κνὺς ὅσῳ μείζων παρθενίας ἐλεημοσύνη, ἧς τὰ σκῆπτρα κατέχεις αὐτὴ, καὶ τὸν στέφανον ἀνεδήσω πάλαι, ἀπ' ἐκείνου μὲν τοῦ χοροῦ τὸ ἥμισυ μέρος ἐξέβαλεν, ἐπειδὴ ταύτης εἰσῆλθον χωρὶς, μᾶλλον δὲ ἐπειδὴ δαψιλῶς αὐτὴν οὐκ ἐκέκτηντο· καὶ γὰρ εἶχον ἔλαιον, ἀλλ' οὐκ ἀρκοῦν. Τοὺς δὲ χωρὶς παρθενίας εἰσελθόντας, ἐπειδὴ ταύτην ἦσαν περιβεβλημένοι, μετὰ πολλῆς ὑπεδέξατο τῆς τιμῆς, εὐλογημένους τε τοῦ Πατρὸς ὀνομάζων, καὶ πρὸς ἑαυτὸν καλῶν, καὶ τῆς βασιλείας τὴν κληρονομίαν αὐτοῖς χαριζόμενος, καὶ ἐν μέσῃ ἀνακηρύττων τῇ οἰκουμένῃ· καὶ οὐ παρῃτήσατο, καὶ ἀγγέλων καὶ τῆς κτίσεως πάσης παρούσης, τροφέας τε αὐτοῦ καὶ ξενοδόχους αὐτοὺς προσειπεῖν. Ταύτης καὶ αὐτὴ ἀκούσῃ τότε τῆς μακαρίας φωνῆς, ταύτης ἀπολαύσῃ τῆς ἀμοιβῆς μετὰ πολλῆς τῆς περιουσίας. Εἰ δὲ ὑπὲρ ἐλεημοσύνης μόνον τοσαῦται αἱ ἀντιδόσεις, τοσοῦτοι οἱ στέφανοι, τοσαύτη ἡ λαμπρότης, τοσαύτη ἡ περιφάνεια καὶ ἡ δόξα, εἰ καὶ τὰ ἄλλα τῆς ἀρετῆς ἐπέλθοιμί σοι μέρη, ποίαν ἂν σχοίης συγγνώμην, ὀφείλουσα ἐντεῦθεν ἤδη ἑορτὴν ἄγειν, καὶ σκιρτᾷν, καὶ χορεύειν, καὶ στεφανοῦσθαι, ἐπειδὴ δὲ ὁ δεῖνα ἐμάνη, καὶ ὁ δεῖνα κατὰ κρημνῶν ἦλθε, κατακόπτουσα ἑαυτὴν, καὶ εὔκολον κατὰ τῆς ἁγίας σου ψυχῆς τῷ διαβόλῳ ποιοῦσα τὴν ἔφοδον, ὃν μέχρι σήμερον καταξαίνουσα οὐκ ἐπαύσω; Τί γὰρ ἄν τις εἴποι τὴν ὑπομονὴν τὴν ποικίλην καὶ πολυειδῆ καὶ πολύτροπον; καὶ πόσος ἡμῖν εἰς τοῦτο ἀρκέσει λόγος, πόσον δὲ ἱστορίας μέτρον, εἴ τις τὰ ἐκ πρώτης ἡλικίας μέχρι τοῦ νῦν παθήματά σου καταλέγοι, τὰ παρὰ τῶν οἰκείων, τὰ παρὰ τῶν ἀλλοτρίων, τὰ παρὰ τῶν φίλων, τὰ παρὰ τῶν ἐχθρῶν, τὰ παρὰ τῶν γένει προσηκόντων, τὰ παρὰ τῶν μηδαμόθεν προσηκόντων, τὰ παρὰ τῶν ἐν δυναστείαις, τὰ παρὰ τῶν εὐτελῶν, τὰ παρὰ τῶν ἀρχόντων, τὰ παρὰ τῶν ἰδιωτῶν, τὰ παρὰ τῶν εἰς τὸν κλῆρον τελούντων; Τούτων γὰρ ἕκαστον, εἴ τις διεξίοι αὐτὸ καθ' ἑαυτὸ μόνον, ἱστορίαν ὁλόκληρον ἱκανὸν ποιῆσαι τὸ διήγημα. Εἰ δέ τις καὶ πρὸς τὰ ἕτερα εἴδη τῆς ἀρετῆς ταύτης μετασταίη, καὶ μηκέτι τὰ παρ' ἑτέρων, ἀλλὰ τὰ παρὰ σοῦ κατασκευασθέντα διηγήσαιτο πάθη, τίνα λίθον, τίνα σίδηρον, ποῖον ἀδάμαντα οὐχ εὑρήσει νικηθέντα παρὰ σοῦ; Ἁπαλὴν γὰρ οὕτω σάρκα λαβοῦσα καὶ τρυφερὰν, παντὶ εἴδει τρυφῆς συντραφεῖσαν, οὕτως αὐτὴν ποικίλοις ἐπολιόρκησας πάθεσιν, ὡς μηδὲν ἄμεινον τῆς νεκρωθείσης διακεῖσθαι· καὶ τοσοῦτον ἀνῆψας ἐν σεαυτῇ νοσημάτων ἑσμὸν, ὡς καὶ ἰατρῶν τέχνην, καὶ φαρμάκων δύναμιν, καὶ πάντα ἐπιμελείας ἐλέγξαι τρόπον, καὶ διηνεκέσι συζῇν ὀδύναις.
ing by how much almsgiving — whose sceptres you yourself hold fast, and whose crown you bound upon yourself long ago — is greater than virginity, cast out half the part from that chorus, because they entered in without it, nay rather because they had not acquired it lavishly; for indeed they had oil, yet not enough. Whereas those who entered in without virginity, because they were clothed with this, He received with great honour, both naming them blessed of the Father, and calling them to Himself, and granting them the inheritance of the kingdom, and proclaiming them in the midst of the inhabited world; and He did not decline, when both angels and all creation were present, to address them both as His nourishers and as His hosts. This blessed voice you yourself also shall hear then; this recompense you shall enjoy with abundant surplus. Now if on behalf of almsgiving alone so great are the requitals, so many the crowns, so great the splendour, so great the renown and the glory, should I go through the other parts of virtue also for you, what pardon could you have, when you ought from this very moment to keep festival, and leap for joy, and dance, and wear a crown, if because such a one went mad, and such a one rushed down precipices, you beat yourself in grief, and make the assault against your holy soul easy for the devil, whom until today you have not ceased lacerating? For how could anyone utter your varied and manifold and many-sided endurance? And how great a discourse will suffice us for this, and how great a measure of history, if one were to recount your sufferings from your earliest youth until now, those from members of your household, those from strangers, those from friends, those from enemies, those from kinsfolk by birth, those from persons in nowise related, those from men in power, those from the lowly, those from rulers, those from private citizens, those from men enrolled among the clergy? For each of these, if one were to go through it by itself alone, is sufficient to make the narrative an entire history. And if one were to pass over also to the other forms of this virtue, and recount no longer the sufferings inflicted by others, but those devised by yourself, what stone, what iron, what adamant will he not find vanquished by you? For having received flesh so tender and delicate, reared up in every form of luxury, you so besieged it with varied sufferings that it was in no better state than dead flesh; and you kindled within yourself so great a swarm of maladies as to baffle both the art of physicians, and the power of medicines, and every mode of care, and to live perpetually with pains.
εʹ. Τὴν δὲ ἐπὶ τῆς τραπέζης καρτερίαν τε καὶ ἐγκράτειαν, καὶ τὴν ἐν ταῖς νυξὶν εἴ τις βουληθείη διεξελθεῖν, πόσων δεήσεται λόγων; Μᾶλλον δὲ οὐδὲ εἴασας αὐτὴν ἐγκράτειαν καλεῖσθαι λοιπὸν, οὐδὲ καρτερίαν ἐπὶ σοῦ, ἀλλ' ἕτερον ὄνομα ταύταις ἡμῖν ζητητέον ταῖς ἀρεταῖς πολλῷ μεῖζον. Καὶ γὰρ ἐγκρατεύεσθαι ἐκεῖνόν φαμεν καὶ καρτερεῖν, τὸν ὑπό τινος ἐπιθυμίας ἐνοχλούμενον, καὶ κρατοῦντα ταύτης. Σὺ δὲ
5. And if anyone should wish to go through your endurance and self-control at table, and that during the nights, how many discourses will he need? Nay rather, you did not even suffer it to be called self-control any longer, nor endurance in your case, but we must seek some other far greater name for these virtues. For we say that that man exercises self-control and endures, who is troubled by some desire and masters it. Whereas you