Migne Reading Room

PG 52 · cols. 725–730 · Read from the page

Fifteen little works on the Constantinopolitan disturbances, and on those things which regard either exile of Chrysostom

Fifteen little works on the Constantinopolitan disturbances, and on those things which regard either exile of Chrysostom

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 52:725Read from the page
καὶ φαινόμενος αὐτόθι μόνον; Οὐ γὰρ δὴ κολακεύων σε ταῦτα λέγω, καὶ ἴσασιν οἱ καὶ ἀκούοντες ἀπόντος σου ταῦτα παρ' ἡμῶν ἐνταῦθα, ἀλλ' ἡδόμενος σφόδρα, καὶ χαίρων, καὶ πτερούμενος ὑπὸ τῆς εὐφροσύνης. Ἀρκεῖς γὰρ, καὶ φαινόμενος, πολλοὺς ὀρθῶσαι τῶν αὐτόθι, στηρίξαι, ἀλεῖψαι, συγκροτῆσαι. Οἶδα ἐγὼ τὸν ἀριστέα τὸν ἐμὸν, οἶδά σου τὰς ἀνδραγαθίας τὰς αὐτόθι, τὸν ζῆλον, τὴν ἀγρυπνίαν, τοὺς δρόμους, τὸν πόνον τῆς ψυχῆς, τὴν παῤῥησίαν, τὴν ἐλευθερίαν μεθ' ἧς καὶ ἐπισκόπων κατεξανίστασο, τοῦ καιροῦ τούτου ἀπαιτοῦντος, μετὰ τοῦ προσήκοντος μέντοι μέτρου. Καὶ ἐθαύμαζόν σε ἐπ' ἐκείνοις, πολλῷ δὲ πλέον νῦν, ὅτι, καὶ μηδενός σοι παραστάντος αὐτόθι, ἀλλὰ τῶν μὲν φευγόντων, τῶν δὲ ἐλαυνομένων, τῶν δὲ κρυπτομένων, μόνος ἔστηκας ἐπὶ τῆς παρατάξεως, τὸ μέτωπον αὐτῆς κατακοσμῶν, καὶ οὐδένα ἀφιεὶς γενέσθαι λειποτάκτην, ἀλλὰ καὶ τοὺς μετὰ τῶν ἐναντίων τεταγμένους τῇ ἐμμελείᾳ σου καθ' ἑκάστην ἡμέραν μεθιστᾷς. Οὐ διὰ ταῦτα δὲ θαυμάζω μόνον, ἀλλ' ὅτι καὶ ἐν ἑνὶ ἱδρυμένος χωρίῳ, τὴν οἰκουμένην ἅπασαν μεριμνᾷς, τὰ ἐν Παλαιστίνῃ, τὰ ἐν Φοινίκῃ, τὰ ἐν Κιλικίᾳ, ὧν καὶ μάλιστα φροντίζειν ὀφείλεις. Παλαιστινοὶ μὲν γὰρ καὶ Φοίνικες, καθὼς ἔγνων σαφῶς, οὐκ ἐδέξαντο τὸν παρὰ τῶν ἐναντίων ἀποσταλέντα ἐκεῖσε, οὐδὲ ἀποκρίσεως αὐτὸν ἠξίωσαν· ὁ δὲ Αἰγῶν, ὡς ἔγνων, καὶ ὁ Ταρσοῦ μετ' ἐκείνων τάττονται, καὶ ὁ Κασταβάλων ἐνταῦθα ἐδήλωσέ τινι τῶν ἡμετέρων φίλων, ὅτι ἀναγκάζουσιν αὐτοὺς οἱ ἀπὸ Κωνσταντινουπόλεως τῇ παρανομίᾳ αὐτῶν συνθέσθαι, καὶ τέως ἀντέχουσι. Πολλῆς τοίνυν σοι δεῖ τῆς μερίμνης, πολλῆς τῆς ἀγρυπνίας, ὥστε καὶ τοῦτο διορθῶσαι τὸ μέρος, τῷ δεσπότῃ μου γράψαντι τῷ ἀνεψιῷ σου, τῷ κυρίῳ τῷ ἐπισκόπῳ Θεοδώρῳ. Τὰ κατὰ Φαρέτριον λυπηρὰ μὲν καὶ σφόδρα ἀνιαρά· πλὴν ἀλλ' ἐπειδὴ οἱ πρεσβύτεροι αὐτοῦ οὔτε συνέτυχον τοῖς ἐναντίοις, ὡς φὴς, οὔτε αἱροῦνται αὐτοῖς κοινωνῆσαι, ἀλλ' ὡς λέγουσιν, ἔτι μεθ' ἡμῶν ἑστήκασι, μηδὲν τούτων κοινωνήσῃς πρὸς αὐτούς· ἐπεὶ ἃ ἐποίησεν εἰς ἡμᾶς ὁ Φαρέτριος οὐδεμίαν ἔχει συγγνώμην. Ὁ μέντοι κλῆρος αὐτοῦ πᾶς καὶ ἤλγει, καὶ ὠδύρετο, καὶ ἐθρήνει, καὶ μεθ' ἡμῶν ὅλως ἦν τῇ γνώμῃ. Ἀλλ' ἵνα μὴ τούτους ποιήσωμεν ἀποπηδῆσαι, καὶ τραχυτέρους ἐργασώμεθα, μαθὼν ἅπαντα τὰ ἀπὸ τῶν ἐπαρχικῶν, παρὰ σαυτῷ κάτεχε, καὶ μετὰ πολλῆς ἡμερότητος αὐτοῖς προσφέρου· οἶδα γάρ σου τὸ οἰκονομικόν· καὶ λέγε, ὅτι Καὶ ἡμεῖς ἠκούσαμεν, ὅτι σφόδρα ἤλγησεν ἐπὶ τοῖς γενομένοις, καὶ ὅτι ἕτοιμος ἦν πάντα παθεῖν ὑπὲρ τοῦ διορθῶσαι πάντα τὰ κακῶς τολμηθέντα. Τὸ σῶμα ἡμῖν ἐν ὑγείᾳ πολλῇ, καὶ τὰ λείψανα τῆς ἀῤῥωστίας ἀπεθέμεθα· ὅταν δὲ ἐννοήσωμεν, ὅτι σοι καὶ τοῦτο φροντίς ἐστιν, οὐ μικρὰ καὶ τοῦτο ὑγείας ἡμῖν ὑπόθεσις γίνεται, ὅτι οὕτω σφοδρὸν ἔχομεν ἐραστήν. Ὁ Θεός σοι τῆς τοιαύτης σπουδῆς, τῆς ἀγάπης, τοῦ ζήλου, τῆς ἀγρυπνίας δῷ τὸν μισθὸν, κἀν τῷ παρόντι βίῳ, κἀν τῷ μέλλοντι αἰῶνι, καὶ τειχίσειε, καὶ φρουρήσειε, καὶ ἀσφαλίσαιτο, καὶ καταξιώσειε τῶν ἀποῤ-
even by merely appearing there? For in truth I do not say these things flattering you — and those also know it who hear these things of you in your absence from us here — but being exceedingly pleased, and rejoicing, and lifted on wings by gladness. For you suffice, even by appearing, to set upright many of those there, to strengthen, to anoint, to rally them. I know my champion, I know your gallant deeds there, your zeal, your sleeplessness, your runnings to and fro, the labour of your soul, your outspokenness, the freedom wherewith you rose up even against bishops when this season demanded it, yet with fitting measure. And I admired you for those things, and much more now, because, even when no one stood by you there, but some were fleeing, others being driven out, and others hiding themselves, you alone stood firm in the battle-line, adorning its front, and suffering no one to become a deserter, nay, even those ranged with the adversaries you bring over each day by your tactful care. Yet not on account of these things alone do I admire you, but because, even while settled in a single place, you take thought for the whole inhabited world — the affairs in Palestine, those in Phoenicia, those in Cilicia, for which also you ought most of all to care. For the Palestinians and Phoenicians, as I learned clearly, did not receive the man sent thither from the adversaries, nor did they deem him worthy of an answer; while the bishop of Aegae, as I learned, and the bishop of Tarsus are ranking themselves with them, and the bishop of Castabala made plain to one of our friends here that those from Constantinople are compelling them to agree to their lawlessness, and for the present they hold out. You need much thought, therefore, and much sleeplessness, so as to set right this part also, having written to my lord your cousin, the lord Bishop Theodore. The matters concerning Pharetrius are sorrowful indeed and exceedingly distressing; nevertheless, since his presbyters neither met with the adversaries, as you say, nor choose to hold communion with them, but, as people say, still stand with us, share none of these things with them; since what Pharetrius did towards us has no pardon at all. Yet all his clergy both grieved, and lamented, and mourned, and were wholly with us in mind. Yet lest we make these men leap away and render them harsher, once you have learned all the things from the prefectural officials, keep them to yourself, and deal with them with great gentleness — for I know your prudent tact — and say: We also heard that he grieved exceedingly over what took place, and that he was ready to suffer all things for the sake of setting right all that had been wickedly dared. Our body is in good health, and we have laid aside the remnants of our sickness; and whenever we call to mind that this also is a care to you, this too becomes no small foundation of health for us, that we have so vehement a lover. May God give you the reward of such zeal, of your love, of your ardour, of your sleeplessness, both in the present life and in the age to come, and may He wall you round, and guard you, and keep you safe, and deem you worthy of those
PG 52:726Read from the page
ῥήτων ἐκείνων ἀγαθῶν. Δοίη δὲ καὶ ἡμῖν ταχέως ἰδεῖν σου τὸ ποθεινὸν πρόσωπον, ἀπολαῦσαί σου τῆς γλυκείας ψυχῆς, καὶ τὴν καλλίστην ταύτην ἑορτὴν ἀγαγεῖν. Οἶσθα γὰρ ὅτι καὶ ἑορτὴ ἡμῖν καὶ πανήγυρις τὸ καταξιωθῆναι τῆς ἡδίστης καὶ πολλῶν ἀγαθῶν γεμούσης συνουσίας σου, καὶ ταύτης ἀπολαῦσαι πάλιν.
ineffable good things. And may He grant to us also speedily to behold your longed-for countenance, to enjoy your sweet soul, and to celebrate this fairest feast. For you know that it is both a feast and a festal assembly for us to be counted worthy of your most delightful company, teeming with many good things, and to enjoy it once again.
ΣΕʹ. Ἀνατολίῳ ἐπαρχικῷ.
CCV. To Anatolius the Praetorian.
Ὀψὲ μὲν ἐπιστέλλω καὶ βραχέα, μᾶλλον δὲ βραδέως, πρὸς τὴν σὴν εὐγένειαν· πλὴν ἀλλ' οὐ ῥᾳθυμία τὴν σιγὴν εἰργάσατο, ἀλλ' ἀῤῥωστία μακρά· ὡς τῇ γε ἀγάπῃ διηνεκῶς συνδεδέμεθα, τὸ γνήσιόν σου τῆς ἀγάπης εἰδότες, τὸ ἐλευθέριον τῆς γνώμης, τὸ ἄπλαστον καὶ εἰλικρινές. Καὶ οὐκ ἐπαυσάμεθα πρὸς ἅπαντας ἀνακηρύττοντες τὴν διάθεσιν, ἧς συνεχῶς ἀπηλαύσαμεν παρὰ τῆς σῆς εὐγενείας, οὐχὶ παρόντες μόνον, ἀλλὰ καὶ ἀπόντες· οὐ γὰρ μετὰ τὴν ἀποδημίαν ἔλαθεν ἡμᾶς, ὅσα καὶ ποιεῖν καὶ λέγειν ὑπὲρ ἡμῶν ἐσπούδακας. Ὁ Θεός σοι δῴη τὸν μισθὸν τῆς τοιαύτης σπουδῆς, καὶ ἐνταῦθα, καὶ ἐν τῷ μέλλοντι αἰῶνι. Ἵνα δὲ καὶ πλείονος ἀπολαύωμεν ἡδονῆς, μὴ γράφοντες μόνον, ἀλλὰ καὶ γράμματα δεχόμενοι παρὰ τῆς ἐμμελείας τῆς σῆς, ἐπιστεῖλαι ἡμῖν παρακλήθητι, περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελιζόμενος, ἵνα καὶ ἐν τῇ ἐρημίᾳ ταύτῃ καθεζόμενοι πολλὴν καρπωσώμεθα τὴν παράκλησιν. Ἂν γὰρ δεξώμεθα ἐπιστολὴν τῆς ἀγάπης σου, τὰ περὶ τῆς ῥώσεως ἡμῖν ἀπαγγέλλουσαν τῆς σῆς, καὶ τῶν σοὶ προσηκόντων ἁπάντων, πολλὴν, καὶ ἐν ἀλλοτρίᾳ διατρίβοντες γῇ, δεξόμεθα παράκλησιν.
Late indeed do I write and briefly, or rather tardily, to your Nobility; howbeit not slackness wrought this silence, but a long infirmity; for in love at least we are continually bound to you, knowing the genuineness of your love, the generosity of your mind, its unfeignedness and sincerity. And we have not ceased proclaiming before all the affection which we continually enjoyed from your Nobility, not only when present, but also when absent; for after our departure all that you have been zealous both to do and to say on our behalf has not escaped our notice. May God grant you the reward of such zeal, both here and in the age to come. And so that we may enjoy greater pleasure also, not merely writing but also receiving letters from your Graciousness, be entreated to write to us, bringing good tidings concerning your health, so that even while sitting in this wilderness we may reap great consolation. For if we receive an epistle from your love reporting to us the matters concerning your strength and that of all those belonging to you, we shall receive great consolation even while dwelling in a foreign land.
ΣϚʹ. Θεοδούλῳ διακόνῳ.
CCVI. To Theodulus the Deacon.
Εἰ καὶ χαλεπὸς ὁ χειμὼν, καὶ πρὸς ὕψος ἐγήγερται μέγα, καὶ οἱ βουλόμενοι λυμαίνεσθαι ταῖς Ἐκκλησίαις ταῖς εἰς Γοτθίαν πολλὴν ποιοῦνται σπουδὴν, πανταχοῦ περιτρέχοντες, ἀλλ' ὑμεῖς μὴ διαλίπητε τὰ παρ' ἑαυτῶν εἰσφέροντες. Κἂν γὰρ μηδὲν ἀνύσητε πλέον, ὅπερ οὐχ ἡγοῦμαι, ἀλλ' ὅμως τῆς γνώμης, καὶ τῆς προθέσεως ἀπηρτισμένον ἔχετε παρὰ τοῦ φιλανθρώπου Θεοῦ τὸν μισθόν. Μὴ τοίνυν κάμῃς, ἀγαπητὲ, σπουδάζων, μεριμνῶν, φροντίζων, καὶ διὰ σαυτοῦ, καὶ δι' ἑτέρων, ὧν ἂν οἷόν τε ᾖ, ὥστε μὴ γενέσθαι ταραχὰς αὐτόθι καὶ θορύβους. Πρὸ δὲ πάντων εὔχεσθε, καὶ μὴ διαλίπητε ἐκτενῶς δεόμενοι τοῦ φιλανθρώπου Θεοῦ, καὶ μετὰ τῆς προσηκούσης σπουδῆς, ἵνα λύσῃ τὰ κατέχοντα νῦν κακὰ, καὶ πολλὴν παράσχῃ καὶ βαθεῖαν τῇ Ἐκκλησίᾳ ειρήνην. Τέως μέντοι, ὅπερ καὶ ἔμπροσθεν ἐπέσταλκα, πάντα ποιήσατε, ὥστε ἀναβολήν τινα γενέσθαι τῷ πράγματι, καὶ γράφε ἡμῖν συνεχῶς, ἕως ἂν ᾖς αὐτόθι.
Even though the winter is grievous, and has risen to a great height, and those who wish to ravage the Churches in Gothia exercise great zeal, running round everywhere, yet do you not cease contributing what lies in your own power. For even if you accomplish nothing more — which I do not suppose — nevertheless you have from God Who loves mankind the reward of your resolve and purpose complete. Do not grow weary, therefore, beloved, in being eager, in caring, in taking thought, both through yourself and through others, whomsoever may be possible, so that disturbances and tumults may not arise there. And before all things pray, and do not cease beseeching God Who loves mankind fervently and with fitting zeal, that He may dispel the ills now prevailing, and grant abundant and deep peace to the Church. Meanwhile, however, as I also sent word before, do all things so that some postponement may take place in the matter, and write to us continually so long as you are there.
ΣΖʹ. Τοῖς μονάζουσι Γότθοις τοῖς ἐν τοῖς Προμώτου.
CCVII. To the Gothic Monks in the Estate of Promotus.
Ἔγνων καὶ πρὸ τῶν γραμμάτων τῶν ὑμετέρων
I knew even before your letters
Notes, col. 726

On the reading

Printed ειρήνην, for εἰρήνην.

PG 52:727Read from the page
ὅσην ὑπομένετε θλίψιν, ὅσας ἐπιβουλὰς, ὅσους πειρασμοὺς, ὅσας ἐπηρείας· καὶ διὰ τοῦτο μάλιστα ὑμᾶς μακαρίζω, τοὺς στεφάνους τοὺς ἐκ τούτων ἐννοῶν, τὰ βραβεῖα, τὰ ἔπαθλα. Ὥσπερ γὰρ οἱ ἐπιβουλεύοντες ὑμῖν, καὶ ταράττοντες ὑμᾶς, κρῖμα καθ' ἑαυτῶν χαλεπὸν ἐπιφέρουσι, καὶ τὸ τῆς γεέννης κατὰ τῆς ἑαυτῶν κεφαλῆς ἐπισωρεύουσι πῦρ· οὕτως ὑμεῖς οἱ ταῦτα πάσχοντες, πολλῆς ἀπολαύσεσθε τῆς ἀμοιβῆς, πολλῆς τῆς ἀντιδόσεως. Μὴ δὴ θορυβεῖσθε, μηδὲ διαταράττεσθε ἐντεῦθεν, ἀλλὰ χαίρετε καὶ σκιρτᾶτε, ἀποστολικὸν φρόνημα διατηροῦντες τὸ λέγον· Νῦν χαίρω ἐν τοῖς παθήμασί μου· καὶ πάλιν, Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν. Δοκιμώτεροι τοίνυν γενόμενοι, καὶ εὐπορώτεροι τὴν εὐπορίαν τὴν ἐν οὐρανοῖς, κἂν χαλεπώτερα τούτων πάσχητε, μειζόνως ἀγάλλεσθε. Οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς. Οὐδὲ γὰρ ἔλαθεν ἡμᾶς ἡ ὑπομονὴ ὑμῶν, ἡ ἀνδρεία, ἡ καρτερία, ἡ γνησία καὶ θερμὴ διάθεσις, τὸ ἀκλινὲς ὑμῶν τῆς γνώμης, τὸ ἀπερίτρεπτον, τὸ ἀκίνητον. Διὸ καὶ ἡμεῖς ὑμῖν πολλὰς ὁμολογοῦμεν χάριτας, καὶ συνδεδέμεθα ὑμῶν ταῖς ψυχαῖς διηνεκῶς, καὶ τῆς ὁδοῦ τὸ μῆκος οὐδὲ ῥᾳθυμοτέρους ἡμᾶς περὶ τὴν ἀγάπην τὴν ὑμετέραν ἐργάζεται. Χάριν δὲ ὑμῖν ἔχω καὶ τῆς σπουδῆς ἣν ἐπεδείξασθε ὑπὲρ τοῦ μηδένα θόρυβον γενέσθαι ἐν τῇ Ἐκκλησίᾳ τῇ τῶν Γότθων, ἀλλ' εἰς ἀναβολὴν τὸ πρᾶγμα ἐμπεσεῖν. Καὶ οὐ μόνον οὐκ ἐγκαλῶ, ὅτι οὐδένα ἐπέμψατε, ἀλλὰ καὶ ἐπαινῶ καὶ θαυμάζω. Ἐκεῖνο γὰρ πολὺ τούτου προτιμότερον, τὸ πάντας ὑμᾶς εἰς τὴν ὑπόθεσιν ταύτην ἀσχολεῖσθαι. Μὴ δὴ διαλίπητε τὰ παρ' ὑμῶν αὐτῶν εἰσφέροντες καὶ δι' ὑμῶν αὐτῶν, καὶ δι' ἑτέρων, ὧν ἂν οἷόν τε ᾖ, ὥστε ὑπέρθεσιν τῷ πράγματι γενέσθαι. Ἄν τε γὰρ ἀνύσητέ τι, ἄν τε μὴ, τὸν μισθὸν ἀπηρτισμένον ἔχετε τῆς γνώμης καὶ τῆς προθυμίας.
how great affliction you endure, how many plots, how many trials, how many insults; and on this account especially I count you blessed, calling to mind the crowns that come from these things, the prizes, the rewards. For just as those who plot against you and trouble you bring a heavy judgement upon themselves, and heap up the fire of Gehenna upon their own heads: even so you who suffer these things will enjoy a great recompense, a great requital. Do not, then, be troubled or disturbed from this cause, but rejoice and leap for joy, preserving the apostolic mindset that says: Now I rejoice in my sufferings; and again: And not only so, but we also glory in afflictions, knowing that affliction works endurance, and endurance probation. Having become more tried, therefore, and richer in the wealth that is in the heavens, even if you suffer things more grievous than these, exult the more. For the sufferings of the present time are not worthy to be compared with the glory about to be revealed towards us. For neither has your endurance escaped our notice, your courage, your perseverance, your genuine and fervent affection, the unwaveringness of your resolve, its steadfastness, its immovability. Wherefore we also confess many thanks to you, and are continually bound to your souls, and the length of the road in no way renders us more slack towards your love. And I am grateful to you also for the zeal which you displayed that no tumult should arise in the Church of the Goths, but that the matter should fall into postponement. And not only do I bring no charge because you sent no one, but I even praise and admire it. For that course is far preferable to this: that all of you be engaged in this matter. Do not cease, then, contributing what lies in your own power both through yourselves and through others, whomsoever may be possible, so that a deferral may take place in the matter. For whether you accomplish something or not, you have the reward of your resolve and readiness complete.
ΣΗʹ. Ἀκακίῳ πρεσβυτέρῳ.
CCVIII. To the Presbyter Acacius.
Ὁ οὕτω θερμὸς ἡμῶν ἐραστὴς, ὁ οὕτω σφοδρῶς περὶ ἡμᾶς διακείμενος, οὐδὲ γραμμάτων ἡμῖν μεταδίδως τῶν σῶν. Καίτοι γε ἤδη ἐπεστάλκαμεν καὶ ἅπαξ, καὶ δίς· αὐτὸς δὲ ὀκνηρότερος περὶ τοῦτο γέγονας. Ἐννοῶν τοίνυν ἡλίκα ἡμῖν χαρίζῃ, τὰ περὶ τῆς ὑγείας σου δηλῶν, μετὰ πολλοῦ τοῦ τάχους ἡμῖν γράψαι παρακλήθητι. Πολλὴν γὰρ καρπούμεθα παράκλησιν, τὰ περὶ τῆς ὑγείας ὑμῶν τῶν ἀγαπώντων ἡμᾶς μανθάνοντες συνεχῶς.
You who are so fervent a lover of us, who are so vehemently disposed towards us, do not even impart to us any of your letters. And yet we have already written both once and twice; while you yourself have become rather hesitant in this matter. Bearing in mind, therefore, how great a favour you grant us in making known the matters concerning your health, be entreated to write to us with great speed. For we reap great consolation in continually learning the matters concerning the health of you who love us.
ΣΘʹ. Σαλβίωνι.
CCIX. To Salvion.
Ὅτι μὲν ἡμᾶς ἀγαπᾷς, κἂν γράφῃς, κἂν σιγᾷς, οἶδα σαφῶς. Οὐδὲ γὰρ δύνασα⟨ι⟩ λαθεῖν οὕτω σφοδρὸς ἡμῶν ὢν ἐραστὴς, ἀλλὰ πάντες τοῦτο ᾄδουσι, καὶ πολλοὶ πρὸς ἡμᾶς ἀφικνούμενοι τὴν θερμήν σου καὶ
That you love us, whether you write or keep silent, I know clearly. For you cannot escape notice when you are so vehement a lover of us, nay, all sing of this, and many who arrive here to us
PG 52:728Read from the page
γνησίαν ἡμῖν ἀπαγγέλλουσιν ἀγάπην. Ἐβουλόμεθα δὲ καὶ γράμματα συνεχῶς δέχεσθαι παρὰ τῆς εὐγενείας τῆς σῆς, περὶ τῆς ὑγείας τῆς σῆς δηλοῦντα, καὶ τῆς δεσποίνης μου τῆς ἐλευθέρας σου, καὶ τοῦ οἴκου σου παντός· οἶσθα γὰρ ὅπως ἡμῖν τοῦτο περισπούδαστον. Ταῦτ' οὖν εἰδὼς, δέσποτά μου τιμιώτατε, εἰ καὶ ἐργῶδες ὅπερ αἰτοῦμεν λοιπὸν διὰ τὴν τοῦ χειμῶνος ὥραν, καὶ τὸ σπανιάκις ἡμῖν τινας ἐπιχωριάζειν, ὅτε ἂν ἐξῇ, γράφειν ἡμῖν μὴ κατόκνει, ταῦτα δηλῶν ἅπερ ᾐτήσαμεν. Τὴν γὰρ ὑγείαν τὴν ὑμετέραν καὶ τὴν ἀσφάλειαν ἡμέτερον εἶναι νομίζομεν πλοῦτον, καὶ εὐφροσύνην, καὶ πολλὴν ἡδονήν. Μὴ δὴ τοσαύτης ἡμᾶς ἀποστερήσῃς ἡδονῆς, ἀλλὰ χαρίζου τοῖς σφόδρα σε ἀγαπῶσι τὴν διὰ τῶν τοιούτων γραμμάτων παράκλησιν, πολλὴν ἡμῖν κομίζουσαν τὴν παραμυθίαν.
report to us your fervent and genuine love. Yet we wished also to receive letters continually from your Nobility, making known the matters concerning your health, and that of my lady your wife, and of all your household; for you know how eagerly we desire this. Knowing these things, therefore, my most honoured lord, even if what we ask is now laborious on account of the winter season and the fact that people rarely visit us here, whenever it is possible, do not hesitate to write to us, making known these things which we have asked. For we deem your health and safety to be our own wealth, and gladness, and great pleasure. Do not, then, deprive us of so great a pleasure, but grant to those who exceedingly love you the consolation that comes through such letters, bringing us great comfort.
ΣΓ. Θευδώρῳ.
CCX. To Theodore.
Ἐθαύμασα πῶς παρ' ἑτέρων ἔμαθον τὴν ῥᾳθυμίαν Σαλουστίου τοῦ πρεσβυτέρου. Καὶ γὰρ ἐγνωρίσθη μοι ὅτι μόλις πέντε ὁμιλίας εἶπεν ἕως Ὀκτωβρίου μηνὸς, καὶ ὅτι καὶ αὐτὸς καὶ Θεόφιλος ὁ πρεσβύτερος, ὁ μὲν ὄκνῳ, ὁ δὲ δειλίᾳ, οὐ παραβάλλουσι τῇ συνάξει. Ἀλλὰ Θεοφίλῳ μὲν σφοδρότερον ἐπέστειλα, καθαψάμενος αὐτοῦ, Σαλουστίου δὲ ἕνεκεν τῇ σῇ ἐπιστέλλω τιμιότητι, ἐπειδὴ οἶδα πῶς αὐτοῦ σφοδρὸς ἐραστὴς εἶ· καὶ σφόδρα χαίρω καὶ εὐφραίνομαι ἐπὶ τούτῳ. Καὶ ἀλγῶ πρὸς τὴν σὴν τιμιότητα, ὅτι μοι οὐκ ἐποίησας τοῦτο δῆλον, δέον καὶ διορθῶσαι, αὐτὸς δὲ οὐδέτερον τούτων ἐποίησας. Νῦν γοῦν παρακαλῶ, καὶ σαυτῷ καὶ ἡμῖν τὰ μέγιστα χαριζόμενος, διέγειρον αὐτὸν σφοδρότερον, καὶ μὴ ἔα αὐτὸν καθεύδειν, μηδὲ ἀργεῖν. Εἰ γὰρ μὴ νῦν ἐν τῷ χειμῶνι τῶν πραγμάτων τούτων καὶ τῇ ζάλῃ τὴν προσήκουσαν ἐπιδείξαιτο ἀνδρείαν, πότε αὐτοῦ δεηθησόμεθα οὕτως; ὅταν γαλήνη γένηται καὶ εἰρήνη; Παρακαλῶ τοίνυν, τὰ σαυτῷ πρέποντα ποιῶν καὶ αὐτὸν καὶ πάντας διέγειρον εἰς τὴν σπουδὴν καὶ τὴν ἀντίληψιν τοῦ χειμαζομένου λαοῦ, ὃ καὶ πρὸ τῶν ἡμετέρων γραμμάτων εὖ οἶδ' ὅτι οἴκοθεν καὶ παρὰ σαυτοῦ ποιεῖς.
I marvelled how I learned from others of the slackness of the presbyter Salustius. For it was made known to me that he delivered scarcely five homilies up to the month of October, and that both he himself and the presbyter Theophilus, the one through sloth and the other through cowardice, do not attend the assembly. Now to Theophilus I wrote more severely, rebuking him, while on Salustius's account I write to your Honour, since I know how fervent a lover of him you are; and I rejoice and am glad exceedingly at this. Yet I am grieved with your Honour, because you did not make this known to me when you ought even to have set it right, whereas you yourself did neither of these things. Now at least, I exhort you, granting the greatest favours both to yourself and to us, rouse him up more vehemently, and do not suffer him to sleep or be idle. For if he should not display fitting courage now in the tempest and storm of these affairs, when shall we have such need of him? When calm and peace have come? I exhort you, therefore, doing what befits yourself, rouse up both him and all men to zeal and succour for the storm-tossed people — which even before our letters I know well that you do of your own accord and from yourself.
ΣΙΑʹ. Τιμοθέῳ πρεσβυτέρῳ.
CCXI. To the Presbyter Timothy.
Ἡμεῖς μὲν σοὶ καὶ πρώην ἐπεστάλκαμεν καὶ τῷ κυρίῳ μου τῷ τιμιωτάτῳ τριβούνῳ Μαρκιανῷ· αὐτὸς δὲ οὔτε παρ' ἐκείνου γράμματα ἡμῖν πεμφθῆναι παρεσκευάσας, οὔτε αὐτὸς ἡμῖν ἐπέσταλκας. Ἀλλ' ὅμως ἡμεῖς ἑαυτοὺς μιμούμενοι, οὐ παυόμεθα διηνεκῶς ὑμῶν μεμνημένοι καὶ ἐπιστέλλοντες, ἡνίκα ἂν ἐξῇ· ὃ δὴ καὶ νῦν πεποιήκαμεν, χάριτας ὑμῖν ὁμολογοῦντες μυρίας ὑπὲρ τῆς σπουδῆς ἧς ἐπιδείκνυσθε, καὶ τῶν κινδύνων οὓς ὑπομένετε, καὶ μακαρίζοντες ὑμᾶς. Οὐ γὰρ μικροὺς ἐντεῦθεν ὑμῖν προαποτίθεσθε στεφάνους, πρὸς ὀλίγον μὲν θλιβόμενοι, διηνεκεῖς δὲ ἀμοιβὰς ἐν τοῖς οὐρανοῖς προπαρασκευάζοντες ὑμῖν, καὶ πολλῷ μείζους τῶν ἱδρώτων τούτων. Οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν
We indeed wrote the other day both to you and to my most honoured lord the tribune Marcian; yet you yourself neither arranged for letters to be sent to us from him, nor wrote to us yourself. Nevertheless, we, imitating ourselves, do not cease continually remembering you and writing whenever it is possible — which very thing we have done now also, confessing ten thousand thanks to you on behalf of the zeal which you display and the dangers which you endure, and counting you blessed. For you are laying up in advance for yourselves no small crowns from this, being afflicted for a little while, yet preparing in advance for yourselves perpetual recompenses in the heavens, far greater than these sweats. For the sufferings of the present
Notes, col. 728

On the reading

Printed ΣΓ., for ΣΙʹ..

PG 52:729Read from the page
καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.
time are not worthy to be compared with the glory about to be revealed towards us.
ΣΙΒʹ. Θεοφίλῳ πρεσβυτέρῳ.
CCXII. To the Presbyter Theophilus.
Σφόδρα ἤλγησα ἀκούσας ὅτι καὶ σὺ καὶ Σαλούστιος ὁ πρεσβύτερος οὐ συνεχῶς πρὸς τὴν σύναξιν παραβάλλετε, καὶ οὐχ ὡς ἔτυχέ με τοῦτο ἐλύπησε. Παρακαλῶ τοίνυν, εἰ μὲν ψεῦδος τοῦτο, δηλῶσαί μοι σπουδάσατε, ὅτι μάτην ἐσυκοφαντήθητε· εἰ δὲ ἀληθὲς, διορθώσασθε τὴν τοιαύτην ῥᾳθυμίαν. Ὥσπερ γὰρ μέγιστος ὑμῖν ἐστιν ὁ μισθὸς, μάλιστα ἐν τῷ παρόντι καιρῷ τὴν προσήκουσαν ἀνδρείαν ἐπιδεικνυμένοις· οὕτως οὐ τὸ τυχὸν ἔσται κρῖμα ὀκνοῦσι, καὶ ἀναδυομένοις, καὶ τὰ παρ' ἑαυτῶν οὐκ εἰσφέρουσιν. Ἴστε γὰρ τί πέπονθεν ὁ τὸ τάλαντον καταχώσας τὸ ἓν, ὃς οὐδὲν ἕτερον ἐγκαλούμενος, διὰ τοῦτο μόνον ἐκολάζετο, καὶ ἀπαραίτητον ἐδίδου δίκην. Σπουδάσατε οὖν διὰ τάχους ἐλευθερῶσαί με τῆς φροντίδος. Ὥσπερ γὰρ πολλήν μοι φέρει παράκλησιν καὶ παραμυθίαν, ἐπειδὰν ἀκούσω, ὅτι μετὰ προθυμίας ἅπαντα τὸν χειμαζόμενον λαὸν συγκροτεῖτε· οὕτως ἐπειδὰν μάθω, ὅτι τινὲς ῥᾳθυμοῦσιν, οὐχ ὡς ἔτυχεν ἀλγῶ ὑπὲρ αὐτῶν τῶν ῥᾳθυμούντων. Τὴν μὲν γὰρ καλλίστην ἀγέλην ἐκείνην ἡ τοῦ Θεοῦ χάρις καθ' ἑκάστην συγκροτεῖ ἡμέραν, καθάπερ καὶ ὑμεῖς διὰ τῶν ἔργων αὐτῶν ἔγνωτε· οἱ δὲ ῥᾳθυμίᾳ τὰ παρ' ἑαυτῶν ἐλλιμπάνοντες, οὐ μικρὸν ἑαυτοῖς διὰ τῆς ῥᾳθυμίας ταύτης συνάγουσι κρῖμα.
I grieved exceedingly upon hearing that both you and the presbyter Salustius do not continually attend the assembly, and this pained me in no ordinary way. I exhort you, therefore: if this is a falsehood, be eager to make known to me that you were slandered in vain; and if it is true, set right such slackness. For just as the reward is very great for you, especially if in the present season you display fitting courage, even so no ordinary judgement will fall upon those who shrink back, and draw away, and do not contribute what lies in their own power. For you know what befell him who buried the one talent, who, though charged with nothing else, was punished on account of this alone, and paid an inexorable penalty. Be eager, therefore, speedily to free me from this anxiety. For just as it brings me great consolation and comfort whenever I hear that with readiness you rally the whole storm-tossed people, even so whenever I learn that certain men are slack, in no ordinary way do I grieve on behalf of those very men who are slack. For the grace of God rallies that fairest flock every day, just as you also have come to know through the deeds themselves; whereas those who through slackness neglect their own part gather up no small judgement for themselves through this slackness.
ΣΙΓʹ. Φιλίππῳ πρεσβυτέρῳ.
CCXIII. To the Presbyter Philip.
Ἐθαύμασα, πῶς ἐν οὕτω χρόνῳ μακρῷ ἡμῖν οὐκ ἐπέσταλκας, ἀλλ' ἀγάπην μὲν περὶ ἡμᾶς ἐπιδείκνυσαι καὶ ἀπόντας πολλὴν, γραμμάτων δὲ ἡμῖν οὐ μετέδωκας τῶν σῶν. Νῦν γοῦν ἡμῖν γράφειν μὴ κατοκνήσῃς, τὰ περὶ τῆς ὑγείας τῆς σῆς δηλῶν· ὡς ἡμεῖς γε, καὶ μὴ γράφοντός σου, τὰ σὰ περιεργαζόμεθα, καὶ ἔγνωμεν, ὅτι καὶ τῆς σχολῆς ἐξεβλήθητε, τὴν ὑμῖν πρέπουσαν παῤῥησίαν ἐπιδειξάμενοι. Τοῦτο ὑμῖν μισθὸς, τοῦτο πραγματεία οὐράνιος, τοῦτο στέφανος ἀκήρατος, τοῦτο βραβείων πλῆθος. Ταῦτ' οὖν ἅπαντα λογιζόμενοι, γενναίως φέρετε τὰ συμπίπτοντα. Ἱκανὸς γὰρ ὁ Θεὸς καὶ τοὺς πειρασμοὺς λῦσαι τούτους, καὶ ταχίστην ποιῆσαι γαλήνην, καὶ τῆς ὑπομονῆς ὑμῖν ταύτης πολὺν καὶ ἐν τῷ μέλλοντι αἰῶνι δοῦναι τὸν μισθόν.
I marvelled how in so long a time you did not write to us, and though you display great love towards us even when absent, you did not impart to us any of your letters. Now at least do not hesitate to write to us, making known the matters concerning your health; for we at least, even when you do not write, eagerly inquire after your affairs, and have learned that you were even expelled from the Schola, having displayed the boldness of speech befitting you. This is your reward, this is heavenly merchandise, this is an unfading crown, this is an abundance of prizes. Reckoning up all these things, therefore, bear nobly what befalls you. For God is able both to dispel these trials, and to bring about swiftest calm, and to grant you an abundant reward for this endurance in the age to come also.
ΣΙΔʹ. Σεβαστιανῷ πρεσβυτέρῳ.
CCXIV. To the Presbyter Sebastian.
Εἰ καὶ τῷ σώματι κεχωρίσμεθά σου τῆς τιμιότητος, ἀλλὰ καὶ τῇ ἀγάπῃ σοι συνδεδέμεθα, καὶ ὅπουπερ ἂν ὦμεν, περιφέρομέν σου τὴν διάθεσιν ἐπὶ τῆς μνήμης, κἂν εἰς αὐτὰ τῆς οἰκουμένης ἀπενεχθῶμεν τὰ τέρματα. Ὅτι δὲ καὶ αὐτὸς ἄληστον ἔχεις τὴν μνήμην ἡμῶν, οὐδὲν οἶμαι δεῖν ἀμφιβάλλειν. Οἶδα
Even though in body we have been parted from your Honour, yet in love also we are bound to you, and wherever we may be, we carry your affection about in our memory, even if we be carried off to the very bounds of the inhabited world. And that you yourself also hold an unforgettable remembrance of us, I think there is no need to doubt. I know
PG 52:730Read from the page
γάρ σου τὸ γνήσιον τῆς διαθέσεως, τῆς ἀγάπης τὸ στεῤῥὸν, τὸ ἀπερίτρεπτον τῆς γνώμης. Διὸ καὶ παρακαλοῦμεν συνεχῶς ἡμῖν ἐπιστέλλειν, καὶ τὰ περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελίζεσθαι. Σφόδρα γὰρ ἡμῖν περισπούδαστον περὶ ταύτης μανθάνειν· καὶ πολλὴν καὶ ἐν ἐρημίᾳ διατρίβοντες ἀπὸ τῶν τοιούτων γραμμάτων καρπωσόμεθα τὴν παράκλησιν.
the genuineness of your affection, the steadfastness of your love, the unswervingness of your resolve. Wherefore we also exhort you to write to us continually, and to bring us good tidings concerning your health. For we eagerly desire to learn about it; and even while dwelling in a wilderness we shall reap great consolation from such letters.
ΣΙΕʹ. Πελαγίῳ πρεσβυτέρῳ.
CCXV. To the Presbyter Pelagius.
Οἶδά σου τὸ πρᾶον, τὸ ἐπιεικὲς, τὸ χρηστὸν, τὸ γλυκὺ, τὸ θερμὸν τῆς ἀγάπης, τὸ γνήσιον τῆς διαθέσεως τῆς περὶ ἡμᾶς. Διὸ καὶ προσαγορεύω σου τὴν τιμιότητα μετὰ πολλῆς τῆς προθυμίας, καὶ δῆλον ποιῶ, ὅτι ὅπουπερ ἂν ὦ, ἐπὶ διανοίας σε περιφέρω. Παρακαλῶ τοίνυν, ἵνα καὶ ἑτέραν δεχώμεθα τὴν εὐφροσύνην, μὴ μόνον ἀπὸ τοῦ γράφειν, ἀλλὰ καὶ ἀπὸ τοῦ μανθάνειν τὰ περὶ τῆς ὑγείας τῆς σῆς, δήλου ἡμῖν ταῦτα συνεχῶς. Κἂν γὰρ εἰς χαλεπωτέραν ταύτης ἐρημίαν ἀπενεχθῶμεν, δεχόμενοι τοιαῦτα παρ' ὑμῶν τῶν ἀγαπώντων ἡμᾶς γράμματα, πολλῆς ἀπολαυσόμεθα τῆς εὐφροσύνης.
I know your gentleness, your forbearance, your kindness, your sweetness, the warmth of your love, the genuineness of your affection towards us. Wherefore I also greet your Honour with great readiness, and make it clear that wherever I may be, I carry you about in my mind. I exhort you, therefore, so that we may receive a second gladness also, not only from writing, but also from learning the matters concerning your health, make these things known to us continually. For even if we be carried off to a wilderness more grievous than this, when we receive such letters from you who love us, we shall enjoy abundant gladness.
ΣΙϚʹ. Μουσωνίῳ.
CCXVI. To Musonius.
Καὶ ἤδη ἐπεστάλκαμέν σου τῇ εὐγενείᾳ, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, καὶ νῦν τὸ αὐτὸ πάλιν ποιοῦμεν, καίτοι μηδὲ ἅπαξ σοῦ ἐπεσταλκότος ἡμῖν. Ἀλλ' ὅμως ἡμεῖς οὐ διαλείψομεν συνεχῶς ὑμῖν ἐπιστέλλοντες, καὶ τὸ ἡμῖν αὐτοῖς πρέπον ποιοῦντες. Ἐβουλόμεθα γὰρ καὶ πυκνότερον τοῦτο ποιεῖν· ἐπειδὴ δὲ καὶ ἐν ἐρημίᾳ πολλῇ χωρίου διατρίβομεν, καὶ ὁ τῶν λῃστῶν φόβος πολιορκεῖ τὴν πόλιν, καὶ ἡ τοῦ χειμῶνος ὥρα ἀποτειχίζει τὰς ὁδοὺς, καὶ ταῦτα πάντα οὐκ ἀφίησι πολλοὺς ἡμῖν συνεχῶς ἐπιχωριάζειν, ἡνίκα ἂν ἐξῇ, καὶ γραμματηφόρων ἐπιτύχωμεν, τὴν ὀφειλομένην πρόσρησιν ἀποδιδόαμέν σου τῇ εὐλαβείᾳ. Ἴσμεν γάρ σου τὸ γνήσιον τῆς ἀγάπης, τὴν θερμὴν διάθεσιν, τὸ ἀπερίτρεπτον τῆς γνώμης, τὴν ἐλευθερίαν, τὸ ἀνυπόκριτον. Διὸ καὶ ἐπὶ μνήμης σε διηνεκῶς περιφέρομεν, ὅπουπερ ἂν ὦμεν, καὶ ἐπιλαθέσθαι σου τῆς ἐμμελείας οὐ δυνάμεθα. Ἵνα δὲ μὴ τῷ γράφειν μόνον, ἀλλὰ καὶ τῷ δέχεσθαι γράμματα, περὶ τῆς ὑγείας τῆς σῆς δηλοῦντα, εὐφραινώμεθα, πέμπε συνεχῶς ἡμῖν τοιαύτας ἐπιστολάς. Οὕτω γὰρ καὶ πόῤῥωθεν ὄντες πολλὴν καρπωσόμεθα ἀπὸ τῶν τοιούτων γραμμάτων παραμυθίαν, ὅταν ἀκούωμεν, ὅτι ὑμεῖς οἱ σφοδροὶ ἡμῶν ἐρασταὶ καὶ θερμοὶ ἐν εὐθυμίᾳ καὶ ἀσφαλείᾳ διάγετε.
We have already written to your Nobility, my most honoured and reverend lord, and now we do the same thing once again, although you have not even once written to us. Nevertheless, we shall not cease writing to you continually, and doing what befits ourselves. For we wished to do this even more frequently; but since we dwell in a place of great desolation, and fear of brigands besieges the city, and the winter season walls off the roads, and all these things do not suffer many to visit us continually, whenever it is possible and we light upon letter-carriers, we render the due salutation to your Reverence. For we know the genuineness of your love, your fervent affection, the steadfastness of your mind, your generosity, your unfeignedness. Wherefore we also carry you about continually in memory, wherever we may be, and we cannot forget your Graciousness. And so that we may be gladdened not only by writing, but also by receiving letters making known the matters concerning your health, send us such epistles continually. For thus, even while being far off, we shall reap great comfort from such letters when we hear that you, our vehement and fervent lovers, live in good cheer and safety.
ΣΙΖʹ. Βαλεντίνῳ.
CCXVII. To Valentinus.
Οἶδά σου τὴν φιλότιμον ψυχὴν, τὸν ἔρωτα τὸν θερ-
I know your generous soul, the love so