δὲ ἀνέμεινε πρὸς αὐτὸν κομισθῆναι, καὶ διὰ τί ἐκείνου μὲν τὸ σῶμα πρότερον, τούτου δὲ τὴν ψυχὴν πρότερον ἰᾶται. Οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῆ ταῦτα ποιεῖ, σοφὸς ὢν καὶ προνοητικός. Προσέχωμεν τοίνυν, καὶ ἴδωμεν αὐτὸν θεραπεύοντα. Εἰ γὰρ ἐπὶ τῶν ἰατρῶν, ἐπειδὰν τέμνωσιν, ἢ καίωσιν, ἢ καὶ ἄλλῳ τρόπῳ πεπηρωμένον καὶ ἐξησθενηκότα ἀνατέμνωνται, καὶ κατατέμνωσι μέλος, πολλοὶ περιστοιχίζονται τόν τε ἄῤῥωστον καὶ τὸν ταῦτα ποιοῦντα ἰατρὸν, πολλῷ μᾶλλον ἡμᾶς ἐνταῦθα τοῦτο ποιεῖν χρὴ, ὅσῳ καὶ ἰατρὸς μείζων, καὶ τὸ νόσημα χαλεπώτερον, οὐκ ἀνθρωπίνῃ τέχνῃ, ἀλλὰ θείᾳ κατορθούμενον χάριτι. Κἀκεῖ μὲν καὶ δέρμα ἔστιν ἰδεῖν τεμνόμενον, καὶ ἰχῶρα ῥέοντα, καὶ σηπεδόνα κινουμένην, καὶ πολλὴν ἀηδίαν ἀπὸ τῆς θεωρίας ἐγγινομένην ὑπομεῖναι, καὶ πολλὴν ὀδύνην καὶ λύπην, οὐκ ἀπὸ τῆς ὄψεως τῶν τραυμάτων μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς ἀλγηδόνος τῶν καιομένων καὶ τῶν τεμνομένων· οὐδεὶς γὰρ οὕτω λίθινος, ὡς παρεστὼς τοῖς ταῦτα πάσχουσι, καὶ ἀκούων ὀλολυζόντων, οὐχὶ κατακλᾶται, καὶ συγχεῖται, καὶ πολλὴν τῇ ψυχῇ δέχεται τὴν ἀθυμίαν· ἀλλ' ὅμως διὰ τὴν ἐπιθυμίαν τῆς θεωρίας ταῦτα πάντα ὑπομένομεν. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον ἔστιν ἰδεῖν, οὐ πῦρ προσαγόμενον, οὐ σίδηρον βαπτιζόμενον, οὐχ αἷμα ῥέον, οὐ τὸν κάμνοντα ὀδυνώμενον, οὐκ ὀλολύζοντα· τὸ δὲ αἴτιον, ἡ σοφία τοῦ ἰατρεύοντος, οὐδενὸς δεομένη τούτων τῶν ἔξωθεν, ἀλλ' αὐτὴ ἑαυτῇ αὐτάρκης οὖσα. Ἀρκεῖ γὰρ ἐπιτάξαι μόνον, καὶ πάντα λύεται τὰ δεινά. Οὐ τοῦτο δέ ἐστι τὸ θαυμαζόμενον, ὅτι μετ' εὐκολίας τοσαύτης ποιεῖται τὴν ἰατρείαν, ἀλλ' ὅτι καὶ ἀνωδύνως, οὐδένα πόνον ἐπάγων τοῖς θεραπευομένοις. Ἐπεὶ οὖν καὶ μεῖζον τὸ θαῦμα, καὶ πλείων ἡ θεραπεία, καὶ καθαρὰ πάσης ἀθυμίας ἡ ἡδονὴ τοῖς θεωμένοις, φέρε μετὰ ἀκριβείας θεασώμεθα θεραπεύοντα τὸν Χριστόν. Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασε, καὶ ἦλθεν εἰς ἰδίαν πόλιν, καὶ ἰδοὺ προσήνεγκαν αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον, καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπε τῷ παραλυτικῷ· Θάρσει, τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. Τοῦ μὲν ἑκατοντάρχου ἐλάττους εἰσὶ κατὰ τὴν πίστιν, τοῦ δὲ ἐν τῇ κολυμβήθρᾳ μείζους. Ἐκεῖνος μὲν γὰρ οὔτε τὸν ἰατρὸν εἵλκυσεν, οὔτε τὸν ἄῤῥωστον πρὸς τὸν ἰατρὸν ἤγαγεν· ἀλλ' ὡς Θεῷ προσῆλθε, καί φησιν· Εἰπὲ λόγῳ μόνον, καὶ ἰαθήσεται ὁ παῖς μου. Οὗτοι δὲ τὸν μὲν ἰατρὸν εἰς τὴν οἰκίαν οὐχ εἵλκυσαν, καὶ κατὰ τοῦτό εἰσιν ἴσοι τῷ ἑκατοντάρχῃ· τὸν δὲ ἄῤῥωστον πρὸς τὸν ἰατρὸν ἐκόμισαν, καὶ κατὰ τοῦτό εἰσιν ἐλάττους, ὅτι οὐκ εἶπον, Εἰπὲ λόγῳ μόνον. Τοῦ μέντοι κειμένου πολὺ βελτίους οὗτοι. Ἐκεῖνος μὲν γὰρ λέγει· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· οὗτοι δὲ ᾔδεισαν, ὅτι οὐδὲν δεῖ τῷ Χριστῷ, οὐχ ὑδάτων, οὐ κολυμβήθρας, οὐκ ἄλλου τοιούτου τινός· ἀλλ' ὅμως ὁ Χριστὸς οὐχὶ τὸν τοῦ ἑκατοντάρχου μόνον, ἀλλὰ καὶ τοῦτον κἀκεῖνον τῶν νοσημάτων ἀπήλλαξε, καὶ οὐκ εἶπεν· Ἐπειδὴ πίστιν ἐλάττονα προσήνεγκας, καὶ τὴν θεραπείαν ὡσαύτως λήψῃ· ἀλλὰ τὸν μείζονα ἐπιδειξάμενον μετ' ἐγκωμίων καὶ στεφάνων ἀπέπεμψεν εἰπών· Οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. Τὸν δὲ ἐλάττονα προσενεγκάμενον ἐκείνου οὐκ ἐπῄνεσεν οὐδὲν, οὐ μὴν τῆς ὑγείας ἀπεστέρησεν, ἀλλ' οὐδὲ ἐκεῖνον τὸν οὐδεμίαν ἐπιδειξάμενον πίστιν. Ἀλλὰ καθάπερ ἰατροὶ τὸ αὐτὸ νόσημα θεραπεύοντες παρὰ
and waited to be brought to Him, and for what reason He heals the former man's body first, but this man's soul first. For He does not perform these things simply or at random, being wise and provident. Let us pay heed, therefore, and behold Him healing. For if in the case of physicians, whenever they cut or cauterize, or in some other way dissect a maimed and enfeebled limb and amputate it, many people gather round both the sick man and the physician performing these things, much more must we do this here, inasmuch as both the Physician is greater and the malady more grievous, being amended not by human art, but by divine grace. And there indeed one may see skin being severed, serous matter flowing, putrefaction being stirred up, and must endure great disgust arising from the sight, and great pain and grief, not from the view of the wounds alone, but also from the agony of those being cauterized and those being cut; for no one is so stony that, standing beside those suffering these things and hearing them wailing, he is not broken down and confounded, and does not receive great dejection into his soul; yet nevertheless, on account of our desire for the spectacle, we endure all these things. Here, however, there is nothing of the sort to behold: no fire brought near, no iron plunged in, no blood flowing, nor the patient in agony or wailing; and the cause is the wisdom of Him Who heals, needing none of these external things, but being self-sufficient in itself. For it suffices merely to command, and all the terrors are dispelled. Yet it is not this that is marvelled at, that He accomplishes the healing with such ease, but that He also does so painlessly, bringing no toil upon those being healed. Since, therefore, both the miracle is greater, and the healing fuller, and the delight for the onlookers pure of all dejection, come, let us behold Christ healing with exactness. And stepping into a boat He crossed over, and came to His own city, and behold, they brought to Him a paralytic lying upon a bed; and Jesus, seeing their faith, said to the paralytic: Take courage, child, your sins are forgiven you. They are inferior in faith to the centurion, yet superior to the man at the pool. For the former neither drew the Physician along, nor led the sick man to the Physician, but approached Him as God, and says: Speak with a word only, and my servant shall be healed. These men, for their part, did not draw the Physician into the house, and in this respect are equal to the centurion; yet they carried the sick man to the Physician, and in this respect are inferior, because they did not say, Speak with a word only. They are, however, far better than the man lying sick. For that man says: Lord, I have no man, when the water is troubled, to put me into the pool; whereas these men knew that Christ needs nothing—no waters, no pool, nor anything else of the kind. Yet nevertheless Christ delivered from their maladies not only the centurion's servant, but both this man and that one as well, and He did not say: Because you have offered lesser faith, you shall likewise receive lesser healing; rather, Him who displayed greater faith He sent away with encomiums and crowns, saying: Not even in Israel have I found such faith. Him who offered lesser faith than that man He praised in no way, yet He did not deprive him of health, nor even that man who displayed no faith at all. But just as physicians healing the same malady from