέγειν, φωτίζειν δὲ τοὺς καθημένους ἐν σκότει. Ὅρα μοι πῦρ παντὸς ἐλαίου τοῖς πιστοῖς προσηνέστερον· ὅρα μοι γλῶτταν παντὸς πυρὸς τῷ διαβόλῳ φοβερωτέραν· ὅρα μοι γλῶτταν τῆς ἀσεβείας τὰς ἀκάνθας συμφλέγουσαν, καὶ τὰ λήϊα τῆς εὐσεβείας δροσίζουσαν· ὅρα μοι δώδεκα μαθητὰς ἐξ ἑνὸς διδασκάλου παιδευομένους· ὅρα μοι δώδεκα στρατηγοὺς ὑφ' ἑνὶ βασιλεῖ ταττομένους· ὅρα μοι δώδεκα φωστῆρας λαμπροὺς ἐκ μιᾶς ἀνατέλλοντας κορυφῆς· ὅρα μοι δώδεκα καθαρὰς ἀκτῖνας ἐξ ἑνὸς προϊούσας ἡλίου· ὅρα μοι δώδεκα λαμπάδας ἐξ ἑνὸς ἁπτομένας σπινθῆρος· ὅρα μοι δώδεκα κλήματα ἐξ ἑνὸς ἁπτομένης ἀμπέλου βλαστήσαντα· ὅρα μοι δώδεκα κοφίνους ἐκ μιᾶς πληρουμένους τραπέζης· ὅρα μοι δώδεκα ποταμοὺς ἐκ μιᾶς προφερομένους πηγῆς· ὅρα μοι δώδεκα γλώττας ἐκ μιᾶς χάριτος φθεγγομένας. Καὶ μὴ νομίσῃς αὐτοὺς μεθύειν, μηδὲ γλεύκους εἶναι μεστοὺς, μηδὲ ὑβρίσῃς ἀπιστίᾳ τὸ δῶρον, μηδὲ μιμήσῃ τοὺς καταράτους, μηδὲ προσείπῃς μέθην τοῦ Πνεύματος τὴν ἐνέργειαν. Μέθη μὲν γένη γλωσσῶν οὐκ οἶδε χαρίζεσθαι, ἀλλὰ καὶ τὴν οὖσαν ἑκάστῳ δεσμεῖ, καὶ παράφρονα ἀπεργάζεται, καὶ κόπτει τοῦ λόγου τὸν δρόμον, καὶ καθάπερ ἐν πέτραις τῷ σκότῳ βαδίζουσα τοῖς ὀδοῦσι προσπταίει· καὶ νῦν ἔχει τὴν διάνοιαν, καὶ ταραχὴν ἐμποιεῖ, καὶ φαντασίαν ἐργάζεται, καὶ περιτέμνει τῶν συλλαβῶν. Καὶ ἔστιν ἡ μέθη ὄναρ ἐγρηγορότος, καὶ ἐνύπνιον οὐ καθεύδοντος, καὶ μανία διψῶσα, καὶ δαίμων πεινώμενος, καὶ διάβολος ἐγκαθήμενος οἴνῳ, καὶ λῃστὴς ἐν συμποσίοις λοχῶν, καὶ τὸν λογισμὸν καταφλέγων ἀκράτῳ, καὶ φάρμακον τῆς ἀθυμούσης ψυχῆς δηλητήριον ἐργαζόμενος. Ταῦτα ἡ μέθη πέφυκεν ἐμποιεῖν. Ταῦτα τοὺς ἀποστόλους ἐσυκοφάντουν οἱ δυσσεβεῖς· καὶ οὐδὲν θαυμαστόν. Οἱ νήφοντες μεθύειν τοῖς Ἰουδαίοις ἐδόκουν· πᾶσαι
both to overtake the inhabited world and to be measured by the bounds of the earth, and that no one should be present untaught, nor pass by undiscipled. And there appeared tongues divided in the form of fire. For the tongues of the apostles were about to work the works of fire and display a double use: both to burn up the devil, and to enlighten those sitting in darkness. Behold for me a fire gentler than any oil to the faithful; behold for me a tongue more fearful than any fire to the devil; behold for me a tongue burning up the thorns of impiety and bedewing the cornfields of piety; behold for me twelve disciples instructed by one teacher; behold for me twelve generals marshalled under one king; behold for me twelve bright luminaries rising from one summit; behold for me twelve pure rays proceeding from one sun; behold for me twelve lamps kindled from one spark; behold for me twelve vine-branches sprouted from one vine kindled; behold for me twelve baskets filled from one table; behold for me twelve rivers issuing forth from one spring; behold for me twelve tongues uttering speech from one grace. And do not think that they are drunk, nor full of sweet new wine, nor insult the gift by unbelief, nor imitate the accursed men, nor call the working of the Spirit drunkenness. Drunkenness, on the one hand, knows not how to bestow kinds of tongues, nay, it fetters even that which each man has, and renders him deranged, and cuts short the course of speech, and, walking as among rocks in the dark, stumbles against the teeth; and now it holds the mind, and produces tumult, and works phantasy, and clips off syllables. And drunkenness is a waking man's dream, and the vision of one who does not sleep, and thirsting madness, and a famished demon, and a devil sitting in wine, and a brigand lurking in banquets, and burning up reasoning with unmixed wine, and preparing a deadly poison for the desponding soul. These things drunkenness is fitted by nature to produce. Of these things did the impious falsely accuse the apostles; and it is no marvel. The sober seemed to the Jews to be drunk; for all
ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΠΕΝΤΗΚΟΣΤΗΝ.
ON THE HOLY PENTECOST.
Λόγος γʹ.
Discourse III.
Τὰς γλώσσας σήμερον διανείμασα χάρις αὕτη οὐκ ἐᾷ με δεδοικέναι τῇ τῆς γλώττης πενίᾳ, ἡ τοὺς ἀγραμμάτους τῷ κόσμῳ παιδευτὰς ἐπιστήσασα, ἡ τοὺς ἁλιέας χειροτονήσασα ῥήτορας, αὐτοσχεδίῳ σοφίᾳ τοὺς τοῦ κόσμου σοφοὺς καταισχύνασα. Πόθεν γὰρ ἄλλοθεν αἱ τῶν ἀνθρώπων ἀγέλαι τῇ εἰδωλολατρείᾳ νοσοῦσαι πρὸς τὴν εὐσέβειαν ἔδραμον; πόθεν τὴν πολυδέσποτον τῶν δαιμόνων δουλείαν μετέμαθον; πόθεν βραχὺς μαθητῶν ἀριθμὸς ἀνθρώπων ὁμοῦ καὶ δαιμόνων ἀντηγωνίσατο φάλαγξιν, εἰ μὴ τῷ τῆς θεοτητος πυρὶ καθωπλίσθη; Σήμερον αἱ διὰ τοῦ πυρὸς πηγαὶ τῆς χάριτος ἐξέβλυσαν, καὶ φλὸξ διατρέχουσα ταῖς αὔραις ὑφείη τοῦ Πνεύματος. Ταύτην ὁ Χριστὸς τὴν χάριν τοῖς μαθηταῖς εὐαγγελιζόμενος ἔλεγεν· Οὐκ ἐάσω ὑμᾶς ὀρφανούς· ἄλλον ὑμῖν ἀποστέλλει Παράκλητον ὁ Πατήρ· ἡ γὰρ εἰς οὐρανὸν ἄνοδος τοῦ Δεσπότου τὴν ἐξ οὐρανοῦ κάθοδον ἐγγυᾶται τοῦ Πνεύματος. Ἔδει γὰρ τοὺς τὸν Ἰησοῦν ἀποδεξαμένους ὑποδέξασθαι καὶ τὴν τοῦ Πνεύματος ἄφιξιν, ἵνα δράμῃ πρὸς ἐντελεστέραν ἄνοδον τὰ τῆς θεογνωσίας διδάγματα. Ὁ μὲν οὖν Ἰησοῦς ἀνθρωπίνην τὴν φύσιν λαβὼν, καὶ συγγενῆ τοῖς ἀνθρώποις περιβαλλόμενος θέαν, πρὸς τὴν τοῦ Πνεύματος ὑποδοχὴν τοὺς ἀνθρώπους ἀνέστησεν. Ἔτι γὰρ, φησὶ, πολλὰ ἔχω λέγειν, ἀλλ' οὐ δύνασθε βαστάζειν. Ὅταν δὲ ἔλθῃ ὁ Πα-
This grace which divided the tongues today does not suffer me to be afraid because of poverty of tongue — she that set up unlettered men as instructors for the world, she that ordained fishermen as orators, putting to shame the wise of the world by unpremeditated wisdom. For whence else did the herds of men sick with idolatry run towards piety? whence did they unlearn the many-mastered slavery of demons? whence did a scant number of disciples contend against phalanxes of men and demons together, had it not been armed in full with the fire of Godhead? Today the springs of grace gushed forth through fire, and a flame running through was sent forth upon the breezes of the Spirit. Bringing the glad tidings of this grace to the disciples, Christ said: I will not leave you orphans; the Father sends you another Paraclete; for the Master's ascent into heaven pledges the Spirit's descent out of heaven. For those who had welcomed Jesus needed to welcome also the arrival of the Spirit, so that the teachings of the knowledge of God might run towards a more perfect ascent. Jesus, therefore, having taken human nature and clothed Himself with an appearance akin to men, raised men up for the reception of the Spirit. For I have still many things to say, says He, but you are not able to bear them. But when the Pa-
Notes, col. 809

On the reading

Printed θεοτητος, for θεότητος.

PG 52:810Read from the page
γὰρ ταῖς τῶν ἁγίων ἐνετράπησαν ὕβρεσι, καὶ τοὺς προφήτας ἐχλεύαζον ὡς μεθύοντας. Κἂν ἀρνήσωνται, λέγωμεν πρὸς αὐτούς· Μὴ οὐκ ἔστι ταῦτα, υἱοὶ Ἰσραήλ; λέγει Κύριος. Καὶ ἐποτίζετε τοὺς ἡγιασμένους μου οἶνον, καὶ τοῖς προφήταις ἐνετέλλεσθε λέγοντες· Μὴ προφητεύετε. Ἐγὼ δὲ μεθύειν μὲν αὐτοὺς καὶ αὐτὸς ὁμολογῶ, ἀλλ' οὐ τὴν μέθην ἣν λέγεις αὐτὸς, ἀλλὰ τὴν θειοτέραν καὶ νοερὰν ἐκείνην, ἧς ὁ πεπωκὼς σοφίας ἐμπίπλαται, ἧς ὁ πεπωκὼς ἔῤῥωται τὴν διάνοιαν, ἧς ὁ πεπωκὼς ἐγρήγορε (sic) καὶ νήφει πρὸς ἀρετὴν, ἧς ὁ πεπωκὼς ἐρᾷν μανθάνει Θεοῦ, ἧς ὁ πεπωκὼς οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ἧς ὁ πεπωκὼς μαίνεται μετὰ Παύλου, καὶ παντὸς πυρὸς καὶ σιδήρου κατατολμᾷ, καὶ τοῖς κινδύνοις ἐπιπηδᾷ, καὶ πᾶσαν συμφορὰν ὡς εὐφροσύνην ἀσπάζεται, καὶ ταῖς λοιδορίαις ὡς εὐφημίαις ἀγάλλεται, καὶ ταῖς ὕβρεσιν ὡς ἐπαίνοις ἐγκαλλωπίζεται, καὶ τοῖς ὑπὲρ τοῦ Σωτῆρος δεσμοῖς ὡς ἐπὶ τοῖς βασιλικοῖς στεφάνοις ἁβρύνεται. Οὗτος ὁ κρατὴρ τοὺς ἀποστόλους ἐμέθυσε· τοῦτο τὸ ποτήριον οἱ τοῦ Σωτῆρος ἔπιον μαθηταὶ, καὶ τὴν καλλίστην ἐμεθύσθησαν μέθην, καὶ τῆς ἁγίας τραπέζης ἐνεφορήθησαν, καὶ λέγουσι μετὰ τοῦ μακαρίου Δαυΐδ· Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξ ἐναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον, καὶ τὸ ἔλεύς σου καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Ὁ γὰρ ἐκ τούτου τοῦ ποτηρίου πίνων νήφει μὲν ἐν Χριστῷ, μεθύειν δὲ τοῖς ἀνοήτοις δοκεῖ, τὰ τοῦ Σωτῆρος φρονῶν. Τοῦτον καὶ ἡμῖν ὁ Δεσπότης Χριστὸς ἐξ αἵματος ἐκέρασε τὸν κρατῆρα, καὶ πολλοὺς ἡμῖν συνεκάλεσε δαιτυμόνας, καὶ τῶν εὐαγγελικῶν ἰχθύων ἀπείρους συνεκάλεσε, καὶ τοῦ Πέτρου τὴν σαγήνην ἐπλήρωσε, καὶ γέγονεν αὐτῷ τὰ τῆς θεωρίας ἐκ παραδόξου, καὶ τὴν ἁλιείαν αὐτῷ λαμπροτέραν ἐποίησεν ὁ χειμών· καὶ οὓς οὐκ ἐθήρευσε πείθων, τούτους φοβηθέντας ἐζώγρησεν, ἀστραπῆς αὐτῷ πρὸς τὴν ἄγραν συλλαμβανομένης. Ἀλλὰ μηδεὶς ὕβριν τοῦτο τῆς νέας ἀγέλης ὀνομαζέτω, εἰ δι' ἀστραπῆς ἐθηράθησαν· εἴωθε γὰρ ὁ Χριστὸς τοὺς λακτίζοντας πώλους δι' ἀστραπῆς χαλινούν. Καὶ ὅστις οἶδε τοῦ μακαρίου Παύλου τὴν κλῆσιν, ἀγάλλεται μετὰ τοῦ Παύλου κληθεὶς, καὶ τὸν Δεσπότην Χριστὸν δι' ἀστραπῆς θεασάμενος, γίνεται Χριστοῦ μαθητής. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
insults against the saints did they turn to, and they scoffed at the prophets as being drunk. And even if they deny it, let us say towards them: Are not these things so, O sons of Israel? says the Lord. And you gave My sanctified ones wine to drink, and commanded the prophets, saying: Prophesy not. Yet I myself also confess that they are drunk — not with the drunkenness of which you yourself speak, but with that more divine and spiritual drunkenness, whereof he who has drunk is filled with wisdom, whereof he who has drunk is strong in understanding, whereof he who has drunk keeps awake (sic) and is sober unto virtue, whereof he who has drunk learns to love God, whereof he who has drunk shall in no wise thirst unto the age, whereof he who has drunk is mad with Paul, and boldly braves every fire and sword, and leaps into dangers, and embraces every calamity as gladness, and exults in revilings as in praises, and glories in insults as in encomiums, and plumes himself in bonds for the Saviour's sake as in royal crowns. This mixing-bowl made the apostles drunk; this cup the Saviour's disciples drank, and were made drunk with the fairest drunkenness, and were filled from the holy table, and say with the blessed David: Thou hast prepared a table before me, over against those who afflict me; Thou hast anointed my head with oil, and Thy cup making me drunk, how surpassing it is! and Thy mercy shall pursue me all the days of my life. For he who drinks from this cup is sober in Christ, though to the senseless he seems to be drunk, minding the things of the Saviour. This mixing-bowl Christ the Master mingled out of blood for us also, and called together many banqueters for us, and called together boundless numbers of evangelical fishes, and filled Peter's drag-net, and the spectacle proved for him beyond expectation, and the storm made the fishing brighter for him; and those whom he did not catch by persuading, these when terrified he took alive, lightning joining with him for the catch. Yet let no one name this a reproach of the new flock, if they were caught through lightning; for Christ is wont to bridle kicking colts through lightning. And whosoever knows the calling of the blessed Paul exults on being called with Paul, and having beheld Christ the Master through lightning, becomes a disciple of Christ. To Him be the glory unto the ages of the ages. Amen.
ράκλητος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσεται ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν. Ἐλεύσεται μετ' ἐμὲ τὸ κατ' ἐμὲ τὴν οὐσίαν· παραγενήσεται πρὸς ὑμᾶς τὸ ἐκ Πατρὸς τῷ Πατρὶ τὴν οὐσίαν ἐφάμιλλον. Οὐκοῦν ἃ τοῖς λόγοις εὐηγγελίσθησαν, τοῖς ἔργοις ἐπέγνωσαν· ὧν τὴν ἐπαγγελίαν ἐδέξαντο, τούτων τὴν πεῖραν ἐνέμενον. Ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς. Βραχὺς ἐν μέσῳ τῆς ἀνόδου καιρὸς, καὶ ἡ τοῦ Πνεύματος γίνεται κάθοδος· ἡ τοῦ Σωτῆρος ὑπόσχεσις ἔργοις τὸ πέρας ἐλάμβανεν. Ὁ μὲν οὖν τῶν ἀποστόλων χορὸς τῆς ὑποσχέσεως τῆς δεσποτικῆς, καθάπερ ἀγκύρας τινὸς, ἐπιλαβόμενος, τὴν τοῦ Πνεύματος παρουσίαν ἀνέμενεν. Ἐπειδὴ τῶν ἡμερῶν ὁ δρόμος πρὸς τὸν πεντηκοστὸν ἀριθμὸν ἀνελήλυθεν, ὅτε τῶν ἑπτὰ ἑβδομάδων ὁ κύκλος κατὰ τὴν τοῦ νόμου διάταξιν ἑαυτὸν ἀναστρεφόμενος, ταῖς ἑορταῖς ἑκατέρωθεν περιγράφεται, τότε οὖν ἡ τοῦ Πνεύματος γίνεται κάθοδος. Ἀλλ' οὐ σαρκὸς, ὡς Υἱὸς, ἐπελάβετο, οὐδὲ ἀνθρωπίνης ἐφανερώθη μορφῆς, οὐδ' ὥσπερ ἐν τοῖς Ἰορδάνου ῥείθροις τὸ τῆς περιστερᾶς εἶδος τὴν τοῦ Πνεύματος παρουσίαν ἐμήνυσεν. Οὐσία γὰρ δεσποτικὴ, καθὰ βούλεται, ἐπιφαίνεται. Βροντὴ δὲ σάλπιγξ οὐρανόθεν ἐβόα, πᾶσαν ἀκοῆς ἐνέργειαν τῇ ἀνηχήσει νικῶσα, καὶ φλὸξ διιπταμένη γλώσσας πυρίνας ἀπέτικτεν· ἡ τοῦ πυρὸς διαίρεσις γλωσσῶν ἐγένετο μήτηρ· γλῶσσαι διαμεριζόμεναι ταῖς τῶν μαθητῶν κορυφαῖς ἐπεκαθέζοντο,
raclete comes, the Spirit of truth, He will guide you into all the truth. There shall come after Me One like unto Me in essence; there shall arrive towards you One from the Father, a match for the Father in essence. Accordingly, what they received as glad tidings in words, they recognized in deeds; of those things whereof they received the promise, they awaited the proof. When the day of Pentecost was being fulfilled. Brief was the season in the interval from the ascent, and the descent of the Spirit takes place; the Saviour's promise received its consummation in deeds. The choir of the apostles, therefore, having laid hold of the Master's promise as of some anchor, awaited the presence of the Spirit. When the course of days had mounted up to the fiftieth number, when the cycle of seven weeks, revolving upon itself according to the ordinance of the law, is bounded on either side by the feasts, then accordingly the descent of the Spirit takes place. Yet He did not lay hold of flesh, like the Son, nor was He manifested in human form, nor, as in the streams of Jordan, did the form of the dove declare the presence of the Spirit. For sovereign essence appears just as it wills. And thunder like a trumpet cried aloud from heaven, overcoming every faculty of hearing by its resounding, and a flame flying through brought forth fiery tongues; the division of fire became mother of tongues; divided tongues sat upon the heads of the disciples,
Notes, col. 810

On the reading

Printed ἔλεύς, for ἔλεός.

Printed χαλινούν, for χαλινοῦν.