Φαιδρόν μοι τὸ τῆς Ἐκκλησίας θέατρον, οὐ γέλωτα τοῖς ἀνθρώποις ἐργαζόμενον μάταιον, ἀλλὰ σφοδρὸν τῷ διαβόλῳ τὸν θρῆνον. Βλέπει γὰρ ἄνω τῶν κάτω νεκρῶν ἀναστάσιμον ῥίζαν· βλέπει τὸν κάτω παρ' αὐτοῦ παραδοθέντα τῷ σταυρῷ, ἐξ οὐρανοῦ αὐτὸν καθορῶντα· βλέπει τὴν γῆν ἀγγέλων πεπληρωμένην· βλέπει παραδόξως ἀέρα βαδιζόμενον· βλέπει τὰς οὐρανίους δυνάμεις ἀπαντώσας, καὶ τοὺς μὲν λέγοντας· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης, τοὺς δὲ πάλιν ἀπαντῶντας καὶ ὑπασπίζοντας· Κύριος κραταιὸς καὶ δυνατὸς ἐν πολέμῳ. Ποίῳ πολέμῳ; Ὃν ὑπὲρ ἡμῶν πρὸς τὸν κοινὸν ἐχθρὸν ὑπεδέξατο, ὃν οὐδεὶς ἀνθρώπων, οὐ προφητῶν, οὐ δικαίων καταπαλαῖσαι δεδύνηται. Ἐτετυράννηντο γὰρ πάντες ὑπὸ Βασιλεύοντος τότε θανάτου, ἕως οὗ παραγέγονεν ὁ βασιλεὺς τῶν αἰώνων, καὶ δήσας τὸν Ἰσχυρὸν, ἀπέλαβεν αὐτοῦ τὰ σκεύη. Σταυρουμένου γὰρ τοῦ Κυρίου, αἱ μὲν δυνάμεις τῶν οὐρανῶν ἐξενίσθησαν, ἡ δὲ κτίσις πᾶσα ἐκλονεῖτο, ὁρῶσα τὸ κοινὸν μυστήριον καὶ τὸ φοβερὸν θέαμα γενόμενον ἐπὶ τῆς γῆς. Ἐτρόμασε γὰρ ἡ γῆ, ἐκινήθη ἡ θάλασσα, ἐκλυδωνίσθη ἡ ἄβυσσος, πᾶσα ἡ κτίσις ἐταράχθη· ἐφοβήθησαν φωστῆρες οὐρανῶν, ἔφυγεν ὁ ἥλιος καὶ ἡ σελήνη, ἀστέρες ἐξέλιπον, ἡμέρα οὐχ ὑπέμεινεν, ἄγγελος ἐξήλατο τεταραγμένος τοῦ ναοῦ, περιεσχισμένου τοῦ καταπετάσματος τοῦ οἴκου· σκότος ἐπλήρωσε τὴν γῆν, τὰ στοιχεῖα ἀπεστράφη, καὶ ἡ ἡμέρα ἠλλοιώθη· οὐ γὰρ ἐβάσταζον ὁρῶντες τὸν ἑαυτῶν Δεσπότην καὶ ποιητὴν κρεμάμενον ἐπὶ ξύλου. Τότε ὁ ᾅδης κατελύθη, καὶ αἱ πύλαι αὐτοῦ συνετρίβησαν, καὶ οἱ μοχλοὶ αὐτοῦ συνεκλάσθησαν. Περὶ ὧν Δαυῒδ προφητεύων ἔλεγεν, Ὅτι συνέτριψε πύλας χαλκᾶς, μοχλοὺς σιδηροῦς συνέθλασε. Τότε ἔπεσεν ὁ βασιλεύων θάνατος ὑπὸ τοὺς πόδας Χριστοῦ, καὶ ἐσύρετο αἰχμάλωτος θριαμβευόμενος. Τῷ γὰρ ἀτρέπτῳ σώματι καὶ γενναίῳ κενώσας τοῦ Ἐχθροῦ τὴν ἰσχὺν, καὶ τὰς μηχανὰς αὐτοῦ συντρίψας, κατέδραμεν εἰς τὰ τοῦ ᾅδου βασίλεια, καὶ τὸν θρόνον αὐτοῦ κατέσπασε, τὸ διάδημα καθεῖλε, τὰ σκῆπτρα κατέλυσε, φωνὴν ἀφῆκε, λέγων· Δεῦτε, πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, πρὸς τὸν Πατέρα καὶ Θεόν· δεῦτε, καὶ τῆς δουλείας ἐλευθερίαν κομίσασθε. Προάγω γὰρ ὑμᾶς ἐκ δουλείας εἰς ἐλευθερίαν, ἐκ σκότους εἰς φῶς, ἐκ τυραννίδος εἰς βασιλείαν. Ζωὴν γὰρ ὑμῖν εὐαγγελίζομαι ἐγὼ ὁ Χριστός. Τοιγαροῦν μηκέτι φοβεῖσθε τὸν τύραννον, ἀλλὰ καταφρονεῖτε φόβου καὶ θανάτου, λιμοῦ καὶ θλίψεως, δεσμῶν καὶ φυλακῆς καὶ στενοχωρίας. Ταῦτα γὰρ δέδοικεν ὁ τυράννου στρατὸς ὃς καταλέλυται· μόνος δὲ πάντων ἐγώ εἰμι νικηφόρος βασιλεὺς, ὁ καὶ παθὼν ὑπὲρ ὑμῶν σαρκί. Οὗτος τοίνυν ἐστὶν ἀληθῶς κραταιὸς καὶ δυνατὸς Κύριος· οὗτός ἐστιν ὁ δυνατὸς ἐν πολέμῳ· οὗτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης, ὁ ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ, τοὺς κατοικοῦντας ἐν τάφοις· πρὸς ὃν ἔλεγε Δαυῒδ· Ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν. Πᾶσα μὲν οὖν ἑορτὴ Χριστιανῶν, τοὺ διαβόλου κατάκρισις· ἐξαιρέτως δὲ αὕτη. Ἐν πάσαις μὲν γὰρ ταῖς ἄλλαις τὴν ἑαυτοῦ ἀπογυμνώσας κακίαν, καὶ μηδὲν ὠφελήσας ἑαυτὸν ἐθριάμβευσεν. Οἷόν τι λέγω· Τῆς Παρθένου παραδόξως κυοφορούσης, τὴν τῆς μοιχείας ἐπεφήμισε πρᾶξιν· ἀνεκλαλήτως τεκούσης, τὸ μὴ εἶναι παρθένον διέβαλεν· ἐκτρεφομένου τοῦ τὴν σύμπασαν τρέφοντος κτίσιν, φονοκτονεῖν τὰ βρέφη τὸν Ἡρώδην ἐδίδαξεν, οἰόμενος ἐν αὐτοῖς συλλαβεῖν τὸν ἀκράτητον· ἐπὶ τὸ βάπτισμα σπεύδοντα, πρὸς πειρασμὸν ἐπανάγει, διαλεγόμενον τοῖς Ἰουδαίοις, βλασφημεῖσθαι πεποίηκε· θαυματουργοῦντα, λιθάζεσθαι παρεσκεύασε, τὸν φονέα καὶ λῃστὴν ἀντ' αὐτοῦ προετίμησε· σταυρωθέντι λῃστὰς συνεσταύρωσε· ταφέντι τὸ μνημεῖον ἐσφρά-
Bright to me is the theatre of the Church, working not idle laughter for men, but vehement lamentation for the devil. For he sees on high the resurrection-bringing root of the dead below; he sees Him Who below was handed over by him to the cross, looking down from heaven upon him; he sees the earth filled with angels; he sees the air marvellously walked upon; he sees the heavenly powers going to meet Him, and some saying: Lift up your gates, O rulers, and the King of glory shall enter in; and others again going to meet Him and bearing shields: The Lord strong and mighty in war. In what war? That which on our behalf He undertook against the common enemy, whom no one of men, nor of prophets, nor of the righteous has been able to wrestle down. For all had been tyrannized over by death then reigning as King, until the King of the ages arrived, and having bound the Strong One, took away his vessels. For while the Lord was being crucified, the powers of the heavens were struck with amazement, and the whole creation was shaken, beholding the common mystery and the dreadful spectacle taking place upon the earth. For the earth trembled, the sea was moved, the abyss was tossed in surge, the whole creation was troubled; the luminaries of the heavens were afraid, the sun and the moon fled, the stars failed, day did not endure, the angel leapt forth in tumult from the temple, while the veil of the house was rent asunder; darkness filled the earth, the elements turned away, and the day was altered; for they could not bear beholding their own Master and Maker hanging upon a tree. Then hades was undone, and its gates were crushed, and its bars were snapped. Concerning which David prophesying said: Because He crushed gates of bronze, and bars of iron He shattered. Then death who reigned as king fell under the feet of Christ, and was dragged along captive in triumph. For having emptied the strength of the Enemy by His unchanging and noble body, and having crushed his devices, He ran down into the palaces of hades, and pulled down his throne, took down his diadem, abolished his sceptres, and sent forth His voice, saying: Come, all the families of the nations, towards the Father and God; come, and receive freedom from slavery. For I lead you forth from slavery into freedom, from darkness into light, from tyranny into a kingdom. For I, the Christ, bring you good news of life. Wherefore fear the tyrant no longer, but despise fear and death, famine and affliction, bonds and prison and straitness. For these things the army of the tyrant, which has been undone, has feared; whereas I alone of all am the victory-bearing King, Who also suffered on your behalf in the flesh. This One, therefore, is truly the strong and mighty Lord; this One is the mighty in war; this One is the King of glory, Who leads forth in courage those bound in fetters, those who dwell in tombs; to Whom David said: Thou hast ascended on high, Thou hast led captivity captive. Every feast of Christians, then, is a condemnation of the devil, and above all this one. For in all the others, having laid bare his own wickedness and having profited himself nothing, he made a triumph-show of himself. Just such a thing as I mean: when the Virgin was marvellously with child, he spread abroad the charge of the act of adultery; when she ineffably gave birth, he slandered her as not being a virgin; when He Who nourishes the whole creation was being reared, he taught Herod to murder the infants, supposing that among them he would seize the Unconquerable One; when He hastened towards baptism, he brings Him up to temptation; when He conversed with the Jews, he caused Him to be blasphemed; when He wrought miracles, he contrived for Him to be stoned, and preferred the murderer and brigand instead of Him; when He was crucified, he crucified brigands with Him; when He was buried, he sealed