Migne Reading Room

PG 52 · cols. 701–706 · Read from the page

Fifteen little works on the Constantinopolitan disturbances, and on those things which regard either exile of Chrysostom

Fifteen little works on the Constantinopolitan disturbances, and on those things which regard either exile of Chrysostom

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 52:701Read from the page
σεως τῶν γεγενημένων, τὴν ἐπιτεταμένην, μεγίστην ἔχων παραμυθίαν. Καὶ γὰρ οὐχ ἡ τυχοῦσα γέγονέ μοι παραψυχή, τὸ λογίζεσθαι ὅτι ἐκ τοσούτου καθήμενοι διαστήματος, οὐχ ἑωρακότες ἡμᾶς ποτε, οὐκ ὀφθέντες παρ' ἡμῶν, οὐ λόγων ἡμῖν κοινωνήσαντες, ἀθρόον ὑπὸ τῆς παρανομίας τῶν τολμηθέντων κινηθέντες, τοσαύτην ἐπεδείξασθε περὶ ἡμᾶς ἀγάπην, ὅσην πατέρες περὶ παῖδας, μᾶλλον δὲ καὶ πατέρας ἀπεκρύψατε τῇ τοσαύτῃ κηδεμονίᾳ. Διὰ ταῦτα χάριτας ὑμῶν ἴσμεν τῇ εὐλαβείᾳ, θαυμάζομεν, μακαρίζομεν, παρακαλοῦμεν ὑμᾶς αὐτοὺς τὰ ἑαυτῶν μιμήσασθαι, καὶ ἣν ἐξ ἀρχῆς ἐπεδείξασθε προθυμίαν, ταύτην εἰς τέλος ἀγαγεῖν. Κἂν γὰρ μηδὲν γίνηται πλέον εἰς διόρθωσιν τῶν γεγενημένων, οὐ μικρὰ παράκλησις ἡμῖν, ὅπερ ἔφθην εἰπών, τοσαύτης ἀπολελαυκόσι καὶ ἀπολαύουσι παρὰ τῆς τιμιότητος τῆς ὑμετέρας ἀγάπης.
tion of what has taken place, so intense, as my greatest consolation. For indeed it has proved no ordinary solace to me to reflect that, though dwelling at so great a distance, never having seen us, nor having been seen by us, nor having shared conversation with us, yet moved all at once by the lawlessness of what was dared, you displayed towards us as great a love as fathers show towards children—or rather you even surpassed fathers by so great a solicitude. On account of these things we owe thanks to your reverence, we marvel, we call you blessed, we exhort you yourselves to imitate your own deeds, and to bring to its goal that readiness which you displayed from the beginning. For even if nothing further comes about towards the correction of what has taken place, it is no small consolation to us, as I have just said, to have enjoyed and still to enjoy so great love from your honour.
ΡΝΑʹ. Ἀσέλλῳ ἐπισκόπῳ.
Letter 151. To Asellus, bishop.
Οἶδα μὲν ὅτι οὐδὲν ὑμῖν δεῖ γραμμάτων εἰς τὸ διαναστῆναι, καὶ ἀντιλαβέσθαι τῆς διορθώσεως τῶν τὰς Ἐκκλησίας τῆς Ἀνατολῆς κατειληφότων κακῶν. Καὶ τοῦτο δι' ὧν πεποιήκατε, ἐπεδείξασθε, αὐτοπαράκλητοι τοσαύτην παρασχόντες σπουδήν. Ἀλλ' ἐπειδὴ τὰ κακὰ ἔτι μένει ἀδιόρθωτα, διὰ τὴν ἄνοιαν τῶν τοσαῦτα παρανομησάντων, ἀναγκαῖον εἶναι ἐνομίσαμεν παρακαλέσαι ὑμῶν τὴν εὐλάβειαν, ὥστε μὴ ἀποκαμεῖν, μηδὲ περικακῆσαι, ἀλλ' ἀκμαζούσῃ χρήσασθαι τῇ προθυμίᾳ, καὶ τὰ παρ' ἑαυτῶν πάλιν ἅπαντα εἰσενεγκεῖν. Ὅσῳ γὰρ ἂν ἀνίατα νοσῶσιν οἱ πρὸς τὴν τῶν Ἐκκλησιῶν κατάστασιν στασιάζοντες, τοσούτῳ κἀκείνων πλέον ἔσται τὸ κρῖμα, καὶ ὑμῖν τοῖς μὴ ἀποκάμνουσι λαμπρότερος ὁ μισθός, καὶ μείζους οἱ στέφανοι.
I know indeed that you have no need of letters in order to rise up and set your hand to the correction of the evils that have overtaken the Churches of the East. And this you have shown through the things you have done, affording so great zeal of your own accord. Yet since the evils still remain uncorrected, on account of the folly of those who have committed such great lawlessness, we deemed it necessary to exhort your reverence neither to grow weary nor to lose heart amid ills, but to employ unflagging readiness and contribute once again all that lies in your power. For the more incurably sick those are who stir up faction against the settled order of the Churches, the greater will their judgement also be, and the more splendid the reward and the greater the crowns for you who do not grow weary.
ΡΝΒʹ. Ἐπισκόποις.
Letter 152. To the bishops.
Καὶ ἰδίᾳ ἑκάστῳ, καὶ κοινῇ πᾶσιν ὑμῖν ὀφείλομεν χάριτας, οὐχ ἡμεῖς δὲ μόνον, ἀλλὰ καὶ πάντες οἱ κατὰ τὴν Ἀνατολὴν ἐπίσκοποι, κληρικοὶ διαφόρων πόλεων, λαοὶ ποικίλως ἐλαυνόμενοι, ὅτι πατρικὰ σπλάγχνα ἐπιδειξάμενοι, συνηλγήσατε, ἔστητε γενναίως, τὰ παρ' ὑμῶν αὐτῶν πάντα εἰσηνέγκατε. Διὰ ταῦτα πάντες ὑμᾶς ἀνακηρύττουσι, στεφανοῦσιν, ἐπὶ στόματος φέρουσιν ὑμῶν τὰ κατορθώματα. Εἰ δὲ παρὰ ἀνθρώπων τοιαῦται αἱ τιμαί, ἐννοήσατε παρὰ τοῦ φιλανθρώπου Θεοῦ πόσαι ὑμῖν αἱ ἀντιδόσεις Ταῦτ' οὖν εἰδότες, τιμιώτατοι δέσποταί μου καὶ εὐλαβέστατοι, κἂν οἱ θορυβοῦντες τὰς Ἐκκλησίας ἀνίατα νοσῶσι, μὴ παύσησθε τὴν παρ' ὑμῶν αὐτῶν εἰσφέροντες θεραπείαν. Ὅσῳ γὰρ ἂν πλείονα τὰ κωλύματα ᾖ καὶ πλείων ἡ δυσκολία, τοσούτῳ καὶ μείζων ὑμῖν ὁ μισθός. Εἰ γὰρ ποτόν τις ψυχρὸν ἐπιδούς, οὐκ ἄμισθον ἕξει τὴν βραχεῖαν φιλοφροσύνην· οἱ τοσαῦτα καὶ ποιῆσαι καὶ παθεῖν ἑλόμενοι ὑπὲρ Ἐκκλησιῶν ταρασσομένων, ἐννοήσατε ἡλίκην λήψεσθε τὴν ἀμοιβήν, καὶ πόσα ὑμᾶς ἀναμένει τῶν καλῶν πόνων τὰ βραβεῖα.
Both privately to each one and publicly to all of you together we owe thanks—and not we alone, but also all the bishops throughout the East, clerics of various cities, and peoples harassed in manifold ways—because, displaying fatherly compassion, you shared our grief, stood fast nobly, and contributed all that lay in your own power. On account of these things all men proclaim you, crown you, and carry your righteous deeds upon their lips. And if such are the honours from men, consider how great are the recompenses for you from the humane-loving God! Knowing these things, therefore, my most honoured and most devout lords, even if those who throw the Churches into tumult are incurably sick, do not cease contributing the remedy that comes from yourselves. For the more numerous the hindrances and the greater the difficulty, the greater also will be your reward. For if one who hands over a cold drink shall not find that brief kindness unrewarded, do you who have chosen both to do and to suffer such great things on behalf of troubled Churches consider how great a recompense you will receive, and how many prizes of your noble labours await you.
Notes, col. 701

On the reading

Printed ἀντιδόσεις, for ἀντιδόσεις..

PG 52:702Read from the page
ΡΝΓʹ. Τοῖς αὐτοῖς.
Letter 153. To the same.
Οὐ διαλιμπάνομεν χάριν ὑμῖν ὁμολογοῦντες διηνεκῶς. Εἰ γὰρ καὶ πολλὰ παρανενομήμεθα παρὰ τῶν ἐχθρῶν, ἀλλ' ὅμως πολλῆς παρ' ὑμῶν ἀπηλαύσαμεν τῆς συμμαχίας, δαψιλοῦς τῆς ἀγάπης, γνησίας φιλοφροσύνης, θερμοτάτης σπουδῆς· καὶ ταῦτα οὐ μικρὰν παράκλησιν καὶ τῆς χαλεπωτάτης ἐξορίας, ἐν ᾗ κατεχόμεθα, καὶ τῶν ἄλλων τῶν ἐπενεχθέντων ἡμῖν δεινῶν, ἔχομεν. Διὸ παρακαλοῦμεν ὑμῶν τὴν εὐλάβειαν ἐπιμεῖναι τὴν αὐτὴν περὶ ἡμᾶς ἐπιδεικνυμένους διάθεσίν τε καὶ σπουδήν. Οὐδὲ γὰρ εἰς ἡμᾶς στήσεται τὸ γινόμενον μόνον, ἀλλὰ καὶ εἰς τὸ κοινὸν τῶν Ἐκκλησιῶν διαβήσεται. Οὐ γὰρ μία, καὶ δύο, καὶ τρεῖς πόλεις, ἀλλ' ὁλόκληρα ἔθνη πανταχοῦ τῆς γῆς ταράττεται. Καὶ τοσαύτην παρ' ὑμῶν ἐπιδειχθῆναι δίκαιον σπουδήν, ὅσην εἰκὸς ὑπὲρ τοσούτων ψυχῶν ἐσπουδακότας καὶ κάμνοντας ἐπιδείξασθαι. Εἰ δὲ πολλὰ πεπονήκατε, καὶ τὰ παρ' ἑαυτῶν εἰσηνέγκατε, ἴσμεν τοῦτο καὶ ἡμεῖς, καὶ εὐχαριστοῦντες ὑμῖν οὐ παυόμεθα· ἀξιοῦμεν δὲ μὴ διαλιπεῖν τοῦτο ποιοῦντας. Ἡ γὰρ καρτερία ὑμῶν, καὶ ὑπομονή, καὶ ἡ εὔτονος γνώμη δυνήσεται καὶ τοὺς σφόδρα φιλονείκως διακειμένους καὶ ἀνίατα νοσοῦντας ἀποστῆσαι τῆς κατεχούσης αὐτοὺς νυνὶ παραφροσύνης. Εἰ δὲ ἐπιμένοιεν καὶ οὕτως ἀνιάτως ἔχοντες, ἀλλ' ὑμῖν ἀπηρτισμένος ὁ μισθὸς ἔσται, καὶ πλήρη τὰ τῆς ἀμοιβῆς, καὶ ὁλόκληρος τῶν καλῶν τούτων ὁ στέφανος.
We do not leave off confessing gratitude to you continually. For although we have suffered many lawless wrongs at the hands of our enemies, yet nevertheless we have enjoyed abundant alliance from you, lavish love, genuine kindliness, and most fervent zeal; and we hold these things as no small consolation both for the most grievous exile in which we are held fast and for the other dreadful ills brought upon us. Wherefore we exhort your reverence to persevere in displaying the same disposition and zeal towards us. For what is done will not stop with us alone, but will pass over also to the common good of the Churches. For not one, or two, or three cities, but whole nations everywhere on earth are thrown into tumult. And it is just that so great zeal be displayed by you as it is natural for men to display who are eager and labouring on behalf of so many souls. And if you have toiled much and contributed what lay in your own power, we too know this, and do not cease giving thanks to you; yet we ask you not to leave off doing this. For your endurance, and patience, and vigorous resolution will be able to turn away even those who are exceedingly contentiously disposed and incurably sick from the madness that now possesses them. And if even so they should persist in their incurable state, yet for you the reward will be complete, the recompenses full, and the crown of these good deeds entire.
ΡΝΔʹ. Τοῖς αὐτοῖς.
Letter 154. To the same.
Ἡμεῖς μὲν ἐποθοῦμεν καὶ ταῖς τοῦ σώματος ὄψεσιν ὑμᾶς θεάσασθαι· ἐπειδὴ δὲ τοῦτο οὐκ ἔνι, τῷ τῆς ἐξορίας δεσμῷ κατεχομένων ἡμῶν, τοῖς ὀφθαλμοῖς τῆς ἀγάπης ὑμᾶς καθ' ἑκάστην φανταζόμεθα τὴν ἡμέραν, καὶ περιπτυσσόμεθα, καὶ κροτοῦντες καὶ θαυμάζοντες οὐ διαλιμπάνομεν, ὅτι τοσαύτην προθυμίαν καὶ σπουδὴν ἐξ ἀρχῆς μέχρι νῦν μεμενήκατε ἐπιδεικνύμενοι ὑπὲρ τῶν τῆς Ἀνατολῆς Ἐκκλησιῶν· καὶ παρακαλοῦμεν ἄξιον τῶν προοιμίων ἐπιδείξασθαι τὸ τέλος. Εἰ γὰρ οἱ πάντα ταράξαντες, καὶ θορύβων ἐμπλήσαντες, τοσαύτῃ κέχρηνται τῇ φιλονεικίᾳ, πολλῷ μᾶλλον ὑμᾶς, τοὺς τὰ κακῶς γεγενημένα διορθοῦν ἐσπουδακότας, πολλῇ δίκαιον κεχρῆσθαι τῇ ὑπομονῇ, καὶ καρτερίᾳ τῇ περὶ τὴν τοιαύτην σπουδήν. Οὕτω γὰρ πλείων ὑμῖν ἔσται ὁ μισθός, καὶ μείζων ἡ ἀμοιβή, ὅταν καὶ πολλῶν κωλυμάτων γινομένων, μὴ ἀνακρούησθε, ἀλλὰ μένητε τὴν τῶν πραγμάτων δυσκολίαν τῇ παρ' ἑαυτῶν ἀποτειχίζοντες ἀγρυπνίᾳ τε καὶ σπουδῇ.
We for our part longed to behold you with our bodily eyes as well; yet since this is impossible while we are held fast by the bond of exile, with the eyes of love we picture you to ourselves every single day, and embrace you, and do not leave off applauding and marvelling because from the beginning until now you have abided displaying so great readiness and zeal on behalf of the Churches of the East; and we exhort you to display an ending worthy of your beginnings. For if those who have thrown all things into confusion and filled them with tumults have employed such great contentiousness, much more is it just that you, who have striven eagerly to correct what was ill done, should employ great patience and endurance in such zeal. For thus your reward will be more abundant and your recompense greater, when even amid many hindrances you do not draw back, but abide walling off the difficulty of affairs by your own sleepless watchfulness and zeal.
ΡΝΕʹ. Χρωματίῳ ἐπισκόπῳ Ἀκυληΐας.
Letter 155. To Chromatius, bishop of Aquileia.
Ἤχησε καὶ μέχρις ἡμῶν ἡ μεγαλόφωνος τῆς θερμῆς σου καὶ γνησίας ἀγάπης σάλπιγξ, μέγα τι καὶ
Even as far as us has the loud-voiced trumpet of your fervent and genuine love sounded forth, breathing something great and
PG 52:703Read from the page
διωλύγιον ἐκ τοσούτου πνεύσασα τοῦ διαστήματος, καὶ πρὸς αὐτὰ ἀφικομένη τῆς γῆς τὰ πέρατα. Καὶ τῶν παρόντων οὐκ ἔλαττον ἴσμεν ἡμεῖς, οἱ τοσοῦτον ἀπῳκισμένοι μῆκος ὁδοῦ, τὴν σφοδροτάτην σου καὶ πυρὸς γέμουσαν ἀγάπην, τὴν εἰλικρινῆ καὶ ἐλευθερίας πολλῆς καὶ παρρησίας ἐμπεπλησμένην γλῶτταν, τὴν ἔνστασιν τὴν ἀδάμαντα μιμουμένην. Διὸ καὶ σφόδρα ἐπιθυμοῦμὲν καὶ τῆς κατὰ πρόσωπον ἀπολαῦσαί σου συντυχίας. Ἀλλ' ἐπειδὴ καὶ τοῦτο ἡμᾶς ἡ ἐρημία αὕτη παρείλετο, ᾗ νῦν ἐσμεν πεπεδημένοι, εὑρόντες τὸν κύριόν μου τιμιώτατον καὶ εὐλαβέστατον πρεσβύτερον, καθὼς ἔνι, τὴν ἐπιθυμίαν πληροῦμεν τὴν ἑαυτῶν, γράφοντες καὶ προσαγορεύοντες, χάριτας ὁμολογοῦντες ὑμῖν πολλὰς ὑπὲρ τῆς σπουδῆς, ἣν διὰ παντὸς τοῦ μακροῦ τούτου χρόνου, μετὰ πολλῆς ἐπεδείξασθε τῆς εὐτονίας. Καὶ παρακαλοῦμεν ἡνίκα ἂν ἐπανίῃ, καὶ τούτου χωρίς, διὰ τῶν ἐμπιπτόντων γραμματηφόρων, εἴ γέ τινες εὑρεθεῖεν οἱ πρὸς τὴν ἐρημίαν ταύτην ἀφικνούμενοι, τὰ περὶ τῆς ὑγείας ἡμῖν ἐπιστέλλειν τῆς ὑμετέρας. Οἶσθα γὰρ ὅσην ἐντεῦθεν καρπωσόμεθα τὴν ἡδονήν, τῶν οὕτω θερμῶς περὶ ἡμᾶς διακειμένων τὴν ὑγείαν πυκνοτέρως εὐαγγελιζόμενοι.
far-echoing from so great a distance, and reaching to the very ends of the earth. And no less than those who are present do we, though sundered by so great a length of road, know your most vehement love full of fire, your sincere tongue filled with great freedom and boldness, and your firmness that imitates adamant. Wherefore we also vehemently desire to enjoy your company face to face as well. Yet since this wilderness too, in which we are now fettered, has deprived us of this, having found my most honoured and most devout lord the presbyter, we fulfil our desire so far as is possible, writing and saluting you, confessing many thanks to you on behalf of the zeal which throughout all this long time you have displayed with great vigour. And we exhort you, whenever he returns, and apart from him through any letter-carriers who may turn up—if indeed any should be found coming to this wilderness—to write to us the news concerning your health. For you know how great a pleasure we shall reap therefrom when we receive more frequently the good tidings of the health of those so fervently disposed towards us.
ΡΝϛʹ. Ἐπισκόποις.
Letter 156. To the bishops.
Βοᾷ μὲν πανταχοῦ καὶ αὐτὴ τῶν πραγμάτων ἡ φύσις, σάλπιγγος λαμπροτέραν ἀφιεῖσα φωνήν, τὸν κάλλιστον ὑμῶν ζῆλον, καὶ τὴν ὑπὲρ τῆς ἀληθείας προθυμίαν, ἣν οὐχ ὁδοῦ μῆκος, οὐ χρόνου πλῆθος, οὐ τῶν ἀνίατα νοσούντων ἡ παράλογος φιλονεικία, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν κατέλυσεν, οὐδὲ ἀμαυροτέραν ἐποίησε. Καὶ ἡμεῖς δὲ οὐ διαλιμπάνομεν πολλὰς ὑμῖν ἔχοντες χάριτας, καὶ μακαρίζοντες ὑμᾶς οὐ παυόμεθα, τῶν ἐπὶ τοῖς καλοῖς τούτοις ἀγῶσιν ἀποκειμένων ὑμῖν στεφάνων παρὰ τοῦ φιλανθρώπου Θεοῦ. Καὶ ἐπιθυμοῦμεν ὑμᾶς καὶ κατ' ὄψιν ἰδεῖν. Ἐπειδὴ δὲ τοῦτο οὐκ ἔνι δυνατὸν τῷ τῆς ἐξορίας δεσμῷ πεπεδημένοις, ἐπιλαβόμενοι τοῦ κυρίου μου τοῦ τιμιωτάτου καὶ εὐλαβεστάτου πρεσβυτέρου, δι' αὐτοῦ γράφομεν, καὶ τὴν ὀφειλομένην πρόσρησιν ἀποδιδόαμεν ὑμῖν δηλοῦντες ὡς ἅπασαν ἀνηρτήσασθε τῷ πόθῳ τὴν ἀνατολήν, καὶ σφοδροὺς ὑμῶν κατεστήσατε ἐραστάς, καὶ μυρίους ἔχετε τοὺς συναγανακτοῦντας ὑμῖν τὴν δικαίαν ταύτην ἀγανάκτησιν ἐπὶ ταῖς γεγενημέναις παρανομίαις. Καὶ παρακαλοῦμεν τὴν αὐτὴν ἐπιδείξασθαι μέχρι τέλους προθυμίαν. Ἴστε γὰρ ὅσους καρπώσεσθε στεφάνους ἀπὸ τῶν προσκαίρων τούτων πόνων, τὰς ἀθανάτους ὑμῖν μετὰ πολλῆς δαψιλείας προαποτιθέμενοι παρὰ τῷ φιλανθρώπῳ Θεῷ ἀμοιβάς.
Everywhere the very nature of affairs itself cries aloud, sending forth a voice clearer than a trumpet, proclaiming your fairest zeal and your readiness on behalf of the truth, which neither length of road, nor lapse of time, nor the unreasonable contentiousness of those incurably sick, nor anything else of that sort has undone or rendered dimmer. And we too do not leave off holding many thanks towards you, nor do we cease calling you blessed on account of the crowns laid up for you with the humane-loving God for these noble contests. And we desire to see you face to face as well. Yet since this is not possible for men fettered by the bond of exile, having laid hold of my most honoured and most devout lord the presbyter, we write through him and render to you the salutation due, making known that you have bound the whole East to yourselves by yearning, and have made men vehement lovers of you, and have countless multitudes sharing with you this just indignation at the lawless deeds that have taken place. And we exhort you to display the same readiness until the end. For you know how many crowns you will reap from these transient labours, laying up beforehand for yourselves immortal recompenses in great abundance with the humane-loving God.
ΡΝΖʹ. Ἐπισκόποις ἐλθοῦσιν ἀπὸ τῆς Δύσεως.
Letter 157. To the bishops who came from the West.
Καὶ ἔμπροσθεν μὲν ἐξεπληττόμεθα ὑμῶν τὴν σπουδήν, τὴν προθυμίαν τὴν ὑπὲρ τῆς διορθώσεως τῶν Ἐκκλησιῶν γεγενημένην, τὴν στερρὰν καὶ γνησίαν διάθεσιν, τὴν ἀνδρείαν καὶ ἀπερίτρεπτον γνώμην, τὴν καρτερίαν, ἣν ἐπὶ τοσοῦτον ἐπεδείξασθε
Even previously we marvelled at your zeal, the readiness shown on behalf of the correction of the Churches, your steadfast and genuine disposition, your courage and unshakeable resolution, and the endurance which you displayed for so long a
Notes, col. 703

On the reading

Printed ἐπιθυμοῦμὲν, for ἐπιθυμοῦμεν.

PG 52:704Read from the page
χρόνον. Μάλιστα δὲ ἐξεπλάγημεν νῦν τὸν πολὺν ὑμῶν τόνον, οὕτω μακρὰν καὶ διαπόντιον ἀποδημίαν ἑλομένων, καὶ πόνων καὶ ἱδρώτων γέμουσαν, ὑπὲρ τῶν ταῖς Ἐκκλησίαις συμφερόντων. Καὶ ἐβουλόμεθα μὲν καὶ ἐπιστέλλειν συνεχῶς, καὶ τὴν ὀφειλομένην τῇ εὐλαβείᾳ ὑμῶν ἀποδιδόναι πρόσρησιν. Ἀλλ' ἐπειδὴ τοῦτο οὐκ ἔνι (σχεδὸν γὰρ ἄβατον τοῖς πολλοῖς οἰκοῦμεν χωρίον, ἐρημίᾳ πάντοθεν ἀποτετειχισμένον), νῦν ἐπιλαβόμενοι τοῦ κυρίου μου τοῦ τιμιωτάτου καὶ εὐλαβεστάτου πρεσβυτέρου, προσαγορεύομεν ὑμῶν τὴν ἀγάπην, καὶ παρακαλοῦμεν τοῖς προοιμίοις συμβαῖνον ἐπιθεῖναι τέλος. Ἴστε γὰρ ὅσος ὑμῖν ἔσται τῆς ὑπομονῆς ὁ μισθός, καὶ ὅσαι παρὰ τοῦ φιλανθρώπου Θεοῦ αἱ ἀντιδόσεις ὑπὲρ τῆς κοινῆς εἰρήνης πονουμένοις, καὶ τοσοῦτον ἀναδεχομένοις ἀγῶνα.
time. Above all, however, we have been struck with amazement now at your great vigour, in that you chose so long a journey across the sea, teeming with labours and sweats, on behalf of the interests of the Churches. And we wished indeed both to write continually and to render to your reverence the salutation due. Yet since this is impossible (for we inhabit a place almost impassable to most men, walled off on every side by wilderness), now, having laid hold of my most honoured and most devout lord the presbyter, we salute your love and exhort you to set upon your beginnings an ending that accords with them. For you know how great will be the reward of your patience, and how many the recompenses from the humane-loving God for those who toil on behalf of the common peace and take upon themselves so great a contest.
ΡΝΗʹ. Τοῖς αὐτοῖς.
Letter 158. To the same.
Οὐ μικρὰν καὶ ὑμῖν αὐτοῖς στεφάνων ὑπόθεσιν, καὶ ἡμῖν παρακλήσεως ἀφορμὴν ἀπὸ τῆς καλλίστης ὑμῶν ταύτης σπουδῆς, καὶ τῶν πόνων, καὶ τῶν ἱδρώτων κατεσκευάσατε. Διὸ καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος, ἀνακηρύττομεν ὑμᾶς, χάριτας ὁμολογοῦμεν, καὶ στεφανοῦμεν, καὶ μακαρίζομεν. Καὶ ἐβουλόμεθα μὲν καὶ συνεχέστερον ἐπιστέλλειν· καὶ γὰρ μεγίστην ἐντεῦθεν ἂν ἐκαρπωσάμεθα τὴν παραμυθίαν, εἴ γε τῶν τὰ γράμματα διακομιζόντων ἐπετυγχάνομεν. Ἐπειδὴ δὲ οὐ ῥᾴδιον ἡμῖν τοῦτο πρὸς αὐτὰς τὰς ἐσχατιὰς τῆς οἰκουμένης ἀπῳκισμένοις, καὶ οὐδενὸς ἡμῖν ταχέως ἐπιχωριάζειν δυναμένου, νῦν ὅτε ἐπετύχομεν τοῦ κυρίου μου τοῦ τιμιωτάτου καὶ εὐλαβεστάτου πρεσβυτέρου, τὴν ὀφειλομένην ἀποδεδώκαμεν πρόσρησιν, καὶ παρακαλοῦμεν ὑμῶν τὴν εὐλάβειαν, ἐννοοῦντας τοῦ κατορθώματος τὸ μέγεθος, εἰ καὶ πολὺς ὁ παρελθὼν ἀνηλώθη χρόνος, καὶ ἐπὶ τὸ χεῖρον τῶν ἐναντιουμένων αὔξεται ἡ φιλονεικία, καὶ μένουσι νοσοῦντες ἀνίατα, τὰ γοῦν παρ' ὑμῶν μὴ διαλιπεῖν εἰς διόρθωσιν τῶν γεγενημένων εἰσφέροντας. Ὅσῳ γὰρ πλείων ἡ δυσκολία, τοσούτῳ μείζων καὶ δαψιλεστέρα ἔσται τῶν καλῶν τούτων ἀγώνων ὑμῖν ἡ ἀμοιβὴ παρὰ τοῦ φιλανθρώπου Θεοῦ.
You have prepared both no small matter of crowns for yourselves and an occasion of consolation for us from this fairest zeal of yours, and from your labours and your sweats. Wherefore, even though dwelling at so great a distance, we proclaim you, we confess thanks, we crown you, and we call you blessed. And we wished indeed to write more continually as well; for we would have reaped the greatest consolation therefrom, if indeed we had met with men to carry our letters. Yet since this is not easy for us who are banished to the very ends of the inhabited world, and no one is able readily to visit us, now when we have met with my most honoured and most devout lord the presbyter, we have rendered the salutation due, and we exhort your reverence, considering the magnitude of this righteous deed, even if much past time has been spent and the contentiousness of the adversaries grows worse and they remain incurably sick, at all events not to leave off contributing what lies in your power towards the correction of what has taken place. For the greater the difficulty, the greater and more lavish will be your recompense for these noble contests from the humane-loving God.
ΡΝΘʹ. Τοῖς αὐτοῖς.
Letter 159. To the same.
Οὐ μικρὰν ἔχομεν παραμυθίαν τῶν κατειληφότων τὰ ἐνταῦθα κακῶν, τῆς ὑμετέρας σπουδῆς τὸ μέγεθος. Ἱκανὰ μὲν γὰρ καὶ τὰ ἔμπροσθεν παρ' ὑμῶν γεγενημένα, ἡ ἀγρυπνία, καὶ ἡ σπουδή, καὶ ἡ τοσαύτη φροντίς, πολλὴν ἡμῖν παρασχεῖν τὴν παράκλησιν· ὃ δὲ νῦν προσεθήκατε, τὸ μακρὰν οὕτως ἀποδημίαν στείλασθαι, ὑπὲρ τῶν ταῖς Ἐκκλησίαις συμφερόντων, σφόδρα πάντας ἡμᾶς ἀναπνεῦσαι πεποίηκε. Καὶ κοινῇ πάντες ὑμῖν χάριτας ὁμολογοῦμεν πολλὰς ὑπὲρ τῶν τοσούτων πόνων, καὶ τῶν ἱδρώτων,
We hold no small consolation for the evils that have overtaken affairs here in the magnitude of your zeal. For even the things previously done by you—your sleepless watchfulness, your zeal, and so great care—were sufficient to afford us abundant consolation; and what you have now added, in setting out on so long a journey on behalf of the interests of the Churches, has caused all of us to breathe again exceedingly. And all of us in common confess many thanks to you on behalf of such great labours, and sweats,
PG 52:705Read from the page
καὶ τῶν καλῶν τούτων ἀγώνων, καὶ μακαρίζοντες ὑμᾶς οὐ διαλιμπάνομεν τῆς καλῆς ταύτης προθυμίας τε καὶ σπουδῆς. Διὸ καὶ τὸν κύριόν μου τὸν τιμιώτατην καὶ εὐλαβέστατον πρεσβύτερον παρεκαλέσαμεν δραμεῖν ἕως ὑμῶν. Δεξάμενοι τοίνυν αὐτὸν μετὰ τῆς ὑμῖν πρεπούσης φιλοφροσύνης, ἄξιον τοῖς προοιμίοις τὸ τέλος ἐπιθεῖναι παρακλήθητε. Εἰ γὰρ καὶ ἀνίατα νοσοῦσι τέως οἱ τοσούτους χειμῶνας καὶ πολέμους ταῖς Ἐκκλησίαις ἐργασάμενοι, τοσοῦτον ταλανίζειν μὲν ἐκείνους καὶ δακρύειν χρή, ὑμᾶς δὲ ἐκπλήττεσθαι καὶ ἀνακηρύττειν, ὅτι καὶ τῶν κακῶν αὐξομένων, μείζονα ἀεὶ προϊόντες τὴν ὑπὲρ τοῦ τὰ τοιαῦτα διορθῶσαι σπουδὴν ἐπιδείκνυσθε.
and of these noble contests, and we do not leave off calling you blessed for this noble readiness and zeal. Wherefore we have also exhorted my most honoured and most devout lord the presbyter to run all the way to you. Welcoming him, therefore, with the kindliness that befits you, be entreated to set upon your beginnings an ending worthy of them. For even if for the time being those who have wrought such great tempests and wars upon the Churches are incurably sick, so much the more ought one to count them wretched and weep for them, while marvelling at you and proclaiming you, because even as the evils grow worse, advancing ever further you display greater zeal on behalf of correcting such things.
ΡΞʹ. Ἐπισκόπῳ ἐλθόντι ἀπὸ Δύσεως.
Letter 160. To a bishop who came from the West.
Ὅταν ἐννοήσω τὸν ἱδρῶτα, ὃν ἵδρωσας, καὶ οἴκοι καθήμενος, καὶ μακρὰν οὕτω καὶ διαπόντιον ἀποδημίαν στειλάμενος, ὑπὲρ τῶν ταῖς Ἐκκλησίαις συμφερόντων πραγμάτων, καὶ πρὸ τοῦ τέλους σε στεφανῶν καὶ ἀνακηρύττων καὶ μακαρίζων οὐ παύομαι. Ἄν τε γὰρ γένηταί τι πλέον ἀπὸ τῆς ὑμετέρας σπουδῆς, δέσποτά μου τιμιώτατε, ἄν τε ἐπὶ τῆς αὐτῆς μένωσι φιλονεικίας οἱ τὰς ταραχὰς παρὰ τὴν ἀρχὴν ἐμβαλόντες, ἀνίατα νοσοῦντες, ὑμῖν ὁ μισθός ἐστιν ἀπηρτισμένος ἀπὸ τῆς γνώμης καὶ τοῦ τὰ παρ' ἑαυτῶν ἅπαντα εἰσενεγκεῖν. Διὰ τοῦτο ὑμᾶς μακαρίζομεν, θαυμάζομεν, χάριτας ὑμῖν ὁμολογοῦντες οὐ διαλιμπάνομεν. Καὶ ἐβουλόμεθα μὲν καὶ συνεχέστερον ἐπιστέλλειν· ἐπειδὴ δὲ τοῦτο ἡμᾶς παρείλετο ἡ τοῦ χωρίου τούτου, ἐν ᾧ καθείργμεθα, ἐρημία, νῦν ὅτε ἐπετύχομεν τοῦ κυρίου μου τοῦ τιμιωτάτου καὶ εὐλαβεστάτου πρεσβυτέρου, καὶ γράφομεν, καὶ τὴν ὀφειλομένην ὑμῖν ἀποδιδόαμεν πρόσρησιν. Γνώμῃ μὲν γὰρ καὶ διαθέσει πολλάκις ἐπεστάλκαμεν, χάρτῃ δὲ καὶ μέλανι πρῶτον νῦν, ἐπειδὴ καὶ νῦν πρῶτον τὸν πρὸς ὑμᾶς ἀφικνούμενον εὑρήκαμεν. Δεξάμενοι τοίνυν αὐτὸν ὡς ὑμῖν πρέπον ἐστί, καὶ τὴν προσήκουσαν περὶ αὐτὸν ἐπιδειξάμενοι ἀγάπην, δότε ἐντρυφῆσαι ὑμῶν τῇ διαθέσει. Οὐ γὰρ μικρὰν ἕξει τῆς τοσαύτης ταλαιπωρίας, τῆς κατὰ τὴν ὁδοιπορίαν, παραμυθίαν καὶ παράκλησιν, τὸ τῆς εὐνοίας ἀπολαῦσαι τῆς ὑμετέρας. Ὅτι γὰρ ὑπὲρ τοῦ ἐῤῥωμενεστάτῃ χρήσασθαι τῇ σπουδῇ τῶν ταῖς Ἐκκλησίαις ἕνεκεν συμφερόντων οὐδὲν δεήσεσθε τῆς ἑτέρων ὑπομνήσεως, ἐδείξατε διὰ τῶν πραγμάτων αὐτῶν.
Whenever I call to mind the sweat which you have sweated, both while dwelling at home and after setting out on so long a journey across the sea on behalf of affairs advantageous to the Churches, even before the end I do not cease crowning you, proclaiming you, and calling you blessed. For whether some further advantage comes from your zeal, my most honoured lord, or whether those who cast in the disturbances at the beginning remain in the same contentiousness, incurably sick, for you the reward is complete from your resolution and from your having contributed all that lay in your own power. On this account we call you blessed, we marvel, and we do not leave off confessing thanks to you. And we wished indeed to write more continually as well; yet since the wilderness of this place in which we are shut up has deprived us of this, now when we have met with my most honoured and most devout lord the presbyter, we both write and render to you the salutation due. For in mind and disposition we have written many times, but with paper and ink now for the first time, since now too for the first time we have found one coming to you. Welcoming him, therefore, as is fitting for you, and displaying towards him the befitting love, grant him to delight in your disposition. For he will find it no small solace and consolation for such great hardship along his journey to enjoy your goodwill. For that you will have no need of any reminder from others in order to employ the most vigorous zeal for the sake of the interests of the Churches, you have shown through your very deeds themselves.
ΡΞΑʹ. Πρεσβυτέροις Ῥωμαίοις ἐλθοῦσι μετὰ τῶν ἐπισκόπων.
Letter 161. To the Roman presbyters who came with the bishops.
Πολὺν ὑπομεμενήκατε πόνον, μακρὰν οὕτω καὶ διαπόντιον ἀποδημίαν στειλάμενοι, πολὺν τὸν ἱδρῶτα, ἀλλ' οὐχ ὑπὲρ τῶν βιωτικῶν καὶ ἐπικήρων πραγμάτων. ἀλλ' ὑπὲρ τῶν ταῖς Ἐκκλησίαις συμφερόντων, ὑπὲρ ὧν καὶ πολλῷ μείζονα τῶν πόνων λήψεσθε τὰ βραβεῖα παρὰ τοῦ φιλανθρώπου Θεοῦ. Οὐ μικρὰ τοίνυν καὶ ὑμῖν καὶ ἡμῖν ἔσται παράκλησις ὁ πόνος ὑμῶν καὶ ἡ σπουδή· ὑμῖν μέν, ὅτι ὑπὲρ εἰρήνης τοσούτων Ἐκκλησιῶν ὁ καλὸς οὗτος ὑμῖν ἀγών, καὶ
You have endured much labour in setting out on so long a journey across the sea, and much sweat—yet not on behalf of worldly and perishable affairs, but on behalf of the interests of the Churches, for which you will also receive prizes far greater than your labours from the humane-loving God. No small consolation, therefore, both to you and to us will your labour and your zeal be: to you, because this noble contest of yours is on behalf of the peace of so many Churches, and
Notes, col. 705

On the reading

Printed τιμιώτατην, for τιμιώτατον.

PG 52:706Read from the page
ἐπὶ πολλῷ μείζοσι στεφάνοις ἡ ἀντίδοσις· ἡμῖν δέ, ὅτι τοσαύτης παρ' ὑμῶν ἀπηλαύσαμεν ἀγάπης, καὶ παρὰ τῶν τοσούτων καὶ τηλικούτων ἀνδρῶν πολλῆς τετυχήκαμεν τῆς σπουδῆς, καὶ τῷ σώματι τοσοῦταν διῳκισμένους ὁδοῦ μῆκος τῇ τῆς ἀγάπης ἁλύσει ὑμῖν αὐτοῖς συνεδήσατε μετὰ παλλῆς τῆς ἀκριβείας. Διὰ ταῦτα χάριτας ὑμῖν ἴσμεν πολλάς, καὶ ἀνακηρύττοντες ὑμῶν τὴν πολλὴν εὔνοιαν οὐ παυόμεθα. Βοᾷ μὲν γὰρ αὐτὴν καὶ αὐτὴ τῶν πραγμάτων ἡ φωνή, οὐ διαλιμπάνομεν δὲ καὶ ἡμεῖς διὰ τῆς ἡμετέρας τοῦτο ἐργαζόμενοι γλώττης. Εἰ δὲ νῦν πρῶτον ὑμῖν ἐπεστάλκαμεν, οὐκ ἀπὸ τῆς ῥᾳθυμίας, ἀλλ' ἀπὸ τῆς τοῦ τόπου ἐρημίας τοῦτο πεπόνθαμεν. Νῦν γοῦν ἐπιλαβόμενοι τοῦ κυρίου τοῦ τιμιωτάτου καὶ εὐλαβεστάτου πρεσβυτέρου, διαβαίνοντος οἷ διάγετε, τήν τε ὀφειλομένην ὑμῖν ἀποδιδόαμεν πρόσρησιν, καὶ παρακαλοῦμεν ὑμᾶς μετὰ τῆς πρεπούσης ὑμῖν ἀγάπης αὐτὸν ὑποδέξασθαι, καὶ ἐπανιόντος, τὰ περὶ τῆς ὑγείας ἡμῖν δηλῶσαι τῆς ὑμετέρας, περὶ ἧς σφόδρα περισπούδαστον ἡμῖν μανθάνειν. Ὑπὲρ δὲ τοῦ τὴν προσήκουσαν σπουδὴν ἐπιδείξασθαι εἰς τὴν τοῦ πράγματος ὑπόθεσιν, εἰς ἣν ἐστε ἀφιγμένοι, οὐδὲν οἶμαι δεῖσθαι τὴν εὐλάβειαν ὑμῶν τῆς ἑτέρωθεν ὑπομνήσεως· καὶ τοῦτο δῆλον πεποιήκατε διὰ τῆς σπουδῆς, ἣν διὰ παντὸς ἐπεδείξασθε τοῦ χρόνου.
your recompense rests upon far greater crowns; and to us, because we have enjoyed so great love from you, and have met with abundant zeal from men so many and so great, and though we are sundered in body by so great a length of road, you have bound us fast to yourselves by the chain of love with great exactness. On account of these things we owe you many thanks, and do not cease proclaiming your abundant goodwill. For the very voice of events themselves cries it aloud, and we too do not leave off accomplishing this through our own tongue. And if we have written to you now for the first time, we have suffered this not from sloth, but from the wilderness of the place. Now at all events, having laid hold of my most honoured and most devout lord the presbyter as he crosses over whither you dwell, we both render to you the salutation due and exhort you to welcome him with the love that befits you, and when he returns, to make known to us the news concerning your health, which we are exceedingly eager to learn. And as for displaying the befitting zeal towards the matter in hand for which you have arrived, I think your reverence has no need of any reminder from another quarter; and this you have made plain through the zeal which you have displayed throughout all the time.
ΡΞΒʹ. Ἀνυσίῳ ἐπισκόπῳ Θεσσαλονίκης.
Letter 162. To Anysius, bishop of Thessalonica.
Ὀψὲ μὲν καὶ βραδέως ἐπεστάλκαμέν σου τῇ ἀγάπῃ· ἀλλ' οὐχ ἑκουσίως ἡμῶν ἡ μακρὰ αὕτη σιγὴ γέγονεν, ἀλλὰ διὰ τὴν τοῦ χωρίου ἐρημίαν, ἐν ᾧ καθείργμεθα, οὐ διὰ τὴν ῥᾳθυμίαν τὴν περὶ τὴν ὑμετέραν ἀγάπην. Νῦν γοῦν ἐπιλαβόμενοι τοῦ κυρίου μαυ τοῦ τιμιωτάτου καὶ εὐλαβεστάτου πρεσβυτέρου, τὴν πάλαι ὀφειλομένην ἀποδεδώκαμεν πρόσρησιν τῇ τιμιότητί σου, χάριτας πολλὰς ὁμολογοῦντές σου τῇ εὐλαβείᾳ ὑπὲρ τῆς ἐνστάσεως, καὶ τῆς ἀνδρείας τῆς ὑπὲρ τῶν Ἐκκλησιῶν. Δεξάμενος τοίνυν αὐτόν, δέσποτά μου τιμιώτατε, ὥς σοι πρέπον ἐστί, καὶ τὴν προσήκουσαν περὶ αὐτὸν φιλοφροσύνην ἐπιδειξάμενος, μὴ ἀποκάμῃς τὰ συντελοῦντα τῇ κοινῇ διορθώσει τῶν Ἐκκλησιῶν ποιῶν καὶ πραγματευόμενος. Οἶσθα γὰρ τοῦ κατορθώματος τὸ μέγεθος, καὶ ὑπὲρ ὅσων Ἐκκλησιῶν τὸν καλὸν τοῦτον ἀγῶνα ἀνεδέξασθε, καὶ ὅσοι ὑπὲρ τῆς κοινῆς εἰρήνης πονησαμένοις ὑμῖν ἀπόκεινται παρὰ τῷ φιλανθρώπῳ Θεῷ οἱ στέφανοι.
Late indeed and tardily have we written to your love; yet this long silence of ours has come about not willingly, but on account of the wilderness of the place in which we are shut up, not on account of sloth towards your love. Now at all events, having laid hold of my most honoured and most devout lord the presbyter, we have rendered to your honour the salutation owed long ago, confessing many thanks to your reverence on behalf of your firmness and your courage on behalf of the Churches. Welcoming him, therefore, my most honoured lord, as is fitting for you, and displaying towards him the befitting kindliness, do not grow weary in doing and prosecuting the things that conduce to the common correction of the Churches. For you know the magnitude of this righteous deed, and on behalf of how many Churches you took upon yourselves this noble contest, and how many crowns are laid up with the humane-loving God for you who have toiled on behalf of the common peace.
ΡΞΓʹ. Ἀνυσίῳ, Νουμερίῳ, Θεοδοσίῳ, Εὐτροπίῳ, Εὐσταθίῳ, Μαρκέλλῳ, Εὐσεβίῳ, Μαξιμιανῷ, Εὐγενίῳ, Γεροντίῳ, καὶ Θύρσῳ, καὶ πᾶσι τοῖς κατὰ Μακεδονίαν ὀρθοδόξοις ἐπισκόποις.
Letter 163. To Anysius, Numerius, Theodosius, Eutropius, Eustathius, Marcellus, Eusebius, Maximian, Eugenius, Gerontius, and Thyrsus, and to all the orthodox bishops throughout Macedonia.
Πολλὴ μὲν ὑμῶν τῆς ἀγάπης καὶ ἡ ἔμπροσθεν σπουδή, καὶ χάριτας ὑπὲρ τούτων ὁμολογοῦμεν, ὅτι ἐν οὕτω χρόνῳ μακρῷ ἔστητε μετὰ τῆς προσηκούσης ὑμῖν ἀνδρείας, μηδενὶ εἴκοντες τῶν συναρπάζειν ἐπιχειρούντων· παρακαλοῦμεν δὲ καὶ τὸ τέλος ἐπιθεῖναι οἷον προσῆκόν ἐστιν. Ὅσῳ γὰρ πλείονα τὰ τῶν καμάτων ὑμῖν, μείζονα καὶ τὰ τῶν ἀντιδόσεων ἔσται,
Great indeed was the former zeal of your love as well, and we confess thanks for these things, because over so long a time you stood fast with the courage that befits you, yielding to none of those who attempt to carry you away; and we exhort you also to set upon it such an ending as is befitting. For the more numerous your toils, the greater also will be your recompenses,
Notes, col. 706

On the reading

Printed τοσοῦταν, for τοσοῦτον.

Printed παλλῆς, for πολλῆς.

Printed μαυ, for μου.