Migne Reading Room

PG 52 · cols. 550–555 · Read from the page

Fifteen little works on the Constantinopolitan disturbances, and on those things which regard either exile of Chrysostom

Fifteen little works on the Constantinopolitan disturbances, and on those things which regard either exile of Chrysostom

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 52:550Read from the page
καὶ ἐπίκηρα, καὶ ἐν θνητῷ γενόμενα σώματι, καὶ τὴν νήφουσαν οὐδὲν παραβλάπτοντα ψυχήν. Διά τοι τοῦτο καὶ τῶν χρηστῶν καὶ τῶν λυπηρῶν τῶν κατὰ τὸν παρόντα βίον τὸ εὐτελὲς ὁ μακάριος Παῦλος δεῖξαι βουλόμενος μιᾷ λέξει τὸ πᾶν ἐνέφηνεν, εἰπών· Τὰ γὰρ βλεπόμενα πρόσκαιρα. Τί τοίνυν τὰ πρόσκαιρα δέδοικας, τὰ ποταμίων ῥευμάτων δίκην παραῤῥέοντα; Τοιαῦτα γὰρ τὰ παρόντα, κἂν χρηστὰ ᾖ, κἂν λυπηρά. Προφήτης δὲ ἕτερος ἅπασαν τὴν ἀνθρωπίνην εὐημερίαν οὐ χόρτῳ, ἀλλ' ἑτέρᾳ ὕλῃ εὐτελεστέρᾳ παρέβαλεν, ἄνθος αὐτὴν ὀνομάσας χόρτου πᾶσαν ὁμοῦ. Οὐδὲ γὰρ μέρος αὐτῆς ἔθηκεν, οἷον πλοῦτον μόνον, ἢ τρυφὴν μόνον, ἢ δυναστείαν, ἢ τιμάς· ἀλλὰ πάντα τὰ ἐν ἀνθρώποις δοκοῦντα εἶναι λαμπρὰ μιᾷ προσηγορίᾳ τῇ τῆς δόξης περιλαβὼν, οὕτως ἐπήγαγε τὴν εἰκόνα τοῦ χόρτου, εἰπών· Πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου.
and perishable, happening in a mortal body, and in no way harming the watchful soul. For this very reason blessed Paul, wishing to show the paltriness both of the good things and of the distressing things in the present life, declared the whole in a single word, saying: For the things seen are transitory. Why, then, do you dread transitory things, which flow past after the manner of river streams? For such are present things, whether they be good or distressing. And another prophet compared all human prosperity not to grass, but to another still paltrier substance, calling the whole of it together a flower of grass. For neither did he set down a part of it, such as wealth alone, or luxury alone, or power, or honours; but comprising all the things that seem splendid among men under the single appellation of glory, he thus added the image of grass, saying: All glory of man is as a flower of grass.
βʹ. Ἀλλ' ἡ δυσημερία δεινὸν καὶ βαρύ. Ἀλλ' ὅρα καὶ ταύτην πάλιν ἑτέρᾳ παραβαλλομένην εἰκόνι, καὶ καταφρόνει καὶ ταύτης. Τὰς γὰρ λοιδορίας, καὶ τὰς ὕβρεις, καὶ τὰ ὀνείδη, καὶ τὰ σκώμματα τὰ παρὰ τῶν ἐχθρῶν, καὶ τὰς ἐπιβουλὰς ἱματίῳ παλαιωθέντι καὶ ἐρίῳ διαβρωθέντι παρεικάζων, ἔλεγεν· Ὀνειδισμὸν ἀνθρώπων μὴ φοβεῖσθε καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε, ὅτι ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσει ἔριον ὑπὸ σητὸς, οὕτω βρωθήσονται. Μηδέν σε τοίνυν ταραττέτω τῶν γινομένων, ἀλλ' ἀφεῖσα τὸν δεῖνα καὶ τὸν δεῖνα παρακαλεῖν, καὶ τὰς σκιὰς παρατρέχειν (τοῦτο γὰρ ἡ ἀνθρωπίνη συμμαχία), τὸν Ἰησοῦν, ᾧ λατρεύεις, ἐνδελεχῶς παρακάλει νεῦσαι μόνον· καὶ πάντα ἐν μιᾷ καιροῦ λύεται ῥοπῇ. Εἰ δὲ παρεκάλεσας, καὶ οὐκ ἐλύθη, τοιοῦτον τῷ Θεῷ ἔθος, μὴ ἐκ προοιμίων (τὸν γὰρ ἔμπροσθεν ἀναλήψομαι λόγον) καταλύειν τὰ δεινὰ, ἀλλ' ὅταν κορυφωθῇ, ὅταν αὐξηθῇ, ὅταν σχεδὸν μηδὲν ὑπολελειμμένον ᾖ τῆς τῶν πολεμούντων κακίας, τότε ἀθρόον πάντα μεταβάλλειν ἐπὶ τὸ γαληνὸν, καὶ πρὸς ἀπροσδοκήτους τινὰς καταστάσεις αὐτὰ πραγμάτων ἄγειν. Οὐ γὰρ τοσαῦτα δύναται μόνον ποιῆσαι χρηστὰ, ὅσα προσδοκῶμεν καὶ ἐλπίζομεν, ἀλλὰ καὶ πολλῷ πλείονα, καὶ ἀπείρως μείζονα. Διὸ καὶ Παῦλος ἔλεγε· Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι, ὑπὲρ ἐκ περισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν. Μὴ γὰρ οὐκ ἠδύνατο ἐκ προοιμίων κωλῦσαι τοὺς παῖδας τοὺς τρεῖς εἰς τὸν πειρασμὸν ἐκεῖνον μὴ ἐμπεσεῖν; Ἀλλ' οὐκ ἠβου-
2. Yet adversity is dreadful and heavy. Yet see this also compared in turn to another image, and despise this also. For likening revilings, and insults, and reproaches, and jeers from enemies, and plots to a garment grown old and wool eaten through, he said: Fear not the reproach of men, and be not overcome by their disparagement, for like a garment they shall grow old, and like wool by a moth, so shall they be eaten. Let nothing among the things happening trouble you, therefore; but leaving off entreating such a one and such a one, and running past shadows (for such is human alliance), unceasingly entreat Jesus, Whom you serve, merely to nod; and all things are unloosed in a single turn of a moment. And if you have entreated, and it has not been unloosed, such is God's custom: not at the outset (for I shall resume my earlier argument) to put down dreadful ills, but when they have reached their crest, when they have grown great, when almost nothing is left over of the malice of those waging war, then all at once to transform all things to calm, and to lead affairs themselves to unlooked-for states. For He is able to work not only so many good things as we expect and hope for, but also far more, and infinitely greater. Wherefore Paul also said: Now unto Him Who is able to do beyond all things, superabundantly above what we ask or think. For was He not able at the outset to hinder the three youths from falling into that trial? Yet He did not
Notes, col. 550

On the reading

Printed ὡσει, for ὡσεὶ.

PG 52:551Read from the page
λήθῃ, πολλὴν αὐτοῖς συνάγων τὴν ἐμπορίαν. Διὰ τοῦτο ἀφῆκε καὶ χερσὶν αὐτοὺς βαρβαρικαῖς παραδοθῆναι, καὶ τὴν κάμινον ἐξαφθῆναι πρὸς ὕψος ἄφατον, καὶ τὴν βασιλικὴν ὀργὴν τῆς καμίνου χαλεπώτερον ἐκκαῆναι, καὶ χεῖρας δεθῆναι καὶ πόδας μετὰ πολλῆς τῆς σφοδρότητος, καὶ εἰς τὸ πῦρ ἐμβληθῆναι· καὶ ὅτε πάντες οἱ θεωροῦντες αὐτοὺς ἀπέγνωσαν αὐτῶν τὴν σωτηρίαν, τότε ἀθρόον καὶ παρ' ἐλπίδα πᾶσαν ἀνεφαίνετο ἡ θαυματοποιία τοῦ ἀριστοτέχνου Θεοῦ, καὶ μετὰ πολλῆς ἐξέλαμπε τῆς ὑπερβολῆς. Τὸ μὲν γὰρ πῦρ ἐδεσμεῖτο, οἱ δεσμῶται δὲ ἐλύοντο· καὶ ναὸς εὐκτήριος ἡ κάμινος ἐγένετο, καὶ πηγή, καὶ δρόσος, καὶ αὐλῶν βασιλικῶν σεμνοτέρα, καὶ τὴν παμφάγον οὐσίαν ἐκείνην, καὶ σιδήρου, καὶ λίθων περιγινομένην, καὶ πάσης κρατοῦσαν ὕλης, τριχῶν ἐνίκα φύσις. Καὶ χορὸς ἵστατο παναρμόνιος αὐτόθι τῶν ἁγίων ἐκείνων ἑκατέραν τὴν κτίσιν εἰς τὴν θαυμασίαν ταύτην καλούντων μελῳδίαν· ᾖδόν τε εὐχαριστηρίους ἀναπέμποντες ὕμνους ὑπὲρ ὧν ἐδέθησαν, ὑπὲρ ὧν ἐκάησαν, τό γε ἐχθρῶν μέρος, ὑπὲρ ὧν πατρίδος ἐξέπεσον, ὑπὲρ ὧν αἰχμάλωτοι γεγόνασιν, ὑπὲρ ὧν τὴν ἐλευθερίαν ἀφῃρέθησαν, ὑπὲρ ὧν ἀπόλιδες, ἄοικοι καὶ μετανάσται ἐγένοντο, ὑπὲρ ὧν ἐν ἀλλοτρίᾳ καὶ βαρβάρῳ διέτριβον γῇ· τοῦτο γὰρ ψυχῆς εὐγνώμονος. Καὶ ἐπειδὴ καὶ τὰ τῆς κακίας τῶν πολεμούντων ἀπήρτιστο (τί γὰρ μετὰ θάνατον λοιπὸν ἐπιχειρῆσαι ἠδύναντο;), καὶ τὰ τῶν ἀθλητῶν ἐπεπλήρωτο, καὶ ὁ στέφανος ἐπλάκη, καὶ τὰ βραβεῖα αὐτοῖς συνελέγη, καὶ οὐδὲν λοιπὸν ἔλ[ε]ιπεν εἰς εὐδοκίμησιν· τότε δὴ τὰ δεινὰ λύεται, καὶ ὁ τὴν κάμινον ἐνάψας καὶ τοσαύτῃ παραδοὺς τιμωρίᾳ, οὗτος θαυμαστὸς ἐπαινέτης τῶν ἁγίων ἐκείνων ἀθλητῶν γίνεται, καὶ κήρυξ τῆς τοῦ Θεοῦ παραδοξοποιίας, καὶ πανταχοῦ τῆς οἰκουμένης ἐκπέμπει γράμματα πολλῆς γέμοντα εὐφημίας, διηγούμενος τὰ γεγενημένα, καὶ ἀξιόπιστος γινόμενος κήρυξ τῶν τοῦ παραδοξοποιοῦ Θεοῦ θαυμάτων. Ἐπειδὴ γὰρ ἐχθρὸς ἦν καὶ πολέμιος, ἀνύποπτα λοιπὸν καὶ παρὰ τοῖς ἐχθροῖς τὰ γραφόμενα ἦν.
will it, amassing great treasure for them. On this account He permitted them even to be delivered into barbarian hands, and the furnace to be kindled to an unspeakable height, and the royal wrath to blaze up more fiercely than the furnace, and them to be bound hand and foot with great vehemence and cast into the fire; and when all who beheld them despaired of their deliverance, then suddenly and beyond every expectation the wonder-working power of God, the supreme Craftsman, appeared and shone forth with surpassing splendour. For the fire was bound, while the prisoners were loosed; and the furnace became a house of prayer, and a fountain, and dew, and more august than royal courts; and the nature of hair vanquished that all-devouring substance which overcame both iron and stones and mastered every material. And there stood an all-harmonious choir of those saints, summoning both realms of creation to this marvellous melody; and they sang, sending up hymns of thanksgiving for their being bound, for their being burned—so far as lay with their enemies—for their being banished from their fatherland, for their having become captives, for their being stripped of their freedom, for their having become cityless, homeless, and exiles, for their sojourning in a foreign and barbarous land: for this is the mark of a grateful soul. And when the malice of their adversaries had been exhausted (for what more could they attempt after death?), and the contest of the athletes had been fulfilled, and the crown had been plaited, and the prizes gathered together for them, and nothing more was lacking for their renown, then indeed the terrors were dissolved; and he who had kindled the furnace and handed them over to so great a punishment became himself a wondrous praiser of those holy athletes and a herald of God's wondrous deeds, and sent forth letters full of abundant acclaim to every part of the inhabited world, recounting what had taken place and becoming a trustworthy herald of the marvels of the wonder-working God. For since he was an enemy and a foe, what was written was thenceforth above suspicion even among enemies.
γʹ. Εἶδες τὸ εὐμήχανον τοῦ Θεοῦ ; εἶδες τὸ σοφόν ; εἶδες τὸ παράδοξον ; εἶδες τὸ φιλάνθρωπον καὶ κηδεμονικόν ; Μὴ τοίνυν θορυβοῦ, μηδὲ ταράττου, ἀλλὰ μένε διηνεκῶς ὑπὲρ πάντων τῷ Θεῷ εὐχαριστοῦσα, δοξολογοῦσα, παρακαλοῦσα, δεομένη, ἱκετεύουσα· κἂν μυρίοι θόρυβοι, κἂν μυρίαι ταραχαὶ ἐπίωσι, κἂν καταιγίδες ἐπ' ὄψιν χέωνται, μηδέν σε τούτων ταραττέτω. Οὐ γὰρ προλαμβάνεται ἡμῖν ὁ Δεσπότης ὑπὸ τῆς τῶν πραγμάτων δυσκολίας, κἂν εἰς ἔσχατον ὄλεθρον πάντα κατενεχθῇ. Δυνατὸν γὰρ αὐτῷ καὶ τοὺς πεπτωκότας ἐγεῖραι, καὶ τοὺς πεπλανημένους ἐπιστρέψαι, καὶ τοὺς σκανδαλισθέντας διορθῶσαι, καὶ τοὺς μυρίων πληρωθέντας ἁμαρτημάτων ἀπαλλάξαι καὶ δικαίους ποιῆσαι, καὶ τοὺς νεκρωθέντας ζωογονῆσαι, καὶ κατασκαφέντα λαμπρότερα ἐργάσασθαι, καὶ τὰ παλαιωθέντα ἀνανεῶσαι. Εἰ γὰρ τὰ μὴ ὄντα
3. Have you seen the resourcefulness of God? Have you seen His wisdom? Have you seen what surpasses expectation? Have you seen His love for mankind and His provident care? Do not, therefore, be dismayed or troubled, but continue ceaselessly giving thanks to God for all things, glorifying Him, calling upon Him, beseeching Him, supplicating Him; even if ten thousand tumults, even if ten thousand commotions come on, even if tempests pour forth before your sight, let none of these things trouble you. For our Master is not forestalled by the difficulty of affairs, even though all things be brought down to utter ruin. For it is possible for Him both to raise up the fallen, and to turn back those who have gone astray, and to set right those who have been caused to stumble, and to free those who are filled with ten thousand sins and make them righteous, and to quicken those who have been deadened, and to render more splendid what has been razed, and to renew what has grown old. For if the things that are not
PG 52:552Read from the page
ποιεῖ γενέσθαι, καὶ τοῖς μηδαμοῦ μηδαμῶς φαινομένοις χαρίζεται τὸ εἶναι, πολλῷ μᾶλλον τὰ ὄντα καὶ γενομένα διορθώσεται. Ἀλλὰ πελλοὶ οἱ ἀπολλύμενοι, πολλοὶ οἱ σκανδαλιζόμενοι ; Πολλὰ πολλάκις καὶ ἤδη τοιαῦτα γέγονεν, ἀλλ' ὕστερον τὴν προσήκουσαν ἔλαβε πάντα διόρθωσιν, πλὴν εἰ μή τινες ἀνιάτως ἔμειναν ἔχοντες καὶ μετὰ τὴν τῶν πραγμάτων μεταβολήν. Τί ταράττῃ, καὶ ἀλύεις, εἰ ὁ δεῖνα ἐκβέβληται, καὶ ὁ δεῖνα εἰσενήνεκται; Ὁ Χριστὸς ἐσταυροῦτο, καὶ Βαραββᾶς ὁ λῃστὴς ἐξῃτεῖτο, καὶ ὁ διεφθαρμένος ἐβόα δῆμος, τὸν ἀνδροφόνον τοῦ Σωτῆρος καὶ εὐεργέτου δεῖν μᾶλλον σωθῆναι. Πόσους νομίζεις ταῦτα ἐσκανδάλισε τότε; πόσους ταῦτα τέως ἀπώλεσε; Μᾶλλον δὲ ἀνώτερον τὸν λόγον ἀναγκαῖον ἀγαγεῖν. Οὐκ εὐθέως τεχθεὶς οὗτος ὁ σταυρωθεὶς, μετανάστης ἐγίνετο καὶ φυγὰς καὶ μετὰ ὁλοκλήρου τῆς οἰκίας πρὸς τὴν ἀλλοτρίαν ἐξ αὐτῶν σπαργάνων ἀπῳκίζετο, διάστημα ὁδοῦ τοσοῦτον εἰς βάρβαρον ἀπαγόμενος χώραν ; Καὶ αἱμάτων ῥύακες ἐκ τῆς ὑποθέσεως ταύτης ἐγίνοντο, καὶ φόνοι ἄδικοι, καὶ σφαγαὶ, καὶ ἡ ἄωρος ἡλικία πᾶσα καθάπερ ἐν παρατάξει καὶ πολέμῳ κατεκόπτετο, καὶ τῶν μαζῶν ἀποσπώμενοι οἱ παῖδες σφαγῇ παρεδίδοντο, καὶ ἔτι τοῦ γάλακτος ἐπὶ τοῦ φάρυγγος ὄντος, διὰ τοῦ λαιμοῦ καὶ τῆς δέρῥης τὸ ξίφος ἠλαύνετο. Τί ταύτης χαλεπώτερον τραγῳδίας; Καὶ ταῦτα ἔπραττεν ὁ ζητῶν αὐτὸν ἀνελεῖν, καὶ ὁ μακρόθυμος Θεὸς ἠνείχετο τοιαύτης τολμωμένης τραγῳδίας, τοσούτου ῥέοντος αἵματος, καὶ ἠνείχετο κωλῦσαι δυνάμενος, ἀποῤῥήτῳ τινὶ σοφίᾳ τὴν τοσαύτην ἐπιδεικνύμενος μακροθυμίαν. Ἐπειδὴ δὲ ἐπανῆλθεν ἀπὸ τῆς βαρβάρου χώρας, καὶ ηὐξήθη, πόλεμος αὐτῷ πανταχόθεν ἀνερῥιπίζετο. Καὶ πρῶτον μὲν οἱ Ἰωάννου μαθηταὶ διεφθόνουν, καὶ ἐβάσκαινον, καίτοι γε ἐκείνου τὰ αὐτοῦ θεραπεύοντος, καὶ ἔλεγον, ὅτι Ὃς ἦν μετὰ σοῦ πέραν Ἰορδάνου, ἴδε οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν. Ταῦτα γὰρ ὑποκνιζομένων ἦν λοιπὸν τὰ ῥήματα, καὶ φθόνῳ βαλλομένων, καὶ τηκομένων τῷ πάθει. Διά τοι τοῦτο καὶ μετὰ Ἰουδαίου τινὸς εἷς τῶν μαθητῶν τῶν ταῦτα εἰρηκότων ἐφιλονείκει, καὶ ἐπύκτευε τὸν περὶ καθαρσίων λόγον κινῶν, καὶ βάπτισμα βαπτίσματι παραβάλλων, τὸ Ἰωάννου τῷ τῶν μαθητῶν τοῦ Χριστοῦ. Ἐγένετο γὰρ, φησὶν, ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου τινὸς ζήτησις περὶ καθαρισμοῦ. Ἐπειδὴ δὲ καὶ τῶν σημείων ἥψατο, πόσαι συκοφαντίαι; Οἱ μὲν Σαμαρείτην ἐκάλουν καὶ δαιμονῶντα, λέγοντες, ὅτι Σαμαρείτης εἶ σὺ, καὶ δαιμόνιον ἔχεις· οἱ δὲ πλάνον, λέγοντες, Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἀλλὰ πλανᾷ τὸν ὄχλον· οἱ δὲ γόητα, λέγοντες, ὅτι Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων τῷ Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια· καὶ συνεχῶς ταῦτα ἐπέλεγον, καὶ ἀντίθεον ὠνόμαζον, καὶ γαστρίμαργον, καὶ ἀδηφάγον, καὶ μέθυσον, καὶ πονηρῶν καὶ διεφθαρμένων φίλον. Ἦλθε γὰρ, φησὶν, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν, Ἰδοὺ
brings into being, and bestows existence upon things that nowhere and in no way appear, much more will He set right the things that are and have come to be. But are there many who perish, many who are caused to stumble? Many such things have often happened before now as well, yet afterwards they all received their fitting correction, save only if some remained incurably ill even after the change of affairs. Why are you troubled and distraught if such a one has been cast out and such a one brought in? Christ was being crucified, and Barabbas the robber was being demanded, and the corrupted populace shouted that the murderer ought to be saved rather than the Saviour and Benefactor. How many do you suppose these things caused to stumble at that time? How many did these things destroy for a while? Rather, it is necessary to carry our account still further back. Did not this very One Who was crucified, immediately upon being born, become a migrant and a fugitive, and with His whole household was He not removed to a foreign land from His very swaddling cloths, being carried away over so great a distance of road into a barbarous country? And streams of blood arose from this occasion, and unjust murders and slaughters, and all untimely youth was cut down as though in battle array and war, and children torn from the breasts were handed over to slaughter, and while the milk was still in the throat, the sword was driven through gullet and neck. What tragedy could be more grievous than this? And he who sought to slay Him wrought these things, and the long-suffering God endured the daring of such a tragedy, while so much blood flowed, and He endured it though able to hinder it, displaying so great a long-suffering in a certain ineffable wisdom. And when He returned from the barbarous country and grew in stature, war was fanned against Him from every side. And first of all John's disciples were jealous and envious, although John himself was serving His cause, and they said: He Who was with you beyond the Jordan, behold, He is baptizing, and all are coming to Him. For these were now the words of men inwardly stung, and smitten with envy, and wasting away with that passion. For this very reason also one of the disciples of those who had spoken these things wrangled with a certain Jew and sparred, stirring up the question concerning purifications and comparing baptism with baptism, that of John with that of Christ's disciples. For there arose, he says, a dispute on the part of John's disciples with a certain Jew concerning purification. And when He also set His hand to signs, how many slanders there were! Some called Him a Samaritan and demon-possessed, saying: You are a Samaritan, and have a demon; others a deceiver, saying: This man is not from God, but leads the crowd astray; others a sorcerer, saying: By Beelzebul, the ruler of the demons, He casts out the demons; and continually they repeated these things, and named Him an adversary of God, and a glutton, and a voracious eater, and a drunkard, and a friend of wicked and corrupt men. For the Son of Man came, he says, eating and drinking, and they say: Behold,
Notes, col. 552

On the reading

Printed γενομένα, for γενόμενα.

Printed πελλοὶ, for πολλοὶ.

PG 52:553Read from the page
ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. Καὶ ὅτε δὲ τῇ πόρνῃ διελέγετο, ψευδοπροφήτην αὐτὸν ἐκάλουν· Εἰ γὰρ ἦν προφήτης, φησὶν, ᾔδει τίς ἐστιν αὕτη ἡ γυνὴ ἡ λαλοῦσα αὐτῷ· καὶ καθ' ἑκάστην ἡμέραν τοὺς ὀδόντας ἠκόνων κατ' αὐτοῦ. Καὶ οὐκ Ἰουδαῖοι μόνον οὕτως ἐπολέμουν αὐτῷ, ἀλλ' οὐδὲ αὐτοὶ οἱ δοκοῦντες εἶναι ἀδελφοὶ ὑγιῶς εἶχον πρὸς αὐτὸν, ἀλλὰ καὶ ἐκ τῶν οἰκείων ὁ πόλεμος αὐτῷ ἀνερῥιπίζετο. Ὅρα γοῦν, πῶς καὶ αὐτοὶ ἦσαν διεφθαρμένοι, ἐξ ὧν καὶ ὁ εὐαγγελιστὴς ἐπάγων ἔλεγεν · Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν.
a gluttonous man and a wine-drinker, a friend of tax-collectors and sinners. And when He conversed with the harlot, they called Him a false prophet: For if He were a prophet, he says, He would know who this woman is that speaks to Him; and every single day they whetted their teeth against Him. And not the Jews alone waged war against Him thus, but not even those very men who were reputed to be His brethren were soundly disposed towards Him, but from His own kinsfolk also war was fanned against Him. Observe, at any rate, how corrupted they too were, from what the evangelist also added when he said: For neither did His brethren believe in Him.
δʹ. Ἀλλ' ἐπειδὴ σκανδαλιζομένων μέμνησαι πολλῶν καὶ πλανωμένων, πόσους οἴει κατὰ τὸν καιρὸν τοῦ σταυροῦ σκανδαλισθῆναι τῶν μαθητῶν ; Ὁ μὲν προέδωκεν, οἱ δὲ ἐδραπέτευσαν, ὁ δὲ ἠρνήσατο, καὶ πάντων ἀναχωρησάντων ἤγετο μόνος δεδεμένος. Πόσους τοίνυν οἴει πρώην ἑωρακότας τὰ σημεῖα αὐτὸν ἐργαζόμενον, νεκροὺς ἐγείροντα, λεπροὺς καθαίροντα, δαίμονας ἀπελαύνοντα, ἄρτους πηγάζοντα, τὰ ἄλλα τεράστια ἐργαζόμενον, σκανδαλισθῆναι κατὰ τὸν καιρὸν ἐκεῖνον, θεωροῦντας μόνον ἀπαγόμενον καὶ δεδεμένον, εὐτελῶν αὐτὸν στρατιωτῶν περιστοιχιζόντων, καὶ ἱερέων Ἰουδαϊκῶν ἑπομένων καὶ θορυβούντων καὶ ταραττόντων, καὶ τοὺς ἐχθροὺς ἅπαντας μόνον ἐν μέσῳ ἔχοντας ἀπειλημμένον αὐτὸν, καὶ τὸν προδότην παρόντα καὶ ἐναβρυνόμενον τέως ; Τί δὲ, ἡνίκα ἐμαστιγοῦτο ; Καὶ εἰκὸς παρεῖναι πλῆθος ἄπειρον. Ἑορτὴ γὰρ ἦν περιφανὴς ἡ πάντας συνάγουσα, καὶ μητρόπολις ἡ τὸ δρᾶμα τῆς παρανομίας δεξαμένη, καὶ ἐν μεσημβρίᾳ μέσῃ. Πόσους τοίνυν οἴει παρεῖναι τότε καὶ σκανδαλίζεσθαι, ὁρῶντας αὐτὸν δεδεμένον, μεμαστιγωμένον, αἵματι περιῤῥεόμενον, ὑπὸ ἡγεμονικοῦ δικαστηρίου ἐξεταζόμενον, καὶ οὐδένα τῶν μαθητῶν παρόντα ; Τί δὲ, ἡνίκα καὶ ποικίλαι ἐκεῖναι καὶ συνεχεῖς καὶ ἐπάλληλοι ἐγένοντο κατ' αὐτοῦ κωμῳδίαι, καὶ ποτὲ μὲν αὐτὸν ἀκάνθαις ἐστεφάνουν, ποτὲ δὲ χλαμύδα περιετίθεσαν, ποτὲ δὲ κάλαμον ἐνεχείριζον, ποτὲ δὲ πίπτοντες αὐτὸν προσεκύνουν, πᾶν εἶδος χλευασίας κινοῦντες καὶ γέλωτος ; Πόσους οἴει σκανδαλίζεσθαι, πόσους θορυβεῖσθαι, πόσους ταράττεσθαι, ὅτε ἐπὶ κόῤῥης αὐτὸν ἔπαιον καὶ ἔλεγον, Προφήτευσον ἡμῖν, Χριστὲ, τίς ἐστιν ὁ παίσας σε ; καὶ ἦγον καὶ περιῆγον, πᾶσαν τὴν ἡμέραν εἰς τοῦτο ἀνηλίσκοντο, εἰς σκώμματα καὶ λοιδορίας καὶ χλευασίαν καὶ γέλωτα ἐν μέσῳ θεάτρῳ Ἰουδαϊκῷ ; Τί δὲ, ὅτε αὐτὸν ἐῤῥάπιζεν ὁ δοῦλος τοῦ ἀρχιερέως ; τί δὲ, ὅτε τὰ ἱμάτια αὐτοῦ διεμερίζοντο οἱ στρατιῶται ; ἡνίκα δὲ ἐπὶ τὸν σταυρὸν ἀνήχθη γυμνὸς ἐπὶ τοῦ νώτου τὰς μάστιγας ἔχων, καὶ ἀνεσκολοπίζετο ; Οὐδὲ γὰρ τότε οἱ ἄγριοι θῆρες ἐμαλάττοντο, ἀλλὰ μανικώτεροι μᾶλλον ἐγίνοντο, καὶ τὰ τῆς τραγῳδίας ἐπετείνετο, καὶ τὰ τῆς χλευασίας ηὔξετο. Οἱ μὲν γὰρ ἔλεγον· Ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις ἐγείρων αὐτόν. Οἱ δὲ ἔλεγον· Ἄλλους ἔσωσεν
4. Yet since you make mention of many who are caused to stumble and led astray, how many of the disciples do you suppose were caused to stumble at the time of the cross? One betrayed Him, the others ran away, another denied Him, and when all had withdrawn He was led along alone in bonds. How many, therefore, do you suppose who shortly before had seen Him working His signs—raising the dead, cleansing lepers, driving out demons, causing loaves to well up like a fountain, and working His other marvels—were caused to stumble at that time, beholding Him led away alone and bound, while mean soldiers hemmed Him round, and Jewish priests followed and raised an uproar and tumult, and all His enemies held Him captive alone in their midst, and the traitor stood by and exulted for the time? And what when He was being scourged? And it is likely that a boundless multitude was present. For it was an illustrious feast that gathered everyone together, and it was the mother city that received the drama of lawlessness, and in the midst of noonday. How many, therefore, do you suppose were present then and were caused to stumble, seeing Him bound, scourged, streaming with blood, examined before the governor's tribunal, and not one of His disciples present? And what when those varied, incessant, and successive mockeries were enacted against Him, and now they crowned Him with thorns, now they put a cloak around Him, now they placed a reed in His hand, and now falling down they did obeisance to Him, stirring up every kind of derision and laughter? How many do you suppose were caused to stumble, how many dismayed, how many troubled, when they struck Him on the cheek and said: Prophesy to us, O Christ, who is he that struck you? and led Him to and fro, and spent the whole day upon this—upon jeers and revilings and derision and laughter in the midst of the Jewish theatre? And what when the servant of the high priest slapped Him? And what when the soldiers divided His garments among themselves? And when He was led up upon the cross naked, bearing the weals of the scourges upon His back, and was impaled? For not even then were those savage beasts softened, but rather they grew still more frenzied, and the tragedy was heightened, and the derision increased. For some said: You who destroy the temple, and in three days raise it up. And others said: Others He saved;
PG 52:554Read from the page
ἑαυτὸν οὐ δύναται σῶσαι. Ἄλλοι δὲ ἔλεγον· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομέν σοι. Τί δὲ, ὅτε τῇ σπογγιᾷ χολὴν καὶ ὄξος ποτίζοντες ἐνεπαρῴνουν αὐτῷ ; τί δὲ, ὅτε οἱ λῃσταὶ ἐλοιδόρουν αὐτῷ ; τί δὲ, ὅπερ καὶ ἔμπροσθεν ἔλεγον, τὸ φρικτὸν ἐκεῖνο καὶ παρανομώτατον, ὅτε τὸν λῃστὴν ἐκεῖνον καὶ τοιχωρύχον καὶ μυρίων γέμοντα φόνων ἄξιον ἔλεγον εἶναι ἐξαιτηθῆναι μᾶλλον αὐτοῦ, καὶ λαβόντες αἵρεσιν παρὰ τοῦ δικαστοῦ τὴν Βαραββᾶν προετίμησαν, οὐ σταυρῶσαι μόνον, ἀλλὰ καὶ πονηρὰν βουλόμενοι τῷ Χριστῷ περιθεῖναι δόξαν ; Ἐνόμιζον γὰρ δύνασθαι κατασκευάζειν ἐκ τούτων, ὅτι τοῦ λῃστοῦ χείρων ἦν, καὶ οὕτω παράνομος, ὥστε μήτε φιλανθρωπίᾳ, μήτε ἑορτῆς ἀξιώματι δύνασθαι σώζεσθαι. Πάντα γὰρ τούτου ἕνεκεν ἐποίουν, ὥστε αὐτοῦ τὴν ὑπόληψιν διαβαλεῖν· διά τοι τοῦτο καὶ τοὺς δύο λῃστὰς αὐτῷ συνεσταύρωσαν. Ἀλλ' ἡ ἀλήθεια οὐ συνεσκιάζετο, ἀλλὰ καὶ μειζόνως διέλαμπε. Καὶ τυραννίδα δὲ αὐτῷ ἐνεκάλουν λέγοντες, Πᾶς ὁ ποιῶν ἑαυτὸν βασιλέα, οὐκ ἔστι φίλος τοῦ Καίσαρος, τῷ οὐκ ἔχοντι ποῦ τὴν κεφαλὴν κλῖναι, τυραννίδος ἐπάγοντες ἔγκλημα. Καὶ ἐπὶ βλασφημίᾳ δὲ αὐτὸν ἐσυκοφάντουν. Ὁ μὲν γὰρ ἀρχιερεὺς διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ λέγων· Ἐβλασφήμησε · τί ἔτι χρείαν ἔχομεν τῶν μαρτύρων ; Ὁ δὲ θάνατος, οἷος ; Οὐ βίαιος ; οὐ καταδίκων ; οὐκ ἐπαράτων ; οὐχ ὁ αἴσχιστος ; οὐχ ὁ τῶν τὰ ἔσχατα παρανενομηκότων, καὶ οὐκ ἀξίων ὄντων οὐδὲ ἐπὶ τῆς γῆς τὴν ψυχὴν ἀφεῖναι ; Τὸ δὲ τῆς ταφῆς εἶδος οὐκ ἐν χάριτος πληροῦται μέρει ; Ἐλθὼν γάρ τις τὸ σῶμα αὐτοῦ ἐξῃτήσατο. Οὕτως οὐδὲ ὁ θάπτων αὐτὸν ἦν τῶν οἰκείων, τῶν εὐεργετηθέντων, τῶν μαθητῶν, τῶν τοσαύτης ἀπολελαυκότων παῤῥησίας καὶ σωτηρίας, πάντων φυγάδων γενομένων, πάντων ἀποπηδησάντων. Ἡ δὲ πονηρὰ ἐκείνη ὑπόληψις, ἣν κατεσκεύασαν διὰ τῆς ἀναστάσεως, εἰπόντες, ὅτι Ἦλθον οἱ μαθηταὶ αὐτοῦ καὶ ἔκλεψαν αὐτὸν, πόσους ἐσκανδάλισε, πόσους ὑπεσκέλισε τέως ; Καὶ γὰρ ἐκράτησεν ὁ λόγος τότε, καίτοι γε πεπλασμένος ὢν καὶ χρημάτων γενόμενος ὠνητός· ἀλλ' ὅμως ἐκράτησε παρά τισι, μετὰ τὰ σήμαντρα, μετὰ τὴν περιφάνειαν τῆς ἀληθείας τὴν τοσαύτην. Οὐδὲ γὰρ τὸν περὶ τῆς ἀναστάσεως ᾔδεσαν λόγον τὸ πλῆθος, ὅπου γε οὐδὲ αὐτοὶ οἱ μαθηταὶ ἠπίσταντο · Οὐδὲ γὰρ ᾔδεσαν, φησὶ, τότε, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Πόσους τοίνυν οἴει κατὰ τὰς ἡμέρας ἐκείνας σκανδαλισθῆναι ; Ἀλλ' ὅμως ὁ μακρόθυμος Θεὸς ἠνείχετο, τῇ οἰκείᾳ σοφίᾳ καὶ ἀποῤῥήτῳ πάντα οἰκονομῶν.
himself He cannot save. And still others said: If You are the Son of God, come down from the cross, and we will believe You. And what when, giving Him gall and vinegar to drink upon the sponge, they drunkenly abused Him? And what when the robbers reviled Him? And what of that shuddering and most lawless deed which I also mentioned before, when they said that that robber and house-breaker, laden with ten thousand murders, was worthy to be begged off rather than He, and upon receiving the choice from the judge preferred Barabbas, wishing not only to crucify Christ, but also to fasten an evil reputation upon Him? For they supposed that they could establish from these things that He was worse than the robber, and so lawless that neither by clemency nor by the dignity of the feast could He be saved. For they did everything for this purpose, so as to traduce His reputation; on this very account they also crucified the two robbers with Him. Yet the truth was not overshadowed, but shone forth all the more brightly. And they also charged Him with usurpation, saying: Everyone who makes himself a king is no friend of Caesar—bringing an accusation of tyranny against Him Who had nowhere to lay His head. And they slanderously accused Him of blasphemy as well. For the high priest tore his garments, saying: He has blasphemed; what further need have we of witnesses? And His death—of what sort was it? Was it not violent? Was it not that of condemned criminals? Was it not that of men accursed? Was it not the most shameful? Was it not that of those who had committed the utmost transgressions and were unworthy even to breathe out their soul upon the earth? And is not the manner of His burial accomplished by way of a favour? For someone came and begged for His body. Thus not even he who buried Him belonged to His own household, to those who had received His benefits, to the disciples, to those who had enjoyed such boldness and salvation—for all had become fugitives, all had sprung away. And that wicked suspicion which they contrived on account of the resurrection, saying: His disciples came and stole Him away—how many did it cause to stumble, how many did it trip up for a while? For that report prevailed at that time, although it was fabricated and bought with money; yet nevertheless it prevailed among some, after the seals, after so great a manifestation of the truth. For the multitude did not even know the doctrine concerning the resurrection, seeing that not even the disciples themselves understood it: For as yet, he says, they did not know that He must rise again from the dead. How many, therefore, do you suppose were caused to stumble in those days? Yet nevertheless the long-suffering God endured it, dispensing all things in His own ineffable wisdom.
εʹ. Εἶτα μετὰ τὰς ἡμέρας ἐκείνας πάλιν κρυπτόμενοι, λανθάνοντες, φυγαδευόμενοι οἱ μαθηταὶ, δεδοικότες,
5. Then after those days the disciples again, hiding themselves, keeping out of sight, driven as fugitives, fearful,
Notes, col. 554

On the reading

Printed τὴν Βαραββᾶν, for τὸν Βαραββᾶν.

PG 52:555Read from the page
τρέμοντες, τόπον ἐκ τόπου συνεχῶς ἀμείβοντες, οὕτως ἐλάνθανον, καὶ μετὰ πεντήκοντα ἡμέρας ἀρξάμενοι φαίνεσθαι, καὶ σημείων ἅπτεσθαι, οὐδὲ οὕτως ἀδείας ἀπήλαυσαν. Ἀλλὰ καὶ μετὰ ἐκεῖνα, τὰ μυρία σκάνδαλα μαστιζομένων αὐτῶν ἐγίνετο ἐν τοῖς ἀσθενεστέροις, τῆς Ἐκκλησίας ταραττομένης, αὐτῶν ἐλαυνομένων, τῶν ἐχθρῶν κρατούντων πολλαχοῦ καὶ θορυβούντων. Ὅτε γὰρ πολλὴν ἐκ τῶν σημείων ἐκτήσαντο παῤῥησίαν, τότε πάλιν ἡ τοῦ Στεφάνου τελευτὴ διωγμὸν χαλεπὸν εἰργάσατο, καὶ πάντας διέσπειρε, καὶ τὴν Ἐκκλησίαν ἐν θορύβῳ κατέστησε · καὶ πάλιν ἐν φόβῳ τὰ τῶν μαθητῶν, καὶ πάλιν ἐν φυγῇ, καὶ πάλιν ἐν ἀγωνίᾳ. Καὶ οὕτω διαπαντὸς τὰ τῆς Ἐκκλησίας ηὔξετο, ὅτε ἤνθει διὰ τῶν σημείων, ὅτε φαιδρὰ ἐκ προοιμίων ἐγίνετο. Καὶ ὁ μὲν διὰ θυρίδος ἐχαλᾶτο, καὶ οὕτως ἐξέφυγε τοῦ ἄρχοντος τὰς χεῖρας· τοὺς δὲ ἄγγελος ἐξέβαλε, καὶ οὕτως τῶν ἁλύσεων ἀπήλαττε · τοὺς δὲ ἀγοραῖοι καὶ χειροτέχναι ὑποδεχόμενοι παρὰ τῶν ἐν δυναστείαις ἐλαυνομένους, παντὶ ἐθεράπευον τρόπῳ, πορφυροπώλιδες γυναῖκες, καὶ σκηνοῤῥάφοι, καὶ σκυτοδέψαι, πρὸς αὐτὰς οἰκοῦντες τὰς ἐσχατιὰς τῶν πόλεων, παρ' αἰγιαλὸν καὶ θάλασσαν. Πολλάκις δὲ καὶ οὐδὲ ἐν μέσαις ἐτόλμων φαίνεσθαι ταῖς πόλεσιν· εἰ δὲ καὶ αὐτοὶ ἐτόλμων, ἀλλ' οἱ ξενοδόχοι οὐκ ἐτόλμων. Καὶ οὕτως ὑφαίνετο τὰ πράγματα διὰ πειρασμῶν, δι' ἀνέσεων, καὶ οἱ πρώην σκανδαλισθέντες, μετὰ ταῦτα διωρθοῦντο, καὶ οἱ πλανηθέντες ἐπανήγοντο, καὶ τὰ κατεσκαμμένα ᾠκοδομεῖτο μειζόνως. Διὰ τοῦτο καὶ Παύλου αἰτήσαντος δι' ἀνέσεως μόνης βαδίζειν τὸ κήρυγμα, ὁ πάνσοφος καὶ εὐμήχανος Θεὸς οὐκ ἠνέσχετο τοῦ μαθητοῦ, ἀλλὰ καὶ πολλάκις παρακαλοῦντος οὐκ ἐπένευσεν, ἀλλ' εἶπεν· Ἀρκεῖ σοι ἡ χάρις μου · ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Εἰ βούλει τοίνυν καὶ νῦν λογίσασθαι μετὰ τῶν λυπηρῶν τὰ χρηστὰ, πολλὰ ὄψει γεγενημένα, καὶ εἰ μὴ σημεῖα καὶ θαύματα, ἀλλ' ἐοικότα σημείοις πράγματα, καὶ δείγματα τῆς πολλῆς τοῦ Θεοῦ προνοίας καὶ ἀντιλήψεως ἄφατα. Ἀλλ' ἵνα μὴ πάντα μετ' εὐκολίας παρ' ἡμῶν ἀκούῃς, τοῦτό σοι καταλιμπάνω τὸ μέρος, ὥστε μετὰ ἀκριβείας ἀναλέξαι πάντα, καὶ παραθεῖναι τοῖς λυπηροῖς, καὶ καλὴν ἀσχολουμένην ἀσχολίαν, οὕτως ἀπαγαγεῖν σαυτὴν τῆς ἀθυμίας · πολλὴν γὰρ καὶ ἐντεῦθεν δέξῃ τὴν παράκλησιν. Πάντα σου τὴν εὐλογημένον οἶκον παρ' ἡμῶν πολλὰ προσειπεῖν παρακλήθητι. Ἐῤῥωμένη καὶ εὐθυμουμένη διατελοίης, δέσποινά μου αἰδεσιμωτάτη καὶ θεοφιλεστάτη.
trembling, continually changing from place to place, so lay hidden; and when after fifty days they began to show themselves and to set their hand to signs, not even so did they enjoy security. But even after those events, when they were scourged, ten thousand stumbling-blocks arose among the weaker, while the Church was troubled, they themselves were harried, and their enemies prevailed in many places and raised tumults. For when they had gained abundant boldness from the signs, then once more Stephen's death wrought a grievous persecution, and scattered them all, and plunged the Church into uproar; and once more the affairs of the disciples were in fear, once more in flight, and once more in anguish. And thus the affairs of the Church continually grew, when it flourished through the signs, when it shone bright from its very beginnings. And one was lowered through a window, and thus escaped the ruler's hands; others an angel brought out, and thus freed them from their chains; still others, harried by those in power, men of the marketplace and handicraftsmen received and tended in every way—women who sold purple, and tentmakers, and tanners, dwelling at the very outskirts of the cities, beside the shore and the sea. And oftentimes they did not even dare to show themselves in the midst of the cities; or even if they themselves dared, their hosts did not dare. And thus affairs were woven together through trials and through times of relief; and those who shortly before had been caused to stumble were afterwards set right, and those who had gone astray were brought back, and what had been razed was built up more grandly. On this account also, when Paul asked that the preaching might advance through ease alone, the all-wise and resourceful God did not yield to His disciple, nor, though he often besought Him, did He consent, but said: My grace is sufficient for you; for My power is made perfect in weakness. If, therefore, you wish even now to reckon up the good things along with the painful, you will see many things that have come to pass—even if not signs and wonders, yet deeds resembling signs, and unspeakable tokens of God's abundant providence and succour. Yet so that you may not hear everything from us without effort, I leave this part to you, so that you may gather up everything with exactness and set it beside the painful things, and, occupying yourself with a noble occupation, so draw yourself away from despondency; for you will receive abundant consolation from this as well. Pray greet on our behalf with many greetings all your blessed household. May you continue in good health and good cheer, my most revered and God-beloved lady.
Εἰ βούλει μοι μακρὰ γράφειν, καὶ τοιαῦτα δήλωσόν μοι, μὴ ἀπατῶσα μέντοι με, ὅτι πᾶσαν ἀπέθου τὴν ἀθυμίαν, καὶ ἐν ἀνέσει διάγεις. Τοιοῦτον γὰρ τῶν γραμμάτων τοῦτο τὸ φάρμακον, ὡς καὶ εὐθυμίαν σοι
If you wish to write me long letters, make such things known to me as well—without, however, deceiving me—namely, that you have laid aside all your despondency and are living in tranquillity. For such is this medicine of my letters, as to
Notes, col. 555

On the reading

Printed τὴν εὐλογημένον, for τὸν εὐλογημένον.