Migne Reading Room

PG 52 · cols. 788–790 · Read from the page

Fifteen little works on the Constantinopolitan disturbances, and on those things which regard either exile of Chrysostom

Fifteen little works on the Constantinopolitan disturbances, and on those things which regard either exile of Chrysostom

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 52:788Read from the page
ὅτι εἰ περὶ χρόνων οὐκ ἐπιτρέπονται μαθεῖν, πολλῷ μᾶλλον περὶ τῆς θείας γεννήσεως οὐκ ὀφείλουσιν ἐρευνᾷν. Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Ὁ Υἱὸς οὖν οὐκ ἔθετο, ἀλλ' ἐν ἐξουσίᾳ τοῦ Πατρὸς αἰῶνες καὶ χρόνοι, καὶ ὁ Υἱὸς οὐδὲν ἔχει κοινόν; Εἰ οὖν οὐδὲν ἔχει κοινὸν ὁ Υἱὸς εἰς τοὺς χρόνους καὶ τοὺς καιροὺς καὶ τοὺς αἰῶνας, ψεύδεται Παῦλος λέγων· Ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν. Εἰ τῶν αἰώνων ποιητὴς ὁ Υἱὸς, καὶ ἐν τῇ ἐξουσίᾳ τοῦ Υἱοῦ κεῖνται· καὶ τοῦτό ἐστιν ὃ λέγει Παῦλος· Οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Ἐξουσίαν ἄρα καλεῖ τοῦ Πατρὸς τὸν Υἱὸν, ὥσπερ καὶ δύναμιν καὶ σοφίαν. Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.
that if they are not permitted to learn concerning times, much more ought they not to scrutinize concerning the divine begetting. It is not for you to know times or seasons which the Father has set in His own authority. Did the Son, then, not set them, but are ages and times in the authority of the Father, and has the Son nothing in common? If, then, the Son has nothing in common as regards times and seasons and ages, Paul speaks falsely when he says: At the end of these days He has spoken to us in His Son, through Whom also He made the ages. If the Son is Maker of the ages, they lie in the authority of the Son also; and this is what Paul says: Which the Father has set in His own authority. He therefore calls the Son the Authority of the Father, just as He also calls Him His Power and Wisdom. For Christ is the Power of God and the Wisdom of God.
ιεʹ. Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς. Λήψεσθε δύναμιν, οὐκ εἰς τὸ πολυπραγμονεῖν χρόνους ἢ καιροὺς, ἀλλ' εἰς τὸ πιστεύειν τῷ Δεσπότῃ· Καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς. Μὴ μετρήσῃς τῶν λόγων τὴν τάξιν, ἀλλὰ τῆς αὐθεντίας τὴν δύναμιν. Οὗτος εἶπε· Κηρύξατε πανταχοῦ· τοῦτο δείκνυσι τὴν δύναμιν αὐτοῦ, εἰ ἐξέβη εἰς πρᾶγμα τὸ ῥῆμα. Δύναμαι ἐγὼ αὐθεντίᾳ χρησάμενος καὶ ἀλαζονείᾳ εἰπεῖν τοῖς παρεστῶσιν ἢ ὀλίγοις οἰκέταις ἢ ἀδελφοῖς· Ἐξέλθετε εἰς τὰ ἔθνη, καὶ πάντα διδάξατε, πάντας ἐπιστρέψατε, βαρβάρους ἀνέλετε, τοὺς ἐναντιουμένους τῇ βασιλείᾳ ἐκκόψατε· τὰ ῥήματα προβαίνει, ἀλλ' ἐὰν τὰ πράγματα μὴ ἀκολουθήσῃ, οὐ μόνον ὡς ψεύστης καταγινώσκομαι, ἀλλὰ καὶ ὡς ἀλαζὼν καὶ προπετὴς κολάζομαι. Ζητείσθω οὖν τὰ ῥήματα τοῦ Σωτῆρος, μὴ ἐξ ὧν ἐλάλησεν, ἀλλ' ἐξ ὧν ἐτέλεσεν. Εἶπε· Μαθητεύσατε πάντα τὰ ἔθνη· εἰ μὴ προῆλθεν ὁ λόγος εἰς ἔργον, ἀλαζονεία ἦν, καὶ οὐκ αὐθεντία θεϊκή. Εἶπε· Κηρύξατε ἕως ἐσχάτου τῆς γῆς· εἰ ἔστιν ἐσχατιά τις ἀμοιροῦσα τοῦ κηρύγματος, ἐψεύσατο ἡ πρόῤῥησις· εἰ δὲ πρὸ τῶν ῥημάτων λάμπει τὰ πράγματα, ἀληθεῖς οἱ μάρτυρες καὶ ἀληθὴς ὁ μαρτυρούμενος. Καὶ ταῦτα εἰπὼν, βλεπόντων αὐτῶν ἐπήρθη. Ἠδύνατο μὲν γὰρ μὴ φανερῶς ἀνελθεῖν, ἀλλ' ὥσπερ τῆς ἀναστάσεως ἔσχε μάρτυρας τοὺς ὀφθαλμοὺς τῶν μαθητῶν, οὕτω πάλιν αὐτοὺς αὐτόπτας ποιεῖ καὶ τῆς ἀναλήψεως. Βλεπόντων αὐτῶν ἐπήρθη· διέστη ἀπ' αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανὸν, καὶ νεφέλη ὑπέλαβεν αὐτόν· καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, ἀνελήφθη, ἐπήρθη, ἀνεφέρετο, εἰσῆλθεν· Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Ἰησοῦς, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν ἐμφανισθῆναι τῷ Θεῷ. Καὶ οὐ μόνον εἰσῆλθεν, ἀλλὰ καὶ διῆλθεν. Ἔχοντες γὰρ, φησὶν ὁ Παῦλος, ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανοὺς Ἰησοῦν. Ἀνῆλθεν, ἀνέβη, ἀνελήφθη, ἐπορεύετο, διῆλθεν. Πρόσεχε. Ἀνέβη ὡς ἐξουσίαν ἔχων, ἵνα πληρωθῇ τὸ τοῦ προφήτου λόγιον· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ. Ἐνταῦθα ὁ προφήτης γυμνὴν φέρει παῤῥησίαν. Ἀνέβη ὁ Θεὸς
15. It is not for you to know times or seasons, but you shall receive power when the Holy Spirit has come upon you. You shall receive power, not for meddling with times or seasons, but for believing in the Master: And you shall be My witnesses both in Jerusalem, and in all Judaea and Samaria, and unto the uttermost part of the earth. Do not measure the order of the words, but the power of the authority. This One said: Preach everywhere; this shows His power, if the word issued into deed. I myself, using authority and boastfulness, can say to the few servants or brethren standing by: Go forth to the nations, and teach all things, convert all men, slay barbarians, cut off those who oppose the kingdom; the words advance, yet if the deeds do not follow, not only am I condemned as a liar, but I am also punished as boastful and rash. Let the words of the Saviour, therefore, be examined not from what He spoke, but from what He accomplished. He said: Make disciples of all the nations; if the word did not advance into work, it was boastfulness, and not divine authority. He said: Preach unto the uttermost part of the earth; if there is any uttermost region without a share in the preaching, the prediction spoke falsely; whereas if the deeds shine brighter than the words, true are the witnesses and true is He to Whom witness is borne. And when He had said these things, while they were looking on, He was lifted up. For He was able indeed not to ascend openly, yet just as He had the eyes of the disciples as witnesses of the Resurrection, so again He makes them eyewitnesses of the Ascension also. While they were looking on, He was lifted up; He parted from them and was carried up into heaven, and a cloud took Him up from beneath; and while they were gazing intently into heaven as He went, He was taken up, He was lifted up, He was carried up, He entered: For Jesus did not enter into holy places made with hands, but into heaven itself, to appear before God. And not only did He enter, but He also passed through. For having, says Paul, a great High Priest Who has passed through the heavens, Jesus. He went up, He ascended, He was taken up, He journeyed, He passed through. Give heed. He ascended as having authority, so that the oracle of the prophet might be fulfilled: God ascended with a shout. Here the prophet brings undisguised boldness of speech. God ascended
PG 52:789Read from the page
ἐν ἀλαλαγμῷ. Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης. Εισελεύσεται· Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Ἰησοῦς, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης. Δύο λοιπὸν ἐγένετο· ὥσπερ γὰρ ἐξενίσθη ἡ γῆ θεασαμένη περιβεβλημένον σῶμα τὸν Σωτῆρα, καὶ ὥσπερ ἔθος ἡμῖν, ὅταν ἴδωμεν ξένον πρόσωπον, λέγομεν· Τίς ἐστιν οὗτος; οὐδεὶς γὰρ περὶ γνωρίμου ἐρωτᾷ· οὕτω καὶ ἡ γῆ θεασαμένη τὸν Σωτῆρα δύναμιν θεϊκὴν ἔχοντα, καὶ ἐπιτάσσοντα τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, λέγει· Τίς ἐστιν οὗτος, ὅτι ἡ θάλασσα καὶ οἱ ἄνεμοι ὑπακούουσιν αὐτῷ; Ὥσπερ οὖν ἡ γῆ ξενιζομένη ἐβόα, Τίς ἐστιν οὗτος; οὕτω καὶ ὁ οὐρανὸς ξενιζόμενος ἐν σαρκὶ βλέπων τὴν θεότητα λέγει· Τίς ἐστιν οὗτος ὁ Βασιλεὺς τῆς δόξης;
with a shout. Lift up your gates, O princes, and be lifted up, O everlasting gates, and the King of glory shall enter in. He shall enter in: For Jesus did not enter into holy places made with hands, nay, into heaven itself shall the King of glory enter in. Two things, then, came to pass: for just as the earth was astonished at beholding the Saviour clothed with a body — and just as it is our custom, whenever we see a strange face, to say: Who is this? for no one asks concerning an acquaintance — even so the earth also, beholding the Saviour possessing divine power and commanding the winds and the sea, says: Who is this, that the sea and the winds obey Him? Just as the earth, therefore, being astonished, cried out: Who is this? even so heaven also, being astonished at seeing the Godhead in flesh, says: Who is this King of glory?
ιϛʹ. Καὶ ὅρα τὸ θαυμαστόν. Ὁ Σωτὴρ ἦλθε, καὶ ἐλθὼν ἤνεγκε τὸ ἅγιον Πνεῦμα, ἀνελθὼν δὲ ἀνήνεγκε σῶμα ἅγιον, ἵνα δῷ τῷ κόσμῳ ἐνέχυρον σωτηρίας, Πνεύματος ἁγίου δύναμιν. Πάλιν τῷ αὐτῷ κόσμῳ ἀῤῥαβῶνα σωτηρίας τὸ σῶμα τὸ ἅγιον λεγέτω ὁ Χριστιανός. Ὅταν δὲ εἴπω τοῦτο, καὶ σὲ λέγω καὶ ἕκαστον πρόσωπον Χριστιανοῦ. Ἐγὼ Χριστιανός εἰμι καὶ τοῦ Θεοῦ εἰμι· πόθεν τοῦτο; Τὸ Πνεῦμα τὸ ἅγιον ἔχω τὸ ἐξ οὐρανοῦ κατιόν. Θέλεις καὶ ἄλλην ἀπόδειξιν; Ἔλαβον Πνεῦμα ἐξ οὐρανοῦ τὸ τοῦ Θεοῦ, ἔχω μου τὸν ἀῤῥαβῶνα βέβαιον. Ποῖον ἀῤῥαβῶνα; Ἄνω τὸ σῶμα αὐτοῦ, κάτω τὸ Πνεῦμα αὐτοῦ πρὸς ἡμᾶς. Ἀμφιβάλλεις, αἱρετικὲ, ὅτι τοῦ Θεοῦ ἐσμεν; Γένος ἐγένετο ἓν, Θεοῦ καὶ ἀνθρώπων. Ὥσπερ γὰρ τὰ διεστῶτα μέρη συνάπτει ἐπιγαμβρία, καὶ ὁ μὴ εἰδώς τινα πόθεν ἐστὶ, μιᾶς συναπτομένης καὶ ἑνὸς, δύο γένη ὅλα συνάπτει, καὶ ὁ μὲν ὡς ἀνεψιὸς τάττεται, ὁ δὲ ὡς θεῖος· οὕτως ἀναλαβόντος σάρκα Χριστοῦ, διὰ τῆς σαρκὸς ἐγένετο πᾶσα ἡ Ἐκκλησία συγγενὴς Χριστοῦ, Παῦλος Χριστοῦ συγγενὴς, Πέτρος, πᾶς πιστὸς, πάντες ἡμεῖς, πᾶς εὐσεβής. Διὰ τοῦτο λέγει Παῦλος· Γένος οὖν Θεοῦ ὑπάρχοντες. Ἀλλ' οἶδα τὴν ἔννοιαν καθ' ἣν εἴρηται· οὐ σκοπός μοί ἐστιν ὅλην ἱστορῆσαι τὴν θεωρίαν, ἀλλ' ὅτι μόνον βεβαιοῖ Παῦλος τὸ γένος. Καὶ ἀλλαχοῦ πάλιν· Ἡμεῖς ἐσμεν σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους ἐκ τῆς σαρκὸς αὐτοῦ. Ἀντὶ τοῦ, Διὰ τὴν σάρκα ἣν ἀνέλαβε συγγενεῖς αὐτοῦ ἐσμεν. Ἔχομεν οὖν τὸ ἐνέχυρον αὐτοῦ ἄνω, ἤγουν τὸ σῶμα, ὃ ἐξ ἡμῶν προσελάβετο, καὶ κάτω τὸ ἅγιον Πνεῦμα μεθ' ἡμῶν. Καὶ ὅρα τὸ θαυμαστόν· οὐ λέγω ὅτι τὸ Πνεῦμα κατέβη ἐξ οὐρανοῦ, καὶ οὐκ ἔτι ἐστὶν ἐν τῷ οὐρανῷ, καὶ ἀντηλλάξατο τὸ μὲν σῶμα τὸν οὐρανὸν, τὸ δὲ Πνεῦμα τὴν γῆν, ἀλλὰ καὶ μεθ' ἡμῶν τὸ Πνεῦμα, καὶ πανταχοῦ, καὶ ἄνω· Ποῦ γὰρ, φησὶ, πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; Καὶ τί θαυμάζεις, εἰ τὸ Πνεῦμα καὶ μεθ' ἡμῶν καὶ ἄνω, καὶ τὸ σῶμα Χριστοῦ καὶ ἄνω καὶ μεθ' ἡμῶν; Ἔσχεν ὁ οὐρανὸς τὸ ἅγιον σῶμα, ἐδέξατο καὶ ἡ γῆ τὸ ἅγιον Πνεῦμα· ἦλθεν ὁ Χριστὸς καὶ ἤνεγκε τὸ ἅγιον Πνεῦμα, ἀνῆλθε καὶ ἀνήνεγκε τὸ ἡμέτερον σῶμα. Καὶ ἦν ἰδεῖν τὴν εἰκόνα τοῦ Ἀδὰμ τὴν ἐν τάφῳ κεχωσμένην, οὐκ ἔτι μετὰ ἀγγέλων φαινομένην, ἀλλ' ὑπεράνω τῶν ἀγγέλων συγκαθημένην τῷ Θεῷ, ἵνα καὶ ἡμᾶς συγκαθίσῃ μετ' αὐτοῦ. Ὢ
16. And see the marvellous thing. The Saviour came, and on coming He brought the Holy Spirit, while on ascending He carried up a holy body, so that He might give to the world a pledge of salvation: the power of the Holy Spirit. Again, let the Christian call the holy body an earnest of salvation for the same world. And when I say this, I mean both you and every Christian person. I am a Christian and I belong to God; whence is this? I have the Holy Spirit coming down out of heaven. Do you wish another proof also? I received the Spirit of God out of heaven; I hold my earnest sure. What sort of earnest? Above is His body; below is His Spirit with us. Do you doubt, O heretic, that we belong to God? One kindred has come into being, of God and of men. For just as marriage alliance joins sundered parties together, and one who does not know whence another is, when one woman and one man are joined together, unites two whole families, and the one is ranked as cousin, the other as uncle: even so, when Christ took up flesh, through the flesh the whole Church became kin to Christ — Paul kin to Christ, Peter, every believer, all of us, every devout person. On this account Paul says: Being therefore God's offspring. Yet I know the sense according to which it was spoken; it is not my aim to set forth the whole interpretation, save only that Paul confirms the kinship. And elsewhere again: We are the body of Christ, and members in part, of His flesh. That is to say: On account of the flesh which He took up, we are His kinsmen. We have, therefore, His pledge above, namely the body which He took to Himself from us, and below the Holy Spirit with us. And see the marvellous thing: I do not say that the Spirit came down out of heaven and is no longer in heaven, and that the body exchanged earth for heaven and the Spirit heaven for earth, nay, the Spirit is both with us, and everywhere, and above: For whither, he says, shall I go from Thy Spirit? And why do you marvel if the Spirit is both with us and above, when the body of Christ also is both above and with us? Heaven received the holy body, and earth also received the Holy Spirit; Christ came and brought the Holy Spirit, He went up and carried up our body. And one might behold the image of Adam that had been buried in a tomb, appearing no longer merely with angels, but seated above the angels with God, so that He might seat us also with Him. O
Notes, col. 789

On the reading

Printed Εισελεύσεται, for Εἰσελεύσεται.

PG 52:790Read from the page
τῆς φοβερᾶς καὶ ξένης οἰκονομίας! ὢ τοῦ μεγάλου βασιλέως τοῦ τὰ πάντα μεγάλου, τοῦ οὕτως μεγάλου καὶ θαυμαστοῦ! Καὶ ὡς εἶπεν ὁ προφήτης· Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ, ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν! Ἐπήρθη ἡ θεότης· αὐτολεξεὶ κεῖται· Βλεπόντων αὐτῶν ἐπήρθη, ὁ τὰ πάντα μέγας, μέγας ὁ Θεὸς, μέγας ὁ Κύριος· Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα. Εἰ δὲ μέγας Θεὸς καὶ μέγας Κύριος, μέγας καὶ βασιλεύς· Βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Ὄρη Σιὼν, τὰ πλευρὰ τοῦ βοῤῥᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. Μέγας προφήτης, μέγας ἱερεὺς, μέγα φῶς, τὰ πάντα μέγας. Καὶ ἀεὶ ἡ Γραφὴ μετὰ προσθήκης αὐτὸν λέγει μέγαν, ὡς ὅταν λέγῃ Παῦλος· Τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ὡς καὶ Δαυῗδ λέγει· Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα. Μέγας βασιλεὺς, μέγας προφήτης· ὅτε γὰρ ἐποίει τὰ θαύματα ὁ Ἰησοῦς, ἔλεγον οἱ ὄχλοι, Ὅτι μέγας προφήτης ἐγήγερται ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. Οὐ μόνον γὰρ κατὰ τὴν θεότητα μέγας, ἀλλὰ καὶ κατὰ τὴν σάρκα· ὥσπερ γὰρ Θεὸς μέγας, καὶ Κύριος μέγας, καὶ βασιλεὺς μέγας κατὰ τὴν θεότητα· οὕτω πάλιν καὶ ἱερεὺς μέγας, καὶ προφήτης μέγας. Πόθεν τοῦτο; Λέγει Παῦλος· Ἔχοντες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανοὺς Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ, κρατοῦμεν τῆς ὁμολογίας ἡμῶν. Εἰ δὲ ἀρχιερεὺς μέγας καὶ προφήτης μέγας, ὄντως ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, καὶ ἀνέστησε προφήτην μέγαν ἐν τῷ Ἰσραήλ. Εἰ δὲ μέγας προφήτης, μέγας ἱερεὺς, μέγας βασιλεὺς, καὶ φῶς μέγα· Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα· ἀλλὰ καὶ ἡ ἡμέρα αὐτοῦ ἡ μεγάλη, ὡς λέγει ὁ προφήτης· Πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. Πανταχοῦ μέγαν ἀκούων, καὶ μεγάλα τὰ ἔργα Κυρίου, πόθεν ἐπῆλθέ σοι σχίζειν, αἱρετικὲ, καὶ σμικρύνειν τὸν μέγαν; Ἔχωμεν οὖν ἀῤῥαβῶνα τῆς ζωῆς ἡμῶν ἐν οὐρανῷ, συνανελήφθημεν τῷ Χριστῷ. Πάλιν οὖν ἁρπαζόμεθα ἐν νεφέλαις, ἐὰν ὦμεν ἄξιοι ἐπὶ νεφελῶν ἀπαντῆσαι. Ὑπόδικος οὐκ ἀπαντᾷ δικαστῇ, ἀλλὰ φαίνεται μὲν αὐτῷ παριστάμενος, οὐκ ἀπαντᾷ δὲ, ὡς ἀπαῤῥησίαστος ὤν. Εὐξώμεθα οὖν καὶ ἡμεῖς ἅπαντες, ἀγαπητοὶ, ἵνα τῶν ἀπαντώντων κἂν ἐν μικρᾷ τάξει τύχωμεν. Ὥσπερ γὰρ οἱ ἀπαντῶντες βασιλεῖ, κἂν μὴ πάντες ὦσιν ὁμότιμοι, ἀλλ' ὅμως τετίμηνται παρ' αὐτοῦ· οὕτως ἔσται καὶ τότε. Οὐδὲ γὰρ πάντες ὁμοίως ἐπολιτεύσαντο. Ἕκαστος γὰρ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. Μηδέποτε τοίνυν κωλυέσθω λόγος Θεοῦ, ἀλλὰ μετὰ ἀληθείας παῤῥησιαζώμεθα ἅπαντες ἐν ἀγάπῃ Χριστοῦ λαὸν τρέφοντες, ψυχὰς ἀρδεύοντες, ψυχαῖς μεριζόμενοι, ταῖς δὲ ὑπονοίαις μὴ σχιζόμενοι. Ὁ εἰρήνης ἐχθρὸς ἔχει τὸν δικάζοντα. Καὶ ἐπειδὴ, ἀδελφοὶ, ἀνθρώπους μὲν πείθομεν, Θεῷ δὲ πεφανερώμεθα οἷοί ἐσμεν, μάρτυς ὁ τῶν ἐννοιῶν ἐπόπτης, ὃς ἀπαιτήσει λόγον πάντα τὸν λαλοῦντα τὸ ψεῦδος, ὡς οὐδέποτε ἐχθροὶ εἰρήνης οὔτε ἠθελήσαμεν, οὔτε θέλομεν γενέσθαι. Ἐὰν γὰρ τὴν εἰρήνην ἀπολέσωμεν, ἐχθροί ἐσμεν ἐκείνων τῶν ἀκουσάντων παρὰ Χριστοῦ·
the awesome and strange dispensation! O the great King, great in all things, so great and marvellous! And as the prophet said: O Lord our Lord, how marvellous is Thy name in all the earth! For Thy magnificence has been lifted up above the heavens! The Godhead was lifted up; word for word it stands written: While they were looking on, He was lifted up — He Who is great in all things, great God, great Lord: Great is the Lord, and greatly to be praised. And if He is great God and great Lord, He is also great King: A great King over all the earth. The mountains of Sion, on the sides of the north, the city of the great King. Great Prophet, great Priest, great Light, great in all things. And Scripture always calls Him great with an addition, as when Paul says: Of our great God and Saviour Jesus Christ; and as David also says: Great is the Lord, and greatly to be praised. Great King, great Prophet; for when Jesus wrought His miracles, the multitudes said: A great prophet has risen up among us, and God has visited His people. For not only according to His Godhead is He great, but also according to the flesh; for just as He is great God, and great Lord, and great King according to His Godhead, so again He is also great Priest and great Prophet. Whence is this? Paul says: Having, therefore, a great High Priest Who has passed through the heavens, Jesus the Son of God, we hold fast our confession. And if He is great High Priest and great Prophet, truly God visited His people and raised up a great Prophet in Israel. And if He is great Prophet, great Priest, and great King, He is also great Light: Galilee of the Gentiles, the people sitting in darkness saw a great light; and His day also is great, as the prophet says: Before the great and glorious day of the Lord comes. Hearing Him called great everywhere, and the works of the Lord great, whence did it enter your mind, O heretic, to rend and belittle the Great One? Let us hold fast, therefore, the earnest of our life in heaven; we were taken up together with Christ. Again, therefore, we shall be caught up in the clouds, if we be worthy to meet Him upon the clouds. One under indictment does not go forth to meet a judge; rather, he appears standing before him, yet does not go forth to meet him, as having no boldness. Let all of us also pray, therefore, beloved, that we may obtain a place among those who go forth to meet Him, even if in a humble rank. For just as those who go forth to meet a king, even if they are not all of equal honour, nevertheless are honoured by him: even so shall it be then also. For not all have lived in like manner. For each shall receive his own reward according to his own labour. Never, therefore, let the word of God be hindered, but with truth let us all speak boldly in the love of Christ, feeding the people, watering souls, distributing ourselves to souls, yet not divided in our thoughts. The enemy of peace has One Who judges him. And since, brethren, we persuade men, whereas to God we are made manifest as we are, the Beholder of thoughts — Who will demand an account from everyone who speaks falsehood — is witness that we never wished, nor do we wish, to become enemies of peace. For if we destroy peace, we are enemies of those who heard from Christ: