Migne Reading Room

PG 52 · cols. 731–736 · Read from the page

Fifteen little works on the Constantinopolitan disturbances, and on those things which regard either exile of Chrysostom

Fifteen little works on the Constantinopolitan disturbances, and on those things which regard either exile of Chrysostom

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 52:731Read from the page
μὸν, ὃν περὶ τὰς τῶν πενήτων ἔχεις προστασίας, τὴν ἐπιθυμίαν, ἣν ἀεὶ περὶ τὴν καλὴν ταύτην ἐπιδείκνυσαι πραγματείαν, καὶ παρέχων, καὶ μεθ' ἡδονῆς τοῦτο ποιῶν, καὶ διπλοῦν σοι τὸν στέφανον τὸν τῆς φιλανθρωπίας καὶ λαμπρότερον καθιστὰς, καὶ τῇ δαψιλείᾳ, καὶ τῇ γνώμῃ ἀφ' ἧς καὶ ἡ δαψίλεια γίνεται. Ἐπεὶ οὖν ἐδήλωσεν ἡμῖν ὁ τιμιώτατος πρεσβύτερος Δομετιανὸς, ὁ τῶν χηρῶν καὶ παρθένων τῶν αὐτόθι τὴν προστασίαν ἔχων, ὅτι σχεδὸν ἐν λιμῷ καθεστήκασιν, ὥσπερ εἰς λιμένα τὰς σὰς καταφεύγομεν χεῖρας, ὥστε τουτὶ λῦσαι τοῦ λιμοῦ τὸ ναυάγιον. Δέομαι οὖν σου, καὶ σφόδρα δέομαι, μεταπεμψάμενος τὸν πρεσβύτερον, ὅπερ ἂν ᾖ δυνατὸν, ἐπικουρῆσαι παρακλήθητι. Τῆς γὰρ ἐν ἄλλῳ καιρῷ ἐλεημοσύνης ἡ νῦν παρεχομένη πολλῷ πλείονα παρέχει τὴν ἀμοιβὴν, ὅσῳπερ ἐν χαλεπωτέρῳ χειμῶνι καὶ ζάλῃ καθεστήκασιν οἱ δεόμενοι λαβεῖν, οὐ τῆς εἰωθυίας ἀπολαύοντες ἀφθονίας. Ἐννοήσας τοίνυν καὶ τοῦ πράγματος τὸ κέρδος, καὶ τὴν ἀπὸ τοῦ καιροῦ γενομένην προσθήκην, τὰ σαυτοῦ ποιῆσαι παρακλήθητι. Οὐδὲν γὰρ δεῖ πλέον εἰπεῖν πρὸς φιλάνθρωπον οὕτω καὶ ἡμερωτάτην γράφοντες ψυχήν. Οἶδας γὰρ, ὅτι καὶ σπόρτουλα ἡμῖν χρεωστεῖς· ἀλλ' ὅμως καὶ ἐκείνων ἕνεκεν εἰς τοῦτό σοι διαλυόμεθα. Καὶ γράψαι δὲ ἡμῖν παρακλήθητι, ὅτι ἐπένευσας ἡμῶν τῇ αἰτήσει, καὶ τὰ περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελιζόμενος, καὶ παντὸς τοῦ εὐλογημένου σου οἴκου.
fervent which you have for the protection of the poor, the desire which you always display for this noble merchandise, both giving and doing this with pleasure, and rendering your crown of philanthropy double and brighter both by your bounty and by the resolve from which that bounty also springs. Since, then, the most honoured presbyter Dometianus, who has charge of the widows and virgins there, has made known to us that they are almost in a state of famine, we flee for refuge to your hands as to a harbour, so as to undo this shipwreck of famine. I beseech you, therefore, and exceedingly beseech you: sending for the presbyter, be entreated to give aid in whatever way may be possible. For almsgiving bestowed now affords a far greater recompense than that given at another season, inasmuch as those who need to receive are set in a more grievous tempest and storm, not enjoying their customary abundance. Bearing in mind, therefore, both the gain of the matter and the increase arising from the season, be entreated to do your own part. For there is no need to say more when writing to a soul so humane and most gentle. For you know that you also owe us sportulae; yet nevertheless we acquit you of those too in return for this. And be entreated to write to us also that you have assented to our request, bringing good tidings concerning your health as well, and that of all your blessed household.
ΣΙΗʹ. Εὐθυμίῳ πρεσβυτέρῳ.
CCXVIII. To the Presbyter Euthymius.
Μηδὲν ὑμᾶς λυπείτω τὸ τῆς σχολῆς ἐξεῶσθαι, ἀλλ' ἐννοοῦντες, ὅσον καὶ ἐντεῦθεν ἐδέξασθε τὸν μισθὸν, καὶ πῶς αὔξεται τὰ τῶν στεφάνων ὑμῖν, χαίρετε καὶ εὐφραίνεσθε ὑπὲρ τῶν παθημάτων τούτων καὶ τῶν ἐπιβουλῶν. Πολλὴν γὰρ ὑμῖν συνάγει ταῦτα τὴν ἐν οὐρανοῖς ἐμπορίαν, καὶ λαμπροτέρους ποιεῖ, καὶ μείζονα καθίστησι τὰ βραβεῖα. Στενὴ γὰρ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Καὶ ἡμῖν δὲ συνεχῶς ἐπιστέλλειν τὰ περὶ τῆς ὑγείας τῆς σῆς μὴ κατόκνει. Οἶσθα γὰρ ὅπως συνδεδέμεθά σου τῇ ἀγάπῃ, καὶ πῶς, ὅπουπερ ἂν ὦμεν, ἐπὶ διανοίας σε περιφέρω, ἀεί σου θερμὸς γενόμενος ἐραστής· νῦν δὲ πολλῷ θερμότερος, ὅσῳ καὶ λαμπρότερος ἀπὸ τῶν παθημάτων γέγονας.
Let being thrust out of the Schola grieve you in no way, but bearing in mind how great a reward you have received from this also, and how your crowns are increased, rejoice and be glad over these sufferings and plots. For these things gather up for you great merchandise in the heavens, and render you more illustrious, and make your prizes greater. For narrow and straitened is the way that leads away to life. And do not hesitate to write to us continually also the matters concerning your health. For you know how we are bound to your love, and how, wherever we may be, I carry you about in mind, having always been a fervent lover of you — and now far more fervent, the more illustrious you have become from your sufferings.
ΣΙΘʹ. Σευηρίνῃ καὶ Ῥωμύλῃ.
CCXIX. To Severina and Romula.
Εἰ μὴ σφόδρα τὴν γνησίαν ὑμῶν ἀγάπην ᾔδειν, καὶ τὴν σπουδὴν, ἣν ἀεὶ περὶ ἡμᾶς ἐπιδείκνυσθε, κἂν ῥᾳθυμίαν πολλὴν ὑμῖν ἐνεκάλεσα, τῆς μακρᾶς Ξνεκεν ταύτης σιγῆς ἣν ἐσιγήσατε, καὶ ταῦτα πολλάκις καὶ συνεχῆ παρ' ἡμῶν δεχόμεναι γράμματα. Ἀλλ' ἐπειδὴ οἶδα ὅτι καὶ σιωπῶσαι, καὶ γράφουσαι,
Did I not know exceedingly well your genuine love, and the zeal which you always display towards us, I would have charged you with great slackness on account of this long silence which you have kept, and that too while receiving frequent and continual letters from us. Yet since I know that whether you keep silent or write,
Notes, col. 731

On the reading

Printed Ξνεκεν, for ἕνεκεν.

PG 52:732Read from the page
ὁμοίως περὶ ἡμᾶς διάκεισθε, τούτου χάριν ἐγκαλεῖν οὐκ ἂν ἀνασχοίμην τῆς σιγῆς ἕνεκεν, εἰ καὶ σφόδρα ἐπιθυμῶ πυκνὰ παρ' ὑμῶν δέχεσθαι γράμματα, περὶ τῆς ὑγείας ὑμῶν δηλοῦντα. Οὐδὲ γὰρ ἔχοιτ' ἂν καταφυγεῖν εἰς τὸ μὴ συνεχῶς ἐπιτυγχάνειν γραμματηφόρου· ὁ γὰρ ποθεινότατος καὶ γλυκύτατος ἀγαπητὸς ἡμῶν Σαλούστιος, εὖ οἶδ' ὅτι πρὸς τοῦτο ὑμῖν διακονήσασθαι ἠδύνατο. Ἀλλ' ὅμως οὐδὲ οὕτως ὑμῖν ἐγκαλῶ, διὰ τὸ σφόδρα θαῤῥεῖν ὑμῶν περὶ τῆς ἀγάπης. Αὐτὸς μέντοι, ἡνίκα ἂν ἐξῇ, συνεχῶς ἐπιστέλλειν οὐ παύσομαι· οἶδα γὰρ ὑμῶν τὸ γνήσιον καὶ θερμὸν τῆς διαθέσεως.
you are disposed towards us in like manner, for this sake I could not bear to bring a charge on account of your silence, even though I eagerly desire to receive frequent letters from you making known the matters concerning your health. For neither could you take refuge in the excuse of not continually lighting upon a letter-carrier; for our most longed-for and most sweet beloved Salustius, I know well, was able to minister to you for this purpose. Nevertheless, not even so do I bring a charge against you, because I have great confidence in your love. I myself, however, whenever it is possible, shall not cease writing continually; for I know the genuineness and warmth of your affection.
ΣΚʹ. Παιανίῳ.
CCXX. To Paeanius.
Ἀνεπνεύσαμεν, ἐσκιρτήσαμεν, οὐκέτι ἀλλοτρίαν, οὐδὲ ξένην οἰκεῖν ἡγούμεθα, τῆς σῆς θαυμασιότητος πρὸς τὴν τοιαῦτα πάσχουσαν ἐπανελθούσης πόλιν. Ποιεῖ δὲ ἡμῖν τὴν τοσαύτην ἡδονὴν, οὐ τὸ σὲ πλείονος ἀπολελαυκέναι τιμῆς· ἡ γὰρ σὴ τιμὴ τῆς ψυχῆς σού ἐστιν ἡ ἀρετὴ, καὶ οὔτε ἔμπροσθέν σέ τις αὐτὴν ἀφελέσθαι ἴσχυσεν, οὔτε νῦν ἀποδέδωκεν (πῶς γὰρ τὴν μὴ ἀφαιρεθεῖσαν;)· σκιρτῶμεν δὲ ὅτι μεγίστη παράκλησις τοῖς ἐλαυνομένοις, τοῖς σφαττομένοις, τοῖς δεδεμένοις, εἰς τὴν πόλιν ἐκείνην εἰσελήλυθας, κοινὸν ὄφελος καὶ λιμὴν εὐρύτατος τούτων γενόμενος. Καὶ γὰρ οἶσθα κερδαίνειν ἃ κερδαίνειν χρή. Γράφε δὴ λοιπὸν τῶν κατορθωμάτων σου τὸ μέγεθος, καὶ λέγε σαφῶς πόσους κειμένους ἀνέστησας, πόσους καταπεπτωκότας ἀνώρθωσας, τίνας σαλευομένους ἐστήριξας, τίσι πεπονηκόσιν ἐν τῷ μακρῷ τούτῳ χρόνῳ παρέστης, τίνας ῥᾳθυμοῦντας σπουδαίους ἐποίησας, τίνας σπουδαίους ὄντας σπουδαιοτέρους εἰργάσω, καὶ πάντα ἁπλῶς καθ' ἕκαστον τὰ ἐπὶ τῆς παρατάξεώς σου ταύτης ἀνδραγαθήματα. Οἶδα μὲν γὰρ ταῦτα καὶ πρὸ τῶν γραμμάτων τῶν σῶν, ἐπειδὴ καὶ τὴν ψυχὴν οἶδα τὴν σὴν, τὸν γενναῖον ἀθλητὴν, καὶ τὸν θαυμαστὸν ἀριστέα· ἀλλ' οὖν βούλομαι καὶ παρὰ τῆς ποθεινοτάτης μοι γλώττης ταῦτα μανθάνειν. Δίδου δὴ ἡμῖν ταύτην τὴν αἴτησιν· οἶσθα γὰρ ἡλίκην χαριῇ χάριν, τοῦτο ποιῶν.
We breathed again, we leapt for joy, we no longer deem ourselves to inhabit a foreign or strange land, since your Admirableness has returned to the city suffering such things. And what causes us so great pleasure is not that you have enjoyed greater honour — for your honour is the virtue of your soul, and neither before had anyone strength to take it away from you, nor has he now restored it (for how could he restore what was not taken away?) — but we leap for joy because you have entered that city as a very great consolation to those driven abroad, to those slaughtered, to those bound, having become a common benefit and a most spacious harbour for them. For you know how to gain what ought to be gained. Write hereafter, then, the magnitude of your righteous deeds, and tell clearly how many who lay prostrate you raised up, how many who had fallen you set upright, whom when shaken you established, by whom when distressed in this long time you stood, whom when slack you made eager, whom when already eager you wrought more eager, and simply one by one all your valiant deeds in this battle-line of yours. For I know these things even before your letters, since I also know your soul, the noble athlete, and the marvellous champion; howbeit I wish to learn these things also from the tongue most longed for by me. Grant us, then, this request; for you know how great a favour you will grant in doing this.
ΣΚΑʹ. Κωνσταντίῳ πρεσβυτέρῳ.
CCXXI. To the Presbyter Constantius.
Τῇ τετάρτῃ τοῦ Πανέμου μηνὸς μέλλων ἀπὸ τῆς Νικαίας διεξορμᾷν, ταῦτα διαπέμπομαι τὰ γράμματα πρὸς τὴν σὴν θεοσέβειαν, παρακαλῶν, ὅπερ ἀεὶ παρακαλῶν οὐκ ἐπαυσάμην, κἂν χαλεπώτερος τοῦ νῦν κατέχοντος γένηται ὁ χειμὼν, κἂν μείζονα τὰ κύματα, μὴ διαλιπεῖν τὰ σαυτοῦ πληροῦντα εἰς τὴν οἰκονομίαν, ἧς ἐξ ἀρχῆς ἥψω· λέγω δὴ τοῦ Ἑλλη-
On the fourth day of the month Panemus, being about to set forth from Nicaea, I send these letters across to your Godliness, exhorting you — as I have never ceased always exhorting you — even if the tempest becomes more grievous than that which now prevails, even if the waves be greater, not to cease fulfilling your own part towards the stewardship to which you set your hand from the beginning: I mean the overthrowing of
PG 52:733Read from the page
νισμοῦ τὴν καθαίρεσιν, τῶν ἐκκλησιῶν τὰς οἰκοδομὰς, τῶν ψυχῶν τὴν ἐπιμέλειαν· μηδέ σε ὕπτιον ποιείτω τῶν πραγμάτων ἡ δυσκολία. Οὐδὲ γὰρ κυβερνήτης τὸ πέλαγος ὁρῶν μαινόμενον καὶ διανιστάμενον, ἀποστήσεται τῶν οἰάκων· ἀλλ' οὐδὲ ἰατρὸς τὸν κάμνοντα βλέπων τῇ νόσῳ κρατούμενον, ἀναχωρήσει τῆς θεραπείας, ἀλλὰ τότε μάλιστα ἕκαστος τούτων τῇ τέχνῃ χρήσεται. Καὶ σὺ τοίνυν, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, πολλῇ νῦν χρῆσαι τῇ προθυμίᾳ, μηδὲ ὕπτιον ποιείτω σε τὰ συμβαίνοντα· οὐ γὰρ ὑπὲρ ὧν ποιοῦσιν ἡμᾶς ἕτεροι κακῶν λόγον δώσομεν, ἀλλὰ καὶ μισθὸν ληψέμεθα. Εἰ δὲ αὐτοὶ τὰ παρ' ἑαυτῶν μὴ εἰσενέγκαιμεν, ἀλλὰ ῥᾳθυμήσαιμεν, οὐδὲν εἰς τοῦτο ἡμῶν προστήσεται ὁ τῶν πραγμάτων θόρυβος· ἐπεὶ καὶ Παῦλος δεσμωτήριον οἰκῶν, καὶ τῷ ξύλῳ προσδεδεμένος, τὰ αὑτοῦ ἐποίει, καὶ Ἰωνᾶς ἐν τῇ γαστρὶ τοῦ θαλαττίου θηρὸς φερόμενος, καὶ οἱ τρεῖς παῖδες οἱ ἐν τῇ καμίνῳ διατρίβοντες· καὶ οὐδένα τούτων τὰ ποικίλα δεσμωτήρια ταῦτα ῥᾳθυμότερον πεποίηκε. Ταῦτ' οὖν ἐννοῶν, δέσποτά μου, καὶ Φοινίκης, καὶ Ἀραβίας, καὶ τῶν κατὰ τὴν Ἀνατολὴν μὴ παύσῃ φροντίζων Ἐκκλησιῶν, εἰδὼς ὅτι πλείονα λήψῃ τὸν μισθὸν, ὅσῳ καὶ τοσούτων ὄντων τῶν κωλυμάτων, τὰ παρ' αὐτοῦ εἰσφέρεις. Καὶ γράφειν δὲ ἡμῖν συνεχῶς μὴ κατόκνει, ἀλλὰ καὶ πυκνότατα. Ὡς γὰρ ἔγνωμεν νῦν, οὐκέτι εἰς Σεβάστειαν, ἀλλ' εἰς τὴν Κουκουσὸν ἐκελεύσθημεν ἀπελθεῖν, ὅπου σοι καὶ εὐκολώτερον ἐπιστέλλειν ἡμῖν. Γράφε τοίνυν ἡμῖν πόσαι ἐκκλησίαι ἐπ' ἔτος ᾠκοδομήθησαν, καὶ τίνες ἄνδρες ἅγιοι μετέστησαν εἰς τὴν Φοινίκην, καὶ εἴ τις πλέον γέγονε προκοπή. Καὶ γὰρ ἀπὸ Νικαίας εὑρών τινα μονάζοντα ἐγκεκλεισμένον, ἔπεισα αὐτὸν ἐλθεῖν πρὸς τὴν σὴν εὐλάβειαν, καὶ ἀπελθεῖν εἰς Φοινίκην. Εἰ παραγέγονεν οὖν δηλῶσαί μοι σπούδασον. Τοῦ Σαλαμῖνος ἕνεκεν χωρίου τοῦ κατὰ τὴν Κύπρον κειμένου, τοῦ ὑπὸ τῆς αἱρέσεως τῶν Μαρκιωνιστῶν πολιορκουμένου, ἤμην διειλεγμένος οἷς ἐχρῆν, καὶ κατωρθωκὼς τὸ πᾶν, ἀλλ' ἔφθην ἐκβληθείς. Εἰ τοίνυν μάθοις τὸν κύριόν μου Κυριακὸν τὸν ἐπίσκοπον ἐπὶ τῆς Κωνσταντινουπόλεως διατρίβειν, ἐπίστειλον αὐτῷ ταύτης ἕνεκεν τῆς ὑποθέσεως, καὶ τὸ πᾶν ἀνύσαι δυνήσεται. Καὶ μάλιστα τοὺς πρὸς τὸν Θεὸν παῤῥησίαν ἔχοντας παρακάλει πολλῇ κεχρῆσθαι τῇ εὐχῇ, πολλῇ τῇ ἐκτενείᾳ, ὥστε τὸ τῆς οἰκουμένης τοῦτο ναυάγιον παύσασθαι. Ἀφόρητα γὰρ καὶ τὴν Ἀσίαν κατέλαβε κακὰ, καὶ ἑτέρας δὲ πόλεις καὶ Ἐκκλησίας, ἅπερ, ἵνα μὴ δοκῶ διενοχλεῖν, ἀφεὶς τὸ καθ' ἕκαστον λέγειν, ἐκεῖνο μόνον ἐρῶ, ὅτι εὐχῶν πολλῶν χρεία, καὶ δεήσεων ἐκτενῶν.
paganism, the building up of churches, the care of souls; nor let the difficulty of affairs render you supine. For neither will a helmsman, seeing the sea raging and rising up, abandon the tillers; nor will a physician, beholding the sick man mastered by the disease, withdraw from his treatment, nay rather then especially will each of these exercise his art. Do you also, therefore, my most honoured and reverend lord, exercise great readiness now, nor let the things that befall render you supine; for we shall not give an account for the evils which others do to us, nay, we shall even receive a reward. Whereas if we ourselves should not contribute what lies in our own power, but should be slack, the tumult of affairs will in no way stand as our defence in this — since Paul also, inhabiting a prison and bound fast to the stocks, did his own part, and Jonah, carried along in the belly of the sea-beast, and the three youths dwelling in the furnace; and these varied prisons rendered none of them more slack. Bearing these things in mind, therefore, my lord, do not cease caring for the Churches of Phoenicia, and Arabia, and those throughout the East, knowing that you will receive a greater reward the more, amidst so many hindrances, you contribute what lies in your power. And do not hesitate to write to us continually also, nay, most frequently. For as we have now learned, we have been ordered to depart no longer to Sebastea, but to Cucusus, where it is even easier for you to write to us. Write to us, therefore, how many churches have been built this year, and what holy men have crossed over into Phoenicia, and whether any further progress has taken place. For at Nicaea, having found a certain enclosed monk, I persuaded him to come to your Reverence and depart into Phoenicia. If he has arrived, then, be eager to make it known to me. On account of the place in Salamis situated in Cyprus, which is besieged by the heresy of the Marcionists, I had conversed with those with whom it was needful, and had set the whole matter right, but I was cast out beforehand. If, therefore, you should learn that my lord Bishop Cyriacus is staying at Constantinople, write to him on account of this matter, and he will be able to accomplish the whole. And above all exhort those who have boldness of speech before God to employ much prayer, much fervour, so that this shipwreck of the inhabited world may cease. For intolerable evils have overtaken Asia also, and other cities and Churches as well, concerning which, lest I seem to trouble you overmuch, omitting to speak one by one, I shall say only this: that there is need of many prayers and fervent supplications.
ΣΚΒʹ. Κάστῳ, Οὐαλερίῳ, Διοφάντῳ, Κυριακῷ, πρεσβυτέροις Ἀντιοχείας.
CCXXII. To Castus, Valerius, Diophantus, and Cyriacus, Presbyters of Antioch.
Καὶ τὸ γράψαι, καὶ προτέρους ἐπιπηδῆσαι τοῖς πρὸς ἡμᾶς γράμμασι, καὶ τὸ γράμματα παρ' ἡμῶν αἰτῆσαι, καὶ τὸ κελεῦσαι ὑπερβῆναι μέτρον ἐπιστολῆς, ἔδειξε τοὺς ἀκορέστους καὶ μανικοὺς ἡμῶν ἐραστάς. Τοῦτο τὴν ἐρημίαν, ἐν ᾗ διατρίβομεν, οὐκ ἀφίησιν ἐρημίαν φαίνεσθαι· τοῦτο τὰς ποικίλας καὶ συνεχεῖς ἡμῶν περιστάσεις παραμυθεῖται. Τί γὰρ
Both your writing, and your leaping first to send letters to us, and your asking for letters from us, and your bidding us exceed the measure of an epistle, showed our insatiable and passionate lovers. This does not suffer the wilderness in which we dwell to appear a wilderness; this comforts our varied and continual distresses. For what is
Notes, col. 733

On the reading

Printed ληψέμεθα, for ληψόμεθα.

PG 52:734Read from the page
ἀγάπης ἴσον; Οὐκ ἔστιν οὐδέν. Αὕτη καὶ ῥίζα, καὶ πηγὴ, καὶ μήτηρ ἐστὶ τῶν ἀγαθῶν, ἀρετὴ πόνον οὐκ ἔχουσα, ἀρετὴ ἡδονῇ συγκεκληρωμένη, καὶ πολλὴν φέρουσα τοῖς γνησίως αὐτὴν μετιοῦσι τὴν εὐφροσύνην. Διὰ ταῦτα χάριν ὑμῖν ἴσμεν πολλὴν, ὅτι οὕτω γνησίως διετηρήσατε τὴν περὶ ἡμᾶς διάθεσιν· καὶ ἡμεῖς δὲ ὅπουπερ ἂν ὦμεν, κἂν πρὸς αὐτὰ τῆς οἰκουμένης ἀπενεχθῶμεν τὰ τέρματα, κἂν εἰς ἐρημότερον τούτου χωρίον, περιφέροντες ὑμᾶς ἄπιμεν, ἐγκολάψαντες ὑμᾶς τῇ διανοίᾳ, καὶ τῷ συνειδότι ἐναποθέμενοι, καὶ οὔτε τῆς ὁδοῦ τὸ μῆκος, οὔτε τοῦ χρόνου τὸ πλῆθος, οὔτε ὁ τῶν περιστάσεων ὄχλος ῥᾳθυμοτέρους ἡμᾶς περὶ τὴν ἐμμέλειαν τὴν ὑμετέραν πεποίηκεν, ἀλλ' ὡς χθὲς καὶ πρώην ὑμῖν συγγενόμενοι, μᾶλλον δὲ ὡς ἀεὶ μεθ' ὑμῶν ὄντες, ὥσπερ οὖν καὶ ἐσμὲν, οὕτως ὑμᾶς ὁρῶμεν, καὶ φανταζόμεθα τοῖς τῆς ἀγάπης ὀφθαλμοῖς. Τοιοῦτον γὰρ τὸ φιλεῖν· οὐ διείργεται ὁδοῦ διαστήμασιν, οὐ μαραίνεται ἡμερῶν πλήθει, οὐ νικᾶται θλίψεων περιστάσει, ἀλλ' εἰς ὕψος αἴρεται διὰ παντὸς, καὶ φλογὸς μιμεῖται δρόμον. Καὶ τοῦτο ἴστε μάλιστα πάντων, ἐπειδὴ καὶ φιλεῖν μάλιστα πάντων ἐπίστασθε· διὸ καὶ σφόδρα ὑμᾶς μακαρίζομεν. Εἰ γὰρ καὶ ἡμεῖς οἰκτροὶ καὶ εὐτελεῖς, ἀλλ' ὁ Θεὸς ἱκανὸς ὑμῖν δοῦναι τῆς ἀγάπης ταύτης μείζονα τὴν ἀνταμοιβὴν, καὶ πολλῷ πλείονα· καὶ γὰρ ἐκ πολλοῦ τοῦ περιόντος ἀεὶ νικᾷ ταῖς ἀντιδόσεσι τοὺς ἀγαθόν τι ποιοῦντας ἢ λέγοντας. Ἐγὼ μὲν οὖν ἐβουλόμην καὶ αὐταῖς ὄψεσιν ὑμᾶς ἰδεῖν, καὶ τῆς κατὰ πρόσωπον ἀπολαῦσαι συνουσίας, καὶ ἐμφορηθῆναι καὶ τούτῳ τῷ τρόπῳ τῆς ἀγάπης ὑμῶν· ἐπειδὴ δὲ τοῦτο οὐκ ἔνι, οὐ δι' ὄκνον καὶ ῥᾳθυμίαν, ἀλλὰ διὰ τὸ τῇ ἀνάγκῃ τῆς ἐξορίας πεπεδῆσθαι, τὸν γοῦν δεύτερον ἡμᾶς μὴ ἀποστερήσητε πλοῦν, ἀλλὰ πέμπετε ἡμῖν νιφάδας ἐπιστολῶν, τὰ περὶ τῆς ὑγείας τῆς ὑμετέρας δηλούσας. Εἰ γὰρ τοιαῦτα δεξαίμεθα γράμματα συνεχῶς, πολλὴν καρπωσόμεθα τὴν παράκλησιν, καὶ ταῦτα ἐν ἀλλοτρίᾳ διατρίβοντες. Εἰδότες οὖν ἡλίκα ἡμῖν χαριεῖσθε, καὶ ἐν ὅσῃ καταστήσετε ἡμᾶς εὐφροσύνῃ, μὴ φθονήσητε τῆς τοσαύτης ἡμῖν ἡδονῆς. Ὁμιλοῦντες γὰρ ὑμῶν τοῖς γράμμασιν, αὐτοὺς ὑμᾶς ἡγησόμεθα ἐνταῦθα παρεῖναι, καὶ τρανοτέραν ἐντεῦθεν τῆς παρουσίας ὑμῶν ληψόμεθα τὴν φαντασίαν.
equal to love? There is nothing at all. This is at once the root, and the fountain, and the mother of good things, a virtue involving no toil, a virtue allotted a share in pleasure, and bringing great gladness to those who genuinely pursue it. On this account we owe you great thanks, because you have so genuinely preserved your disposition towards us; and we too, wherever we may be, even if we are carried away to the very ends of the inhabited world, even if to a place more desolate than this, depart carrying you about with us, having engraved you upon our mind and treasured you up in our conscience; and neither the length of the journey, nor the multitude of time, nor the crowd of circumstances has rendered us more sluggish towards your gentleness, but as though we had been with you yesterday and the day before, or rather as being always with you, just as indeed we are, so we behold you and picture you with the eyes of love. For such is affection: it is not sundered by distances of road, it does not wither by multitude of days, it is not overcome by the pressure of afflictions, but is lifted up on high continually, and imitates the course of a flame. And you know this above all men, since above all men you also know how to love; wherefore we also greatly count you blessed. For even if we are pitiful and of little account, yet God is sufficient to give you a recompense greater than this love, and much more abundant; for out of His vast superabundance He ever surpasses in His returns those who do or speak anything good. I, for my part, wished to see you with my very eyes as well, and to enjoy your company face to face, and in this manner also to take my fill of your love; but since this is not possible, not through sloth and indolence, but because we are fettered by the necessity of exile, do not deprive us at least of the second voyage, but send us showers of letters declaring the news about your health. For if we receive such letters continually, we shall reap great consolation, even while dwelling in a foreign land. Knowing, therefore, how great a favour you will grant us, and in how great gladness you will place us, do not begrudge us so great a pleasure. For in conversing with your letters, we shall deem that you yourselves are present here, and from this we shall obtain a clearer vision of your presence.
ΣΚΓʹ. Ἡσυχίῳ.
CCXXIII. To Hesychius.
Ἐγὼ μὲν ἐπεθύμουν καὶ μὴ γράψας πρὸς τὴν σὴν ἐμμέλειαν πρότερος δέξασθαι ἐπιστολήν· τοῦτο γὰρ μάλιστα ἐραστοῦ σφοδροτάτου· οὐκ ἀνεμείναμεν δὲ ἡμεῖς τὰ σὰ γράμματα, ἀλλὰ πρότεροι τῷ γράφειν ἐπεπηδήσαμεν, τὸν θερμὸν ἔρωτα, ὃν περὶ τὴν σὴν ἐμμέλειαν ἔχομεν, κἀν τούτῳ δεικνύντες. Πλὴν ἀλλὰ καὶ τούτου σοι χάριν ἴσμεν· εὖ γὰρ οἶδ' ὅτι οὐκ ἐξ ὀλιγωρίας, ἀλλ' ἐκ τοῦ σφόδρα μετριάζειν, τοῦτο πέπονθας. Δείκνυε τοίνυν λοιπὸν μετὰ ἀδείας τὴν περὶ ἡμᾶς ἀγάπην, νιφάδας ἡμῖν πέμπων ἐπιστολῶν, δηλούσας τὰ περὶ τῆς ὑγείας τῆς σῆς. Ἢν γὰρ τοιαῦτα
I indeed desired, even without having written to your gentleness, to receive a letter first; for this belongs above all to a most ardent lover; yet we did not wait for your letters, but leapt first to write, showing even in this the fervent love which we bear towards your gentleness. Nevertheless, even for this we owe you thanks; for I know well that not out of neglect, but out of exceeding modesty, you have experienced this. Show forth, then, henceforth without fear your love towards us, sending us showers of letters declaring the news about your health. For if we
PG 52:735Read from the page
δεξώμεθα γράμματα, κἂν πρὸς αὐτὰ τῆς οἰκουμένης ἀπενεχθῶμεν τὰ τέρματα, κἂν εἰς ἐρημότερον τούτου χωρίον, πολλὴν ἀπὸ τῆς ἀγάπης ὑμῶν καρπωσόμεθα τὴν παράκλησιν. Οὐδὲν γὰρ οὕτω ψυχὴν ἀνέχειν δύναται, καὶ ἐν πολλῇ καθιστᾷν ἡδονῇ, ὡς τὸ φιλεῖν καὶ φιλεῖσθαι γνησίως. Καὶ τοῦτο οἶσθα μάλιστα πάντων αὐτὸς, ἐπειδὴ μάλιστα πάντων καὶ φιλεῖν οἶσθα.
receive such letters, even if we are carried away to the very ends of the inhabited world, even if to a place more desolate than this, we shall reap great consolation from your love. For nothing is so able to uphold a soul, and to set it in great pleasure, as to love and to be loved genuinely. And you yourself know this above all men, since above all men you also know how to love.
ΣΚΔʹ. Μαρκιανῷ καὶ Μαρκελλίνῳ.
CCXXIV. To Marcian and Marcellinus.
Τί τοῦτο; Οὕτως ἡμῶν ἐρῶντες (οὐδὲ γὰρ ἐκ τοσούτου καθημένους ὑμῶν διαστήματος ἔλαθεν ἡμᾶς ὁ ἔρως, διὰ τὸ σφοδρὸς εἶναι καὶ πεπυρωμένος), κατεδέξασθε σιγᾷν, καὶ οὐδὲ ἅπαξ ἡμῖν ἐπεστείλατε, ἀλλ' αἴνιγμα τὸ πρᾶγμα ἡμῖν πεποιήκατε; Οὐδὲ γὰρ ἀρκοῦσα πρόφασις, ἣν ἐγράψατε ἐπιστέλλοντες πρὸς τὸν κύριόν μου τὸν εὐλαβέστατον πρεσβύτερον Κωνστάντιον. Πλὴν ἀλλ' οὐδὲν ἀκριβολογοῦμαι. Ἀλλ' ἔστω τοῦτο οὕτως ἔχον, καὶ κείσθω τῆς σιγῆς ταύτην εἶναι τὴν αἰτίαν· ἰδοὺ καὶ αὕτη ὑμῖν ἀνήρηται, καὶ πρότεροι τοῖς πρὸς ὑμᾶς ἐπεπηδήσαμεν γράμμασι, χάριτάς τε ὑμῖν ὁμολογοῦντες τῆς γνησίας ἀγάπης, ἣν οὕτως ἀκμάζουσαν περὶ ἡμᾶς διατηρεῖτε, καὶ παρακαλοῦντες, ἡνίκα ἂν ἐξῇ, καὶ ἐπιστέλλειν ἡμῖν συνεχῶς. Ὅτι μὲν γὰρ καὶ παραγενέσθαι ἐνταῦθα οὐκ ἂν ὠκνήσατε, εἰ μὴ τὰ εἰρημένα κωλύματα παρὰ τῆς κοσμιότητος ὑμῶν ἦν, οὐδὲν ἀμφιβάλλω· μᾶλλον δὲ ἀπὸ τῆς γνώμης καὶ παρεγένεσθε. Ἀλλ' ἐπειδὴ τοῦτο ἔργῳ πληρῶσαι τέως οὐκ ἔνι, τὴν ἀπὸ τῶν γραμμάτων ἡμῖν παρέχετε παράκλησιν, τὰ περὶ τῆς ὑγείας ὑμῶν καὶ τοῦ οἴκου παντὸς εὐαγγελιζόμενοι. Εἰ γὰρ τοιαῦτα δεξαίμεθα συνεχῶς παρ' ὑμῶν γράμματα, κἂν ἐν χαλεπωτέρᾳ ταύτης ἐρημίᾳ καθήμεθα, πολλὴν ἀπὸ τῶν ἐπιστολῶν ὑμῶν καρπωσόμεθα τὴν παράκλησιν.
What is this? Loving us thus (for not even though you dwell at so great a distance has your love escaped us, because it is vehement and on fire), did you bring yourselves to keep silence, and did you not even once write to us, turning the matter into a riddle for us? For neither was that excuse sufficient which you wrote in sending a letter to my lord the most devout presbyter Constantius. Nevertheless, I make no strict reckoning. Nay, let this be so, and let it be granted that this was the cause of your silence; behold, this too has been taken away for you, and we have leapt first with our letters to you, both acknowledging thanks to you for the genuine love which you preserve so flourishing towards us, and exhorting you, whenever it is possible, to write to us continually as well. For that you would not have hesitated even to come hither, had not the hindrances mentioned by your decorum stood in the way, I have no doubt at all; or rather, in purpose you have indeed come. Yet since for the present it is not possible to fulfil this in deed, afford us the consolation that comes from letters, bringing us the good tidings about your health and that of your whole household. For if we receive such letters continually from you, even if we sit in a wilderness harsher than this, we shall reap great consolation from your letters.
ΣΚΕʹ. Κωνσταντίῳ πρεσβυτέρῳ.
CCXXV. To Constantius the presbyter.
Ἐθαύμασα πῶς οὕτω σφοδρὸς ἡμῶν ὢν ἐραστὴς, καὶ πάντα ποιεῖν καὶ λέγειν ὑπὲρ ἡμῶν καὶ πάσχειν παρεσκευασμένος (οὐδὲ γὰρ ἡμᾶς ἔλαθεν· οὐδὲ γὰρ ἔνι γνησίως φιλοῦντα λαθεῖν), οὐδὲ ἅπαξ ἡμῖν ἐπέστειλας, καὶ ταῦτα πλησίον ἐλθοῦσιν ὑμῶν, καὶ τοῦ τιμίου μοι καὶ ἐνδοξοτάτου ἀδελφοῦ Λιβανίου ἐνταῦθα ἀφιγμένου. Καὶ ταῦτα οὐκ ἐγκαλῶν, ἀλλ' ἀλγῶν λέγω. Ἐπειδὴ γὰρ σφόδρα διάκειμαι περὶ τὴν εὐλάβειαν ὑμῶν, δι' ἕτερον μὲν οὐδὲν, ὅτι δέ σου τῆς ψυχῆς φροντίδα ποιεῖς μετὰ πάσης τῆς σπουδῆς, καὶ λιμὴν εἶ κοινὸς τῶν ἐν ἀνάγκαις ὄντων, πενίαν λύων, χηρείαν διορθούμενος, ὀρφανίαν ἀνέχων, κοινὸς πατὴρ ἁπάντων ὢν, τούτου χάριν σφόδρα σου ἐρῶν, καὶ γράμματα παρὰ τῆς σῆς εὐλαβείας δέχεσθαι ἐπιθυμῶ. Δίδου δὴ ταύτην ἡμῖν τὴν χάριν, καὶ ἔμπλησον ἡμῶν τὴν ἐπιθυμίαν. Οὐ γὰρ τὴν τυχοῦσαν καρπωσόμεθα παράκλησιν, καὶ ταῦτα ἐν ἐρημίᾳ διατρίβοντες, ἂν τῆς ποθεινῆς σου καὶ ψυχῆς καὶ χειρὸς δεξώμεθα γράμματα, περὶ τῆς σῆς ἀπαγγέλλοντα ὑγείας, καὶ τοῦ οἴκου σου παντός.
I marvelled how you, being so vehement a lover of us, and prepared to do and say and suffer all things on our behalf (for it has not escaped us; for neither is it possible for one who genuinely loves to lie hidden), did not even once write to us, and that too when we had come near to you, and when my honoured and most illustrious brother Libanius had arrived here. And I say these things not by way of accusing, but out of grief. For since I am exceedingly disposed towards your reverence, for no other reason than that with all earnestness you take care of your soul, and are a common haven for those in distress, relieving poverty, redressing widowhood, upholding orphanhood, being a common father of all—on this account, loving you exceedingly, I also long to receive letters from your reverence. Grant us, then, this favour, and fulfil our desire. For we shall reap no ordinary consolation, even while dwelling in a wilderness, if we receive letters from both your beloved soul and hand, announcing the news of your health and that of your whole household.
ΣΚϚʹ. Μαρκιανῷ καὶ Μαρκελλίνῳ.
CCXXVI. To Marcian and Marcellinus.
Ἐλύσατε ἡμῖν τὸ αἴνιγμα. Ὅτι γὰρ οὐκ ἤρκει εἰς
You have solved the riddle for us. For that it did not suffice for
PG 52:736Read from the page
ἀπολογίαν ἡ ἐγκειμένη τότε πρόφασις, αὐτοὶ νῦν ἐδηλώσατε, μὴ δεξάμενοι γράμματα, καὶ πρότεροι τῷ γράφειν ἐπιπηδήσαντες. Τοιαύτη γὰρ τῆς ἀγάπης ἡ φύσις· οὐκ ἀνέχεται σιγᾷν, ἀλλὰ κἂν θρασύτητος μέλλῃ κρίνεσθαι, τὸ αὑτῆς πληροῖ. Ἡμεῖς δὲ τοσοῦτον ἀπέχομεν τοῦ γράψασθαι ὑμᾶς διὰ τὸ προτέρους ἐπιστεῖλαι, ὅτι καὶ στεφανοῦμεν ὑπὲρ τούτου, καὶ ἀνακηρύττομεν, καὶ νῦν μάλιστα τοὺς γνησίους ἡμῶν ἔγνωμεν ἐραστὰς, οὐκ ἀπὸ τοῦ γράψαι μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ προτέρους γράψαι. Ἱκανὸς δὲ ὁ Θεὸς καὶ τῆς ἀῤῥωστίας ὑμᾶς ἀπαλλάξαι, καὶ πρὸς καθαρὰν ὑγείαν ἐπαναγαγεῖν, καὶ δοῦναι εὐκολίαν πολλὴν καὶ τῆς κατ' ὄψιν ἡμῖν συνουσίας· ἱκανὴν μὲν καὶ νῦν καρπούμεθα παράκλησιν ἀπὸ γνησίας οὕτω ψυχῆς δεχόμενοι γράμματα· ἐπιθυμοῦμεν δὲ καὶ ἐκείνης τῆς συντυχίας, ἧς γένοιτο μετὰ πολλοῦ τοῦ τάχους ἡμᾶς ἀπολαῦσαι, ὥστε μεγίστην ἡμᾶς ἀγαγεῖν ἑορτήν.
a defence, that excuse which was then put forward, you yourselves have now shown, not having received letters, and yet having leapt first to write. For such is the nature of love: it cannot endure to keep silence, but even if it is about to be judged of boldness, it fulfils its own part. And we are so far from indicting you for having written first, that we both crown you on this account and proclaim you, and now above all have we recognized our genuine lovers, not from your writing alone, but also from your writing first. And God is able both to free you from your infirmity, and to restore you to pure health, and to grant us great ease for our meeting face to face as well; indeed even now we reap sufficient consolation in receiving letters from so genuine a soul, yet we long also for that converse, which may it be granted us very speedily to enjoy, so that we may keep a very great feast.
ΣΚΖʹ. Καρτερίᾳ.
CCXXVII. To Carteria.
Τί φής; Αἱ συνεχεῖς ἀῤῥωστίαι οὐ συνεχώρησάν σοι παραγενέσθαι πρὸς ἡμᾶς; Καίτοι παραγέγονας, καὶ μεθ' ἡμῶν εἶ, καὶ ἀπὸ τῆς γνώμης σου τὸ πᾶν ἀπειλήφαμεν, καὶ οὐδέν σοι ὑπὲρ τούτων ἀπολογίας δεῖ. Ἀρκεῖ γὰρ ἡ θερμή σου καὶ γνησία ἀγάπη, ἡ οὕτως ἀκμάζουσα διηνεκῶς, ἀντὶ πολλῆς εὐφροσύνης ἡμῖν γενέσθαι. Ἀλλ' ἐπειδὴ οὐκ εἰς τὴν τυχοῦσαν φροντίδα ἡμᾶς ἐνέβαλες, περὶ τῆς ἀῤῥωστίας εἰποῦσα τῆς σῆς, εἴ γε ταύτης ἀπαλλαγείης (ἱκανὸς γὰρ ὁ Θεὸς ἀπαλλάξαι σε, καὶ πρὸς ὑγείαν καθαρὰν ἐπαναγαγεῖν), ἐξ αὐτῆς ἡμῖν δήλωσον, ὥστε ἡμᾶς ἀπαλλαγῆναι τῆς φροντίδος. Ὅπερ γὰρ ἀεὶ γράφων ἐδήλωσα, τοῦτο καὶ νῦν δηλῶ, ὅτι, ὅπουπερ ἂν ὦμεν, κἂν εἰς ἐρημότερον τούτου χωρίον ἀπενεχθῶμεν, σὲ καὶ τὰ σὰ μεριμνῶντες οὐ διαλιμπάνομεν. Τοιαῦτα ἡμῖν ἐνέχυρα τῆς θερμῆς καὶ γνησίας σου ἀγάπης ἐναπέθου, ἅπερ οὐδέποτε σβεσθῆναι δύναται, οὐδὲ καταμαρανθῆναι τῷ χρόνῳ· ἀλλὰ κἂν πλησίον σου ὦμεν τῆς εὐγενείας, κἂν πόῤῥωθεν, ἀεὶ διαφυλάττομεν τὴν αὐτὴν ἀγάπην, εἰδότες τὸ γνήσιον καὶ εἰλικρινὲς τῆς διαθέσεώς σου, ἧς διαπαντὸς ἀπελαύσαμεν τοῦ χρόνου.
What do you say? Did your continual infirmities not allow you to come to us? And yet you have come, and are with us, and from your purpose we have received the whole, and you have no need at all of a defence for these things. For your fervent and genuine love, flourishing thus continually, suffices to stand instead of great gladness for us. Yet since you cast us into no ordinary anxiety by speaking about your infirmity, if indeed you have been freed from it (for God is able to free you, and to restore you to pure health), make it known to us forthwith, so that we may be freed from our anxiety. For what I always declared in writing, this I declare now also, that wherever we may be, even if we are carried away to a place more desolate than this, we do not cease caring for you and your affairs. Such pledges of your fervent and genuine love have you deposited with us, pledges which can never be quenched, nor wither away with time; but whether we are near your nobility or far off, we always preserve the same love, knowing the genuineness and sincerity of your disposition, which we have enjoyed throughout all time.
ΣΚΗʹ. Θεοδώρῳ ἰατρῷ.
CCXXVIII. To Theodore the physician.
Αὐτὸς μὲν εἰς τὴν τῶν πραγμάτων ἀσχολίαν καταφεύγεις, καὶ ἀπολογίαν ἐντεῦθεν ὑφαίνεις τοῦ μὴ παραγενέσθαι· ἐγὼ δὲ οἶμαι οὐδὲν τούτων σε δεῖσθαι τῶν λόγων. Καὶ γὰρ παραγέγονας, καὶ τῶν ἀφικομένων πρὸς ἡμᾶς οὐδὲν ἔλαττον ἔχεις κατὰ τὸν τῆς ἀγάπης λόγον· ἀπὸ γὰρ τῆς γνώμης σε ἀνακηρύττοντες ὁμοίως ἐκείνοις, εἰς τοὺς πρώτους σε τῶν φίλων γράφομεν, καί σοι χάριτας ἴσμεν, ὅτι ὀλίγα συγγενόμενος ἡμῖν, τάχα δὲ οὐδ' ὀλίγα, τῶν πολὺν ἡμῖν συντραφέντων χρόνον οὐκ ἐλάττονα περὶ ἡμᾶς ἐπιδείκνυσαι ἔρωτα. Διὰ ταῦτά σοι χάριτας ἴσμεν πολλὰς, καί σε παρακαλοῦμεν συνεχῶς ἡμῖν ἐπιστέλλειν. Ἐπιθυμοῦμεν γὰρ αὐτὸν παρόντα σε θεάσασθαι· ἀλλ' ἵνα μὴ πολλοὺς ἀδικήσωμεν τοὺς καὶ
You for your part take refuge in the business of affairs, and weave from this a defence for not having come; whereas I think you have no need at all of these words. For indeed you have come, and in the reckoning of love you hold no less a place than those who arrived among us; for proclaiming you by your purpose equally with them, we inscribe you among the foremost of our friends, and we owe you thanks because, having been with us a little while—and perhaps not even a little while—you display towards us a love not inferior to those reared with us for a long time. On this account we owe you many thanks, and we exhort you to write to us continually. For we long to behold you present in person; yet lest we wrong many who need both