καὶ φαινόμενος αὐτόθι μόνον; Οὐ γὰρ δὴ κολακεύων σε ταῦτα λέγω, καὶ ἴσασιν οἱ καὶ ἀκούοντες ἀπόντος σου ταῦτα παρ' ἡμῶν ἐνταῦθα, ἀλλ' ἡδόμενος σφόδρα, καὶ χαίρων, καὶ πτερούμενος ὑπὸ τῆς εὐφροσύνης. Ἀρκεῖς γὰρ, καὶ φαινόμενος, πολλοὺς ὀρθῶσαι τῶν αὐτόθι, στηρίξαι, ἀλεῖψαι, συγκροτῆσαι. Οἶδα ἐγὼ τὸν ἀριστέα τὸν ἐμὸν, οἶδά σου τὰς ἀνδραγαθίας τὰς αὐτόθι, τὸν ζῆλον, τὴν ἀγρυπνίαν, τοὺς δρόμους, τὸν πόνον τῆς ψυχῆς, τὴν παῤῥησίαν, τὴν ἐλευθερίαν μεθ' ἧς καὶ ἐπισκόπων κατεξανίστασο, τοῦ καιροῦ τούτου ἀπαιτοῦντος, μετὰ τοῦ προσήκοντος μέντοι μέτρου. Καὶ ἐθαύμαζόν σε ἐπ' ἐκείνοις, πολλῷ δὲ πλέον νῦν, ὅτι, καὶ μηδενός σοι παραστάντος αὐτόθι, ἀλλὰ τῶν μὲν φευγόντων, τῶν δὲ ἐλαυνομένων, τῶν δὲ κρυπτομένων, μόνος ἔστηκας ἐπὶ τῆς παρατάξεως, τὸ μέτωπον αὐτῆς κατακοσμῶν, καὶ οὐδένα ἀφιεὶς γενέσθαι λειποτάκτην, ἀλλὰ καὶ τοὺς μετὰ τῶν ἐναντίων τεταγμένους τῇ ἐμμελείᾳ σου καθ' ἑκάστην ἡμέραν μεθιστᾷς. Οὐ διὰ ταῦτα δὲ θαυμάζω μόνον, ἀλλ' ὅτι καὶ ἐν ἑνὶ ἱδρυμένος χωρίῳ, τὴν οἰκουμένην ἅπασαν μεριμνᾷς, τὰ ἐν Παλαιστίνῃ, τὰ ἐν Φοινίκῃ, τὰ ἐν Κιλικίᾳ, ὧν καὶ μάλιστα φροντίζειν ὀφείλεις. Παλαιστινοὶ μὲν γὰρ καὶ Φοίνικες, καθὼς ἔγνων σαφῶς, οὐκ ἐδέξαντο τὸν παρὰ τῶν ἐναντίων ἀποσταλέντα ἐκεῖσε, οὐδὲ ἀποκρίσεως αὐτὸν ἠξίωσαν· ὁ δὲ Αἰγῶν, ὡς ἔγνων, καὶ ὁ Ταρσοῦ μετ' ἐκείνων τάττονται, καὶ ὁ Κασταβάλων ἐνταῦθα ἐδήλωσέ τινι τῶν ἡμετέρων φίλων, ὅτι ἀναγκάζουσιν αὐτοὺς οἱ ἀπὸ Κωνσταντινουπόλεως τῇ παρανομίᾳ αὐτῶν συνθέσθαι, καὶ τέως ἀντέχουσι. Πολλῆς τοίνυν σοι δεῖ τῆς μερίμνης, πολλῆς τῆς ἀγρυπνίας, ὥστε καὶ τοῦτο διορθῶσαι τὸ μέρος, τῷ δεσπότῃ μου γράψαντι τῷ ἀνεψιῷ σου, τῷ κυρίῳ τῷ ἐπισκόπῳ Θεοδώρῳ. Τὰ κατὰ Φαρέτριον λυπηρὰ μὲν καὶ σφόδρα ἀνιαρά· πλὴν ἀλλ' ἐπειδὴ οἱ πρεσβύτεροι αὐτοῦ οὔτε συνέτυχον τοῖς ἐναντίοις, ὡς φὴς, οὔτε αἱροῦνται αὐτοῖς κοινωνῆσαι, ἀλλ' ὡς λέγουσιν, ἔτι μεθ' ἡμῶν ἑστήκασι, μηδὲν τούτων κοινωνήσῃς πρὸς αὐτούς· ἐπεὶ ἃ ἐποίησεν εἰς ἡμᾶς ὁ Φαρέτριος οὐδεμίαν ἔχει συγγνώμην. Ὁ μέντοι κλῆρος αὐτοῦ πᾶς καὶ ἤλγει, καὶ ὠδύρετο, καὶ ἐθρήνει, καὶ μεθ' ἡμῶν ὅλως ἦν τῇ γνώμῃ. Ἀλλ' ἵνα μὴ τούτους ποιήσωμεν ἀποπηδῆσαι, καὶ τραχυτέρους ἐργασώμεθα, μαθὼν ἅπαντα τὰ ἀπὸ τῶν ἐπαρχικῶν, παρὰ σαυτῷ κάτεχε, καὶ μετὰ πολλῆς ἡμερότητος αὐτοῖς προσφέρου· οἶδα γάρ σου τὸ οἰκονομικόν· καὶ λέγε, ὅτι Καὶ ἡμεῖς ἠκούσαμεν, ὅτι σφόδρα ἤλγησεν ἐπὶ τοῖς γενομένοις, καὶ ὅτι ἕτοιμος ἦν πάντα παθεῖν ὑπὲρ τοῦ διορθῶσαι πάντα τὰ κακῶς τολμηθέντα. Τὸ σῶμα ἡμῖν ἐν ὑγείᾳ πολλῇ, καὶ τὰ λείψανα τῆς ἀῤῥωστίας ἀπεθέμεθα· ὅταν δὲ ἐννοήσωμεν, ὅτι σοι καὶ τοῦτο φροντίς ἐστιν, οὐ μικρὰ καὶ τοῦτο ὑγείας ἡμῖν ὑπόθεσις γίνεται, ὅτι οὕτω σφοδρὸν ἔχομεν ἐραστήν. Ὁ Θεός σοι τῆς τοιαύτης σπουδῆς, τῆς ἀγάπης, τοῦ ζήλου, τῆς ἀγρυπνίας δῷ τὸν μισθὸν, κἀν τῷ παρόντι βίῳ, κἀν τῷ μέλλοντι αἰῶνι, καὶ τειχίσειε, καὶ φρουρήσειε, καὶ ἀσφαλίσαιτο, καὶ καταξιώσειε τῶν ἀποῤ-
even by merely appearing there? For in truth I do not say these things flattering you — and those also know it who hear these things of you in your absence from us here — but being exceedingly pleased, and rejoicing, and lifted on wings by gladness. For you suffice, even by appearing, to set upright many of those there, to strengthen, to anoint, to rally them. I know my champion, I know your gallant deeds there, your zeal, your sleeplessness, your runnings to and fro, the labour of your soul, your outspokenness, the freedom wherewith you rose up even against bishops when this season demanded it, yet with fitting measure. And I admired you for those things, and much more now, because, even when no one stood by you there, but some were fleeing, others being driven out, and others hiding themselves, you alone stood firm in the battle-line, adorning its front, and suffering no one to become a deserter, nay, even those ranged with the adversaries you bring over each day by your tactful care. Yet not on account of these things alone do I admire you, but because, even while settled in a single place, you take thought for the whole inhabited world — the affairs in Palestine, those in Phoenicia, those in Cilicia, for which also you ought most of all to care. For the Palestinians and Phoenicians, as I learned clearly, did not receive the man sent thither from the adversaries, nor did they deem him worthy of an answer; while the bishop of Aegae, as I learned, and the bishop of Tarsus are ranking themselves with them, and the bishop of Castabala made plain to one of our friends here that those from Constantinople are compelling them to agree to their lawlessness, and for the present they hold out. You need much thought, therefore, and much sleeplessness, so as to set right this part also, having written to my lord your cousin, the lord Bishop Theodore. The matters concerning Pharetrius are sorrowful indeed and exceedingly distressing; nevertheless, since his presbyters neither met with the adversaries, as you say, nor choose to hold communion with them, but, as people say, still stand with us, share none of these things with them; since what Pharetrius did towards us has no pardon at all. Yet all his clergy both grieved, and lamented, and mourned, and were wholly with us in mind. Yet lest we make these men leap away and render them harsher, once you have learned all the things from the prefectural officials, keep them to yourself, and deal with them with great gentleness — for I know your prudent tact — and say: We also heard that he grieved exceedingly over what took place, and that he was ready to suffer all things for the sake of setting right all that had been wickedly dared. Our body is in good health, and we have laid aside the remnants of our sickness; and whenever we call to mind that this also is a care to you, this too becomes no small foundation of health for us, that we have so vehement a lover. May God give you the reward of such zeal, of your love, of your ardour, of your sleeplessness, both in the present life and in the age to come, and may He wall you round, and guard you, and keep you safe, and deem you worthy of those