Migne Reading Room

PG 52 · cols. 652–657 · Read from the page

Fifteen little works on the Constantinopolitan disturbances, and on those things which regard either exile of Chrysostom

Fifteen little works on the Constantinopolitan disturbances, and on those things which regard either exile of Chrysostom

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 52:652Read from the page
ἐπιστέλλομεν τὰ καθ' ἡμᾶς δηλοῦντες, ὅτι τε ὑγιαίνομεν, καὶ ἐν ἡσυχίᾳ καὶ ἀπραγμοσύνῃ διάγομεν. Ἴσμεν γὰρ ὅτι χαριούμεθα ταῦτα ὑμῖν ἀπαγγέλλοντες. Καὶ τὰ παρ' ὑμῶν αἰτοῦμεν γράμματα τὰ αὐτὰ ἡμῖν εὐαγγέλια κομίζοντα. Μὴ δὴ κατοκνεῖτε γράφειν ἡμῖν συνεχῶς, καὶ τὰ περὶ τῆς ὑγείας ὑμῶν εὐαγγελίζεσθαι. Οὕτω γὰρ τὰ μέγιστα καὶ ἐν ἀλλοτρίᾳ διατρίβουσι χαριεῖσθε ταῦτα ἐπιστέλλοντες, ἅπερ συνεχῶς ἐπιθυμοῦμεν μαθεῖν.
we write making known our affairs, both that we are in good health and that we pass our days in quiet and freedom from trouble; for we know that we shall gratify you in reporting these things. And we ask for letters from you bringing us the same good tidings. Do not shrink, then, from writing to us continually and bringing us the good news of your health; for thus you will grant the greatest favour to us even as we sojourn in a foreign land, by sending word of these things which we continually desire to learn.
ΠΓʹ. Λεοντίῳ.
LXXXIII. To Leontius.
Τῆς μὲν πόλεως ὑμῶν ἀπηλάθημεν, τῆς δὲ ἀγάπης σου οὐκ ἀπεληλάμεθα. Τὸ μὲν γὰρ ἐφ' ἑτέροις ἔκειτο, τὸ μένειν αὐτόθι ἢ ἐκβάλλεσθαι· τὸ δὲ, ἐφ' ἡμῖν. Διὸ οὐδεὶς ἡμᾶς αὐτὸ ἀφελέσθαι δυνήσεται, ἀλλ' ὅπουπερ ἂν ἀπίωμεν, πανταχοῦ περιφέρομέν σου τὸ μέλι τῆς ἀγάπης, καὶ ἐντρυφῶμεν τῇ μνήμῃ τῆς εὐγενείας τῆς σῆς, τὸν ἔρωτά σου τὸν περὶ ἡμᾶς, τὴν σπουδὴν, τὴν σύνεσιν, τὴν φιλοφροσύνην, τὴν φιλοξενίαν, τὰ ἄλλα πάντα συντιθέντες, καὶ τὴν εἰκόνα διαπλάττοντες τῆς σῆς ἀρετῆς. Ἐπεὶ οὖν οὕτως ἡμᾶς εἷλες καὶ ἐχειρώσω, ὡς καὶ τῆς παρουσίας σου σφόδρα ἐπιθυμεῖν, τοῦτο δὲ οὐκ ἔνι γενέσθαι νῦν, τὴν ἀπὸ τῶν γραμμάτων πάρεχε παραμυθίαν ἡμῖν. Δυνήσῃ γὰρ τῇ πυκνότητι τῶν ἐπιστολῶν σοφίσασθαι τὴν ἐκ τῆς παρουσίας ἡδονὴν τοσαύτῃ κεκοσμημένος συνέσει.
From your city indeed we were driven out, yet from your love we have not been driven out. For the one—to remain there or to be cast out—lay with others, whereas the other lay with us. Wherefore no one will be able to strip us of it, but wherever we may depart, everywhere we carry about the honey of your love and revel in the memory of your nobility, putting together your love for us, your zeal, your prudence, your courtesy, your hospitality, and all your other qualities, and fashioning the image of your virtue. Since, then, you have thus captivated and vanquished us so that we earnestly long for your presence as well, and this cannot come to pass now, afford us the consolation that comes from letters; for adorned as you are with such great prudence, you will be able by the frequency of your letters to contrive the pleasure of your presence.
ΠΔʹ. Φαυστίνῳ.
LXXXIV. To Faustinus.
Ἀφικόμεθα εἰς τὴν Κουκουσὸν ὑγιαίνοντες (ἐντεῦθεν γὰρ προοιμιάσομαι, ὅθεν καὶ αὐτὸς ἐπιθυμεῖς ἀρχομένης ἀκοῦσαι τῆς ἐπιστολῆς), καὶ εὑρήκαμεν χωρίον θορύβων καθαρὸν, καὶ πολλῆς μὲν ἀπραγμοσύνης, πολλῆς δὲ γέμον ἡσυχίας, καὶ οὐδένα τὸν ἐνοχλοῦντα οὐδὲ ἀπελαύνοντα ἔχον. Καὶ τί θαυμαστὸν εἰ ἐν τῇ πόλει τοῦτο, ὅπουγε τὴν ἐρημοτάτην ὁδὸν καὶ ἐπισφαλῆ καὶ ὕποπτον, τὴν ἐκεῖθεν ἐνταῦθα φέρουσαν ἀδεῶς καὶ ἀπραγμόνως διήλθομεν, πλείονος ἀπολαύσαντες ἀσφαλείας ἢ ἐν ταῖς εὐνομουμέναις τῶν πόλεων ; Τούτων τοίνυν ἡμῖν τῶν εὐαγγελίων δίδου τὸν μισθὸν, συνεχῶς ἡμῖν ἐπιστέλλων περὶ τῆς ὑγείας τῆς σῆς. Καὶ γὰρ ἐν ἡσυχίᾳ πολλῇ διάγοντες ἐνταῦθα διηνεκῶς ἀναπλάττομέν σου τῆς διανοίας τὸ εὐγενὲς, τὸ ἐλευθέριον, τὸ μισοπόνηρον, τὸ πεπαῤῥησιασμένον, ἅπαντα τῶν ἀρετῶν σου τὸν λειμῶνα, καὶ ἐντρυφῶμεν τῇ μνήμῃ, ὅπουπερ ἂν
We have arrived at Cucusus in good health (for I shall make my opening from the very point with which you yourself desire to hear the letter begin), and we have found a place clear of tumults, full of great freedom from trouble and of great quiet, having no one to annoy us or drive us out. And what wonder if this is so in the city, seeing that we passed fearlessly and without trouble along the most desolate, perilous, and suspected road leading from there to this place, enjoying greater security than in well-governed cities? Pay us the reward, then, for these good tidings, writing to us continually concerning your health. For passing our days here in great quiet, we unceasingly fashion afresh in mind the nobility of your soul, its liberality, its hatred of wickedness, its outspoken boldness, the whole meadow of your virtues, and revel in your memory, wherever
PG 52:653Read from the page
ἀπίωμεν πανταχοῦ σε περιφέροντες, καὶ μεθ' ὑπερβολῆς ἐκκαιόμενοι τῷ φίλτρῳ τῷ περὶ σέ. Διὸ καὶ ἐπιθυμοῦμεν καὶ ἐνταῦθά σε παραγενόμενον ἰδεῖν. Ἐπεὶ δὲ τοῦτο ἐργῶδες, ἐπὶ τὸν δεύτερον ἐρχόμεθα πλοῦν, καὶ τὴν διὰ τῶν γραμμάτων αἰτοῦμεν παράκλησιν. Καὶ γὰρ μεγίστη παραψυχὴ ἡμῖν ἔσται τὸ συνεχῶς δέξασθαι ἐπιστολὰς εὐαγγελιζομένας ἡμῖν περὶ τῆς ὑγείας τῆς σῆς.
we may depart carrying you about everywhere, and burning exceedingly with fondness for you. Wherefore we desire also to see you come hither; yet since this is difficult, we betake ourselves to the second sailing and ask for the consolation that comes through letters. For it will be the greatest solace to us to receive letters continually bringing us good tidings of your health.
ΠΕʹ. Λουκίῳ ἐπισκόπῳ.
LXXXV. To Bishop Lucius.
Εἰ καὶ πολλῷ τῷ μέσῳ τῆς ὁδοῦ διεστήκαμεν τῆς εὐλαβείας τῆς σῆς, ἀλλ' ὅμως οὐκ ἔλαθεν ἡμᾶς τὸ μισοπόνηρόν σου τῆς γνώμης, καὶ πῶς ἤλγησας ἐπὶ τοῖς τηλικαῦτα παρανομήσασι καὶ τοσούτων σκανδάλων ἐμπλήσασι τὴν οἰκουμένην. Διὰ τοῦτό σοι χάριτας ὁμολογοῦμεν, καὶ θαυμάζοντές σε καὶ μακαρίζοντες οὐ παυόμεθα, ὅτι ἐν τοσούτῳ κακῶν φορυτῷ, τοσούτων κατὰ κρημνῶν φερομένων καὶ σκοπέλων, αὐτὸς τὴν ὀρθὴν ὁδὸν οὐκ ἐπαύσω βαδίζων, αἰτιώμενός τε τὰ γεγενημένα, ἀποστρεφόμενός τε τοὺς ἐργασαμένους, ὥς σοι πρέπον ἐστίν. Διὸ δὴ καὶ παρακαλοῦμεν ἐπιμεῖναι τῇ καλῇ ταύτῃ προθυμίᾳ, καὶ μείζονα ἐπιδείξασθαι τὸν ζῆλον. Οἶσθα γὰρ ἡλίκος ὑμῖν ἔσται ὁ μισθὸς, οἷα τὰ βραβεῖα, πηλίκοι οἱ στέφανοι, ὅταν τοσούτων ὄντων τῶν ταραττόντων αὐτοὶ τὴν ἐναντίαν φέρησθε, μεγίστην τοῖς παροῦσι κακοῖς ἐντεῦθεν διδόντες τὴν διόρθωσιν. Ὅτι γὰρ, εἰ βουληθείητε στῆναι γενναίως, κἂν ὀλίγοι τὸν ἀριθμὸν ἦτε, περιέσεσθε τῶν πλειόνων τῶν ἐπὶ κακίᾳ καλλωπιζομένων, οὐδεὶς ἀντερεῖ. Ἀρετῆς γὰρ ἰσχυρότερον οὐδὲν, καὶ τοῦ ταῦτα ζητεῖν ἃ τειχίζει τὰς Ἐκκλησίας. Ἔχοντες τοίνυν τὴν γνώμην ἀρκοῦσαν ὑμῖν εἰς τὸ πολλὴν παρὰ Θεοῦ ῥοπὴν ἐπισπάσασθαι, τὰ παρ' ἑαυτῶν εἰσενεγκεῖν παρακλήθητε, τεῖχος μέγιστον ταῖς πανταχοῦ τῆς οἰκουμένης Ἐκκλησίαις διὰ τῆς γνώμης ταύτης γινόμενοι.
Even though we are separated from your Piety by a great interval of road, yet your soul's hatred of wickedness did not escape us, nor how deeply you grieved over those who committed such great lawlessness and filled the inhabited world with so many scandals. Therefore we give thanks to you, and never cease admiring you and calling you blessed, because amidst so great a heap of evils, while so many are rushing headlong down crags and reefs, you yourself did not cease walking the straight path, both censuring what has been done and turning away from those who wrought it, as is fitting for you. Wherefore we exhort you also to abide in this noble readiness and to display greater zeal. For you know how great will be your reward, what prizes, how great the crowns, when amidst so many troublers you yourselves hold the opposite course, affording thereby the greatest remedy for the present ills. For no one will gainsay that if you resolve to stand nobly, even though you be few in number, you will prevail over the many who pride themselves on malice; for nothing is stronger than virtue and seeking those things which fortify the Churches. Since you hold a resolve sufficient for you to draw down great aid from God, be exhorted to contribute your own part, becoming through this resolve a most mighty wall for the Churches throughout the inhabited world.
ΠϚʹ. Μάρῃ ἐπισκόπῳ.
LXXXVI. To Bishop Maris.
Καὶ ἡνίκα προοίμια εἶχεν ὁ χειμὼν ὁ τὴν Ἐκκλησίαν διασαλεύσας, οὐκ ἔλαθεν ἡμᾶς τὸ ὀρθὸν καὶ ἀπερίτρεπτόν σου τῆς γνώμης· καὶ νῦν ὅτε ηὐξήθη τὰ κακὰ, ἔγνωμεν πάλιν τὴν εὐλάβειαν τὴν σὴν τοῖς αὐτοῖς ἐπιμένουσαν. Διὸ καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος καὶ τὴν ὀφειλομένην ἀποδιδόαμεν πρόσρησιν, καὶ μακαρίζομεν καὶ θαυμάζομεν, ὅτι, τῶν πλειόνων ἑαυτοὺς κατακρημνισάντων, οἷς εἰς τὰς Ἐκκλησίας παρηνόμησαν, αὐτὸς τὴν ἐναντίαν τοῖς ἄλλοις ἦλθες ὁδὸν, τούς τε ταῦτα τολμήσαντας ἀποστρεφόμενος, καὶ ἐπὶ τῆς σοὶ πρεπούσης μένων ἐλευθερίας. Ἐννοῶν τοίνυν ἡλίκον τοῦ κατορθώματος τούτου τὸ μέγεθος καὶ τὸ μὴ συναπαχθῆναι τοῖς πονηρευομένοις, καὶ ὅτι ὁδὸς ἔσται καὶ προοίμια τῆς τῶν κακῶν διορθώσεως ἡ ἀπερίτρεπτος ὑμῶν αὕτη γνώμη καὶ ἀκλινὴς, αὐτός τε ὥς σοι πρέπον ἐστὶν στῆναι γενναίως παρακλήθητι, τούς τε ἄλλους οὓς ἂν οἷός τε ᾖς ἀλείφειν. Οὕτω γὰρ ἀρκέσει εις συμμαχίαν ὑμῖν αὕτη ἡ πρόθεσις, τοῦ Θεοῦ τὴν γνώμην ὑμῶν ἀποδε-
Both when the tempest that shook the Church had its beginnings, the uprightness and steadfastness of your resolve did not escape us; and now, when the evils have grown, we have learned once more that your Piety abides in the same principles. Wherefore, sitting even at so great a distance, we both render our due greeting and call you blessed and marvel that, when the many hurled themselves down a precipice by their lawless deeds against the Churches, you yourself went the opposite way from the rest, turning away from those who dared these things and abiding in the freedom that befits you. Considering, then, how great is the magnitude of this achievement and of not being swept away with wicked doers, and that this unshakable and unswerving resolve of yours will be a way and prelude to the remedy of the ills, be exhorted both to stand nobly yourself, as befits you, and to brace all others whom you are able. For thus this purpose will suffice you for alliance, God accep-
Notes, col. 653

On the reading

Printed εις συμμαχίαν, for εἰς συμμαχίαν.

PG 52:654Read from the page
χομένου τὴν ἐν τοσαύτῃ συγχύσει τὰ ὀρθὰ ἑλομένην, καὶ τὴν παρ' ἑαυτοῦ παρέχοντος ῥοπήν.
ting your resolve, which has chosen what is right amidst such great confusion, and affording His own aid.
ΠΖʹ. Εὐλογίῳ ἐπισκόπῳ.
LXXXVII. To Bishop Eulogius.
Ἡμεῖς κἂν πρὸς αὐτὰς ἀφικώμεθα τῆς οἰκουμένης τὰς ἐσχατιὰς, ἐπιλαθέσθαι σου τῆς ἀγάπης οὐ δυνάμεθα, ἀλλὰ πανταχοῦ περιφέροντες ἄπιμεν· οὕτως ἡμᾶς εἷλες καὶ ἐχειρώσω, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, ἐπεὶ καὶ νῦν ἐν Κουκουσῷ καθήμενοι, τῷ πάσης τῆς καθ' ἡμᾶς οἰκουμένης ἐρημοτάτῳ χωρίῳ, οὐ παυόμεθα διηνεκῶς τὴν χρηστότητα, τὴν γλυκύτητα, τὴν τῶν τρόπων ἐπιείκειαν, τὸ γνήσιον τῆς διαθέσεως, τὸ πεπυρωμένον, τὸ σφοδρὸν, τὸν ζῆλον τὸν φλογὸς σφοδρότερον, τὴν ἄλλην ἅπασάν σου ἀρετὴν ἀναλογιζόμενοι, καὶ τῶν λογισμῶν τούτων τῇ μνήμῃ ἐντρυφῶντες, καὶ πρὸς ἅπαντας ἀνακηρύττοντες τὸ στεῤῥὸν τῆς γνώμης, τὸ ἀπερίτρεπτον, ὅπερ ἐπεδείξω πρὸς τοὺς πολεμήσαντας ταῖς Ἐκκλησίαις καὶ τοσούτων σκανδάλων τὴν οἰκουμένην ἐμπλήσαντας· εἰ καὶ τὰ μάλιστα τοῦτο οὐ δεῖται τῆς ἡμετέρας γλώττης· σάλπιγγος γὰρ λαμπρότερον αὐτὸς πᾶσι τοῖς κατὰ τὴν ἀνατολὴν καὶ ποῤῥωτάτω οὖσι διὰ τῶν ἔργων αὐτῶν ἀνεβόησας. Ὑπὲρ τούτων χάριτας ὁμολογοῦμεν, μακαρίζομεν, θαυμάζομεν καὶ παρακαλοῦμεν τὸν αὐτὸν παραμεῖναι ζῆλον ἐπιδεικνύμενον. Οὐδὲ γὰρ ἴσον ἐστὶ, κατὰ ῥοῦν τῶν πραγμάτων φερομένων, ὀρθότητα ἐπιδείκνυσθαι, καὶ πολλῶν ὄντων τῶν ἐπιχειρούντων καταλῦσαι τὰς Ἐκκλησίας μηδὲν ἐκεῖθεν παραλογίζεσθαι, ἀλλὰ μένειν ἀκλινῆ, τούτους ἀποστρεφόμενον μετὰ τῆς προσηκούσης ἀνδρείας. Οὐ γὰρ μικρὰ αὕτη, ἀλλὰ καὶ σφόδρα μεγίστη τῶν κακῶν διόρθωσις. Ὅτι δὲ τῆς σῆς εὐλαβείας οὕτω διακειμένης πάντες οι κατὰ την Παλαιστίνην κύριοί μου τιμιώτατοι καὶ εὐλαβέστατοι ἐπίσκοποι ἕψονταί σου τοῖς ἴχνεσιν, οὐδὲν οἶμαι δεῖν ἀμφιβάλλειν. Οἶδα γὰρ σαφῶς ὅτι ἐν τοῖς τοιούτοις κατορθώμασιν ὥσπερ σῶμα συνεχὲς κεφαλῇ, οὕτως αὐτοὺς τῇ γλυκύτητί σου τῆς ἀγάπης συνῆψας καὶ συνδεδέσθαι παρεσκεύασας, ὅπερ καὶ τοῦτο μέγιστον δεῖγμα τῆς σῆς ἀρετῆς.
Even should we arrive at the very ends of the inhabited world, we cannot forget your love, but go on our way carrying it about everywhere—so thoroughly have you captivated and vanquished us, my most honoured and most devout lord, since even now as we sit in Cucusus, the most desolate place in all our inhabited world, we never cease unceasingly reckoning up your kindness, your sweetness, the gentleness of your manners, the genuineness of your affection, its fiery warmth, its vehemence, your zeal fiercer than flame, and all the rest of your virtue, revelling in the memory of these thoughts, and proclaiming to all the firmness and unshakableness of resolve which you displayed towards those who warred against the Churches and filled the inhabited world with so many scandals—even though this stands in no need at all of our tongue, since clearer than a trumpet you yourself cried it aloud through your very deeds to all who are in the East and most far off. On behalf of these things we give thanks, call you blessed, marvel, and exhort you to abide displaying the same zeal. For it is not an equal thing to display uprightness when affairs run with the stream, and, when there are many attempting to overthrow the Churches, to be in no way beguiled thereby, but to remain unswerving, turning away from them with befitting courage; for this is no small remedy of the ills, nay, the very greatest. And that, while your Piety is thus disposed, all my most honoured and most devout lords the bishops throughout Palestine will follow in your footsteps, I think there is no need to doubt; for I know clearly that in such noble deeds, just as a body cleaving to its head, so you have united them by the sweetness of your love and caused them to be bound fast together, which itself too is a very great proof of your virtue.
ΠΗʹ. Ἰωάννῃ ἐπισκόπῳ Ἱεροσολύμων.
LXXXVIII. To John, Bishop of Jerusalem.
Ἀπῳκίσθημεν εἰς την Κουκουσὸν, τῆς δὲ ἀγάπης τῆς ὑμετέρας οὐ μετῳκίσθημεν. Τὸ μὲν γὰρ ἐφ' ἑτέροις ἔκειτο, τοῦτο δὲ ἐφ' ἡμῖν. Διὸ δὴ ἐνταῦθα διατρίβοντες καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος, καὶ ἐπιστέλλομεν, καὶ παρακαλοῦμεν ὑμῶν τὴν εὐλάβειαν, τὴν ἀνδρείαν ἣν ἐξ ἀρχῆς ἐπεδείξασθε ἀποστραφέντες τοὺς τὰς Ἐκκλησίας τοσούτων θορύβων ἐμπλήσαντας, ταύτην καὶ νῦν διατηρεῖν, καὶ ἄξιον τῶν προοιμίων, μᾶλλον δὲ καὶ πολλῷ λαμπρότερον πρασθεῖναι τὸ τέλος. Οὐ γὰρ μικρὸς ἐντεῦθεν ὑμῖν κείσεται ὁ μισθὸς, ὅταν τοὺς τοσοῦτον χειμῶνα ἐργασαμένους, καὶ τὴν οἰκουμένην σχεδὸν ἅπασαν τοσούτων ἐμπλήσαντας σκανδάλων, ὡς προσῆκόν ἐστιν ἀποστρέφησθε, καὶ μηδὲν κοινὸν ἔχητε πρὸς αὐτούς. Τοῦτο ἀσφάλεια τῶν Ἐκκλησιῶν, τοῦτο τεῖχος, τοῦτο ὑμέτεροι στέφανοι καὶ βραβεῖα. Ταῦτ' οὖν εἰδὼς, δέ-
We have been banished to Cucusus, yet from your love we have not been removed; for the one lay with others, whereas this lay with us. Wherefore, sojourning here and sitting at so great a distance, we both write and exhort your Piety to preserve now too that courage which you displayed from the beginning in turning away from those who filled the Churches with so many tumults, and to add an end worthy of your beginnings, or rather far more splendid still. For no small reward will be laid up for you from thence, when you turn away, as is fitting, from those who wrought so great a tempest and filled almost the whole inhabited world with so many scandals, and have nothing in common with them. This is the security of the Churches, this is their wall, this is your crowns and prizes. Knowing these things, then, my
Notes, col. 654

On the reading

Printed οι κατὰ, for οἱ κατὰ.

Printed κατὰ την, for κατὰ τὴν.

Printed εἰς την, for εἰς τὴν.

Printed πρασθεῖναι, for προσθεῖναι.

PG 52:655Read from the page
σποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, τάς τε Ἐκκλησίας ἀσφαλίζου, τὴν τούτῳ τῷ τρόπῳ μεγίστην ἐντεῦθεν προσδοκῶν ἀντίδοσιν, ἡμῶν τε τῶν σφόδρα ἀγαπώντων τὴν σὴν εὐλάβειαν, καὶ ἐκκρεμαμένων σου τῆς διαθέσεως, διηνεκῶς μέμνησο. Ἴσμεν γὰρ ὅσην περὶ ἡμᾶς ἀγάπην ἐπιδείκνυσαι, διὰ τῶν πραγμάτων αὐτῶν μαθόντες.
most honoured and most devout lord, safeguard the Churches in this way, expecting the greatest recompense therefrom, and remember us continually, who love your Piety earnestly and cling to your affection; for we know how great a love you display towards us, having learned it from your very deeds.
ΠΘʹ. Θεοδοσίῳ ἐπισκόπῳ Σκυθοπόλεως.
LXXXIX. To Theodosius, Bishop of Scythopolis.
Τῷ μὲν τόπῳ μακρὰν ὑμῶν διεστήκαμεν, τῇ δὲ ἀγάπῃ ἐγγὺς ὑμῶν ἐσμεν καὶ πλησίον, καὶ αὐτῇ συνδεδέμεθα ὑμῶν τῇ ψυχῇ. Τοιοῦτον γὰρ τὸ φιλεῖν· οὐ κωλύεται τόπῳ, οὐ διείργεται ὁδοῦ μήκει, ἀλλὰ πᾶσαν ῥᾳδίως περιίπταται τὴν οἰκουμένην, καὶ συγγίνεται τοῖς ἀγαπωμένοις. Ὃ δὴ καὶ ἡμεῖς ποιοῦμεν νῦν, ἐν διανοίᾳ ὑμᾶς περιφέροντες. Καὶ παρακαλοῦμεν ὑμᾶς, καθάπερ καὶ ἔμπροσθεν ἐποιήσατε, κοσμοῦντές τε ἑαυτοὺς, καὶ τὰς Ἐκκλησίας ἀσφαλιζόμενοι, οὕτω καὶ νῦν ποιήσατε, καὶ τοὺς τοσαύτας ταραχὰς ἐμβαλόντας εις την οἰκουμένην ἅπασαν, καὶ τὰς Ἐκκλησίας διαταράξαντας ἀποστρέφεσθε μετὰ τῆς προσηκούσης ὑμῖν ἀνδρείας. Τοῦτο γὰρ ἀρχὴ τῆς λύσεως τοῦ χειμῶνος, τοῦτο ἀσφάλεια ταῖς Ἐκκλησίαις, τοῦτο τῶν κακῶν διόρθωσις, ὅταν τοὺς τὰ τοιαῦτα πονηρευσαμένους ὑμεῖς οἱ ὑγιαίνοντες ἀποστρέφησθε, καὶ μηδὲν κοινὸν ἔχητε πρὸς αὐτούς. Ἐννοῶν τοίνυν τοῦ πράγματος τὴν ἀντίδοσιν, καὶ τοὺς ἐντεῦθεν κειμένους στεφάνους, τὴν προσήκουσαν ἀνδρείαν ἐπιδείξασθαι παρακλήθητι εἰς τοῦτο αὐτὸ, καὶ ἡμῶν τῶν ἀγαπώντων σε μεμνῆσθαι διηνεκῶς, τὰ μέγιστα ἡμῖν χαριζόμενος.
In place indeed we are far separated from you, yet in love we are near you and close by, and bound fast to your very soul. For such a thing is love: it is not hindered by place, it is not parted by length of road, but easily flies round the whole inhabited world and unites with those who are loved. Which very thing we too do now, carrying you about in mind. And we exhort you: just as you did before, adorning yourselves and safeguarding the Churches, so do now also, and turn away with the courage that befits you from those who cast such great tumults into the whole inhabited world and threw the Churches into confusion. For this is the beginning of the dispelling of the tempest, this is security for the Churches, this is the remedy of the ills, when you who are sound turn away from those who have wrought such wickedness and have nothing in common with them. Considering, then, the recompense of the matter and the crowns laid up therefrom, be exhorted to display befitting courage towards this very end, and to remember us continually who love you, granting us the greatest favour.
Ϟʹ. Μωϋσῇ ἐπισκόπῳ.
XC. To Bishop Moses.
Οἶμαι μὲν μηδὲ γραμμάτων σε δεῖσθαι τῶν ἡμετέρων εἰς τὸ τὴν προσήκουσαν ἀνδρείαν ἐπιδείξασθαι, καὶ ἀποστραφῆναι τοὺς τοσαῦτα κακὰ ἐργασαμένους ταῖς Ἐκκλησίαις, καὶ την οἰκουμένην ταραχῶν ἐμπλήσαντας· διὰ γὰρ ὧν ἐποίησας, ἐδήλωσας. Ἀλλ' ἐπειδὴ συνεχῶς, καὶ δι' ἑκάστης προφάσεως προσφθέγγεσθαί σου τὴν εὐλάβειαν ἐμοὶ περισπούδαστον, καὶ νῦν τὰ αὐτὰ παρακαλῶ, ὥστε αὐτόν τε τῇ προσηκούσῃ ἀνδρείᾳ χρήσασθαι εἰς τὸ ἀποστρέφεσθαι ἐκείνους, τούς τε ἄλλους ἅπαντας εἰς τοῦτο ἀλείφειν. Οὐ γὰρ μικρὸς ὑμῖν κείσεται ὁ μισθὸς, εἰ τοὺς χειμῶνα τοσοῦτον ἀνάψαντας, καὶ τὸ πᾶν ἐμπλήσαντας μυρίων σκανδάλων, μέλλοιτε ἀποστρέφεσθαι ὡς προσῆκόν ἐστι. Καὶ γὰρ μεγίστην ἐντεῦθεν τὰ πράγματα λήψεται διόρθωσιν. Καὶ ἡμῶν δὲ τῶν ἀγαπώντων σε σφόδρα διηνεκῶς μεμνῆσθαι παρακαλοῦμεν. Οἶσθα γὰρ ὅπως διετέθημέν τε καὶ διακείμεθα ἀεὶ περὶ τὴν σὴν εὐλάβειαν.
I think indeed that you have no need at all of our letters in order to display befitting courage and to turn away from those who have wrought such great evils against the Churches and filled the inhabited world with tumults; for by what you have done you have made it plain. Yet since to address your Piety continually and on every occasion is most dearly cherished by me, now too I make the same exhortation, that you both use befitting courage yourself in turning away from them and brace all others towards this end. For no small reward will be laid up for you if, as is fitting, you turn away from those who kindled so great a tempest and filled the whole world with ten thousand scandals; for affairs will receive the greatest remedy therefrom. And we exhort you also to remember us continually who love you earnestly; for you know how we have been and always are disposed towards your Piety.
ϞΑʹ. Ῥωμανῷ πρεσβυτέρῳ.
XCI. To Romanus the Presbyter.
Καὶ τοῦτο σὸν, καὶ τῆς μεγάλης σου καὶ ὑψηλῆς καὶ φιλοσόφου γνώμης, τὸ μηδὲ ἐν χειμῶνι τοσούτων πραγμάτων ἐπιλαθέσθαι τῆς ἡμετέρας ἀγάπης, ἀλλὰ μένειν ἀκίνητον καὶ ἀκμάζουσαν διατηροῦντα τὴν πρὸς ἡμᾶς φιλίαν. Τοῦτο γὰρ ἔγνων μὲν καὶ παρὰ τῶν ἐκεῖθεν ἀφικνουμένων σαφῶς, ᾔδειν δὲ καὶ πρὶν
This too is worthy of you and of your great, lofty, and philosophical soul: not even in a tempest of such great troubles to forget our love, but to remain unmoved, preserving your friendship towards us flourishing. For I learned this clearly both from those arriving from there, and I knew it even before
Notes, col. 655

On the reading

Printed εις την, for εἰς τὴν.

Printed καὶ την, for καὶ τὴν.

PG 52:656Read from the page
ἢ παρ' ἑτέρων μάθω. Οἶδα γάρ σου τὸ στεῤῥὸν καὶ ἀπερίτρεπτον τῆς διανοίας, τὸ πεπηγὸς καὶ ἀκίνητον τῆς γνώμης. Διὸ καὶ πολλὰς ἔχω χάριτας τῇ θεοσεβείᾳ τῇ σῇ, καὶ παρακαλῶ σου τὴν εὐλάβειαν, καὶ ἐν μεγίστης αἰτῶ χάριτος μέρει, τὸ συνεχῶς ἡμῖν ἐπιστέλλειν, ἡνίκα ἂν ἐξῇ. Οἶσθα γὰρ ὅσην δεχόμεθα παράκλησιν καὶ ἐν ἀλλοτρίᾳ διατρίβοντες, ὅταν καὶ γράμματα δεξώμεθα τὰ περὶ τῆς ὑγείας τῆς σῆς ἡμᾶς εὐαγγελιζόμενα. Σφόδρα γὰρ ἐπιθυμοῦμεν καὶ ἐῤῥῶσθαι καὶ ὑγιαίνειν τὴν σὴν θεοσέβειαν, ἐπειδήπερ ἡ ὑγεία ἡ σὴ πολλοῖς στηριγμὸς καὶ λιμὴν καὶ βακτηρία τυγχάνει, καὶ μυρίων κατορθωμάτων ὑπόθεσις.
learning it from others. For I know the firmness and unshakableness of your mind, the fixedness and immovability of your resolve. Wherefore I also hold great gratitude towards your Godliness, and exhort your Piety, asking it as the greatest favour, to write to us continually whenever it is possible. For you know how great a consolation we receive even while sojourning in a foreign land when we receive letters bringing us good tidings of your health. For we earnestly desire your Godliness to be both strong and in good health, seeing that your health is a support and haven and staff to many, and the ground of ten thousand good deeds.
ϞΒʹ. Μωϋσῇ πρεσβυτέρῳ.
XCII. To Moses the Presbyter.
Ἡ μὲν ὑπερβολὴ τῶν ἐγκωμίων τῶν τοῖς γράμμασιν ἐγκειμένων τῆς σῆς τιμιότητος, σφόδρα ἡμῶν ὑπερβαίνει τὴν οὐθένειαν. Διὸ τούτων ἀφέμενος, μὴ διαλίπῃς εὐχόμενος ὑπέρ τε τοῦ κοινοῦ τῶν Ἐκκλησιῶν, ὑπέρ τε τῆς ταπεινώσεως τῆς ἡμετέρας, καὶ τὸν φιλάνθρωπον παρακαλῶν Θεὸν δοῦναι λύσιν τοῖς καταλαβοῦσι την οἰκουμένην κακοῖς. Εὐχῶν γὰρ μόνων τὰ παρόντα δεῖται πράγματα, καὶ εὐχῶν μάλιστα τῶν ὑμετέρων, τῶν πολλὴν πρὸς τὸν Θεὸν παῤῥησίαν κεκτημένων. Μὴ δὴ διαλίπητε τοῦτο ἐκτενῶς ποιοῦντες· καὶ ἡμῖν δὲ, ἡνίκα ἂν ἐξῇ, συνεχῶς ἐπιστέλλειν μὴ κατοκνεῖτε· οὐ γὰρ πολὺ τῆς ὁδοῦ τὸ μῆκος. Σφόδρα γὰρ ἐπιθυμοῦμεν μανθάνειν περὶ τῆς ὑμετέρας ὑγείας, ἐπείπερ ὑμῶν ἡ ὑγεία πολλοῖς στηριγμὸς καὶ παράκλησις γίνεται. Ἀεὶ μὲν γὰρ ὑμῶν χρεία τῆς ζωῆς, μάλιστα δὲ νῦν ἐν τοσούτῳ χειμῶνι καὶ ζόφῳ, ἵν' ὥσπερ καθαροὶ φωστῆρες φαινόμενοι, λάμπητε τοῖς χειμαζομένοις καὶ κλυδωνιζομένοις. Ἵν' οὖν καὶ ἡμεῖς εὐθυμῶμεν, πυκνὰ πέμπετε ἡμῖν γράμματα, περὶ τῆς ὑγείας τῆς ὑμετέρας εὐαγγελιζόμενα, καὶ οὐ μικρὰν καρπωσόμεθα παράκλησιν, ἂν ταῦτα συνεχῶς μανθάνωμεν περὶ τῆς τιμιότητος τῆς ὑμετέρας.
The excess of the praises contained in your Honour's letters far surpasses our nothingness. Leaving these aside, therefore, do not cease praying both on behalf of the common good of the Churches and on behalf of our lowliness, and entreating God Who loves mankind to grant a release from the evils that have overtaken the inhabited world. For present affairs stand in need of prayers alone, and above all of your prayers, who possess great boldness before God. Do not cease, then, doing this fervently; and do not shrink from writing to us continually as well, whenever it is possible, for the length of the road is not great. For we earnestly desire to learn of your health, seeing that your health becomes a support and consolation to many. For at all times indeed there is need of your life, and most of all now in so great a tempest and gloom, so that shining forth like pure luminaries you may give light to those storm-tossed and wave-buffeted. That we too may be of good cheer, therefore, send us frequent letters bringing good tidings of your health, and we shall reap no small consolation if we learn these things continually concerning your Honour.
ϞΓʹ. Ἀφθονίῳ, Θεοδότῳ, Χαιρέᾳ, πρεσβυτέροις καὶ μονάζουσι, καὶ πᾶσι τοῖς τῆς συνοικίας ὑμῶν.
XCIII. To Aphthonius, Theodotus, and Chaereas, Presbyters and Monks, and to All Those of Your Community.
Φέρει μέν τι πλέον εἰς παραμυθίας λόγον τοῖς ἀγαπῶσι καὶ ἡ σωματικὴ παρουσία τῶν ἀγαπωμένων. Ἐπεὶ καὶ ὁ μακάριος Παῦλος συνεχῶς, μᾶλλον δὲ διηνεκῶς, τὴν οἰκουμένην ἅπασαν τῶν πιστῶν ἐπὶ τῆς αὐτοῦ διανοίας περιφέρων, καὶ οὐδὲ ἐν ταῖς ἁλύσεσιν, οὐδὲ ἐν τοῖς δεσμοῖς, καὶ ἐν τῇ ἀπολογίᾳ ἀνεχόμενος αὐτοὺς ἀποθέσθαι· ὃ καὶ δηλῶν, ἔλεγε· Διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου, καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ Εὐαγγελίου· μετὰ πολλῆς τῆς σπουδῆς καὶ τὴν τοῦ σώματος ἐπεζήτει παρουσίαν, οὕτω λέγων· Ἡμεῖς δὲ ἀπορφανισθέντες ἀφ' ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ, οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν. Ὃ δὴ καὶ ἡμεῖς πάσχομεν νῦν, τῶν τε ἑωρακότων ἡμᾶς, τῶν τε οὐχ ἑωρακότων μετὰ πολλῆς τῆς σπουδῆς ἐπιζητοῦντες
The bodily presence also of those who are loved brings something further by way of consolation to those who love. Since even the blessed Paul, continually—or rather unceasingly—carrying the whole inhabited world of the faithful in his mind, and not enduring to lay them aside even in his chains, or in his bonds, and in the defence—making which plain, he said: Because I hold you in my heart, both in my bonds and in the defence and confirmation of the Gospel—yet sought out their bodily presence also with great eagerness, saying thus: But we, having been bereft of you for a short season, in face, not in heart, were all the more eager to see your face. Which very thing we too experience now, eagerly seeking, both of those who have seen us and of those who have not seen us,
Notes, col. 656

On the reading

Printed την οἰκουμένην, for τὴν οἰκουμένην.

PG 52:657Read from the page
τὴν παρουσίαν. Ἀλλ' ἐπειδὴ τοῦτο τέως οὐκ ἔνι (κωλύει γὰρ καὶ τῆς ὁδοῦ τὸ μῆκος, καὶ ἡ τοῦ ἔτους ὥρα, καὶ ὁ τῶν λῃστῶν φόβος, καὶ τὸ μὴ ῥᾷδιον ἡμῖν εἶναι καὶ τούτων χωρὶς κινεῖσθαι οἴκοθεν, καὶ μακρὰς ἀποδημίας ἀποδημεῖν), ἐπὶ τὸν δεύτερον ἤλθομεν πλοῦν, τήν τε ὀφειλομένην ἀποδιδόντες ὑμῖν πρόσρησιν, καὶ πρὸ ταύτης παρακαλοῦντες, καὶ ἐν μέρει μεγίστης αἰτοῦντες χάριτος, τὸ διηνεκῶς ἡμῶν εὐχομένους μεμνῆσθαι, καὶ τῷ φιλανθρώπῳ θεῷ προσπίπτειν μετὰ πολλῆς τῆς εὐγενείας, καὶ τῶν δακρύων, ὑπὲρ τῆς ταπεινώσεως τῆς ἡμετέρας. Οἱ γὰρ τὸν εὔριπον τῶν βιωτικῶν διαφυγόντες πραγμάτων, καὶ τοῦ καπνοῦ καὶ τῆς ζάλης τῶν ἐν τῷ μέσῳ κακῶν ἀπαλλαγέντες, καὶ, καθάπερ εἰς λιμένα τινὰ εὔδιον καὶ ἀκύμαντον, τῆς καλῆς ταύτης φιλοσοφίας ὅρμον τὰς ἑαυτῶν ὁδηγήσαντες ψυχὰς, καὶ τὰς νύκτας ταῖς ἱεραῖς παννυχίσιν ἡμέρας ἐργαζόμενοι, καὶ φανερώτερον ἐν ταύταις ὁρῶντες, ἢ ἐν ταῖς ἡμέραις ἕτεροι, δίκαιοι ἂν εἴητε ἡμῖν ἀπὸ τῶν εὐχῶν ὑμῶν μεταδοῦναι συμμαχίας. Δυνατὸν γὰρ καὶ ἐκ τοσούτου καθημένους διαστήματος, ἀπολαύειν ἡμᾶς τούτων, καὶ τόπος οὐδείς ἐστιν, οὐδὲ χρόνος, ὁ τὴν τοιαύτην δυνάμενος διακόψαι βοήθειαν. Συμμαχήσατε τοίνυν ἡμῖν, καὶ χεῖρα ὀρέξατε διὰ τῶν εὐχῶν τῶν ὑμετέρων. Τοῦτο γὰρ μάλιστα μέγιστον ἀγάπης εἶδός ἐστι. Καὶ μετὰ τῶν εὐχῶν τῶν ὑμετέρων, καὶ περὶ τῆς ὑγείας τῆς ὑμετέρας δηλοῦν ἡμῖν μὴ κατοκνεῖτε, ἵνα καὶ ἐντεῦθεν μεγίστην δεχώμεθα τὴν παραμυθίαν, ἐντρυφῶντες ὑμῶν τῇ ἀγάπῃ, καὶ ὡς παρόντας τοὺς ἀπόντας φανταζόμενοι· δύναται γὰρ καὶ εικόνας τοιαύτας ὑπογράψαι τὸ γνησίως φιλεῖν. Κἂν ἐν χαλεπωτέρᾳ ταύτης τύχωμεν ὄντες ἐρημίᾳ, πολλὴν ἐντεῦθεν καρπωσόμεθα τὴν παράκλησιν.
their presence. Yet since for the time being this is impossible (for both the length of the road hinders it, and the season of the year, and fear of brigands, and the fact that even apart from these it is not easy for us to stir from home and undertake long journeys), we have come to the second sailing, both rendering you our due greeting and before it exhorting you, and asking as the greatest favour, that in prayer you remember us unceasingly and fall down before God Who loves mankind with great nobility and tears on behalf of our lowliness. For you who have fled the channel-tide of worldly affairs, and rid yourselves of the smoke and tempest of the evils in our midst, and guided your souls as it were into a calm and waveless haven, the anchorage of this noble philosophy, turning nights into days by sacred all-night vigils and seeing more clearly in them than others do by day, would rightly impart to us alliance from your prayers. For it is possible for us, even while sitting at so great a distance, to enjoy these, and there is neither place nor time able to cut off such succour. Stand as allies with us, then, and stretch forth a hand through your prayers; for this above all is the greatest form of love. And along with your prayers, do not shrink from making known to us your health also, so that from thence too we may receive the greatest consolation, revelling in your love and picturing the absent as present; for genuine love is able to sketch such portraits as well. And even should we happen to be in a wilderness harsher than this, we shall reap great consolation therefrom.
ϞΔʹ. Πενταδίᾳ διακόνῳ.
XCIV. To Pentadia the Deaconess.
Ἐγώ σου τὴν ἀγάπην, ἣν περὶ ἡμᾶς ἔχεις, ᾔδειν μὲν καὶ ἔμπροσθεν, δι' αὐτῶν μαθὼν τῶν πραγμάτων· ἔμαθον δὲ σαφέστερον νῦν ἐξ ὧν ἐπέσταλκας ἡμῖν. Καὶ διὰ τοῦτο μάλιστά σε θαυμάζομεν, οὐ διὰ τὸ γράψαι μόνον, ἀλλὰ καὶ διὰ τὸ ἀπαγγεῖλαι ἡμῖν πάντα τὰ γεγενημένα. Τοῦτο γὰρ καὶ θαῤῥούσης ἡμῖν καὶ μεριμνώσης τὰ ἡμέτερα. Διὰ ταῦτα σκιρτῶμεν, χαίρομεν, εὐφραινόμεθα, μεγίστην παράκλησιν, καὶ ἐν ἐρημίᾳ τοσαύτῃ καθήμενοι, τὴν ἀνδρείαν ἔχομεν τὴν σὴν, τὴν ἔνστασιν, τὴν ἀπερίτρεπτον γνώμην, τὴν σύνεσιν τὴν πολλὴν, τὴν ἐλευθεροστομίαν, τὴν παῤῥησίαν τὴν ὑψηλὴν, δι' ἧς κατήσχυνας μὲν τοὺς ὑπεναντίους, καιρίαν δὲ δέδωκας τῷ διαβόλῳ πληγὴν, ἤλειψας δὲ τοὺς ὑπὲρ τῆς ἀληθείας ἀγωνιζομένους, καθάπερ ἀριστεὺς γενναῖος ἐν πολέμῳ τρόπαιον στήσασα λαμπρὸν, καὶ νίκην ἀραμένη φαιδρὰν, καὶ ἡμᾶς δὲ τοσαύτης ἐνέπλησας ἡδονῆς, ὡς νομίζειν μήτε ἐν ἀλλοτρίᾳ εἶναι, μήτε ἐν ξένῃ γῇ, μήτε ἐν ἐρημίᾳ, ἀλλ' ἐκεῖσε παρεῖναι, καὶ μεθ' ὑμῶν εἶναι, καὶ ἐντρυφᾷν σου τῇ τῆς ψυχῆς ἀρετῇ. Χαῖρε τοίνυν καὶ εὐφραίνου τοιαύτην ἀραμένη νίκην, καὶ τοιούτους εὐκόλως ἐπιστομίσασα θῆρας, καὶ τὰς ἀναισχύντους
Your love which you hold towards us I knew indeed before, having learned it from your very deeds; and I have learned it more clearly now from what you have written to us. And on this account above all we admire you, not only because you wrote, but also because you reported to us all that has happened; for this is the mark of one who both trusts us and cares for our affairs. On account of these things we leap for joy, we rejoice, we make merry, and sitting in so great a wilderness we hold as our greatest consolation your courage, your steadfastness, your unshakable resolve, your great prudence, your freedom of speech, your lofty boldness, through which you put our adversaries to shame, dealt a mortal blow to the devil, braced those contending on behalf of the truth—like a noble champion in war setting up a splendid trophy and winning a radiant victory—and filled us too with such great pleasure that we suppose ourselves to be neither in a foreign land, nor on strange soil, nor in a wilderness, but present there, and with you, and revelling in the virtue of your soul. Rejoice, then, and be glad at having won such a victory, and easily muzzled such wild beasts, and stopped up their shameless
Notes, col. 657

On the reading

Printed εικόνας, for εἰκόνας.