γισεν· ἀναστάντι συκοφαντεῖ τὴν ἀνάστασιν· ἀναλαμβανομένου δὲ αὐτοῦ καὶ εἰς οὐρανοὺς ἀπιόντος, οὐκ εἶχε τί φθέγξασθαι, ἀλλὰ τὴν ἑαυτοῦ μειζόνως κεφαλὴν ἐτραυμάτισε. Διὸ πάσης αὐτῷ πανηγύρεως ἡ σήμερον χαλεπωτέρα καθειστήκει, ὁρῶντι πᾶσαν πανταχοῦ τὴν τῶν ἀγγέλων στρατιὰν χορεύουσαν, καὶ τοὺς μὲν ἀκολουθοῦντας, ἄλλους δὲ προτρέχοντας, ἑτέρους ἀπαντῶντας, ἄλλους πάλιν τῷ χορῷ τῶν ἀποστόλων διαλεγομένους, καὶ λέγοντας· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτω πάλιν ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν· οὗτος ὁ Ἰησοῦς ὁ τὴν πληθὺν τῶν σημείων ἐπιδειξάμενος. Ἡ τῆς Δεσποτικῆς οὖν ἀναλήψεως ἡμέρα τὸν μὲν διάβολον, καθὼς εἴρηται, θρηνεῖν παρεσκεύασε, τοὺς δὲ πιστοὺς φαιδρύνεσθαι. Νῦν γὰρ τὸ τερπνὸν ἔαρ ἀνέτειλε, καὶ τὰ τῶν ἀνθῶν ἀνεφύησαν κάλλη· τὰ τῆς ἀμπέλου κατακομᾷ κλήματα τῶν καρπῶν, τὰ δένδρα τῆς ἐλαίας κυπρίζουσιν, αἱ συκαῖ τοὺς ὀλύνθους προσήνεγκαν, καὶ κινεῖται τῷ ζεφύρῳ πεπυκνωμένα τὰ λήϊα, τὴν τέρψιν τῶν κυμάτων μιμούμενα τῆς θαλάσσης· πάντα τῇ Δεσποτικῇ ἀναλήψει μεθ' ἡμῶν φαιδρύνεται. Φέρε τοίνυν, κἀγὼ ἐφ' ὑμῖν τὰ τοῦ Δαυῒδ ἀνακρούσομαι ῥήματα, ἅπερ ἡμῖν ἀρτίως διὰ τὴν Δεσποτικὴν ἀνάληψιν ἐβόα· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Κύριος ἐν φωνῇ σάλπιγγος ἀνέβη, ὅπου ἦν· ἀνελήφθη, ὅθεν οὐκ ἐχωρίσθη. Ὁ γὰρ καταβὰς, αὐτός ἐστιν ὁ καὶ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν. Οὐκ ἄλλος ὁ τοῖς προφήταις ὀφθεὶς, καὶ ἄλλος ὁ τοῖς ἀποστόλοις συνδιατρίψας· οὐκ ἄλλος ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, καὶ ἄλλος ὁ ἐπὶ Πιλάτου κρινόμενος· οὐκ ἄλλος ὁ ἐπὶ σταυροῦ τοῖς ἥλοις προσηλωμένος, καὶ ἄλλος ὁ τοῖς Χερουβὶμ ἐποχούμενος· οὐκ ἄλλος ὁ ὑπὸ Ἰωσὴφ τῇ σινδόνι ἐντυλισσόμενος, καὶ ἄλλος τῇ παλάμῃ τὴν κτίσιν περιδρασσόμενος· οὐκ ἄλλος ὁ ἐν τῷ μνημείῳ κατατιθέμενος, καὶ ἄλλος ὑπὸ τῶν Σεφαρὶμ ἀνυμνούμενος· ἀλλ' αὐτὸς τῷ Πατρὶ συγκαθήμενος, ὁ ἐν τῇ παρθενικῇ μήτρᾳ ἀσπόρως βλαστήσας· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῳ, Κύριος ἐν φωνῇ σάλπιγγος· ὁ τῶν αἰώνων ποιητὴς, ὁ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὰ σύμπαντα παραγαγὼν, ὁ πλάστης τοῦ Ἀδὰμ, ὁ τῆς ἀνθρωπίνης φύσεως παραγωγεὺς, ὁ τὸν εὐάρεστον Ἐνὼχ εἰς χωρίον τῆς ζωῆς μεταστήσας, ὁ τὸν Νῶε φυλάξας μεταξὺ τῆς οἰκουμένης, ὁ τὸν πατριάρχην Ἀβραὰμ ἐκ γῆς Χαλδαίων προσκαλεσάμενος, ὁ τυπώσας ἐν τῷ Ἰσαὰκ τὸ τοῦ σταυροῦ μυστήριον, ὁ τὴν δωδεκάκλωνον τεκνογονίαν τῷ Ἰακὼβ χαρισάμενος, ὁ τὴν ὑπομονὴν τῷ Ἰὼβ παρασχὼν, ὁ ἡγεμόνα τοῦ λαοῦ τὸν Μωϋσῆν προβαλόμενος, ὁ προφητείας ἐκ μήτρας ἐμπλήσας τὸν Σαμουὴλ, ὁ τὸν Δαυῒδ εἰς βασιλέα ἐκ τῶν προφητῶν ἑλόμενος, ὁ τὴν σοφίαν τῷ Σολομῶντι παρασχόμενος, ὁ τὸν Ἠλίαν ἐν συσσεισμῷ ἅρματι πυρίνῳ ἀναλαβὼν, ὁ τοῖς προφήταις ἐμπνεύσας τὴν πρόγνωσιν, ὁ τοῖς ἀποστόλοις τὴν δωρεὰν τῶν ἰαμάτων χαρισάμενος, ὁ τοῖς αὐτοῖς βοήσας· Θαρσεῖτε, νενίκηκα τὸν κόσμον ἐγώ. Οὗτός ἐστιν ὁ Κύριος τῆς δόξης, ὁ ἀναληφθεὶς εἰς τοὺς οὐρανοὺς ἐν ἀλαλαγμῷ, καὶ καθίσας ἐν δεξιᾷ τοῦ Πατρός. Ὑποταγέντων δὲ αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων, αὐτὸς τὰς ἐπιπόνους εὐχὰς ἡμῶν ἀναλάβοι, καὶ νικητὰς ἡμᾶς ἀναδείξει (sic) τῶν πειρατηρίων τοῦ κόσμου· ὑποτάξει ἡμῖν πᾶσαν τὴν φάλαγγα τῶν ἀκαθάρτων πνευμάτων, λέγων πρὸς ἡμᾶς· Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. Ἀβλαβεῖς τοιγαροῦν καὶ ἀμώμους, ὑγιεῖς καὶ ὁλοκλήρους διαφυλάξει ἡμᾶς ψυχῇ καὶ σώματι καὶ πνεύματι, πεπληρωμένους καρπῶν δικαιοσύνης καὶ εὐποιΐας, ὁ τῶν ὅλων Θεὸς, ὁ καταξιώσας ἡμᾶς συν-
the tomb; when He rose again, he slanders the resurrection; yet when He was being taken up and departing into the heavens, he had nothing to utter, but wounded his own head all the more. Wherefore today had become more grievous for him than every festival, as he beheld all the army of the angels everywhere dancing in chorus, and some following, others running on before, others going to meet Him, others again conversing with the choir of the apostles, and saying: Men of Galilee, why do you stand looking into heaven? This Jesus Who was taken up from you into heaven, thus shall He come again in the manner in which you beheld Him going into heaven—this Jesus Who displayed the multitude of signs. The day of the Master's ascension, therefore, contrived for the devil, as has been said, to mourn, and for the faithful to be gladdened. For now the delightful spring has dawned, and the beauties of the flowers have sprung up; the branches of the vine are luxuriant with fruits, the olive trees are blossoming, the fig trees have put forth their unripe figs, and the thick-set cornfields are stirred by the west wind, imitating the delight of the waves of the sea; all things are gladdened with us at the Master's ascension. Come, therefore, I also shall strike up before you the words of David, which just now he cried aloud to us on account of the Master's ascension: All you nations, clap your hands, shout unto God in a voice of exultation. The Lord ascended in the voice of a trumpet, to where He was; He was taken up, from whence He had not been separated. For He Who came down, He it is Who also went up far above the heavens. Not one was He Who was seen by the prophets, and another He Who lived among the apostles; not one He Who is in the bosom of the Father, and another He Who was judged before Pilate; not one He Who was nailed upon the cross with the nails, and another He Who rides upon the Cherubim; not one He Who was wrapped in the linen cloth by Joseph, and another He Who clasps the creation round in His palm; not one He Who was laid in the tomb, and another He Who is hymned by the Seraphim; but the Same One sitting with the Father, Who sprouted without seed in the virginal womb: God ascended in jubilation, the Lord in the voice of a trumpet; the Maker of the ages, Who brought all things from non-being into being, the Fashioner of Adam, the Producer of human nature, Who translated the well-pleasing Enoch into a place of life, Who preserved Noah in the midst of the inhabited world, Who called the patriarch Abraham out of the land of the Chaldaeans, Who prefigured in Isaac the mystery of the cross, Who bestowed twelve-branched child-bearing upon Jacob, Who granted endurance to Job, Who put forward Moses as leader of the people, Who filled Samuel with prophecy from the womb, Who chose David from among the prophets to be king, Who granted wisdom to Solomon, Who took up Elijah in a tempest by a chariot of fire, Who breathed foreknowledge into the prophets, Who bestowed the gift of healings upon the apostles, Who cried aloud to the same: Take heart, I have conquered the world. This One is the Lord of glory, Who was taken up into the heavens in jubilation, and sat down at the right hand of the Father. And with angels and authorities and powers subjected to Him, may He Himself take up our toilsome prayers, and He will show (sic) us victors over the pirate-dens of the world; He will subject to us the whole phalanx of unclean spirits, saying to us: Behold, I have given you the authority to tread upon serpents and scorpions. Unharmed, therefore, and blameless, sound and whole will the God of all preserve us in soul and body and spirit, filled with fruits of righteousness and beneficence, Who vouchsafed for us to be gathered