Migne Reading Room

PG 52 · cols. 798–803 · Read from the page

Letters of St John Chrysostom and some others

Letters of St John Chrysostom and some others

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 52:798Read from the page
γισεν· ἀναστάντι συκοφαντεῖ τὴν ἀνάστασιν· ἀναλαμβανομένου δὲ αὐτοῦ καὶ εἰς οὐρανοὺς ἀπιόντος, οὐκ εἶχε τί φθέγξασθαι, ἀλλὰ τὴν ἑαυτοῦ μειζόνως κεφαλὴν ἐτραυμάτισε. Διὸ πάσης αὐτῷ πανηγύρεως ἡ σήμερον χαλεπωτέρα καθειστήκει, ὁρῶντι πᾶσαν πανταχοῦ τὴν τῶν ἀγγέλων στρατιὰν χορεύουσαν, καὶ τοὺς μὲν ἀκολουθοῦντας, ἄλλους δὲ προτρέχοντας, ἑτέρους ἀπαντῶντας, ἄλλους πάλιν τῷ χορῷ τῶν ἀποστόλων διαλεγομένους, καὶ λέγοντας· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτω πάλιν ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν· οὗτος ὁ Ἰησοῦς ὁ τὴν πληθὺν τῶν σημείων ἐπιδειξάμενος. Ἡ τῆς Δεσποτικῆς οὖν ἀναλήψεως ἡμέρα τὸν μὲν διάβολον, καθὼς εἴρηται, θρηνεῖν παρεσκεύασε, τοὺς δὲ πιστοὺς φαιδρύνεσθαι. Νῦν γὰρ τὸ τερπνὸν ἔαρ ἀνέτειλε, καὶ τὰ τῶν ἀνθῶν ἀνεφύησαν κάλλη· τὰ τῆς ἀμπέλου κατακομᾷ κλήματα τῶν καρπῶν, τὰ δένδρα τῆς ἐλαίας κυπρίζουσιν, αἱ συκαῖ τοὺς ὀλύνθους προσήνεγκαν, καὶ κινεῖται τῷ ζεφύρῳ πεπυκνωμένα τὰ λήϊα, τὴν τέρψιν τῶν κυμάτων μιμούμενα τῆς θαλάσσης· πάντα τῇ Δεσποτικῇ ἀναλήψει μεθ' ἡμῶν φαιδρύνεται. Φέρε τοίνυν, κἀγὼ ἐφ' ὑμῖν τὰ τοῦ Δαυῒδ ἀνακρούσομαι ῥήματα, ἅπερ ἡμῖν ἀρτίως διὰ τὴν Δεσποτικὴν ἀνάληψιν ἐβόα· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Κύριος ἐν φωνῇ σάλπιγγος ἀνέβη, ὅπου ἦν· ἀνελήφθη, ὅθεν οὐκ ἐχωρίσθη. Ὁ γὰρ καταβὰς, αὐτός ἐστιν ὁ καὶ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν. Οὐκ ἄλλος ὁ τοῖς προφήταις ὀφθεὶς, καὶ ἄλλος ὁ τοῖς ἀποστόλοις συνδιατρίψας· οὐκ ἄλλος ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, καὶ ἄλλος ὁ ἐπὶ Πιλάτου κρινόμενος· οὐκ ἄλλος ὁ ἐπὶ σταυροῦ τοῖς ἥλοις προσηλωμένος, καὶ ἄλλος ὁ τοῖς Χερουβὶμ ἐποχούμενος· οὐκ ἄλλος ὁ ὑπὸ Ἰωσὴφ τῇ σινδόνι ἐντυλισσόμενος, καὶ ἄλλος τῇ παλάμῃ τὴν κτίσιν περιδρασσόμενος· οὐκ ἄλλος ὁ ἐν τῷ μνημείῳ κατατιθέμενος, καὶ ἄλλος ὑπὸ τῶν Σεφαρὶμ ἀνυμνούμενος· ἀλλ' αὐτὸς τῷ Πατρὶ συγκαθήμενος, ὁ ἐν τῇ παρθενικῇ μήτρᾳ ἀσπόρως βλαστήσας· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῳ, Κύριος ἐν φωνῇ σάλπιγγος· ὁ τῶν αἰώνων ποιητὴς, ὁ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὰ σύμπαντα παραγαγὼν, ὁ πλάστης τοῦ Ἀδὰμ, ὁ τῆς ἀνθρωπίνης φύσεως παραγωγεὺς, ὁ τὸν εὐάρεστον Ἐνὼχ εἰς χωρίον τῆς ζωῆς μεταστήσας, ὁ τὸν Νῶε φυλάξας μεταξὺ τῆς οἰκουμένης, ὁ τὸν πατριάρχην Ἀβραὰμ ἐκ γῆς Χαλδαίων προσκαλεσάμενος, ὁ τυπώσας ἐν τῷ Ἰσαὰκ τὸ τοῦ σταυροῦ μυστήριον, ὁ τὴν δωδεκάκλωνον τεκνογονίαν τῷ Ἰακὼβ χαρισάμενος, ὁ τὴν ὑπομονὴν τῷ Ἰὼβ παρασχὼν, ὁ ἡγεμόνα τοῦ λαοῦ τὸν Μωϋσῆν προβαλόμενος, ὁ προφητείας ἐκ μήτρας ἐμπλήσας τὸν Σαμουὴλ, ὁ τὸν Δαυῒδ εἰς βασιλέα ἐκ τῶν προφητῶν ἑλόμενος, ὁ τὴν σοφίαν τῷ Σολομῶντι παρασχόμενος, ὁ τὸν Ἠλίαν ἐν συσσεισμῷ ἅρματι πυρίνῳ ἀναλαβὼν, ὁ τοῖς προφήταις ἐμπνεύσας τὴν πρόγνωσιν, ὁ τοῖς ἀποστόλοις τὴν δωρεὰν τῶν ἰαμάτων χαρισάμενος, ὁ τοῖς αὐτοῖς βοήσας· Θαρσεῖτε, νενίκηκα τὸν κόσμον ἐγώ. Οὗτός ἐστιν ὁ Κύριος τῆς δόξης, ὁ ἀναληφθεὶς εἰς τοὺς οὐρανοὺς ἐν ἀλαλαγμῷ, καὶ καθίσας ἐν δεξιᾷ τοῦ Πατρός. Ὑποταγέντων δὲ αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων, αὐτὸς τὰς ἐπιπόνους εὐχὰς ἡμῶν ἀναλάβοι, καὶ νικητὰς ἡμᾶς ἀναδείξει (sic) τῶν πειρατηρίων τοῦ κόσμου· ὑποτάξει ἡμῖν πᾶσαν τὴν φάλαγγα τῶν ἀκαθάρτων πνευμάτων, λέγων πρὸς ἡμᾶς· Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. Ἀβλαβεῖς τοιγαροῦν καὶ ἀμώμους, ὑγιεῖς καὶ ὁλοκλήρους διαφυλάξει ἡμᾶς ψυχῇ καὶ σώματι καὶ πνεύματι, πεπληρωμένους καρπῶν δικαιοσύνης καὶ εὐποιΐας, ὁ τῶν ὅλων Θεὸς, ὁ καταξιώσας ἡμᾶς συν-
the tomb; when He rose again, he slanders the resurrection; yet when He was being taken up and departing into the heavens, he had nothing to utter, but wounded his own head all the more. Wherefore today had become more grievous for him than every festival, as he beheld all the army of the angels everywhere dancing in chorus, and some following, others running on before, others going to meet Him, others again conversing with the choir of the apostles, and saying: Men of Galilee, why do you stand looking into heaven? This Jesus Who was taken up from you into heaven, thus shall He come again in the manner in which you beheld Him going into heaven—this Jesus Who displayed the multitude of signs. The day of the Master's ascension, therefore, contrived for the devil, as has been said, to mourn, and for the faithful to be gladdened. For now the delightful spring has dawned, and the beauties of the flowers have sprung up; the branches of the vine are luxuriant with fruits, the olive trees are blossoming, the fig trees have put forth their unripe figs, and the thick-set cornfields are stirred by the west wind, imitating the delight of the waves of the sea; all things are gladdened with us at the Master's ascension. Come, therefore, I also shall strike up before you the words of David, which just now he cried aloud to us on account of the Master's ascension: All you nations, clap your hands, shout unto God in a voice of exultation. The Lord ascended in the voice of a trumpet, to where He was; He was taken up, from whence He had not been separated. For He Who came down, He it is Who also went up far above the heavens. Not one was He Who was seen by the prophets, and another He Who lived among the apostles; not one He Who is in the bosom of the Father, and another He Who was judged before Pilate; not one He Who was nailed upon the cross with the nails, and another He Who rides upon the Cherubim; not one He Who was wrapped in the linen cloth by Joseph, and another He Who clasps the creation round in His palm; not one He Who was laid in the tomb, and another He Who is hymned by the Seraphim; but the Same One sitting with the Father, Who sprouted without seed in the virginal womb: God ascended in jubilation, the Lord in the voice of a trumpet; the Maker of the ages, Who brought all things from non-being into being, the Fashioner of Adam, the Producer of human nature, Who translated the well-pleasing Enoch into a place of life, Who preserved Noah in the midst of the inhabited world, Who called the patriarch Abraham out of the land of the Chaldaeans, Who prefigured in Isaac the mystery of the cross, Who bestowed twelve-branched child-bearing upon Jacob, Who granted endurance to Job, Who put forward Moses as leader of the people, Who filled Samuel with prophecy from the womb, Who chose David from among the prophets to be king, Who granted wisdom to Solomon, Who took up Elijah in a tempest by a chariot of fire, Who breathed foreknowledge into the prophets, Who bestowed the gift of healings upon the apostles, Who cried aloud to the same: Take heart, I have conquered the world. This One is the Lord of glory, Who was taken up into the heavens in jubilation, and sat down at the right hand of the Father. And with angels and authorities and powers subjected to Him, may He Himself take up our toilsome prayers, and He will show (sic) us victors over the pirate-dens of the world; He will subject to us the whole phalanx of unclean spirits, saying to us: Behold, I have given you the authority to tread upon serpents and scorpions. Unharmed, therefore, and blameless, sound and whole will the God of all preserve us in soul and body and spirit, filled with fruits of righteousness and beneficence, Who vouchsafed for us to be gathered
Notes, col. 798

On the reading

Printed Σεφαρὶμ, for Σεραφὶμ.

Printed ἀλαλαγμῳ, for ἀλαλαγμῷ.

PG 52:799Read from the page
αχθῆναι, καὶ τὴν σωτήριον ἐπιτελέσαι ἑορτήν· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ
together, and to celebrate the saving feast; for to Him befits all glory, honour, and worship, to the
ΕΙΣ ΤΗΝ ΑΝΑΛΗΨΙΝ Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Λόγος δʹ.
On the Ascension of our Lord Jesus Christ. Oration IV.
Φαιδρὰ μὲν πᾶσα ἑορτὴ τῆς τοῦ Χριστοῦ οἰκονομίας, καὶ φαιδρύνουσα τῶν πιστῶν τὰς καρδίας· φαιδρὰ δὲ καὶ τῆς προκειμένης ἑορτῆς ἡ ὑπόθεσις· διὰ τί δὲ φαιδρὰ, ἐν τοῖς καθεξῆς ῥηθησομένοις ὑποδείξομεν. Ἐν ἓξ τοίνυν ἡμέραις ἐποίησεν ὁ Θεὸς πάντα τὰ ἔργα αὐτοῦ, καθὼς γέγραπται, τῇ δὲ ἑβδόμῃ κατέπαυσε. Διὸ καὶ ἐπ' ἐσχάτου τῶν ἡμερῶν εὐδοκήσας ὁ τοῦ Θεοῦ Λόγος ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλὸς, καὶ ἐνανθρωπήσας, τὸν αὐτὸν τρόπον κατὰ τὸν ἀριθμὸν τῶν ἡμερῶν τῆς κοσμοποιΐας, τὰς ἑορτὰς τῆς ἑαυτοῦ οἰκονομίας ἡμῖν παρέδωκε. Πρώτη τοίνυν καὶ ῥίζα τῶν ἑορτῶν Χριστοῦ, ἡ κατὰ σάρκα ἐκ τῆς ἁγίας Παρθένου καὶ θεοτόκου Μαρίας μετὰ τὴν σύλληψιν παράδοξος γέννησις, ἐν ᾗ παρεγένετο Χριστὸς ὁ Θεὸς κλίνας οὐρανοὺς, ὅπως σώσῃ κόσμον ἀπολλύμενον· ἐν ᾗ ἄγγελοι τοῖς ποιμέσιν ὀφθέντες, τὸ παράδοξον τοῦ θαύματος γνωρίζοντες ἐβόων· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Διὸ καὶ δικαίως πρώτη ἑορτὴ προσηγόρευται. Δευτέρα δὲ ἑορτὴ, ἡ ἐπιφάνεια Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καθ' ἣν ἐν τῷ Ἰορδάνῃ παραγινόμενος ἔδειξε πᾶσιν ἀνθρώποις τῆς ἀφάτου αὐτοῦ εὐσπλαγχνίας τὴν συγκατάβασιν· ἐν ᾗ καὶ φωνὴ Πατρὸς ἐξ οὐρανοῦ ἦλθε, μαρτυροῦσα περὶ αὐτοῦ· Οὗτός ἐστιν ὁ Υἱός μου ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα. Ἀλλὰ καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς ἐλθὸν ἔμεινεν ἐπ' αὐτὸν, τῆς ὁμοουσίου Τριάδος δηλαδὴ ἐπιφανείσης ἐν μιᾷ καιροῦ ῥοπῇ· ἧς αὐτόπτης ἄξιος ὁ τοῦ Κυρίου πρόδρομος γέγονεν Ἰωάννης. Περὶ ἧς ἐπιφανείας καὶ ὁ μακάριος Παῦλος ὁ ἀπόστολος ἔλεγεν· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις. Ἐπεὶ οὖν πάντων ἀνθρώπων σωτηρία πέφυκεν, ἀξίως καὶ ἑορτὴ μεγίστη ὑπὸ τῶν εὐσεβῶν ὀνομάζεται. Τρίτη τῶν ἑορτῶν ἡ ἁγία καὶ προσκυνητὴ καὶ πάνσεπτος τοῦ σωτηρίου πάθους Χριστοῦ τοῦ ἀληθινοῦ ἡμῶν Θεοῦ ἡμέρα, ἐν ᾗ ἐν σταυρῷ σαρκὶ προσηλωθεὶς, τὸ καθ' ἡμῶν τῆς ἁμαρτίας ἐξήλειψε γραμματεῖον· ἐν ᾗ καὶ τὸν διὰ τῆς παρακοῆς ἐκβληθέντα τοῦ παραδείσου Ἀδὰμ διὰ μιᾶς φωνῆς ἐν αὐτῷ εἰσήγαγε. Φησὶ γὰρ τῷ λῃστῇ· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ὅθεν καὶ ταύτῃ ἑορτὴ μεγίστη καθέστηκε, καὶ μάλιστα· Παῦλος γὰρ εἴρηκε· Τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Τετάρτη ἑορτὴ, ἡ ὑπερένδοξος καὶ εἰρηνοποιὸς ἡμέρα τῆς ἁγίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀναστάσεως, καθ' ἣν καὶ ἐν τοῖς καταχθονίοις γενόμενος, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ τὰ δεσμὰ διαῤῥήξας, ἀνέστη ἐκ τῶν νεκρων, νίκην κατὰ του ᾅδου ἀράμενος, τοὺς ἐν αὐτῷ κατακειμένους συναναστήσας δικαίους, καὶ πρὸς τοὺς μαθητὰς εἰσελθὼν, τὴν εἰρήνην αὐτοῖς κατεβράβευσεν. Ὅθεν πάσης ἀντιλογίας ἐκτὸς, μήτηρ αὕτη ἑορτῶν ἡ ἀοίδιμος ἡμέρα τοῖς πιστοῖς λελόγισται. Πέμπτη τοιγαροῦν ἑορτὴ ἡ ἁγία τοῦ Κυρίου εἰς οὐρανοὺς ἀνάληψις, περὶ ἧς νυνὶ καὶ τὴν πραγματείαν ποιούμεθα· πέμπτη δὲ τῶν ἑορτῶν ἐστι, καθότι καὶ πέμπτῃ ἡμέρᾳ τῆς ἑβδομάδος ἐπράχθη. Διὰ τοῦτο δὲ ἑορτάζειν ὀφείλομεν, ἐπειδὴ σήμερον τὴν ἀπαρχὴν τοῦ ἡμετέρου φυράματος, τουτέστι τὴν σάρκα, ἐν οὐρανοῖς Χριστὸς ἀνήγαγε. Διὸ καὶ ὁ Ἀπόστολος ἔλεγε· Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ. Ὅθεν ὁ ἀρχέκακος καὶ τῆς ἁμαρτίας εὑρετὴς διάβολος, διὰ τὸν ὄγκον τῆς ἐπάρσεως καὶ τῆς ὑπερηφανίας τὸν τῦφον, ἐξέπεσεν, ἐκεῖ τῷ μεγέθει τῆς ἑαυτοῦ φιλανθρωπίας τὸν διὰ τῆς ἐκείνου κακίστης συμβουλίας ἐκ τοῦ παραδείσου ἐκβληθέντα ἄνθρωπον Χριστὸς ἀντικατέστησε. Τιμῆς οὖν ἀξία καὶ πνευματικῆς χορείας καὶ ἡ παροῦσα ἑορτὴ καθέστηκεν. Ἀλλ' ἐπειδὴ ἑπτὰ ἑορτῶν ἀριθμὸν κατὰ τὰς ἡμέρας τῆς κοσμοποιΐας ἐν ἀρχῇ τοῦ λόγου ἐμνημονεύσαμεν, πέντε δὲ καὶ μόνον μέχρι τοῦ παρ-
Bright indeed is every feast of the dispensation of Christ, and gladdening the hearts of the faithful; and bright also is the subject of the present feast; and why it is bright, we shall show in what will be said in due order. In six days, therefore, God made all His works, as it is written, and on the seventh He rested. Wherefore at the end of the days also, the Word of God, having been well pleased to seek and save that which was lost, and having become man, in the same manner according to the number of the days of the creation of the world, handed down to us the feasts of His own dispensation. First, therefore, and root of the feasts of Christ, is the marvellous birth according to the flesh from the holy Virgin and God-bearer Mary after the conception, in which Christ our God arrived, having bowed the heavens, so that He might save a perishing world; in which angels, having appeared to the shepherds, making known the marvel of the wonder, cried aloud: Glory to God in the highest, and on earth peace, good pleasure among men. Wherefore it has justly been addressed as the first feast. And the second feast is the Epiphany of Christ our God, at which, arriving at the Jordan, He showed to all men the condescension of His unspeakable tender mercy; in which also the voice of the Father came out of heaven, bearing witness concerning Him: This is My beloved Son, in Whom I was well pleased. Moreover the Spirit also, having come in the form of a dove, abode upon Him, the consubstantial Trinity, that is to say, having been manifested in a single moment of time; of which John, the forerunner of the Lord, became a worthy eye-witness. Concerning which epiphany the blessed Paul the apostle also said: The saving grace of God has appeared to all men. Since, therefore, it has proved to be the salvation of all men, it is worthily named a greatest feast by the pious also. Third of the feasts is the holy and worshipful and all-venerable day of the saving passion of Christ our true God, on which, having been nailed in the flesh upon the cross, He blotted out the bond of sin that stood against us; on which He also brought Adam, who through disobedience had been cast out of paradise, into it through a single utterance. For He says to the brigand: Today with Me you shall be in paradise. Whence in this way also it has become a greatest feast, and above all; for Paul has said: Christ our Passover was sacrificed on our behalf. Fourth feast is the supremely glorious and peace-making day of the holy resurrection of Christ our God, on which, having also come to be in the netherworld, having crushed the eternal bars, and having burst asunder the bonds, He rose from the dead, having won victory against hades, having raised up together with Himself the righteous who lay therein, and having entered in to the disciples, bestowed peace upon them. Whence beyond all gainsaying, this celebrated day has been reckoned by the faithful as the mother of feasts. Fifth feast, therefore, is the holy ascension of the Lord into the heavens, concerning which we are also making our discourse at present; and it is fifth of the feasts, inasmuch as it was also wrought on the fifth day of the week. And on this account we ought to keep the feast, since today Christ led up into the heavens the first-fruits of our lump, that is to say, the flesh. Wherefore the Apostle also said: He raised us up together and made us sit down together in the heavenly places in Christ Jesus. From whence the devil, the author of evil and inventor of sin, fell out through the swelling of his elation and the smoke of his pride, there by the greatness of His own love for mankind Christ set in his stead the man who through his most evil counsel had been cast out from paradise. Worthy of honour, therefore, and of spiritual dancing has the present feast also become. Yet since at the beginning of our discourse we made mention of a number of seven feasts according to the days of the creation of the world, while five alone up to the pre-
Notes, col. 799

On the reading

Printed νεκρων, for νεκρῶν.

Printed του, for τοῦ.

PG 52:800Read from the page
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Father and to the Son and to the Holy Spirit, now and always, and unto the ages of the ages. Amen.
όντος ἑορτὰς ἐδείξαμεν, δέον ἐστὶ καὶ τὰς ἄλλας δύο ἑορτὰς εἰς μέσον ἀγαγεῖν, εἶθ' οὕτως ἐπὶ τὴν προκειμένην ἱστορίαν τὸν λόγον χειραγωγήσωμεν. Ἕκτη τοίνυν ἐστὶ τῶν ἑορτῶν ἡ ἕκτη πανεύφημος ἡμέρα τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου Πνεύματος, καθ' ἣν τοῖς ἁγίοις ἀποστόλοις ἡ κατ' ἐπαγγελίαν προσδοκωμένη δωρεὰ τοῦ ἁγίου Πνεύματος ἐν εἴδει πυρίνων γλωσσῶν παρὰ Χριστοῦ ἐξ οὐρανῶν ἀπεστάλη, ἥτις καὶ Πεντηκοστὴ διὰ τὴν τῶν ἑπτὰ ἑβδομάδων συμπλήρωσιν ὠνομάσθη. Ἀναντιῤῥήτως οὖν καὶ αὕτη ἑορτὴ τοῖς εὐσεβέσι μεγίστη καθέστηκεν. Ἑβδόμη ἑορτὴ ἡ προσδοκωμένη ἡμέρα τῆς ἀναστάσεως τῶν νεκρῶν (τὴν γὰρ ἐλπίδα ταύτην οἱ πιστοὶ ἀπεκδεχόμεθα), ἐν ᾗ μέλλει ὁ φιλάνθρωπος καὶ ἀπροσωπόληπτος δικαστὴς Χριστὸς ὁ Θεὸς ἡμῶν ἀποδιδόναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Αὕτη ἐστὶν ἡ ἀληθὴς κατάπαυσις, δι' ἣν καὶ ὁ ἀπόστολος Παῦλος ἔλεγε· Σπουδάσωμεν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν. Τότε τοίνυν καὶ μάλιστα ἑορτὴ χαρᾶς καὶ εὐφροσύνης καὶ ἀγαλλιάσεως πεπληρωμένη ὑπάρχει τοῖς μέλλουσι κληρονομεῖν, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ὥστε, ἀγαπητοὶ, εὐξώμεθα καὶ ἡμεῖς συνεορτάσαι τοῖς δικαίοις ἐν τῷ νυμφῶνι τῆς βασιλείας τῶν οὐρανῶν, οὐ μόνον πρὸς μίαν ἡμέραν, ἢ δύο, ἢ τρεῖς, ἀλλ' εἰς ἀτελευτήτους αἰῶνας. Τοιγαροῦν τῶν ἑπτὰ ἑορτῶν ἡμῖν ἀποδειχθεισῶν, ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Ἔστι δὲ ἡμῖν περὶ τῆς παρούσης ἑορτῆς τῆς ἐν ουρανοῖς, λέγω δὲ τῆς τοῦ Χριστοῦ ἀναλήψεως, τὸ διήγημα. Δαυῒδ μὲν γὰρ εἴρηκε· Καὶ ἔκλινεν οὐρανοὺς, καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ· τὴν ἐξ οὐρανῶν δηλαδὴ τοῦ Λόγου παρουσίαν ἐπὶ γῆς ἐσήμανε. Γνόφον δὲ εἶπεν ὑπὸ τοὺς πόδας αὐτοῦ, τὸ διὰ σαρκὸς ἔνδυμα τῆς θεότητος γνωρίζων· ὥστε καὶ ἄγνωστος ἦν τοῖς πολλοῖς ἡ αὐτοῦ παρουσία διὰ τὸ ταπεινὸν καὶ πρᾷον. Πάλιν γὰρ ὁ αὐτὸς προφήτης λέγει· Κύριε, ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται. Εἰ γὰρ ἔγνωσαν, φησὶν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Καὶ πάλιν εἶπεν· Ἐπέβη ἐπὶ Χερουβὶμ, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων. Ἐπὶ Χερουβὶμ εἶπε, καθότι αὐτὸς καὶ ἐν οὐρανοῖς σὺν τῷ Πατρὶ ὢν ἐπὶ τῶν Χερουβὶμ ἐπωχεῖτο· καὶ σὺν ἀνθρώποις γὰρ ἐπὶ γῆς ἀναστρεφόμενος, τοῦ Χερουβικοῦ καὶ ἐπουρανίου θρόνου οὐδαμῶς ἐχωρίζετο· πτέρυγας δὲ ἀνέμων τὰς νεφέλας αἰνίττεται, ἐν αἷς καὶ ἀνελήφθη καθὼς καὶ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων γέγραπται· Καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Εἶτα καθεξῆς λέγει· Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, θαῦμα τοῖς ἀποστόλοις καὶ ἔκστασις καὶ θροῦς ἐπεγίνετο· θνητοὶ γὰρ τὴν φύσιν ὄντες, καὶ ἀσυνήθεις τοιούτων θεωριῶν, ἐζήτησαν τῇ διανοίᾳ. Ἀλλ' ἐρεῖ τις, ὅτι προειδότες ἦσαν καὶ τὴν μεταμόρφωσιν ὅ τε Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης. Προεῖδον μὲν ἐκεῖνοι μεταμορφωθέντα τὸν Κύριον, καὶ νεφέλην σκιάσασαν αὐτὸν, ἀλλ' οὐκ εἶδον τὴν νεφέλην εἰς ἀέρα ἁρπασθεῖσαν, καὶ εἰς οὐρανοὺς τὸν Δεσπότην ἀναλαμβάνουσαν. Θαῦμα ἐκεῖνο, θαῦμα καὶ τοῦτο· ἀλλὰ θαῦμα θαύματος φοβερώτερον, τοῦτο ἐκείνου ὑψηλότερον, κἂν ἑνὸς Θεοῦ ἡ δύναμις καὶ τὸ μυστήριον ὑπῆρχε. Τότε Μωϋσῆς καὶ Ἠλίας ὤφθησαν τοῖς περὶ τὸν Πέτρον, μετ' αὐτοῦ συλλαλοῦντες· νῦν δὲ θρόνος Χερουβικὸς, τουτέστιν, ἀόρατος δύναμις, τὴν νεφέλην καλυπτομένην ἀθρόον ἐπιστᾶσα, τὸν Δεσπότην τοῖς δούλοις συνομιλοῦντα ἀφήρπασε. Τότε Πέτρος μετά παῤῥησίας
sent point have we shown, it is necessary to bring forward the other two feasts also, and then thus let us lead our discourse by the hand to the narrative that lies before us. Sixth, therefore, of the feasts is the sixth all-celebrated day of the descent of the Holy Spirit, on which the gift of the Holy Spirit awaited according to promise was sent down from the heavens by Christ to the holy apostles in the form of fiery tongues, which was also named Pentecost on account of the fulfilment of the seven weeks. Beyond gainsaying, therefore, this feast also has become a greatest one for the pious. Seventh feast is the awaited day of the resurrection of the dead (for we the faithful eagerly await this hope), on which the humane and impartial Judge, Christ our God, is about to render to each according to his works. This is the true rest, on account of which the apostle Paul also said: Let us be zealous to enter into that rest. Then, therefore, above all there is a feast filled with joy and gladness and exultation for those who are about to inherit the things Which eye has not seen, and ear has not heard, and which have not risen up into the heart of man, which God prepared for those who love Him. So that, beloved, let us also pray to keep the feast together with the righteous in the bridal chamber of the kingdom of the heavens, not merely for one day, or two, or three, but unto endless ages. Now that the seven feasts have been shown by us, therefore, let us return to what lies before us. Our narrative concerns the present feast in the heavens—I mean that of the ascension of Christ. For David has said: And He bowed the heavens, and came down, and thick darkness was under His feet; that is to say, he signified the coming of the Word out of the heavens upon earth. And he spoke of thick darkness under His feet, making known the garment of the Godhead through flesh; so that His coming was also unknown to the many on account of His humility and meekness. For again the same prophet says: O Lord, in the sea is Thy way, and Thy paths are in many waters, and Thy footsteps shall not be known. For had they known, it says, they would not have crucified the Lord of glory. And again he said: He mounted upon Cherubim, He flew upon the wings of winds. Upon Cherubim he said, inasmuch as He Himself, even while being in the heavens with the Father, rode upon the Cherubim; for even while walking among men upon earth, He was in no way separated from the Cherubic and heavenly throne; and by wings of winds he riddles at the clouds, in which He was also taken up, just as it is also written in the Acts of the Apostles: And a cloud took Him up from their eyes. Then in due order it says: And while they were gazing intently into heaven as He went, wonder and amazement and tumult came upon the apostles; for being mortal in nature, and unaccustomed to such visions, they sought in their mind. Yet someone will say that Peter and James and John had also seen the transfiguration beforehand. Those men indeed saw the Lord transfigured beforehand, and a cloud overshadowing Him, yet they did not see the cloud snatched up into the air, and taking up the Master into the heavens. A wonder was that, a wonder is this also; yet a wonder more dreadful than a wonder, this one loftier than that, even though the power and the mystery belonged to one God. Then Moses and Elijah were seen by those around Peter, talking with Him; whereas now a Cherubic throne—that is to say, an invisible power—having suddenly stood by the veiled cloud, snatched away the Master while He was conversing with His servants. Then Peter with boldness
Notes, col. 800

On the reading

Printed ουρανοῖς, for οὐρανοῖς.

PG 52:801Read from the page
ἀπεκρίνατο· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· ποιήσωμεν ὧδε τρεῖς σκηνὰς, σοὶ μίαν, καὶ Μωϋσῇ μίαν, καὶ μίαν Ἠλίᾳ. Νυνὶ δὲ οὐδὲ φθέγξασθαι ἠδυνήθη τις τῶν μαθητῶν, οὐδὲ τὸ στόμα διανοῖξαι, ἀλλὰ φόβῳ μεγίστῳ καταπλαγέντες ἐξέστησαν. Ἐπάγει δὲ καθεξῆς ἡ Γραφὴ λέγουσα· Καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆσι λευκαῖς, οἳ καὶ εἶπον. Οὐδὲ τοῦτο ἀργόν· τὸ γὰρ λευχείμονας ὑπάρχειν τοὺς ἄνδρας, ἑορτῆς μεγίστης σημαντικόν ἐστι. Τί δὲ εἶπαν; Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; Τὸ ὑπεράγαν θαῦμα κατέπτηξεν ὑμᾶς· ἐπελάθεσθε τοῦ εἰπόντος· Πορεύομαι πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν; Ἦ οὐχὶ ἕνεκεν τούτου ἔλεγε πρὸς ὑμᾶς, Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· καὶ πάλιν, Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν; Οὐ τὴν ἐπαγγελίαν τοῦ Παρακλήτου, τουτέστι τοῦ ἁγίου Πνεύματος, ὑπέσχετο ὑμῖν; Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμων εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε πορευόμενον αὐτὸν εἰς τὸν οὐρανόν. Οὕτως ἐλεύσεται μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, μετὰ δόξης καὶ δυνάμεως πολλῆς· οὕτως ἐλεύσεται ἐν καιρῷ, ὅταν μέλλῃ κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Αὐτῷ γὰρ ὁ Πατὴρ δέδωκε τὴν κρίσιν πᾶσαν. Οὐ μνημονεύετε ὅτι ὢν σὺν ὑμῖν, ἔλεγεν· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς; Τότε οἱ ἀπόστολοι ἐν ἑαυτοῖς γενόμενοι, ὑπέστρεφον, αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Κύριον, καὶ ἀπεκδεχόμενοι τῆς θείας δωρεᾶς, τουτέστι τοῦ παναγίου Πνεύματος τὴν ἐπιφοίτησιν. Καὶ δὴ ἐπληρώθη τὸ ἐν Ψαλμοῖς εἰρημένον· Ἀνέβη ὁ Θεὸς εν αλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Σαφῶς ἐνταῦθα ὁ προφήτης τὴν δυάδα τῶν φύσεων τῆς ἐν Χριστῷ οἰκονομίας ἐσήμανε· τὸν αὐτὸν δὲ τρόπον καὶ Θωμᾶς μετὰ τὴν τοῦ Κυρίου ἀνάστασιν ψηλαφήσας τὴν πλευρὰν αὐτοῦ, ἐβόα λέγων· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Ἐν ἀλαλαγμῷ μὲν, ὅτι ἀκαταπαύστῳ φωνῇ τὸν τρισάγιον ὕμνον ἀναπέμπουσι τῷ Θεῷ· καὶ ὅπως ἐπὶ Χερου-
answered: Lord, it is good for us to be here; let us make here three tabernacles, one for Thee, and one for Moses, and one for Elijah. Yet at present none of the disciples was able even to utter a sound, nor to open his mouth, but struck down by the greatest fear they stood amazed. And Scripture adds in due order, saying: And behold, two men stood beside them in white raiment, who also spoke. Not even this is idle; for the fact that the men are clad in white is significative of a greatest feast. And what did they say? Men of Galilee, why do you stand gazing into heaven? The exceeding wonder has cowed you; have you forgotten Him Who said: I go towards My Father, and your Father, and My God, and your God? Was it not for this sake that He said to you, I shall not leave you orphans; and again, My peace I give to you, My peace I leave to you? Did He not promise you the promise of the Paraclete, that is to say, of the Holy Spirit? This Jesus Who was taken up from you into heaven, thus shall He come, in the manner in which you beheld Him going into heaven. Thus shall He come with the clouds of heaven, with glory and much power; thus shall He come in due season, when He is about to judge the inhabited world in righteousness. For the Father has given Him all judgement. Do you not remember that while He was with you He said: All authority has been given to Me in heaven and upon earth? Then the apostles, having come to themselves, returned, praising and blessing the Lord, and eagerly awaiting the descent of the divine gift, that is to say, of the All-Holy Spirit. And so was fulfilled what was spoken in the Psalms: God ascended in jubilation, the Lord in the voice of a trumpet. Clearly here the prophet signified the duad of the natures of the dispensation in Christ; and in the same manner Thomas also, after the resurrection of the Lord, having handled His side, cried aloud saying: My Lord and my God. God ascended in jubilation, the Lord in the voice of a trumpet. In jubilation indeed, because with unceasing voice they send up the thrice-holy hymn to God; and how upon the Cheru-
ΕΙΣ ΤΗΝ ΑΝΑΛΗΨΙΝ Λόγος εʹ.
On the Ascension. Oration V.
Ἐπέστη τῆς Δεσποτικῆς ἀναλήψεως ἡ ἡμέρα· καὶ προσιδοιπορησάντων πολλῶν ὂν καὶ τὴν ἡμετέραν βραχύτητα πρὸς λόγους ὁ πατὴρ προετρέψατο. Καὶ δίκαιον ἡμῖν κατεφαίνετο, κάλυμμα τῆς βραχυλογίας τὴν σιωπὴν ἐπιφέρεσθαι, καὶ κρύπτειν τῆς ἀπαιδευσίας τὸ μέγεθος· ἐπειδὴ δὲ μετὰ τοῦ πατρὸς καὶ τῶν ἄνω δυνάμεων πρὸς λόγους τὸ πλῆθος προτρέπετε, καὶ λαλεῖν μετ' αὐτῶν ἐγκελεύετε ἅπερ πάλαι καὶ Δαυῒδ περὶ τῆς ἀναλήψεως τῆς Δεσποτικῆς ἀνεβόησεν· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης· δεῦρο, σήμερον τὰ πρόσφορα τῆς ἡμέρας καὶ ἡμεῖς κελαδήσωμεν. Σήμερον γὰρ ὁ Δεσπότης ἡμῶν Χριστὸς πρὸς τὸν πατρῷον θρόνον ἀνέρχεται· σήμερον ὁ σωματωθεὶς τῷ Πατρὶ συγκαθέζεται, οὔτε πρότερον χωρισθεὶς, οὔτε νῦν ἐν πρώτοις αὐτῷ συγκαθήμενος· ἀεὶ γὰρ ἐν τοῖς κόλποις τοῦ Πατρὸς ἀναπαύεται· μόνος τὸν Πατέρα χωρῶν, καὶ ὑπὸ τοῦ Πατρὸς μόνος χωρούμενος· Ἐγὼ γὰρ, φησὶν, ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ ὁ Λόγος ἐν τῷ Πατρὶ, καὶ ὁ Λόγος ἐν τῇ γῇ. Οὔτε δὲ κατελθὼν ὡς οὐδὲν τὸν πατρῷον κόλπον ἐκένωσεν· οὔτε εἰς οὐρανοὺς ἀνελθὼν, ἔρημον τὴν γῆν τῆς αὐτοῦ παρουσίας κατέλειπεν· ἀλλὰ καὶ τοῖς ἀνθρώποις συναναστρεφόμενος, τῷ Πατρὶ συνεκάθητο, καὶ τῷ Πατρὶ συγκαθήμενος, ὑπάρχει τῶν ἀνθρώπων ἀχώριστος. Ἰδοὺ γὰρ ἐγὼ, φησὶ, μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Σήμερον ὁ Δεσπότης Χριστὸς ἐκ τῶν ἀνθρώπων εἰς οὐρανοὺς ἀναφέρεται, οὐ κατὰ τὸν Ἐνὼχ μεθιστάμενος, οὐ κατὰ τὸν Ἠλίαν ἅρματι πυρὸς πρὸς οὐρα-
The day of the Master's ascension has come; and though many have journeyed on before, the father has exhorted our shortness also towards discourses. And it seemed just to us to bring silence upon ourselves as a veil for our brevity of speech, and to hide the greatness of our lack of learning; yet since along with the father and the powers above you the multitude exhort us towards discourses, and bid us speak with them the very things which of old David also cried aloud concerning the Master's ascension: Lift up your gates, O rulers, and be lifted up, you eternal gates, and the King of glory shall enter in; come, today let us also sing out what befits the day. For today our Master Christ goes up towards His Father's throne; today He Who was embodied sits down with the Father, neither separated before, nor now for the first time sitting with Him; for He always rests in the bosom of the Father, alone containing the Father, and by the Father alone contained; For I, He says, am in the Father, and the Father is in Me; and the Word was in the Father, and the Word was upon the earth. And neither on coming down, as it is written, did He empty the Father's bosom, nor on going up into the heavens did He leave the earth desolate of His presence; but both while walking among men He sat with the Father, and while sitting with the Father He is inseparable from men. For behold, I, He says, am with you all the days until the consummation of the age. Today the Master Christ is borne up from among men into the heavens, not translated like Enoch, not like Elijah by a chariot of fire towards hea-
Notes, col. 801

On the reading

Printed ὑμων, for ὑμῶν.

Printed εν, for ἐν.

Printed αλαλαγμῷ, for ἀλαλαγμῷ.

Printed προσιδοιπορησάντων, for προοδοιπορησάντων.

PG 52:802Read from the page
βικοῦ θρόνου ἀνελήφθη, προαπεδείξαμεν· Ἐν φωνῇ δὲ σάλπιγγος, ἀρχαγγελικῆς δηλαδὴ, προσημαινούσης αὐτοῦ τὴν ἐν οὐρανοῖς ἄνοδον. Ἀλλὰ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ταῖς ἄνω δυνάμεσι τῇ προστακτικῇ φωνῇ ἀνεκήρυττεν· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Αἱ δὲ δυνάμεις ἔλεγον· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Εἶτα τὸ Πνεῦμα· Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ. Ἐνίκησε γὰρ τὸν Πολέμιον, ὡπλίσατο κατὰ τῆς τοῦ διαβόλου τυραννίδος ἐν τῷ ἀνθρωπίνῳ σώματι, ἔσβεσεν αὐτοῦ τὰ πεπυρωμένα βέλη· καὶ τῷ σταυρῷ προσηλωθεὶς, καὶ θανάτου γευσάμενος, ἀθάνατος ὑπάρχων, ἐσκύλευσε τὸν ᾅδην, καὶ νικητὴς ἀποδειχθεὶς ἀνέστη ἐκ τῶν νεκρῶν· καὶ τὸ πλανώμενον πρόβατον ἐπιστρέψας, ἰδοὺ ἀνέρχεται ἐπ' ὤμων τοῦτο φέρων πρὸς τὰ ἐνενήκοντα ἐννέα τὰ ἀπλανῆ, τὰ ἐν τοῖς ὄρεσι, τουτέστιν ἐν οὐρανοῖς νεμόμενα. Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ. Καὶ πάλιν λέγει· Κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. Αἱ οὖν δυνάμεις ὡς ἤκουσαν, Κύριος τῶν δυνάμεων, ὁμοφώνως τὴν συνήθη δοξολογίαν ἐκβοῶντες, ἐδέχοντο μετὰ χαρᾶς τὸν Κύριον, καὶ ἔπεμπον ἕως τοῦ ὑψηλοῦ θρόνου καὶ ἐπηρμένου. Καὶ ἐπληρώθη τὸ ὑπὸ τοῦ Δαυῒδ εἰρημένον· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
bic throne He was taken up, we demonstrated beforehand; and In the voice of a trumpet, namely an archangelic one, signifying beforehand His ascent into the heavens. Moreover the Holy Spirit also proclaimed aloud to the powers above with commanding voice: Lift up your gates, O rulers, and be lifted up, you eternal gates, and the King of glory shall enter in. And the powers said: Who is this King of glory? Then the Spirit: The Lord strong and mighty, the Lord mighty in war. For He conquered the Foe, He armed Himself against the tyranny of the devil in the human body, He quenched his fiery darts; and having been nailed to the cross, and having tasted death, though being immortal, He despoiled hades, and having been shown victor He rose from the dead; and having turned back the wandering sheep, behold, He goes up bearing it upon His shoulders towards the ninety-nine that did not wander, that pasture upon the mountains, that is to say, in the heavens. The Lord strong and mighty, the Lord mighty in war. And again He says: The Lord of hosts, He is the King of glory. When the powers heard, therefore, The Lord of hosts, crying out with one voice their customary doxology, they received the Lord with joy, and escorted Him as far as the high and exalted throne. And what was spoken by David was fulfilled: The Lord said to my Lord: Sit at My right hand, until I make Thine enemies a footstool for Thy feet.
Ὦ αἱρετικὲ, ἠπάντως πρὸς τὴν ἐξ ἡμῶν ληφθεῖσαν σάρκα, ἐψυχωμένην ἐκ τῆς ἁγίας Παρθένου. Αἰσχυνέσθωσαν οὖν οἱ μίαν φύσιν ἐπὶ Χριστοῦ ὁμολογοῦντες. Ἡ γὰρ θεία φύσις εὔδηλον ὅτι συνῆν ἀϊδίως τῷ θρόνῳ τῆς μεγαλωσύνης. Ἡ δὲ καθολικὴ Ἐκκλησία δοξαζέσθω. Ἡμᾶς δὲ πάντας ἀξίους ἀναδείξῃ Χριστὸς ὁ Θεὸς τῆς αἰωνίου αὐτοῦ βασιλείας· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀχράντῳ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
O heretic, surely to the flesh taken from us, ensouled, from the holy Virgin! Let those, therefore, be put to shame who confess one nature in Christ. For as to the divine nature, it is quite clear that it was everlastingly with the throne of majesty. And let the Catholic Church be glorified. And may Christ our God show us all worthy of His eternal kingdom; to Him be the glory and the might with the undefiled Father, together with the Holy Spirit, unto the ages of the ages. Amen.
νὸν ἀνερχόμενος· ἀλλ' ἀναλαμβάνεται, ἵνα πέμψῃ τοῖς μαθηταῖς τὴν τοῦ ἁγίου Πνεύματος δύναμιν. Ταύτης τῆς ἀναλήψεως τὴν χαρὰν πρὸ πολλῶν γενεῶν Δαυῒδ θεασάμενος, προανεφώνησε λέγων· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ τὸν Ἀδὰμ διαπλάσας ἐκ κόνεως, ὁ τὸν Ἄβελ δικαιώσας, καὶ τὸν Ἐνὼχ μεταθέμενος. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ τὸν Νῶε κυβερνήσας, καὶ πιστὸν τὸν Ἀβραὰμ ἐκλεξάμενος. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ τὸν Ἰσαὰκ ἄθυτον θυσίαν δεξάμενος, καὶ τὴν Ἰακὼβ πληρώσας εὐλογιῶν. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ τὸν Ἰωσὴφ ὁδηγήσας πλανώμενον, καὶ τὴν ὑπομονὴν τοῦ Ἰὼβ προσδεξάμενος. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ δοξάσας τὸν Μωϋσῆν, καὶ τὴν ἀρχιερωσύνην τῷ Ἀαρῶνι χαρισάμενος. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ τὸν Ἰησοῦν τὸν Ναυῆ ἐνισχύσας, καὶ τὸν προφήτην τῷ Σαμουὴλ δωρησάμενος. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ τὸν Δαυῒδ δυναμώσας, καὶ τὸν Σολομῶντα σοφίσας. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ τοὺς προφήτας ἐμπνεύσας, καὶ τοῖς ἀποστόλοις τὰς τῶν ἰαμάτων δωρεὰς χαρισάμενος. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ ἄνω ἀμήτωρ, καὶ κάτω ἀπάτωρ. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, τὸ τοῦ Πατρὸς προαιώνιον γέννημα, καὶ τῆς Παρθένου μητρὸς τὸ ἀφύτευτον βλάστημα. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ τῆς ζωῆς χορηγὸς, καὶ τῶν παραδόξων διανομεύς. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ τῷ θανάτῳ θανατώσας τὸν θάνατον, καὶ τῷ γένει τῶν ἀνθρώπων ζωὴν χαρισάμενος. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ven; but He is taken up so that He may send to the disciples the power of the Holy Spirit. Having beheld the joy of this ascension many generations before, David proclaimed it beforehand, saying: God ascended in jubilation, Who fashioned Adam out of dust, Who justified Abel, and translated Enoch. God ascended in jubilation, Who steered Noah, and chose the faithful Abraham. God ascended in jubilation, Who received Isaac as an unslain sacrifice, and filled Jacob with blessings. God ascended in jubilation, Who guided Joseph when wandering, and accepted the endurance of Job. God ascended in jubilation, Who glorified Moses, and bestowed the high-priesthood upon Aaron. God ascended in jubilation, Who strengthened Joshua the son of Nun, and bestowed the prophet upon Samuel. God ascended in jubilation, Who empowered David, and made Solomon wise. God ascended in jubilation, Who inspired the prophets, and bestowed the gifts of healings upon the apostles. God ascended in jubilation, motherless above, and fatherless below. God ascended in jubilation, the pre-eternal Offspring of the Father, and the unplanted Shoot of the Virgin mother. God ascended in jubilation, the Choragus of life, and Dispenser of marvels. God ascended in jubilation, Who by death put death to death, and bestowed life upon the race of men. God ascended in jubilation, the Lord in the voice of a trumpet. To Him be the glory unto the ages of the ages. Amen.
Notes, col. 802

On the reading

Printed ἠπάντως, for ἢ πάντως.

PG 52:803Read from the page
MONITUM
Admonition
Septemdecim Homilias seu λόγους Chrysostomi in Pentecosten commemorat Photius in Bibliotheca sua cap. 25, e quarum fortasse numero erant hae tres quas in spuriarum numero ponimus. Illas inter ἀμφιβαλλόμενα seu dubia locavit Savilius; Fronto Ducaeus priorem tantum edidit, at spuriam existimavit : cui et ego adstipulor. Adstipulantur similiter plerique omnes viri docti; stylus enim mirum quantum abhorret a Chrysostomi dicendi genere. Putavit quispiam esse Severiani Gabalorum episcopi opus; id ex conjectura dictum est; potuit a Severiano pronuntiari, potuit ab alio Chrysostomi nomine confingi; id quod libentius crederem. Postrema homiliae verba observatu dignissima sunt : dicitur Imperatorem tunc regnantem immatura esse aetate, et filium Theodosii patremque Theodosii. Erat igitur Arcadius, qui tamen quomodo immatura aetate, si jam pater erat? Illud vero dicere non potuit Chrysostomus : nam cum is in episcopum Constantinopolitanum cooptatus est, erat Arcadius annos natus 21, ut optime observat Tillemontius, qui arbitratur haec verba ex margine in textum irrepsisse. At vetus Interpres haec
Photius in his Bibliotheca, chap. 25, mentions seventeen Homilies or discourses of Chrysostom on Pentecost, of whose number perhaps were these three which we place in the number of the spurious works. Savile placed them among the disputed or doubtful works; Fronton du Duc edited the first alone, yet deemed it spurious—with whom I also agree. Almost all learned men likewise agree; for the style diverges marvellously from Chrysostom's manner of speaking. Someone supposed it to be a work of Severian, Bishop of Gabala; that was spoken by conjecture; it could have been delivered by Severian, or it could have been fabricated by another under the name of Chrysostom—which I would more readily believe. The closing words of the homily are most worthy of notice: the Emperor then reigning is said to be of unripe age, and the son of Theodosius and father of Theodosius. It was therefore Arcadius; yet how was he of unripe age if he was already a father? Chrysostom certainly could not have said that: for when he was chosen Bishop of Constantinople, Arcadius was 21 years old, as Tillemont excellently observes, who judges that these words crept out of the margin into the text. Yet the ancient Translator had read these words
IN PENTECOSTEN. SERMO I.
ON PENTECOST. FIRST SERMON.
Hodie nobis terra facta est caelum, non stellis de caelo in terram descendentibus; sed apostolis supra caelos ascendentibus, quia effusa est gratia Spiritus sancti. Orbem terrarum caelum effecit, non mutata natura, sed emendata voluntate. Invenit publicanum, et evangelistam effecit; invenit blasphemum, et fecit apostolum; invenit latronem et in paradisum induxit; invenit meretricem, et virgine castiorem reddidit; invenit magos, et in evangelistas mutavit. Ejecit malitiam, et virtutem induxit, Deique gratiam attulit. Caelum facta est terra. Qua in re stellae apostolis comparandae? Stellae in caelo; apostoli supra caelum. Quae sursum sunt sapite, ubi Christus est in dextera Dei sedens (Col. 3. 1). Stellae ab igne sensibili; apostoli ab igne spirituali. Stellae noctu lucent, in die occultantur; apostoli nocte et die radiis suis effulgent. Stellae orto sole occultantur; apostoli orto sole justitiae, suo fulgore resplendent. Stellae in resurrectione ut folia cadent; apostoli in resurrectione in nubibus rapientur. Et in sideribus quidem alius Hesperus, alius Lucifer; in apostolis autem nullus Hesperus, sed omnes Luciferi sunt. Ideo apostoli sunt stellis ipsis splendidiores: neque aberraverit si quis illos mundi luminaria vocet, non modo dum viverent, sed etiam nunc postquam e vita migrarunt. Sanctorum quippe gratia morte non abscinditur, obitu non obscuratur, non in terram solvitur: et hoc res ipsa testificatur. Piscatores erant, et piscatores mortui sunt; illorum autem retia semper operantur; id quod testificatur multitudo eorum qui quotidie salutem consequuntur. Vinitores erant, et postquam illi abierunt, vinea foliis ornatur ac fructu onusta est. Etenim vinitores sunt et piscatores, et columnae et medici, et duces, atque doctores. Columnae, quia tectum fidei sustentavere; portus, quia fluctus impietatis represserunt; gubernatores, quia orbem a terra in caelum manu duxerunt; pastores, quia lupos abegerunt, et oves servarunt; vinitores, quia spinas evulserunt, et semina pietatis sparserunt; medici, quia vulnera nostra curaverunt. Et ut discas haec non temere jactari, Paulum in medium adduco, qui haec omnia praestitit. Vis eum satorem videre? Ego plantavi, Apollo rigavit (1. Cor. 3. 6). Vis architectum cernere? Ut sapiens architectus fundamentum posui (1. Cor. 3. 10). Vis pugilem? Sic pugno, non quasi aerem verberans (1. Cor. 9. 26). Vis athletam? Non est nobis colluctatio adversus sanguinem et carnem (Eph. 6. 12). Vis cursorem? Ita ut ab Jerosolyma usque ad Illyricum repleverim evangelium Dei (Rom. 15. 19). [Vis ducem?] Induentes loricam fidei (Eph. 6. 14). Vis certantem? Bonum certamen certavi (2. Tim. 4. 7). Vis coronatum conspicere? In reliquo reposita est mihi corona justitiae (Ibid. v. 8). Unus cum esset, omnia fiebat, Dominum suum imitans. Etenim Dominus noster cum unus esset substantia, in omnes se formas commutabat. Qua de causa in omnes formas? Propter nostram salutem. Tu palmes fuisti; ille radix: nam, Ego sum vitis, vos palmites (Joan. 15. 5). Progredi voluisti; ille factus est tibi via: Per me si quis introierit et exierit, pascua inveniet (Joan. 10. 9). Ovis factus es: ille factus est tibi pastor: Ego enim sum pastor bonus: bonus pastor animam suam dat pro ovibus suis (Ibid. 10. 11). Peccator fuisti; ille factus est tibi Agnus Dei, qui tollit peccatum mundi (Ibid. 1. 29). Comedere voluisti; ille factus est tibi mensa. Bibere voluisti? factus est tibi poculum: Qui manducat meam carnem, et bibit meum sanguinem, in me manet, et ego in eo (Ib. 6. 57). Induere te voluisti; ille factus est tibi indumentum: Quotquot enim in Christo baptizati estis, Christum induistis (Gal. 3. 27).
Today earth has become heaven for us—not because stars have descended from heaven to earth, but because the apostles have ascended above the heavens, since the grace of the Holy Spirit has been poured forth. It has made the world heaven, not by changing nature, but by amending the will. It found a publican, and made him an evangelist; it found a blasphemer, and made him an apostle; it found a robber, and led him into paradise; it found a harlot, and rendered her chaster than a virgin; it found magicians, and transformed them into evangelists. It cast out malice, brought in virtue, and bestowed the grace of God. Earth has become heaven. In what respect are stars to be compared with the apostles? The stars are in heaven; the apostles are above heaven. Mind the things that are above, where Christ is seated at the right hand of God (Col. 3:1). Stars shine from sensible fire; the apostles from spiritual fire. Stars shine by night and are hidden by day; the apostles gleam forth with their rays both by night and by day. When the sun rises, the stars are hidden; when the Sun of righteousness has risen, the apostles shine brightly in their splendour. At the resurrection the stars will fall like leaves; at the resurrection the apostles will be caught up in the clouds. And among the stars, indeed, one is Hesperus, the evening star, and another Lucifer, the morning star; whereas among the apostles none is an evening star, for all are morning stars. Therefore the apostles are more resplendent than the stars themselves; nor would anyone err should he call them luminaries of the world, not only while they lived, but even now after they have departed from life. For the grace of the saints is not severed by death, is not darkened by decease, is not dissolved into earth—and the fact itself bears witness to this. Fishermen they were, and as fishermen they died; yet their nets are ever at work, as the multitude of those who daily attain salvation bears witness. Vine-dressers they were, and after they departed, the vineyard is adorned with foliage and laden with fruit. Indeed, they are vine-dressers and fishermen, pillars and physicians, commanders and teachers: pillars, because they upheld the roof of the faith; harbours, because they checked the waves of impiety; pilots, because with their hand they steered the world from earth to heaven; shepherds, because they drove away the wolves and preserved the sheep; vine-dressers, because they plucked up the thorns and sowed the seeds of piety; physicians, because they healed our wounds. And that you may learn that these things are no rash boast, I bring forward Paul, who accomplished them all. Would you see him as a planter? I planted, Apollos watered (1 Cor. 3:6). Would you behold him as a master-builder? Like a wise master-builder I laid a foundation (1 Cor. 3:10). Would you see him as a boxer? So I fight, not as one beating the air (1 Cor. 9:26). Would you see him as a wrestler? Our wrestling is not against flesh and blood (Eph. 6:12). Would you see him as a runner? So that from Jerusalem round about unto Illyricum I have fully preached the Gospel of God (Rom. 15:19). Would you see him as a commander? Putting on the breastplate of faith (Eph. 6:14). Would you see him contending? I have fought the good fight (2 Tim. 4:7). Would you behold him crowned? Henceforth there is laid up for me a crown of righteousness (ibid., v. 8). Though one man, he became all things, imitating his Lord. For our Lord also, though one in substance, changed himself into every form. Why into every form? For our salvation. You were a branch; he was the root: for I am the vine, you are the branches (John 15:5). You wished to walk onward; he became for you the way: If anyone enters and goes out by me, he shall find pasture (John 10:9). You became a sheep; he became for you the shepherd: For I am the good shepherd; the good shepherd lays down his life for his sheep (ibid., 10:11). You were a sinner; he became for you the Lamb of God, who takes away the sin of the world (ibid., 1:29). You wished to eat; he became for you a table. Did you wish to drink? He became for you a cup: He who eats my flesh and drinks my blood abides in me, and I in him (ibid., 6:57). You wished to be clothed; he became for you a garment: For as many of you as have been baptized into Christ have put on Christ (Gal. 3:27).