PG 52:695Read from the pageφιλῶν οὐ παύομαι. Ἀλλὰ κἂν χρόνος γένηται μακρότερος ὁ μεταξὺ τοῦ χωρισμοῦ τοῦ ἡμετέρου, κἂν εἰς ἐρημότερον ἀπενεχθῶμεν χωρίον, οὔτε ἐκβαλεῖν σε τῆς ψυχῆς δυνάμεθα, οὔτε μὴ διηνεκῶς ἀκμάζουσαν διατηρεῖν τὴν περὶ σὲ διάθεσιν. Ταῦτ' οὖν εἰδὼς, γράφε συνεχῶς ἡμῖν τὰ περὶ τῆς ὑγείας τῆς σῆς. Πλείων γὰρ ὑμῖν ἡ εὐκολία τούτου, ἢ ἡμῖν. Εἰ δὲ ἡ τοῦ ἔτους ὥρα διακωλύει, καὶ τῶν Ἰσαυρικῶν κακῶν ἡ σφοδρότης, ειδότες σου τὴν γνώμην ἣν περὶ ἡμᾶς ἔχεις, ἀρκοῦσαν τῆς μακρᾶς σιγῆς ἕξομεν παραμυθίαν.
do not cease loving. Nay, even if the time of our separation grows longer, and even if we are carried away to a more desolate place, we are able neither to cast you out of our soul nor to fail to preserve our affection towards you unceasingly flourishing. Knowing these things, then, write to us continually of your health; for you have greater ease in this than we. Yet if the season of the year and the fierceness of the Isaurian evils hinder it, knowing the mind which you hold towards us, we shall have sufficient consolation for a long silence.
ΡΛΗʹ. Ἐλπιδίῳ ἐπισκόπῳ.
CXXXVIII. To Bishop Elpidius.
Οἶδα ὅτι ὀλιγάκις ἐπέσταλκα τῇ τιμιότητί σου, ἀλλ' οὐχ ἑκὼν, ἀλλ' ὑπὸ τῆς τῶν πραγμάτων ἀνάγκης κατεχόμενος. Καὶ γὰρ ἡ τοῦ ἔτους ὥρα, καὶ ἡ τοῦ χωρίου ἐρημία ἐν ᾧ καθείργμεθα δεσμωτηρίου χαλεπώτερον, καὶ ἡ τῶν ἐνταῦθα παραγινομένων σπάνις, καὶ τὸ μηδὲ αὐτῶν τῶν ὀλίγων πάντων γνησίων ἐπιτυγχάνειν, ἔτι δὲ καὶ ἡ τοῦ σώματος ἀῤῥωστία σφόδρα ἡμᾶς κατεργασαμένη, καὶ πάντα τὸν χειμῶνα τῇ κλίνῃ προσηλώσασα, την μακρὰν ταύτην σιγὴν ἐποίησεν, ἀλλ' οὐ την ἀπὸ γνώμης, ἀλλὰ τὴν ἀπὸ γλώσσης. Μηδὲ νόμιζε τοσαύτας δέχεσθαι ἐπιστολὰς, ὅσας διεπεμψάμεθα, ἀλλὰ πολλῷ πλείους. Ἡγήσῃ δὲ τοῦτο, ἂν μὴ τὰς διὰ χάρτου καὶ μέλανος μόνον, ἀλλὰ καὶ τὰς ἀπὸ διαθέσεως ἀριθμῇς. Καὶ γὰρ τῇ διανοίᾳ συνεχῶς ἐπεστάλκαμεν, καὶ ἀεί σοι συγγινόμεθα, καὶ οὐδὲν οὐδὲ τῆς ὁδοῦ τὸ μῆκος, οὐ τοῦ χρόνου τὸ πλῆθος, οὔτε αἱ τῶν πραγμάτων περιστάσεις την περὶ τὴν σὴν τιμιότητα διάθεσιν ἡμῖν ἀμαυροτέραν ἐποίησαν. Ἀλλὰ μένομεν ἀκμάζουσαν αὐτὴν διατηροῦντες, καὶ τὸν σφοδρὸν ἡμῶν καὶ θερμὸν ἐραστὴν, κἂν εις ἐρημότερον τούτου χωρίον ἀπέλθωμεν, πανταχοῦ περιφέροντες ἄπιμεν, ἐγκολάψαντες ἡμῶν τῇ διανοίᾳ. Τοιοῦτον γὰρ τὸ γνησίως φιλεῖν· οὐ χρόνῳ, οὐ τόπῳ, οὐχ ὁδοῦ μήκει, οὐ πραγμάτων περιστάσει ἐξίτηλον γίνεται. Καὶ τοῦτο οἶσθα καὶ αὐτὸς, ἐπειδὴ καὶ γνησίως οἶσθα φιλεῖν.
I know that I have written seldom to your Honour, yet not willingly, but constrained by the necessity of affairs. For the season of the year, and the desolation of the place in which we are shut up more grievously than in a prison, and the scarcity of those who arrive here, and our not finding even all of those few trustworthy, and furthermore our bodily illness which sorely wore us down and nailed us to our bed all winter long, have caused this long silence—not silence of mind, however, but silence of tongue. Nor suppose that you receive only as many letters as we have dispatched, but far more; and you will judge this to be so if you count not only those written with paper and ink, but also those sent from affection. For in mind we have written continually, and are always with you; and neither length of road, nor fulness of time, nor the trials of affairs have made our affection towards your Honour at all dimmer, but we remain preserving it flourishing, and even should we depart to a place more desolate than this, we go on our way carrying our vehement and fervent lover about everywhere, having engraved him upon our mind. For such is genuine love: it grows faded neither by time, nor by place, nor by length of road, nor by trial of affairs; and this you yourself also know, since you too know how to love genuinely.
ΡΛΘʹ. Θεοδώρῳ Κονσουλαρίῳ Συρίας.
CXXXIX. To Theodorus, Consularis of Syria.
Αὐτὸς μὲν ἔφης σημεῖον ποιεῖσθαι μέγιστον τοῦ μέλειν ἡμῖν τῶν σῶν, εἰ δευτέρα μετὰ τὴν προτέραν ἐπιστολὴ ἔλθοι πρὸς τὴν σὴν λαμπρότητα παρ' ἡμῶν. Ἡμεῖς δὲ εἰ τῶν εις τοῦτο διακονησομένων ἡμῖν εὐποροῦμεν, νιφάδας ἂν ἐπέμψαμεν γραμμάτων πρὸς ἄνδρα οὕτω χρηστὸν, καὶ ἐπιεικῆ, καὶ σφοδρὸν ἡμῶν ἐραστὴν, καὶ μετὰ τοσαύτης ἐπιθυμίας δεχόμενον ἡμῶν τὰς ἐπιστολάς. Ἀλλ' ἐπειδὴ τοῦτο οὐκ ἔνι, παρακαλοῦμέν σου τὴν λαμπρότητα, μὴ τῶν ἐπιστολῶν ἀριθμῷ μετρεῖν ἡμῶν τὴν ἀγάπην, ἀλλὰ καὶ σιγώντων καὶ γραφόντων, ἥνπερ καὶ ἔμπροσθεν εἶχες περὶ αὐτῆς ψῆφον, ταύτην ἀκίνητον διατηρεῖν, λογιζόμενον ὡς τὴν σιγὴν ἡμῖν μακροτέραν, οὐχ ἡ τοῦ τρόπου ῥᾳθυμία, ἀλλ' ἡ τοῦ τόπου κατασκευάζει ἐρημία.
You yourself said that you would count it the greatest sign that your affairs are of concern to us if a second letter after the first should come to your Splendour from us. Now if we were well supplied with men to minister to us for this purpose, we would have sent snowstorms of letters to a man so good, and gentle, and vehement a lover of ours, who receives our letters with such great eagerness. Yet since this is impossible, we exhort your Splendour not to measure our love by the number of our letters, but whether we are silent or write, to preserve unmoved the very judgement which you held before concerning it, reckoning that not remissness of character, but the desolation of the place, makes our silence longer.
ΡΜʹ. Θεοδότῳ διακόνῳ.
CXL. To Theodotus the Deacon.
Οὐ μικρὰν εἴχομεν παραμυθίαν ἐν ἐρημίᾳ τοσαύτῃ
We had no small consolation in so great a wilderness
Notes, col. 695
On the reading
Printed ειδότες, for εἰδότες.
Printed την μακρὰν, for τὴν μακρὰν.
Printed την ἀπὸ, for τὴν ἀπὸ.
Printed την περὶ, for τὴν περὶ.
Printed εις ἐρημότερον, for εἰς ἐρημότερον.
Printed εις τοῦτο, for εἰς τοῦτο.
PG 52:696Read from the pageτὸ συνεχῶς δύνασθαι ἐπιστέλλειν σου τῇ γλυκύτητι· ἀλλὰ καὶ τοῦτο ἡμᾶς παρείλετο τῶν Ἰσαυρικῶν κακῶν ἡ περίστασις. Ἐπιστάντος γὰρ τοῦ ἔαρος ἤνθησε καὶ τὰ τῆς ἐκείνων ἐφόδου, καὶ πανταχοῦ τῶν ὁδῶν εισιν ἐκκεχυμένοι, πᾶσιν ἀβάτους ποιοῦντες τὰς λεωφόρους. Ἤδη γοῦν καὶ γυναῖκες ἐλεύθεραι ἑάλωσαν, καὶ ἄνδρες ἐσφάγησαν. Διὸ παρακαλῶ συγγινώσκειν ἡμῖν μὴ συνεχῶς γεγραφηκόσιν. Ἐπειδὴ δὲ εὖ οἶδα, ὅτι περισπούδαστόν σοι μανθάνειν τὰ περὶ τῆς ὑγιείας ἡμῶν, δεινοπαθήσαντες χαλεπῶς κατὰ τὸν παρελθόντα χειμῶνα, ὀλίγον ἀνηνέγκαμεν νῦν, καὶ διαταραχθέντες πάλιν τῇ ἀνωμαλίᾳ τοῦ ἀέρος (καὶ γὰρ καὶ νῦν χειμὼν ἐνταῦθα ἀκμάζων), ὅμως προσδοκῶμεν τὰ λείψανα τῆς ἀῤῥωστίας ἀποθέσθαι, καθαροῦ φανέντος τοῦ θέρους. Οὐδὲν γὰρ ἡμῶν τὸ σῶμα οὕτως λυμαίνεται, ὡς κρυμὸς, οὔτε ὀνίνησιν, ὡς θέρος, καὶ ἡ τοῦ θάλπεσθαι παραμυθία.
in being able to write continually to your Sweetness; yet the trial of the Isaurian evils has stripped us of this as well. For now that spring has come on, their incursions too have flourished, and they are poured out everywhere along the roads, rendering the highways impassable to all. Indeed, freeborn women have already been captured, and men slain. Wherefore I exhort you to pardon us for not having written continually. And since I know well that you earnestly desire to learn of our health: after suffering grievously during the past winter, we have recovered a little now, and though troubled again by the inconstancy of the air (for even now winter is at its height here), we nevertheless expect to lay aside the remnants of our illness once clear summer appears. For nothing harms our body so much as frost, nor benefits it so much as summer and the solace of warmth.
ΡΜΑʹ. Θεοδότῳ ἀπὸ Κονσουλαρίων.
CXLI. To Theodotus, Ex-Consularis.
Πολλά σοι τὰ ἀγαθὰ γένοιτο, ὅτι τὸν υἱὸν μετὰ τοσαύτης ὑπεδέξω τιμῆς. Τοῦτο γὰρ αὐτὸς ἡμῖν ἐδήλωσε, καὶ οὐκ ἔκρυψεν, ὁμοῦ τε τὴν περὶ τὸν πατέρα εὐγνωμοσύνην ἐπιδεικνύμενος, καὶ ἡμᾶς πολλῆς ἐμπλῆσαι βουλόμενος ἡδονῆς. Ἐπεὶ καὶ ἡμετέραν διπλῆν ἡγούμεθα εἶναι τὴν τιμὴν, τῷ τε ἡμᾶς αὐτοὺς εὖ πεπονθέναι νομίζειν, ἅπερ ἂν ἐκεῖνος εὖ πάθῃ, τῷ τε καὶ ἀπὸ τῶν γραμμάτων τῶν ἡμετέρων πολλὴν αὐτῷ γενέσθαι τὴν προσθήκην ταυτησὶ τῆς εὐνοίας. Μένε δὴ, δέσποτά μου αἰδεσιμώτατε καὶ εὐγενέστατε, θεραπεύων τὸ καλὸν τοῦτο φυτόν. Τίς δὲ ἔσται τῆς θεραπείας ὁ τρόπος ; Ἢν τὸν ἔρωτα τῆς καλλίστης ταύτης φιλοσοφίας, ἣν μέτεισι νῦν, τρέφῃς ἐν αὐτῷ διηνεκῶς, καὶ ἀκμάζειν παρασκευάζῃς· οὕτω γὰρ καὶ ταχεῖς ἡμῖν οἴσει τοὺς καρπούς. Αἱ γὰρ γενναῖαι ψυχαὶ οὐ μιμοῦνται τὴν βραδυτῆτα τουτωνὶ τῶν φυτῶν, τῶν τοῖς κόλποις τῆς γῆς παρακατατιθεμένων, ἀλλ' ὁμοῦ τε φυτεύονται ἐν τῇ καλλίστῃ τῆς ἀρετῆς ταύτης ἐπιθυμίᾳ, καὶ πρὸς αὐτὸν ἀνατείνονται τὸν οὐρανὸν, καὶ τοσαύτην ἐπιδείκνυνται τῶν καρπῶν τὴν φορὰν, ὡς ἅπαντα ἀποκρύπτειν πλοῦτον καὶ τῇ δαψιλείᾳ καὶ τῇ φύσει. Οὐ γὰρ τῷ παρόντι συγκαταλύονται βίῳ, ἀλλὰ πρὸς τὴν μέλλουσαν ἡμῖν συναποδημοῦσι ζωήν.
May many blessings be yours, because you received my son with such great honour! For he himself made this known to us and did not conceal it, both displaying his gratitude towards his father and wishing to fill us with great pleasure. Since we count the honour to be doubly ours as well, both in supposing ourselves to have received whatever kindness he receives, and in the fact that from our letters also there accrued to him a great increase of this goodwill. Continue, then, my most reverend and most noble lord, tending this fair plant. And what will be the manner of tending it? If you nourish in him unceasingly the love of this fairest philosophy which he now pursues, and cause it to flourish; for thus it will bear us swift fruits as well. For noble souls do not imitate the slowness of these plants that are entrusted to the bosom of the earth, but at the very moment they are planted in the fairest desire for this virtue they stretch upwards to heaven itself, and display so great a yield of fruits as to outshine all wealth both in abundance and in nature; for they do not come to an end together with the present life, but journey along with us to the life to come.
ΡΜΒʹ. Ἐλπιδίῳ ἐπισκόπῳ.
CXLII. To Bishop Elpidius.
Γλώττῃ μὲν ὀλιγάκις, γνώμῃ δὲ πολλάκις ἐπεστάλκαμέν σου τῇ θεοσεβείᾳ καὶ καθ' ἑκάστην συγγινόμεθα τὴν ἡμέραν, καὶ ταύτης οὐκ ισχύει τῆς συνουσίας ἡμᾶς ἀποστερῆσαι οὐ χρόνου πλῆθος, οὐχ ὁδοῦ μῆκος, οὐ πραγμάτων περίστασις. Τοιαύτη γὰρ τῆς ἀγάπης ἡ φύσις· οὐδενὶ τούτων εἴκει, οὐδὲ παραχωρεῖ, ἀλλ' ἕστηκε πάντων ὑψηλοτέρα γινομένη. Μὴ τοίνυν τῷ τῶν ἐπιστολῶν ἀριθμῷ, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, μέτρει τὸ φίλτρον, ὃ περὶ τὴν σὴν ἔχομεν ἐμμέλειαν, ἀλλ' εἰδὼς ἡμῶν τὴν γνώμην καὶ τὴν διάθεσιν, ἣν ἀεὶ περὶ την εὐλάβειαν ἐπεδειξάμεθα τὴν σὴν, μηδὲν ἀπὸ τῆς μακρᾶς ταύτης σιγῆς ὑπόπτευε. Ἐπεὶ καὶ ἡμεῖς ὀλιγάκις δεξά-
With our tongue indeed seldom, yet in mind often have we written to your Godliness, and every day we are in your company; and of this intercourse neither fulness of time, nor length of road, nor trial of affairs has power to deprive us. For such is the nature of love: it yields or gives way to none of these things, but stands fast, rising loftier than all. Do not, then, my most honoured and most devout lord, measure by the number of our letters the fondness which we hold towards your Graciousness, but knowing our mind and the affection which we have always displayed towards your Piety, suspect nothing ill from this long silence. Since we too, although seldom recei-
Notes, col. 696
On the reading
Printed εισιν, for εἰσὶν.
Printed ισχύει, for ἰσχύει.
Printed την εὐλάβειαν, for τὴν εὐλάβειαν.
PG 52:697Read from the pageμενοι γράμματα παρὰ τῆς σῆς διαθέσεως, οὐδὲ ἐντεῦθεν ῥᾳθυμότερόν σε περὶ ἡμᾶς γεγενῆσθαι νομίζομεν, ἀλλ' ἴσμεν σαφῶς καὶ πεπιστεύκαμεν, ὅτι μένεις ἀνθοῦσαν διατηρῶν τὴν περὶ ἡμᾶς διάθεσιν, οὐ μόνον οὐκ ἀναπίπτων ἐκ τῆς συνεχείας τῶν ἐπαγομένων δεινῶν, ἀλλὰ καὶ σφοδρότερος γινόμενος περὶ ἡμᾶς· καὶ τούτου σοι χάριν ἴσμεν πολλήν. Ἐπειδὴ δὲ εὖ οἶδ' ὅτι καὶ τὰ ἡμέτερα βούλει μανθάνειν, ὑγείας ἀπολαύομεν καὶ ἀπραγμοσύνης πολλῆς, καὶ ἡσυχίας, καὶ ἐν ἀσφαλείᾳ διάγομεν, τῶν Ἰσαυρικῶν τέως ἀπηλλαγμένοι θορύβων. Τὸν γὰρ χειμῶνα λοιπὸν τῆς Ἀρμενίας φέρειν ἐμελέτησα, βλαπτόμενος μὲν ἠρέμα βλάβην, ὅσην εἰκὸς οὕτως ἀσθενεῖ σώματι κεχρημένον· περιγενόμενος δὲ τῷ διηνεκῶς οἴκοι κατακεκλεῖσθαι, ὅταν ἀφόρητος ὁ κρυμὸς ᾖ, καὶ ὀλιγάκις τῶν προθύρων προκύπτειν. Ὡς τῶν γε ἄλλων ὡρῶν τοῦ ἔτους σφόδρα ἡδίστων ἀπολελαύκαμεν, ὡς δυνηθῆναι εὐκόλως καὶ τὴν ἐκ τοῦ χειμῶνος ἐγγινομένην ἡμῖν διορθώσασθαι ἀῤῥωστίαν.
ving letters from your Affection, do not on that account suppose you to have grown more remiss towards us, but know clearly and are convinced that you remain preserving your affection towards us in bloom, not only not flagging through the continuance of the hardships brought upon us, but even growing more vehement towards us; and for this we hold great gratitude towards you. And since I know well that you wish to learn of our affairs as well: we enjoy health, great freedom from trouble, and quiet, and pass our days in security, freed for the time being from the Isaurian tumults. For I have now practised bearing the winter of Armenia, suffering indeed slight harm, such as is natural for one possessing so weak a body, yet overcoming it by keeping shut up at home unceasingly whenever the frost is unbearable and seldom peering out past the porch; while we have enjoyed the other seasons of the year as most delightful, so as to be able easily to set right even the illness engendered in us from the winter.
ΡΜΓʹ. Πολυβίῳ.
CXLIII. To Polybius.
Τοῦ μὲν ἐδάφους καὶ τῶν τοίχων τῆς πόλεως ἐκβεβλήμεθα, τῆς δὲ κυρίως πόλεως οὐ μετῳκίσθημεν. Εἰ γὰρ ὑμεῖς ἡ πόλις, μεθ' ὑμῶν δὲ ἡμεῖς ἀεὶ καὶ ἐν ὑμῖν, εὔδηλον ὅτι καὶ ἐνταῦθα διάγοντες, τὴν πόλιν οἰκοῦμεν ἐκείνην· καὶ γὰρ ἐνδιαιτώμεθα ὑμῶν ταῖς ψυχαῖς, εὖ οἶδ' ὅτι, καὶ ὅπουπερ ἂν ἀπίωμεν, καὶ πάντας ὑμᾶς τοὺς σφοδροὺς ἡμῶν ἐραστὰς ἐπὶ διανοίας περιφέροντες ἄπιμεν. Τοῦτο ἡμᾶς οὔτε τὴν ἐρημίαν τοῦ χωρίου τούτου (καὶ γὰρ πάσης τῆς οἰκουμένης ἐστὶν ἐρημότατον), οὔτε τὴν πολιορκίαν τῶν λῃστῶν (καὶ γὰρ καθ' ἑκάστην πολιορκεῖται τὴν ἡμέραν), οὐ τὸν ἐντεῦθεν τικτόμενον λιμὸν ἀφίησιν ὁρᾷν· ἐπειδὴ τὸ μὲν σῶμα ἡμῖν ἐνταῦθα ἵδρυται, ἡ δὲ ψυχὴ παρ' ὑμῖν διηνεκῶς. Ἀλλ' ἐπειδὴ τοῖς οὕτω διακειμένοις ποθεινὴ σφόδρα καὶ περισπούδαστος καὶ ἡ σωματικὴ παρουσία, καὶ λυπεῖ μὴ γινομένη, τοῦτο δὲ τέως γενέσθαι οὐκ ἔνι, ἔνι δὲ αὐτῇ φάρμακον μέγιστον ἡ διὰ τῶν γραμμάτων συνουσία, πάρεχε ταύτην ἡμῖν μετὰ δαψιλείας πολλῆς, καὶ ταύτης ἀπηλλάγμεθα τῆς ἀθυμίας. Ἱκανὸς γὰρ σὺ, δέσποτά μου θαυμασιώτατε, καὶ διὰ γραμμάτων σοφίζεσθαι παρουσίας ἡδονήν.
From the soil and walls of the city we have indeed been cast out, yet from the city properly so called we have not been removed. For if you are the city, and we are always with you and in you, it is quite plain that even while passing our days here we inhabit that city; for we dwell in your souls, I know well, and wherever we may depart, we go on our way carrying all of you, our vehement lovers, about in mind. This suffers us to see neither the desolation of this place (for it is the most desolate in all the inhabited world), nor the siege of brigands (for it is besieged every day), nor the famine born therefrom, seeing that our body is settled here, whereas our soul is unceasingly with you. Yet since to those thus disposed bodily presence also is most dearly desired and eagerly sought, and grieves them when it does not come to pass, and for the time being this cannot come to pass, while its greatest remedy is intercourse through letters, afford us this in great abundance, and we have been rid of this despondency as well; for you are able, my most admirable lord, to contrive even through letters the pleasure of presence.
ΡΜΔʹ. Διογένει.
CXLIV. To Diogenes.
Ἔρημον μὲν ἡ Κουκουσὸς χωρίον, καὶ ἄλλως εἰς οἴκησιν σφαλερὸν, διηνεκεῖ φόβῳ τῶν λῃστῶν πολιορκούμενον· σὺ δὲ αὐτὴν καὶ ἀπὼν παράδεισον εἶναι πεποίηκας. Ὅταν γάρ σου τὸν ζῆλον ἀκούσωμεν τὸν πολὺν, τὴν ἀγάπην τὴν περὶ ἡμᾶς, τὴν γνησίαν καὶ θερμὴν (οὐδὲν γὰρ ἡμᾶς λανθάνει καὶ ἐκ τοσούτου καθημένους διαστήματος), ὡς θησαυρὸν μέγιστον ἔχοντες, καὶ πλοῦτον ἄφατον, τὴν διάθεσίν σου τῆς ἐμμελείας, καὶ ἐν ἀσφαλεστάτῃ πόλει διατρίβειν ἡγούμεθα, ὑπὸ τῆς τοσαύτης εὐφροσύνης πτερούμενοι, καὶ μεγίστην παράκλησιν ἐντεῦθεν καρπούμενοι.
Cucusus is indeed a desolate place, and in other respects perilous to dwell in, besieged by unceasing fear of brigands; yet even while absent you have made it a paradise. For whenever we hear of your great zeal and your genuine and fervent love towards us (for nothing escapes our notice even as we sit at so great a distance), holding the affection of your Graciousness as the greatest treasure and unspeakable wealth, we suppose ourselves to sojourn in a most secure city, buoyed up as on wings by such great gladness and reaping the greatest consolation therefrom.
PG 52:698Read from the pageἽν' οὖν καὶ ἑτέρα προσθήκη γένηται ἡμῖν ἡδονῆς, παρακαλῶ, καὶ γράμματα ἡμῖν χαρίζου, τὰ περὶ τῆς ὑγιείας δηλοῦντα τῆς σῆς. Εἰ γὰρ καὶ ἐργῶδες τοῦτο, διὰ τὸ τῆς ὁδοῦ μῆκος, καὶ τὸ σφόδρα ἀπῳκίσθαι τῆς δημοσίας τουτὶ τὸ χωρίον ὁδοῦ, ἀλλὰ τῷ οὕτως φιλοῦντι, ὡς αὐτὸς οἶσθα φιλεῖν, καὶ τὰ δύσκολα εὔκολα γίνονται. Ἐννοήσας τοίνυν ἡλίκην ἡμῖν χαριῇ χάριν τῇ πυκνότητι τῶν τοιούτων γραμμάτων, πάρεχε καὶ ταύτην ἡμῖν τὴν εὐφροσύνην· καὶ γὰρ σφόδρα ἀλγοῦμεν, ὅτι δεύτερον ἐπεσταλκότες ἤδη, οὐδὲ ἅπαξ ἐδεξάμεθα γράμματα τῆς σῆς ἐμμελείας.
That there may be yet another addition of pleasure for us, I exhort you, grant us letters as well, making known your health. For even if this is difficult, both owing to the length of the road and because this place lies far removed from the public highway, yet to one who loves as you yourself know how to love, even hard things become easy. Considering, then, how great a favour you will grant us by the frequency of such letters, afford us this gladness as well; for we are sorely pained that, although we have already written twice, we have not received letters from your Graciousness so much as once.
ΡΜΕʹ. Νικολάῳ πρεσβυτέρῳ.
CXLV. To Nicolaus the Presbyter.
Ἐβουλόμην καὶ αὐτὸς, καὶ σφόδρα ἐπεθύμουν ἰδεῖν σου τὴν ἐμμέλειαν, καὶ περιπτύξασθαι· καὶ τοῦτο οἶσθα καὶ πρὸ τῶν ἡμετέρων γραμμάτων. Φιλεῖν γὰρ εἰδὼς γνησίως καὶ τοὺς γνησίως φιλοῦντας διαγινώσκειν ἐπίστασαι. Ἀλλ' ἐπειδὴ τοῦτο οὐκ ἔνι, ὅπερ ἔνι ποιῶ, τέως γράφω, προσαγορεύω, γράμματα ἀπαιτῶ, τὰ περὶ τῆς ὑγείας τῆς σῆς ὑμῖν πυκνότερον δηλοῦντα. Χαρίζου δὴ ταύτην ἡμῖν τὴν χάριν. Εἰ γὰρ καὶ μὴ δεῖ σοι παρακλήσεως εἰς τοῦτο, οὐ παυσόμεθά σε ἀναμιμνήσκοντες ὑπὲρ τούτου. Οὐ γὰρ μικρὰ παράκλησις ἡμῖν καὶ παραμυθία καὶ τῆς ἐρημίας καὶ τῶν φόβων τῶν καθημερινῶν, τῶν ἀπὸ τῆς ἐφόδου γινομένων τῆς λῃστρικῆς, καὶ τῆς τοῦ σώματος ἀῤῥωστίας, καὶ τῶν ἄλλων περιστάσεων, τὸ μανθάνειν περὶ τῶν ἀγαπώντων ἡμᾶς ὑμῶν, ὅτι τε ἔῤῥωσθε, καὶ ὑγιαίνετε, καὶ κατὰ ῥοῦν ὑμῖν ἅπαντα φέρεται, κἂν μυρίους ἡμῖν λέγῃς χειμῶνας. Πῶς καὶ τίνι τρόπῳ ; Ὅτι ἔνι τὸν γενναῖον, καὶ ἐγρηγορότα, καὶ νήφοντα καὶ ἐν ταραττομένῳ πραγμάτων πελάγει ἐξουρίας πλεῖν, ὥσπερ καὶ τὸν χαῦνον καὶ ἀναπεπτωκότα καὶ κείμενον ὕπτιον, καὶ ἐν γαλήνῃ διαταράττεσθαι καὶ θορυβεῖσθαι.
I too wished and earnestly desired to see your Graciousness and embrace you; and this you know even before our letters, for knowing how to love genuinely, you also know how to discern those who love genuinely. Yet since this is impossible, I do what is possible: for the time being I write, I greet you, I demand letters making known your health to us more frequently. Grant us this favour, then; for even if you have no need of exhortation towards this, we shall not cease reminding you on behalf of this. For it is no small consolation and solace to us—both for the wilderness, and the daily fears arising from the raid of brigands, and our bodily illness, and our other trials—to learn concerning you who love us that you are strong and in good health and that all things run with the stream for you, even if you tell us of ten thousand tempests. How and in what manner? Because it is possible for a noble, watchful, and sober man to sail with a fair wind even on a troubled sea of affairs, just as for a slack, dispirited, and supine man to be thrown into confusion and turmoil even in a calm.
ΡΜϚʹ. Θεοδότῳ, Νικολάῳ, Χαιρέᾳ, πρεσβυτέροις καὶ μονάζουσι.
CXLVI. To Theodotus, Nicolaus, and Chaereas, Presbyters and Monks.
Ὑμεῖς μὲν τῶν Ἰσαύρων αἰτιᾶσθε τὴν καταδρομὴν τῆς ἀπουσίας τῆς ὑμετέρας· ἐγὼ δὲ ὑμᾶς καὶ παρεῖναί φημι, καὶ σὺν ἡμῖν εἶναι, καὶ οὐδὲν οὐδὲ ἐντεῦθεν γενέσθαι κώλυμα πρὸς τὴν ἄφιξιν ὑμῶν. Τοιαῦτα γὰρ τῆς ἀγάπης τὰ πτερά· ἀθρόον καὶ μετὰ πολλῆς τῆς εὐκολίας πανταχοῦ παραγίνεται, κἂν μυρία τὰ κωλύματα ᾖ. Εἰ δὲ τῆς σωματικῆς ὑμῶν ἀπεστερήμεθα παρουσίας, μὴ διαλίπητε εὐχόμενοι, καὶ δώσει ταῦτα ὁ φιλάνθρωπος Θεός. Ἐπεὶ καὶ αὐτὸς διηνεκῶς ὑμᾶς ἐν διανοίᾳ περιφέρων, οὐχ ὡς ἔτυχε καὶ τῆς κατ' ὄψιν ἐρῶ συντυχίας, καὶ εὖ οἶδ' ὅτι καὶ αὕτη ἔσται, μετὰ ἐκτενείας ὑμῶν παρακαλούντων τὸν δυνάμενον πάντα λῦσαι χειμῶνα, καὶ εἰς γαλήνην λευκὴν ἅπαντα ἀγαγεῖν. Ἵνα δὲ καὶ τὰ ἡμέτερα μαθόντες εὐφραίνησθε, πολλῆς ἀπολαύομεν ἡσυχίας καὶ ἀπραγμοσύνης, τὸ σῶμα ἡμῖν, καίτοι πολλῶν ὄντων τῶν λυμαινομένων αὐτοῦ τὴν ὑγείαν· καὶ γὰρ ἰατρῶν σπάνις, καὶ ἀναγκαίων ἀπορία (οὐδὲν γάρ ἐστιν ὤνιον ἐνταῦθα, οὐ φαρμάκων εὐπορία),
You for your part blame the raid of the Isaurians for your absence; whereas I say that you are both present and with us, and that no hindrance to your arrival has arisen even from thence. For such are the wings of love: all at once and with great ease it arrives everywhere, even though the hindrances be ten thousand. And if we have been deprived of your bodily presence, do not cease praying, and God Who loves mankind will grant this; since I myself too, carrying you about unceasingly in mind, long in no ordinary way for face-to-face intercourse as well, and I know well that this too will come to pass as you fervently entreat Him Who is able to dispel every tempest and bring all things into bright calm. And that you may rejoice on learning of our affairs as well: we enjoy great quiet and freedom from trouble, even as to our body, although there are many things that harm its health—for there is scarcity of physicians, and lack of necessaries (for nothing is for sale here, nor is there a supply of medicines),
Notes, col. 698
On the reading
Printed ὑμῖν πυκνότερον, for ἡμῖν πυκνότερον.
PG 52:699Read from the pageκαὶ ἀέρος δυσκρασία (τοῦ κρυμοῦ γὰρ οὐκ ἔλαττον ἡμᾶς τὸ θέρος λυπεῖ, ἀπεναντίας τοῦ κρυμοῦ μιμούμενον τὴν σφοδρότητα), καὶ πολιορκία χαλεπὴ καὶ διηνεκὴς, καὶ συνεχεῖς καὶ ἐπάλληλοι φόβοι τῶν Ἰσαυρικῶν ἐφόδων· τούτων τοίνυν καὶ ἑτέρων πλειόνων ὄντων τῶν διαφθειρόντων τὴν ῥῶσιν ἡμῖν, τέως τοῦ μὲν κινδύνου τοῦ χαλεποῦ, καὶ τῆς τοιαύτης ἀπηλλάγμεθα ἀῤῥωστίας, ὑγιαίνομεν δέ τινα ὑγείαν σύμμετρον. Μὴ δὴ διαλίπητε καὶ αὐτοὶ συνεχῶς ἡμῖν ἐπιστέλλοντες, καὶ τὰ περὶ τῆς ὑγείας τῆς ὑμετέρας εὐαγγελιζόμενοι. Καὶ γὰρ παράκλησιν μεγίστην, καὶ παραμυθίαν, καὶ θησαυρὸν πολλῶν γέμοντα ἀγαθῶν, τὴν ὑμετέραν ἀγάπην εἶναι νομίζομεν· καὶ ὅταν τὴν διάθεσιν ὑμῶν τὴν γνησίαν, καὶ τὸ ἀπερίτρεπτον τῆς γνώμης, καὶ τὴν ἀκλινῆ καὶ στεῤῥὰν ὑμῶν ἐννοήσωμεν ἀγάπην (ἀεὶ δὲ αὐτὴν ἐννοοῦντες οὐ παυόμεθα), ὥσπερ εἴς τινα λιμένα εὐρὺν καὶ ἀκύμαντον ἀπὸ τῶν πολλῶν καταπλέομεν θλίψεων.
and inclemency of the air (for summer afflicts us no less than frost, imitating from the opposite extreme the severity of the frost), and a grievous and unceasing siege, and continual and successive fears of the Isaurian incursions; although these and still more things besides impair our strength, for the time being we have been freed from grievous danger and from such illness, and enjoy a certain moderate health. Do not cease, then, writing to us continually yourselves as well, and bringing us good tidings of your health. For we count your love to be the greatest consolation and solace and a treasure full of many blessings; and whenever we call to mind your genuine affection, the steadfastness of your resolve, and your unswerving and firm love (and we never cease calling it to mind), we put in from our many afflictions as into some broad and waveless haven.
ΡΜΖʹ. Ἀνθεμίῳ.
CXLVII. To Anthemius.
Ἄλλοι μέν σου τῇ θαυμασιότητι καὶ τῆς ὑπατείας καὶ τῆς ἐπαρχότητος συνήδονται· ἐγὼ δὲ αὐταῖς ταῖς ἀρχαῖς τῆς σῆς ἕνεκεν μεγαλοπρεπείας. Οὐ γὰρ σὲ κατεκόσμησαν, ἀλλ' ἐκοσμήθησαν παρὰ σοῦ. Ἐπειδὴ καὶ τοιοῦτον ἡ ἀρετή· οὐκ ἔξωθεν δανείζεται τὰς τιμὰς, ἀλλ' αὐτὴ ἐν ἑαυτῇ περιφέρει ταύτας, τιμὴν τοῖς ἀξιώμασι τούτοις παρέχουσα, οὐκ αὐτὴ παρ' ἐκείνων λαμβάνουσα. Διὰ δὴ τοῦτο οὐδὲ προσεθήκαμεν τῷ φίλτρῳ νῦν τῷ περὶ σέ. Οὐδὲν γάρ σοι προσγέγονε πλέον· οὐδὲ τὸν ὕπαρχον καὶ ὕπατον ἡμεῖς φιλοῦμεν, ἀλλὰ τὸν δεσπότην μου τὸν ἡμερώτατον Ἀνθέμιον, τὸν πολλῆς μὲν συνέσεως, πολλῆς δὲ γέμοντα φιλοσοφίας. Διό σε καὶ μακαρίζομεν, οὐκ ἐπειδὴ πρὸς τὸν θρόνον ἀνέβης τοῦτον, ἀλλ' ἐπειδὴ δαψιλεστέραν ἔλαβες ὕλην, εις τὸ τὴν σύνεσίν σου καὶ τὴν φιλανθρωπίαν ἐπιδείξασθαι. Καὶ τοῖς ἀδικουμένοις πᾶσι συνηδόμεθα, τὸν πλατύν σου λιμένα τῆς ψυχῆς ὁρῶντες, μυρία δυνάμενον λῦσαι ναυάγια, καὶ τοὺς εἰς ἔσχατον κλυδωνίου κατενεχθέντας παρασκευάσαι ἐξουρίας πλεῖν. Διὰ ταῦτα σκιρτῶμεν, διὰ ταῦτα χαίρομεν, την σὴν ἀρχὴν κοινὴν ἑορτὴν τῶν ἐπηρεαζομένων εἶναι νομίζοντες. Ἧς καὶ αὐτοὶ νῦν ἀπολαύομεν, οικείαν ἡδονὴν εἶναι τιθέμενοι τῶν σῶν κατορθωμάτων τὸ μέγεθος.
Others congratulate your Admirableness upon both the consulship and the prefecture; whereas I congratulate the offices themselves on account of your Magnificence. For they did not adorn you, but were adorned by you; since such a thing is virtue: it does not borrow honours from without, but carries them about within itself, bestowing honour upon these dignities, not receiving it from them. On this very account we have added nothing now to our fondness for you, for nothing further has accrued to you; nor do we love the prefect and consul, but my most gentle lord Anthemius, full of great prudence and of great philosophy. Wherefore we also call you blessed, not because you ascended to this seat, but because you received more abundant material for displaying your prudence and humanity. And we rejoice together with all who suffer wrong, seeing the broad haven of your soul, able to undo ten thousand shipwrecks and to cause those driven down into the utmost surge to sail with a fair wind. On account of these things we leap for joy, on account of these things we rejoice, counting your magistracy a common feast of those who are mistreated—which we ourselves also enjoy now, reckoning the magnitude of your noble deeds to be our own pleasure.
ΡΜΗʹ. Κυριακῷ, Δημητρίῳ, Παλλαδίῳ, Εὐλυσίῳ, ἐπισκόποις.
CXLVIII. To Cyriacus, Demetrius, Palladius, and Eulysius, Bishops.
Μακάριοι καὶ τρισμακάριοι, καὶ πολλάκις τοῦτο ὑμεῖς τῶν καλῶν τούτων ἱδρώτων καὶ ἀγώνων, τῶν μόχθων, καὶ πόνων, καὶ τῶν κινδύνων, οὓς ὑπὲρ τῶν Ἐκκλησιῶν τῶν κατὰ τὴν οἰκουμένην κειμένων ὑπομεμενήκατε, λαμπροὶ μὲν ἐν γῇ, λαμπροὶ δὲ ἐν οὐρα-
Blessed, thrice blessed, and many times blessed are you for these noble sweats and contests, the hardships, toils, and dangers which you have endured on behalf of the Churches settled throughout the inhabited world, splendid upon earth, and splendid in the hea-
Notes, col. 699
On the reading
Printed εις τὸ, for εἰς τὸ.
Printed την σὴν, for τὴν σὴν.
Printed οικείαν, for οἰκείαν.
PG 52:700Read from the pageνοῖς διὰ τούτων γενόμενοι. Καὶ γὰρ ἄνθρωποι πάντες οἱ νοῦν ἔχοντες ἀνακηρύττουσιν ὑμᾶς, καὶ στεφανοῦσιν, ἐκπληττόμενοι τὴν εὐτονίαν ὑμῶν, τὴν ἀνδρείαν, τὴν καρτερίαν, τὴν προσεδρείαν. Ὅ τε φιλάνθρωπος Θεός, ὁ μείζονας ἐκ πολλοῦ τοῦ περιόντος τιθεὶς ἀεὶ τῶν πόνων τὰς ἀμοιβάς, τοσούτοις ἀμείψεται ἀγαθοῖς, ὅσοις ἀμείβεσθαι Θεῷ πρέπον τοὺς οὕτω γενναίως ἀγωνιζομένους ὑπὲρ τῆς κατὰ τὴν οἰκουμένην ἅπασαν εἰρήνης. Διὰ τοῦτο καὶ ἡμεῖς οὐ παυόμεθα μακαρίζοντες ὑμᾶς, ἐντρυφῶντες ὑμῶν τῇ μνήμῃ διηνεκῶς, ἐπὶ διανοίας περιφέροντες, εἰ καὶ πολλῷ διῳκίσμεθα τῷ τῆς ὁδοῦ μήκει. Ὁ μὲν οὖν τιμιώτατος Κυριακὸς ὁ διάκονος οὐκ ἠδυνήθη νῦν ἐκπλεῦσαι, διὰ τὸ πολλῷ κατειργάσθαι πόνῳ. Οἱ μέντοι κύριοί μου, ὁ εὐλαβέστατος πρεσβύτερος Ἰωάννης, καὶ ὁ τιμιώτατος Παῦλος ὁ διάκονος, ἐλαυνόμενοι πανταχόθεν, καὶ μηδαμοῦ στῆναι, μηδὲ λαθεῖν ἔχοντες, ἀναγκαῖον ἐνόμισαν καταλαβεῖν ὑμῶν τὴν ἀγάπην, καὶ αὐτόθι μεθ' ὑμῶν εἶναι. Δεξάμενοι τοίνυν αὐτοὺς μετὰ ἀγάπης, τὴν πρέπουσαν ὑμῖν εὔνοιαν περὶ αὐτοὺς ἐπιδείξασθε.
vens, having become so through these things. For indeed all men of sense proclaim you and crown you, marvelling at your vigour, your courage, your endurance, your perseverance. And the humane-loving God, who out of His vast superabundance always appoints recompenses far greater than one's labours, will requite you with such good things as it befits God to bestow upon those who contend so nobly on behalf of peace throughout the whole inhabited world. On this account we also do not cease calling you blessed, delighting in your remembrance continually, carrying you about in mind, even though we are sundered by a great stretch of road. Now the most honoured Cyriacus the deacon has not been able to sail out at this time, because he is worn down by much labour. My lords, however—the most devout presbyter John and the most honoured Paul the deacon—being driven from every side and having nowhere either to stand fast or to lie hid, deemed it necessary to betake themselves to your love and remain there with you. Welcoming them with love, therefore, display towards them the goodwill that befits you.
ΡΜΘʹ. Αὐρηλίῳ ἐπισκόπῳ Καρθαγένης.
Letter 149. To Aurelius, bishop of Carthage.
Βαβαί, ἡλίκον ἐστὶ γενναία ψυχή, καὶ πολλῷ βρύουσα τῷ τῆς ἀγάπης καὶ τῷ τῆς εὐλαβείας καρπῷ, ὅπου γε καὶ αὐτὸς τοσοῦτον ἡμῶν ἀπῳκισμένος ὁδοῦ μῆκος, ὡς παρὼν καὶ μεθ' ἡμῶν ὤν, οὕτως ἡμᾶς εἷλες, καὶ ἐχειρώσω. Τῆς γὰρ ἀγάπης σου τὸ θερμόν, καὶ τῆς παρρησίας καὶ τῆς εὐλαβείας ἡ εὐωδία μέχρι τὰ ἡμῶν τῶν ἐν ἐσχατιᾷ τῆς οἰκουμένης καθημένων ἔφθασεν. Διὰ ταῦτά σοι χάριτας πολλὰς ἴσμεν, διὰ ταῦτά σου μακαρίζομεν τὴν εὐλάβειαν, ὅτι πόνον πολὺν καὶ ἱδρῶτα ὑπὲρ τῶν κατὰ τὴν οἰκουμένην Ἐκκλησιῶν ἀναδεχόμενος, μεγίστους ἑαυτῷ παρὰ τῷ φιλανθρώπῳ Θεῷ προαπέθου τοὺς στεφάνους. Καί σε παρακαλοῦμεν μεῖναι τὸν καλὸν τοῦτον ἀγῶνα ἀγωνιζόμενον· οἶσθα γὰρ τὰ ἐντεῦθεν βραβεῖα. Εἰ γὰρ ἕνα τις ἀδικούμενον καὶ παρανομούμενον ἀνέχων ἄφατον ἔχει παρὰ τοῦ Θεοῦ τὸν μισθόν, ἐννόησον ὅσην αὐτὸς λήψῃ τὴν ἀμοιβήν, Ἐκκλησίας τοσαύτας ταρασσομένας διὰ τῆς καλῆς ταύτης σπουδῆς ἀπαλλάττων μὲν θορύβων καὶ ταραχῆς, εἰς δὲ γαληνὸν λιμένα εἰρήνης ὁρμίσαι ἐσπουδακώς.
Oh, how great a thing is a noble soul, teeming with abundant fruit of love and reverence, seeing that you yourself also, though sundered from us by so great a length of road, have so won and captivated us as if present and abiding with us! For the warmth of your love and the fragrance of your boldness and reverence have reached all the way to us who dwell at the farthest bounds of the inhabited world. On account of these things we owe you many thanks; on account of these things we call your reverence blessed, because by taking upon yourself much labour and sweat on behalf of the Churches throughout the inhabited world, you have laid up beforehand for yourself the greatest crowns with the humane-loving God. And we exhort you to abide contending in this noble contest; for you know the prizes that come therefrom. For if one who upholds a single man wronged and unlawfully mistreated receives an ineffable reward from God, consider how great a recompense you yourself will receive when through this noble zeal you free so many troubled Churches from tumults and disturbance, and have striven eagerly to moor them in a calm harbour of peace.
ΡΝʹ. Μαξίμῳ ἐπισκόπῳ.
Letter 150. To Maximus, bishop.
Ὅταν ἐννοήσω τοὺς πόνους ὑμῶν, καὶ τοὺς ἱδρῶτας, τοὺς ἐπὶ μακρῷ χρόνῳ γεγενημένους, οὐ τὴν τυχοῦσαν, ἀλλὰ καὶ μεγίστην καρποῦμαι παράκλησιν, ἐφ' οἷς αὐτὸς πέπονθα παρανόμως, τὴν ὑμετέραν ἀγάπην τὴν οὕτω θερμὴν καὶ γνησίαν, τὴν πρόνοιαν τὴν εἰλικρινῆ, τὴν ἀγρυπνίαν τὴν ὑπὲρ τῆς διορθώ-
Whenever I call to mind your labours and your sweats endured over a long time, I reap no ordinary consolation—nay, the very greatest—amid the things I myself have unlawfully suffered, reckoning your love so fervent and genuine, your sincere forethought, and your sleepless watchfulness on behalf of the correc-