πανταχόθεν, τῶν ἐνταῦθα φερουσῶν, ἀποτετειχισμένων. Ἀλλ' ὅμως εἰ καὶ ἐργῶδες τὸ πέμπειν πρὸς ἡμᾶς συνεχῶς, ἡνίκα ἂν ἐξῇ, τοῦτο ποίει, τά τε ἐκεῖθεν πάντα δηλῶν, καὶ περὶ τῆς ὑγιείας ὑμῶν γνωρίζων, περὶ ἧς σφόδρα περισπούδαστον ἡμῖν μανθάνειν.
leading hither are walled off on every side. Yet nevertheless, even if it is laborious to send to us continually, whenever it is possible, do this, making known all the news from there and informing us concerning your health, which we are exceedingly eager to learn.
Ἐβουλόμην καὶ αὐτὸς παραγενομένους ὑμᾶς ἐνταῦθα ἰδεῖν· ἀλλ' ἐπειδὴ πολλὰ τὰ κωλύοντα, τοῦτο μὲν οὐ τολμῶ νῦν ἀπαιτεῖν, ἀξιῶ δέ, καὶ πόρρωθεν ὄντας, τὴν ἀπὸ τῶν πεπαρρησιασμένων εὐχῶν ὑμῶν παρέχειν συμμαχίαν ἡμῖν (αὕτη γὰρ οὔτε χρόνῳ μαραίνεται ἡ βοήθεια, οὔτε ὁδοῦ μήκει διείργεται, ἀλλ' ὅπουπερ ἂν διάγῃ τις παρρησίαν πρὸς τὸν Θεὸν ἔχων, καθάπερ οὖν καὶ ὑμεῖς, δύναται καὶ τοὺς πόρρωθεν ὄντας ἐντεῦθεν τὰ μέγιστα ὠφελεῖν), μετὰ δὲ τῶν εὐχῶν καὶ γράμματα ἡμῖν παρέχειν τὰ συνεχῶς περὶ τῆς ὑγείας ὑμῶν εὐαγγελιζόμενα. Εἰ γὰρ καὶ πολλὰ τὰ πανταχόθεν ἡμῖν περιεστοιχισμένα κύματα, καὶ ἐρημία τόπου, καὶ πολιορκία, καὶ Ἰσαύρων ἔφοδος, καὶ καθημερινὸς θάνατος (θανάτῳ γὰρ συζῶμεν διηνεκεῖ, καθάπερ ἐν δεσμωτηρίῳ, ἐν τῷ φρουρίῳ τούτῳ συγκεκλεισμένοι, καὶ σώματος ἀσθενείᾳ παλαίοντες χαλεπῇ), ἀλλ' ὅμως εἰ καὶ πολλαὶ αἱ περιστάσεις, οὐ μικρὰν εἰς παραμυθίαν τῶν κακῶν τούτων τὴν ὑμετέραν ἔχομεν ἀγάπην. Εἰ γὰρ καὶ ὀλίγα ὑμῖν συνεγενόμεθα, ἀλλὰ πολλὴν πεῖραν ὑμῶν τῆς διαθέσεως εἰλήφαμεν, τῆς γνησίας καὶ θερμῆς καὶ μέλιτος γλυκυτέρας, τῆς ἀπεριτρέπτου, τῆς σταθηρᾶς καὶ πεπηγυίας, ἣν καὶ παρόντες καὶ ἀπόντες ἐπιδείκνυσθε. Διὰ ταῦτα καίτοι καὶ πόρρωθεν ὑμῶν ὄντες, καὶ τοσούτοις συνεχόμενοι δεινοῖς, ὥσπερ ἐν λιμένι τινὶ τῇ μνήμῃ τῆς ὑμετέρας ἀρετῆς ἐπαναπαυόμεθα, θησαυρὸν μέγιστον τὴν ὑμετέραν ἀγάπην εἶναι νομίζοντες. Τῆς μὲν οὖν χαλεπῆς ἀῤῥωστίας ἀπηλλάγημεν, τοῦ χειμῶνος παρελθόντος, καὶ ἐπιστάντος τοῦ ἦρος, ἔτι δὲ τὰ λείψανα αὐτῆς περιφέρομεν, ἅπερ ἐπιτρίβει τῶν Ἰσαυρικῶν θορύβων ἡ συνέχεια. Ταῦτ' οὖν εἰδότες, καὶ πόρρωθεν ὄντες μεμνῆσθαί τε ἡμῶν διηνεκῶς μὴ κατοκνεῖτε, καὶ γράφειν ἡμῖν συνεχῶς, ἡνίκα ἂν ἐξῇ, τὰ περὶ τῆς ὑγιείας τῆς ὑμετέρας εὐαγγελιζόμενοι.
I myself also wished to see you come hither; yet since the hindrances are many, I do not dare to demand this now, but I ask that, even while you are far away, you afford us the alliance that comes from your boldly confident prayers (for this help neither withers with time nor is sundered by length of road, but wherever anyone lives who possesses boldness before God, just as you indeed do, he is able therefrom to benefit in the highest degree even those who are far away), and along with your prayers that you also afford us letters continually bringing the good tidings concerning your health. For although the waves hemming us in on every side are many—desolation of the place, siege, incursion of the Isaurians, and daily death (for we live in continual death, shut up together in this fortress as if in a prison, and wrestling with grievous bodily infirmity)—yet nevertheless, even if our distresses are many, we hold your love as no small consolation for these evils. For although we were in your company only a little while, yet we received abundant proof of your disposition—genuine, fervent, and sweeter than honey, unshakeable, steadfast, and firm—which you display both when present and when absent. On account of these things, although we are far away from you and gripped by so many dreadful ills, we rest as in some harbour upon the remembrance of your virtue, deeming your love to be the greatest treasure. From our grievous sickness, then, we have been freed, now that winter has passed and spring has come on, yet we still carry about its remnants, which the continuance of the Isaurian tumults aggravates. Knowing these things, therefore, even while you are far away, do not hesitate both to remember us continually and to write to us continually, whenever it is possible, bringing the good tidings concerning your health.
Μήτε ἀθύμει, μήτε ἁμαρτίαις λογίζου τὴν καλλίστην ἀποδημίαν τῆς μακαρίας θυγατρός σου. Εἰς γὰρ ἀκύμαντον κατέπλευσε λιμένα, καὶ πρὸς ζωὴν ἦλθε μηκέτι πέρας ἔχουσαν, καὶ τῶν κατὰ τὸν παράντα βέον κυμάτων ἀπαλλαγεῖσα, ἕστηκεν ἐπὶ τῆς πέτρας, ὅσα συνήγαγεν ἀγαθά, ὥσπερ ἐν ἀσύλῳ λοιπὸν ἔχουσα θησαυρῷ. Καὶ δεῖ χαίρειν ὑπὲρ τούτων, καὶ σκιρτᾷν, καὶ εὐφραίνεσθαι, ὅτι τὴν ἐκείνης ψυχήν, καθάπερ γεωργὸς ἄριστος καρπὸν ὥριμον, τῷ κοινῷ πάντων παρέστησας Δεσπότῃ. Ταῦτα καὶ τὰ ἐκ τῶν τοιούτων λογισμῶν ἐπιτιθεὶς φάρμακα καὶ σαυτῷ, καὶ τῇ κυρίᾳ μου τῇ κοσμιωτάτῃ μητρὶ αὐτῆς, πλεόναζε τὸν ὑπὲρ τούτων ἀποκείμενον ὑμῖν μισθόν· ἵνα μὴ μόνον
Neither be despondent, nor impute to sins the fairest departure of your blessed daughter. For she has sailed into a waveless harbour, and has come to a life that no longer has an end, and, freed from the waves of the present life, she stands upon the rock, holding henceforth as in an inviolable treasury all the good things she gathered together. And over these things it is right to rejoice, and leap for joy, and be glad, because like an excellent husbandman bringing ripe fruit, you have presented her soul to the common Master of all. Applying these remedies and those drawn from such reflections both to yourself and to my lordly lady her most modest mother, multiply the reward laid up for you for these things; so that not only